Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Βίος τοῦ ὁσίου Μελετίου τοῦ νέου

Νικόλαος Μεθώνης

Πειρασμοί, συκοφαντίες και θείες επεμβάσεις στη μονή των Θηβών

Οι επιθέσεις του διαβόλου, η καρτερικότητα του οσίου στις ασθένειες, η πνευματική πτώση των ανυπάκουων μοναχών και η αντιμετώπιση των συκοφαντών μέσω της θείας δίκης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 4 από 9

Ἐπεὶ δὲ καὶ τοὺς πόνους αὐτὸν ἔδει τῶν ἑαυτοῦ σιτεῖσθαι καρπῶν, κατὰ τὴν ὑπόσχεσιν. ὃς δὴ τρόπος γεωργίας καινότερος ἐν τοῖς πνευματικοῖς σπουδάσμασιν ἀναφαίνεται· ἀντίστροφοι γὰρ ἀλλήλοις οἱ πόνοι καὶ οἱ καρποί, καὶ ἀλλήλων ἑκάτεροι μᾶλλον δὲ αὐτοί πώς εἰσι καὶ καρποὶ καὶ πόνοι, τὴν διαφορὰν λόγῳ μόνῳ παραδεχόμενοι. ἅμα γάρ τις κατ’ ἀρετὴν πονεῖ, καὶ τὴν τῶν πόνων ἐπικαρπίαν ἐν ταὐτῷ κομίζεται, καὶ ὁ πόνος αὐτῷ ἀρετῆς ἀνάληψις γίνεται· ὅ ἐστι πάντως δρέψις καρποῦ, καὶ ἡ δρέψις αὕτη πόνος ἀντιστρόφως κατονομάζεται. ἴδωμεν κἀνταῦθα, πῶς καὶ τοῦτο τῷ ἁγίῳ συνέβαινε, καὶ οἵους τοὺς πόνους τῆς ἐπιμόνου τε καὶ συντόνου κατ’ ἀρετὴν ἐργασίας ἐδρέπετο. Εἰς σάλον μὲν αὐτὸς οὐκ ἔστιν ὅτε τὸν πόδα δέδωκεν ὅθεν οὐδ’ ὁ φυλάσσων αὐτὸν ἐνύσταξεν ἄγγελος· ὁ δὲ τηρῶν ἐπιβούλως τὴν πτέρναν τῶν τηρούντων αὐτοῦ τὴν κεφαλήν, σκολιὸς ὄφις καὶ πολυμήχανος, οὐκ ἐνεγκὼν τοσαύτην ἀνδρὸς ἀρετὴν οὕτως ἀπροσκόπτως εὐοδουμένην ὁρᾶν, δι’ ἧς αὐτὸς πολλὰς καὶ καιρίας κατὰ κεφαλῆς ἐδέχετο τὰς πληγάς, ἀντιπλήττειν πειρᾶται τὸν πλήττοντα. καὶ παίει· κατά τε ὅλου τοῦ σώματος ὀδύνας ἐπεγείρει σφοδράς, ἐκ τῆς ἄγαν σκληραγωγίας λαβὼν τὰς ἀφορμάς, καὶ τῶν ποδῶν μάλιστα, φύμασί τισι κακοήθεσι τούτοις ἐπιφυείς· νομίσας οὕτως ὑποσκελίσειν τὸν ἀνταγωνιστὴν καὶ πρὸς τὴν πάλην διαθήσειν χαυνότερόν τε καὶ ἀτονώτερον.

