Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Βίος τοῦ ὁσίου Μελετίου τοῦ νέου

Νικόλαος Μεθώνης

Μετάβαση στη Μυούπολη και επέκταση της μοναστικής πολιτείας

Η συρροή των πιστών που οδηγεί τον όσιο στην αναχώρηση προς το όρος της Μυουπόλεως, η ανάληψη της ηγουμενίας και η ίδρυση πολλών παραλαυρίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 5 από 9

Ἤδη δὲ καὶ τῶν χαριεστέρων ἡμῖν ἀρκτέων διηγημάτων. ἀνήρ τις Θηβαῖος, εὐθαλεῖ περιουσίᾳ κατάκομος τὴν θυγατέραν πρὸς γάμον ἀνδρὶ κατεγγυησάμενος, καὶ τὴν περιουσίαν εἰς προῖκα ταύτῃ καταγραψάμενος, ἔτι καὶ τὸν μέγαν ἠθέλησεν ὄλβον ταύτῃ χαρίσασθαι, τὴν τοῦ πανολβίου πατρὸς εὐχήν. προσελθὼν οὖν, ἐδεῖτο τούτου μετὰ πολλῆς τῆς θερμότητος, εὖξαι λέγων, τίμιε πάτερ, εὖξαι ὑπὲρ τῆς ἐμῆς θυγατρός· ἵνα χρηστῆς τύχοι τὴς μετὰ τοῦ ἀνδρός, ᾧ καὶ ἤδη συναρμόζεται, συμβιώσεως· ὁ δὲ μακάριος, ὁ νέος ὡς ἀληθῶς Σαμουήλ, καὶ βλέπων τὰ ἔμπροσθεν, οὔπω πρὸς αὐτὸν ἀπεκρίνατο· εἰ τὰ συμφέροντα καὶ σαὐτῷ καὶ τῇ θυγατρὶ βούλει δρᾶν, ὑπέρθου τοὺς γάμους μέχρι καὶ τὸν ἐφεστῶτα παρελθεῖν μῆνα· τηνικαῦτα γὰρ ἡ μὲν τῷ οἰκείῳ νυμφίῳ παραληφθήσεται, σὺ δὲ οὐ ζημιωθήσῃ τὴν προῖκα ἐδέξατο τὴν συμβουλὴν ὁ Θηβαῖος, καὶ τοῦ μηνὸς οὔπω παρελθόντος, ἡ κόρη πρὸς τὸν τῶν παρθένων νυμφίον Χριστὸν ἐξεδήμησεν, ὁ δὲ καρπὸν τῆς ὑπακοῆς τὴν μένουσαν εἰς ἀεὶ δικαιοσύνην ἐκέρδισε, σκορπίσας καλῶς καὶ διαδοὺς πένησιν, ἃ τῇ θυγατρὶ καθυπέσχετο, ἡ τοῦ ἁγίου δὲ πρόρρησις τὸ κατάλληλον πέρας δι’ ἀμφοτέρων ἀπείληφε.

Χρόνος μὲν οὖν ὄγδοος ἠνύετο τῷ πατρὶ καθιστῶντι τὸ εὐσύστατον μοναστήριον περὶ τὸ τοῦ ἁγίου Γεωργίου εὐκτήριον· ἐπεὶ δὲ αὐτῷ ποταμηδὸν ἐπέρρει τὰ θαύματα, καὶ συνέρρει πλῆθος τὸ καθ’ ἡμέραν οὐκ εὐαρίθμητον, ἔστι μὲν ὃ καὶ τῶν πόρρωθεν· ἡ γὰρ φήμη πανταχόσε περιεφοίτα, ταχυτέρῳ χρωμένη τῷ πτερῷ, καὶ λαμπρᾷ τῇ φωνῇ τὸν ἀσκητήν, τὸν προφήτην, τὸν θαυματουργὸν ἀνεκήρυττε· μάλιστα δὲ τῶν ἀγχιθυρούντων Θηβαίων· καὶ πόλις ἄντικρυς ὡρᾶτο τὸ μοναστήριον, ἐξ ἡλικίας πάσης καὶ τύχης καὶ γένους παντὸς καὶ ἐπιτηδεύματος τὴν σύστασιν ἔχουσα· ὅσους ἢ χρεία τις ἀναγκαία κατήπειγεν, ἵνα τοῦ λυποῦντος ἀπαλλαγὴν ἀπραγμάτευτον εὕρωσιν, ἢ τοῦ καλοῦ ἁπλῶς ἦγεν ἔφεσις, ἵν’ εὐλογίας μετάσχωσι· κἀντεῦθεν ἡ τῆς φίλης ἡσυχίας ἀπόλαυσις αὐτῷ διεκόπτετο· τὸ δὲ οὐδ’ ἔστιν εἰπεῖν ὅσον φορτικὸν ἡγεῖτο, ἄλλως τε καὶ τὴν τῶν παρ’ ἀνθρώπων δόξαν ἐκκλίνων, τοῦτον μὲν ἔγνω τὸν τόπον καταλιπεῖν, δόξας οὕτω καὶ τὸν ὄχλον διαφυγεῖν, ἀναχωρῆσαι δὲ πρὸς ἐρημικώτερον.

Ἀναχωρεῖ τοίνυν εἰς δύσβατόν τι καὶ τραχινὸν ὄρος, τὸ τῆς Μυουπόλεως ἐπονομαζόμενον, δύο μὲν μοναχοὺς πρὸς τοῖς δέκα τῇ τοῦ ἁγίου Γεωργίου μονῇ προσμένειν ἐάσας, ἑνὶ δὲ τούτων, ὄνομα Νικολάῳ, τὴν τῶν ὅλων οἰκονομίαν πιστεύσας. εἰς τὸ ῥηθὲν τοίνυν