ἀλλὰ γὰρ ἔλαθεν ἑαυτόν, οἷς νικᾶν ἤλπισε, τούτοις περιφανεστέραν ἑαυτῷ τὴν ἧτταν κατασκευάζων. καὶ πολὺ ὕστερον ἑαυτοῦ κατέγνω, μεταμελῶν ὅτιπερ τὴν ἀρχὴν τὸν γεννάδαν τοῦτον, ὥσπερ ποτὲ καὶ τὸν Ἰώβ, ἐξῃτήσατο· καὶ τοῦτον γὰρ τοσοῦτον παραλαβών, ὅσον αὐτόν τε τὴν ἰδίαν κακίαν καὶ πανουργίαν ἐνδείξασθαι, καὶ τὸν δίκαιον ἔτι μᾶλλον ἀναφανήσεσθαι δίκαιον, ἐπεὶ μήτε χρήματα εὕροι μήτε βοσκήματα, ἵνα τῇ τούτων ἀφαιρέσει λυπῆσαι πειράσηται. πῶς γὰρ τὸν ἀκτήμονα καὶ πάντων τὸν ἕνα καὶ μόνον μαργαρίτην ἀνταλλαξάμενον, καὶ τοῦτον ἐν ἀσύλῳ τῷ τῆς ψυχῆς ταμείῳ ἐγκολπωσάμενον, καὶ τοῖς συνεμπόροις τῆς καλῆς ταύτης πραγματείας τὸν αὐτὸν τρόπον ὑποτιθέμενον; ἀπορήσοι δὲ καὶ τῆς κατὰ παίδων σαρκικῶν ἐπιθέσεως, καὶ ταύτην αὐτοῦ τὴν λαβὴν πάλαι τοῦ ἀθλητοῦ διαφυγεῖν φθάσαντος, ἀφ’ οὗ παρθενίαν καὶ βίον τὸν ἄζυγα τοῦ γάμου προείλετο. τοῖς πνευματικοῖς υἱοῖς καὶ ἐν Κυρίῳ τούτῳ γεγεννημένοις ὁλοσχερῶς ἐπιτίθεται.

καὶ τούτοις ὡς εἶχεν ἐπιπνεύσας σφοδρῶς, καὶ πάντας πειρατηρίων ποταμοὺς ἐπαφείς, καὶ διὰ πάντων αὐτοῦ τῶν τῆς πονηρίας πνευμάτων προσρήξας, παρὰ μὲν τῶν ἀποκρούεται, στερροτέροις τούτοις περιτυχών, καὶ τὴν βάσιν τῆς καθ’ ἑαυτοὺς οἰκίας ἐπ’ ἀσφαλοῦς τῆς πέτρας ἱδρυσαμένοις· ἔστι δὲ καὶ οὓς εὗρεν ἀφρόνως κατὰ ψάμμων οἰκοδομήσαντας· οἷς δὴ καὶ τὴν οἰκίαν ἐπισείσας, μεγάλῳ τῷ πτώματι συγκατέχωσε. καὶ θαυμαστὸν οὐδέν, εἰ κἀνταῦθα μέρος ἔσχεν ὁ ἀλιτήριος· ὅπου γε καὶ τοῦ θείου τῶν ἀποστόλων χοροῦ εὗρεν ἑαυτοῦ τὸν Ἰούδαν· πλὴν ἀλλὰ κἀνταῦθα τῷ πλείονι μέρει μᾶλλον δὲ τῷ ὅλῳ, πλὴν τοῦ δυοῖν ἢ τριῶν γε τῶν ἐκπεσόντων, τὴν ἧτταν αἰσχρῶς ἀπηνέγκατο. Ἀλλ’ ἡ μὲν κατὰ μέρος περὶ τούτων διάληψις τέως ἀναμεινάτω, ἐπείγεται δὲ πρότερον ὁ λόγος τὴν εἰς σῶμα πληγὴν ἀριδηλότερον παραστῆσαι τοῦ ἀθλητοῦ, καὶ δεῖξαι, ὅπως καὶ διὰ ταύτης ἐν τῷ ἐνδυναμοῦντι Χριστῷ ὑπερίσχυσε, καὶ οἵους τῶν τῆς ἀνδρείας αὐτοῦ καρπῶν τοὺς στεφανηφόρους πόνους τῆς ὑπομονῆς ἀπεδρέψατο.

εἰχέτην οὖν οὕτω πονήρως ἐκ τῆς πληγῆς τῷ ἁγίῳ τὼ πόδε, καὶ τοῖς μὲν οἰδήμασι φλεγμονή, τῇ δὲ φλεγμονῇ ὀδύνη ἐπηκολούθη ηὖξε δὲ τὸν ὄγκον τῶν οἰδημάτων ἐπιρροὴ τοῦ διοχλοῦντος ὑγροῦ, ἐχορήγει δὲ τὴν ἐπιρροὴν ἀδιάσπαστον ἥ τε ἄμετρος ἐν ταῖς προσευχαῖς στάσις, καὶ τὸ πρὸς τοὺς ἄλλους τοῦ σώματος κόπους ἀνένδοτον· ὅθεν ὁ μὲν σφοδροτέρας τὰς ἀλγηδόνας ὑπέφερεν, ἰδιοῦτο δὲ τὰς ὀδύνας ἡ καλὴ ἐκείνη τῶν μαθητῶν αὐτοῦ καὶ συνασκητῶν συμμορία· καὶ οὕτω περιαλγὴς ἕκαστος ἦν, ὡς ὅλον τὸν πόνον μόνος αὐτὸς ὑφιστάμενος.

Οὕτως ἔχοντος τοῦ ἁγίου, παρέβαλέ τις ὡς τὸ μοναστήριον ἰατρός· ὃν καὶ ἰδόντες οἱ μοναχοί, καὶ ὅστις εἴη ἀναμαθόντες, καὶ ὡς ἀγαθόν τι θεόπεμπτον προσδεξάμενοι, παραλαβόντες παρὰ τὸν ὅσιον ἄγουσι. καὶ οἱ μὲν τὰ τοῦ πάθους μάλα περιπαθῶς καταλέγοντες, πᾶσαν ἠξίουν ὅσην ἐκ τῆς τέχνης ἔχει παρέχειν βοήθειαν· καὶ ὃς ὑπισχνεῖτο. Μελέτιος δέ, καίπερ αὐτὸς ὢν ὁ πάσχων, οὕτως εἶχε φιλοσόφως καὶ πρὸς ταῦτα ἀνεπιστρόφως, ὡς περὶ μὲν τοῦ καθ’ ἑαυτὸν πάθους μηδενὸς ἀξιῶσαι λόγου τὸν ἰατρόν, ἐκείνῳ δὲ μᾶλλον αὐτὸς προσχών, καὶ πρὸ τῶν αἰσθητῶν ὀφθαλμῶν τοῖς νοητοῖς ἀτενίσας, καὶ τὸν κρυπτόμενον ἰατρὸν κατοπτεύσας, καὶ προϊδὼν ἐκ θείας χάριτος τὸ ἐσόμενον, ἀλλὰ σύ, φησιν, ἰατρέ, φθάσας θεράπευσον σεαυτόν, διάθου τε περὶ τοῦ οἴκου σου τὰ δοκοῦντά σοι· τρίτη γὰρ ἀπὸ ταύτης ἡμέρα, καὶ οὐκέτι τοῦτον οἰκήσεις, ἀλλ’ ἐκείνη σὲ προσδέξεται ἡ μονή, ἣν σαυτῷ διὰ τῶν ἔργων ἡτοίμασας. ταῦθ’ ὁ μὲν εἶπεν, ὁ δ’ ἤκουσεν, ἡ δὲ σύμφωνος ἔκβασις ἐπεκύρωσεν. ἀλλὰ τοῦτο μὲν καὶ τῆς προορατικῆς χάριτος τὸ θαῦμα.

ὁ δέ μοι λόγος, εἰ καὶ τοῦτο προπηδήσας ὥσπερ διεξῆλθεν ἀναγκαίως παρεμπεσόν, ἀλλ’ οὖν ἀναστρέψας εἰς τὴν πληγὴν ἔτι ταύτῃ προσδιατρῖψαι ζητεῖ· ἠμέλει μὲν οὕτως ὁ θεῖος ἀνὴρ τῆς τῶν ποδῶν θεραπείας, ὅλος τῆς ψυχικῆς ἐπιμελείας γινόμενος, ἐπήγαζε δὲ τὸ ἕλκος πλεονάζον λοιπόν, καὶ τὸ τραῦμα ὕπουλον ἦν· ἐντεῦθεν σῆψις, οἵα καὶ σκωλήκων πλῆθος ἀπογεννῆσαι καὶ διὰ τῶν σκωλήκων τὰ συνεχῶς ἀεὶ παρακείμενα, μάλιστα τοῦ δεξιοῦ ποδὸς διανέμεσθαι. ἀλλὰ καίτοι τοσοῦτον ὑπὸ τοῦ πάθους ὀχλούμενος ὁ μέγας οὗτος τῆς ὑπομονῆς ἀνδριὰς ἐντρυφᾶν ὅμως ἐῴκει τῷ πάθει, καὶ ὡς λίθους τιμίους ἢ μαργαρίτας περιεῖπε τοὺς σκώληκας, τὸν στέφανον αὐτῷ τῆς ὑπομονῆς οἶα χρυσίῳ περικεχυμένον τῷ ἕλκει, συναπαρτίζοντας· ὅθεν οὐ μόνον οὐκ εἴα τούτους τῆς πληγῆς ἐκπεσεῖν, ἀλλὰ κἄν τις λαθὼν ἐξέπεσεν, αὐτὸς ἀνελάμβανέ τε τὸν ἐκπεσόντα, καὶ τῷ τόπῳ ἀποκαθίστη· τοσοῦτος ἦν τὴν ὑπομονὴν ὁ γεννάδας· καὶ τὸν μέγαν ἐκεῖνον Ἰὼβ ὑπερβαλέσθαι φιλοτιμούμενος τῷ μηδ’ ὀστράκου δεηθῆναι, ἵνα τοὺς ἰχῶρας τοῦ τραύματος ἀποξύσηται.

Τὴν δὲ πίστιν ὅσος ἦν, ἢ καὶ ὄρη μεθιστᾶν καὶ πάντα δύνασθαι καὶ λέγεται καὶ πιστεύεται, αὐτό, φασιν, δείξει τὸ πρᾶγμα καὶ λόγων ἄλλων ἡμῖν οὐ δεήσει· μαθητής τις ἦν τῷ ἁγίῳ τοὔνομα Μάρκος, ἱερεὺς τὸ ἀξίωμα· τούτῳ συνήθως ἐπέτρεπε τὴν ἐπὶ τῆς τραπέζης εὐλόγησιν, καὶ ὃς ὑπακούων ἐκπλήρου τὸ κελευόμενον· οὗτος ὁ Μάρκος εἰς τὸ τοῦ βίου πέρας ἐλθὼν καὶ ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθεὶς πρὸς Κύριον ἐξεδήμησεν· ὥρα δὲ ἦν αὐτίκα τῆς ἑστιάσεως. τοῦ λειψάνου δὲ προκειμένου καὶ τῶν ἀδελφῶν ἐπαθροιζομένων, εἷς τις τῷ πάθει συγκεχυμένος καὶ περίδακρυς τῷ πατρὶ προσβλέψας, ἐπίτρεψον, ἔφη, πάτερ, τῷ μοναχῷ Μάρκῳ τὸν στίχον εἰπεῖν· ὁ μὲν οὕτως εἶπεν ἢ τὸ πάθος ἀνακλαιόμενος, ὡς τοῦ εὐλογεῖν εἰωθότος πεπαυμένου λοιπόν, ἢ ὃ καὶ μάλιστα τίθεμαι, μὴ εἰδὼς ὃ ἐλάλει, μηδὲ πιστεύειν ἔχων ἐν τῷ τέως, ὅτι τοσοῦτον ἡ πίστις δύναται, ὡς καὶ νεκροῖς διδόναι φωνήν· ὁ δὲ πατήρ, τὸ τούτου περὶ τὴν πίστιν ἀσθενὲς ἐξιώμενος, καὶ τό, πάντα δυνατὰ τῷ πιστεύοντι, τῇ χάριτι τοῦ εἰπόντος πιστούμενος, εὐλόγησον, τέκνον Μάρκε, τῷ κειμένῳ φησί· καὶ ὁ νεκρός, ὦ τοῦ θαύματος, ἤκουσε, καὶ τοὺς ὀφθαλμοὺς ἤνοιξε, τὴν χεῖρα ἐπάρας πρὸς τῇ ὄψει, τὸν σταυρὸν ἐνεχάραξε καὶ τὰ χείλη κινήσας, τὸν στίχον ἀνεῖπε, καὶ αὖθις ἐπὶ τοῦ προτέρου σχήματος ἑωρᾶτο κείμενος.

Τὶ δὲ ζῆλον καὶ τὴν κατὰ τοῦτον θερμότητα; Ἠλίας τις ἄλλος ἢ Πέτρος, πῦρ διὰ στόματος πνέων, καὶ τῷ παρὰ πόδας θανάτῳ παραδιδοὺς τὸν ὑπεύθυνον· ἥκει γάρ, ἥκει λοιπὸν ὁ λόγος καὶ περὶ τῶν μὴ σεσωσμένων υἱῶν, ἅτε δὴ καὶ τὸ πατρώζειν ἠρνημένων, ἀλλὰ τοῖς οἰκείοις πτώμασιν ὀλεθρίως συγκεχωσμένων, διαληψόμενος. τῇ περὶ τὸν μακάριον τοῦτον χορείᾳ τῶν μαθητῶν, καί τις Νικόδημος συγκατείλεκτο, τὰ μὲν ὅσα πρὸς ὑποταγὴν καὶ τὸ ἄρχεσθαι, οὐδὲν ἧττον καὶ πεπαιδευμένος καὶ ἠσχημένος, οὔπω δὲ καὶ ἀρχικῆς καὶ ἱερατικῆς ἀξίας παρὰ τοῦ πατρὸς κεκριμένος ἄξιος· οὗτος αὐταρεσκείᾳ ληφθείς, καὶ οἰκείου θελήματος ἡττηθείς, καὶ τὸν τὴς ὑποταγῆς ἀτιμάσας βαθμόν, εἰς Θήβας παρὰ τὸν αὐτίκα τῆς ἀρχιερωσύνης ἐπειλημμένον αὐτομολεῖ, καὶ λαθὼν ὑφαρπάζει τὸ τῆς ἱεροσύνης ἀξίωμα· ὁ μὲν οὖν τὴν τοῦ πατρὸς ὀργὴν ὑπειδόμενος, ὡς τὸ παρὰ γνώμην ἐκείνῳ, τάχα δὲ καὶ τῷ οἰκείῳ συνειδότι πληττόμενος, ὡς τὸ παρ’ ἀξίαν τολμήσας, καὶ ἀμφοτέρωθεν ἁλισκόμενος, ὡς αὐθάδειαν πλημμελήσας, οὐκέτι μὲν ἐπανακάμψαι πρὸς τὴν μονήν, αὐτοῦ δέ που παρὰ τῇ πόλει παραμένειν κέκρικεν. ἄγει δὲ αὐτὸν ἡ θεία δίκη καὶ ἄκοντα παρὰ τὸν ἀδέκαστον δικαστήν, καὶ ὑποσχεῖν ἐνδίκως παρασκευάζει τὰ τῆς αὐθαδείας ἐπίχειρα· καὶ ὁ τρόπος οἷος ὡς θαυμαστότατός τε καὶ φοβερώτατος.

αὐχμὸς ἦν κρατήσας ἐφ’ ἱκανόν, ἡ γῆ δὲ διψῶσα Θηβαίοις ἀκαρπίαν ἠπείλει· Θηβαῖοι δὲ λιταῖς ἐχρῶντο καὶ παρακλήσεσι τὸ θεῖον εἰς χορηγίαν ὑετοῦ προσκαλούμενοι· ἀλλ’ ἡ προσευχὴ αὐτῶν εἰς κόλπον αὐτῶν ἀπεστρέφετο, εἰς ὦτα δὲ κυρίου Σαβαὼθ οὐκ ἀνήγετο, ἕως συνιδόντες εἰς τὸν μόνον ἱκανὸν τὴν θείαν αὐτοῖς ἐπικάμψαι χρηστότητα, Μελέτιον τὸν μέγαν, κατέφυγον, καὶ πανδημεὶ λιτανεύσαντες· μεθ’ ὧν καὶ Νικόδημος ἦν ἱερατικῶς τὴν λιτὴν συμπληρῶν· καὶ τὸ ἱερὸν τοῦ μεγαλομάρτυρος Γεωργίου καταλαβόντες εὐκτήριον, ἤδη πατὰ τοῦ ἁγίου καταστάν, ὡς εἴρηται, μοναστήριον, καὶ τοῦτον τῆς εὐχῆς παραλαβόντες συλλήπτορα, οἱ μὲν αἰσίου τέλους τυγχάνουσιν, ὄμβρου ῥαγδαίου καταρραγέντος αὐτοῖς εἰς τὴν πόλιν ἐπαναστρέφουσι, Νικόδημος δέ, ὡς μόνον ὁραθείη τῷ πατρὶ τὴν ἱερατικὴν στολὴν περικείμενος, εὐθὺς ἐκελεύσθη μετά τινος σώφρονος ἐμβριμήματος, τὴν μὲν ἐκδύσασθαι, λάκκον δέ τινα συμβὰν οὕτω προκατωρυγμένον ὑπεισελθεῖν εἰς δίκην τοῦ τῆς αὐθαδείας τολμήματος. Γέγονε ταῦτα· καὶ ὁ Νικόδημος, τῶν ἱερατικῶν γυμνωθεὶς ἀμφίων, τῷ λάκκῳ ἐμβέβλητο, ὁ δὲ πολὺς ὄχλος—τί γὰρ ἢ ὄχλος; τὴν κρίσιν ἐμέμφοντο, καὶ τοῦ κρίναντος ἀπήνειαν, οἱ δὲ καὶ ἀγροικίαν κατεψηφίζοντο.

αὐτοὶ δὲ μᾶλλον αὐτονομίᾳ χρησάμενοι, τοῦ λάκκου τε τὸν Νικόδημον ἀνελκύσαντες, καὶ πείσαντες, οἴμοι τὸν δείλαιον, ἱερατικῶς αὖθις ἀμφιασθῆναι, πρὸς τὴν ὑποστροφὴν τῆς λιτῆς, ὡς οὐκ ὤφελε, συμπαρέλαβον. ἀλλ’ ὢ τοῦ φρικτοῦ τῆς ἄνωθεν δίκης κρίματος μηδὲν γὰρ ἐνταῦθα μελλήσασα, μηδ’ ἀνασχομένη τὴν πατρικὴν κρίσιν παρ’ ὅλην ὥραν ἀθετουμένην περιιδεῖν, φθάνει τὴν λιτὴν πρὶν ἢ καὶ τοῦ ἄστεως εἴσω γενέσθαι, καὶ συχναῖς νεφῶν ἐπαναστάσεσι καὶ συρρήξεσι τὸν ἀέρα διαδονήσασα, κεραυνόβλητον αὐτίκα παρ’ αὐτῷ τῷ πρὸ τοῦ ἄστεος προφηταίῳ τοῦ ζηλωτοῦ Ἡλίου τὸν τολμητίαν ἐκεῖνον μόνον ἐκ πάντων ἀφαρπάζει Νικόδημον. καὶ γίνεται πατρικοῦ ζήλου θεῖος ζῆλος συνέριθος· καὶ ὁ δικαίου παιδείαν καὶ ἔλεγχον παρωσάμενος εἰς χεῖρας Θεοῦ ζῶντος ἐμπέπτωκε, καὶ φοβερὰν οὕτω τὴν δίκην ἔτισε. ταῦτα ὁ ζηλωτὴς θεὸς καὶ θεὸς ἐκδικήσεων καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ τῶν οἰκείων θεραπόντων ἐπιτηδεύματα. ἐγὼ δὲ κἀκεῖνο συνορῶν ἡγοῦμαι θαύματος ἄξιον, πῶς ἐν ταὐτῷ καὶ ὁ πλημμελήσας ἐκολάσθη, καὶ ὁ λαὸς εὐηργετήθη. τῆς εὐκταίας τυχὼν ἐπομβρίας.

ἧ τοῦτο καὶ τοῖς διὰ Μωϋσέως θαυματουργουμένοις ἐστὶν ἐφάμιλλον· κἀκεῖ γὰρ αἱ πληγαὶ τοὺς Αἰγυπτίους κολάζουσαι τοὺς Ἰσραηλίτας παρήρχοντο, καὶ τοὺς μὲν ἀβρόχους ἡ θάλασσα διεβίβασε, τοὺς δὲ ὑποποντίους ἐκάλυψε, τῆς ῥάβδου Μωϋσέως ἐνεργούσης, καὶ διαιρούσης ἑκατέροις τὰ πρόσφορα· κἀνταῦθα τῇ Μελετίου εὐχῇ, οὗτος γὰρ ἡμῖν καὶ νέος Μωϋσῆς ἀναπέφανται, λογιστέον τὴν ἐπομβρίαν· ἵν’ οἱ μὲν ἄξιοι τῆς εὐχῆς ἀπολάβωσι τὴν εὐεργεσίαν, ὁ δ’ ἀσεβήσας τὰ εἰς θεόν τε καὶ τὸν κατὰ πνεῦμα πατέρα, οἷς τήν τε χάριν ἥρπασεν ἀναξίως, καὶ τὴν δικαίαν ἐπιτίμησιν διεκρούσατο, ἀνάρπαστος ἀρθῇ τοῦ μὴ ἰδεῖν τὴν δόξαν Κυρίου, καθ’ ἣν οἶδε τοὺς αὐτὸν δοξάζοντας ἀντιδοξάζειν, καὶ χωρισθεὶς καθάπαξ τῶν εὐεργετουμένων δι’ ὕδατος, αὐτὸς τοῦ ἐναντίου στοιχείου γένηται παρανάλωμα, καὶ σωφρονίσῃ τοὺς ἄλλους τῷ καθ’ ἑαυτὸν ὑποδείγματι, τοῦ μὴ καταφρονεῖν φιλανθρωπίας Θεοῦ καὶ μακροθυμίας, μηδὲ πατρικὴν ἀτιμάζειν κρίσιν.

Τὰ μὲν δὴ κατὰ τὸν Νικόδημον τοιοῦτον ἔσχε τὸ πέρας· τὰ δὲ κατὰ Στέφανόν τε καὶ Θεοδόσιον, ἑτέρους τινὰς μοναχούς, ἑξῆς διηγείσθω· εἰ καὶ μὴ παραυτίκα γεγενημένα, ἀλλ’ οὖν τῆς αὐτῆς ἢ καὶ μείζονος ἀπονοίας ἐχόμενα.

Μετὰ τὸ συστῆναι παρὰ τοῦ πατρὸς καὶ ἕτερα μοναστήρια καὶ τὴν τῶν ὑπ’ αὐτὸν μοναχῶν ἀδελφότητα, κατὰ τὴν ἀρχαίαν εὐλογίαν, αὐξάνεσθαι ἄρξασθαι καὶ πληθύνεσθαι· ἐπεὶ μὴ ἔμελλε ἀμελεῖν ὁ φθόνος, τὴν ὁμόφρονα ταύτην καὶ τὴν κακίαν ὁμότιμον ξυνωρίδα, τὸν ἐν πονηρίᾳ στεφανίτην Στέφανον καὶ τὸν ψευδώνυμον Θεοδόσιον, ὑποδύεται, οἵτινες δόξης ἀνθρωπίνης ἐρῶντες, καὶ ταύτης ἕνεκα τὸν ἀσκητικὸν βίον ὑποκρινόμενοι· ἐπεὶ τῇ παραθέσει τὴς κατὰ τὸν μέγαν ἀληθινῆς ἀρετῆς χαλκὸς ὄντες πρὸς χρυσίον δόκιμον ἐξηλέγχοντο, οὐκ ἔφερον μὲν ἀντὶ τῆς ἐφετῆς δόξης αἰσχύνην ἀποφερόμενοι· τὴν ἧτται δὲ ὥσπερ ἀνακαλεῖσθαι πειρώμενοι, ὁ μὲν ἐγγὺς ποῦ παρεμφωλεύων ὁ Θεοδόσιος, πολὺς ἦν ἀγχεμάχοις βάλλων ἄτρωτον ἀκροβολισμοῖς, ταῖς βολαῖς, ταῖς λοιδορίαις, τοῖς σκώμμασιν ἐπὶ πάντων, οἷς ἂν ἐντύχοι, προσθήκην οἰκείας δόξης ἡγούμενος τὴν ὡς ᾤετο, τῆς τοῦ ἁγίου δόξης ὑφαίρεσιν, ἤνυε δ’ ἄρα καὶ τὰ πρὸς ἀνθρώπους μὲν τοὐναντίον ἄπαν, οὗπερ ἐβούλετο· τοῦ γὰρ ἀλήπτου ἥπτετο τῶν σκωμμάτων οὐδέν, ἀλλ’ ἦν ἄντικρυς κόνιν εἰς οὐρανὸν ἀφιεὶς καὶ τὸ οἰκεῖον πρόσωπον ἀχρειῶν, καὶ πλατὺν ἑαυτοῦ καταχέων παρὰ τῶν ἐντυγχανόντων τὸν γέλωτα.

οὐ μὴν οὐδὲ τὸν ἀλάθητον ἐλάνθανεν ὀφθαλμόν, οὐδὲ τὴν θείαν δίκην ἐπὶ πολὺ διαφεύγειν ἔμελλεν ἀλλ’ ἐπειδὴ μέχρι παντὸς τὴν τοιαύτην κακίαν ἀνίατος ἔμενε, τῇ ψυχικῇ νόσῳ κατάλληλον καὶ τὴν σωματικὴν κατακρίνεται, καὶ μανίᾳ ληφθεὶς καὶ καθάπερ κύων ἐξυλακτήσας, οὕτω καταστρέφει τὸν βίον· ὁ Στέφανος δὲ τὴν πρὸς βασιλέα στειλάμενος, πόρρωθεν ἐπεχείρει κατατοξεύειν, τόξον ἐντείνων πρᾶγμα πικρόν, τὴν διαβολήν, σκοπὸς δὲ αὐτῷ καταβαλεῖν μὲν τὸν μακαριστὸν διὰ τὴν ἐν πνεύματι πτωχείαν, καὶ πένητα παντὸς ἐπιψόγου καὶ μωμητοῦ ἔργου τε καὶ λόγου καὶ ἐνθυμήματος καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἄξιον, τὸν τοῦ Θεοῦ τοῦτον ἄνθρωπον, τὴν τῶν ἀδελφῶν προστασίαν ἀφαιρεθέντα, ὡς ἀφελῆ καὶ ἀνίκανον, ἰδιώτην τε καὶ ἀγράμματον, καὶ μοναχῶν καθηγήσεως τὸ παράπαν ἀνεπιστήμονα· ὁ δέ, τούτου γενομένου, συμβαίνειν πάντως ἀκόλουθον ἦν, σφάξαι τοὺς εὐθεῖς τῇ καρδίᾳ τί γὰρ ἦν ἄλλο, τὸ τηλικούτου καθηγητοῦ στερῆσαι τοὺς καλῶς ἐθισθέντας ὑπ’ αὐτοῦ κατευθύνεσθαι;

καὶ πρὸς πᾶσαν λοιπὸν τὴν διάστροφον κακίαν ἀποστρόφως διακειμένους, τοῦτο γοῦν καὶ αὐτοῖς γνωσθέν, οὕτω μέσης ἥψατο τῆς καρδίας, ὡς διπλῆν ἐντῆξαι τὴν λύπην· τὴν μέν, ὑπὲρ τοῦ πατρὸς ἀγανακτοῦσιν, οὕτως ἀδίκως διωκομένου, τὴν δέ, καὶ ὑπὲρ σφῶν ἑαυτῶν, τὴν ζημίαν προορωμένοις, ἣν ἔμελλον πάσχειν, εἰ κρατήσειεν ἡ κακία, καὶ τηλικούτου ποιμένος λύκον αὐτοὶ τὸν ἐπιστάτην ἀλλάξαιντο ταῦτα δέ, καὶ πρὸς αὐτὸν ἐλθόντες τὸν ὅσιον ἀπεκλαίοντο· τί γοῦν ὁ μέγας; πάσχει μὲν αὐτὸς ἐντεῦθεν οὐδέν, παρηγορῆται δὲ καὶ τοὺς ὑπὲρ αὐτοῦ πάσχοντας, μή, τέκνα, φήσας, κλαίηται περὶ ἡμῶν, μηδὲ τῇ λύπῃ συγχέησθε· λυπεῖσθε δὲ μᾶλλον καὶ κλαίετε, κατελεοῦντες τὸν ἀπολλύμενον ἀδελφόν· ἰδοὺ γὰρ μηδὲν τῶν βεβουλευμένων ἀνύσας Στέφανος, ἀλλὰ νόσῳ περιπεσὼν χαλεπῇ, καὶ τὴν ψυχὴν νόσῳ χαλεπωτέρᾳ καταβληθείς, καὶ γὰρ φιλοψυχήσας ἀθέσμως ἐκρεωφάγησεν, ἀθλίως τοῦ ζῆν ἀπαλλάττεται· τοῦτο λόγος ἦν οὐ ψιλός, ἀλλὰ συντρέχουσαν ἔχων αὐτίκα τὴν τοῦ πράγματος ἔκβασιν, τὰ μὲν δὴ τῆς ὑπομονῆς ἆθλα τοιαῦτα.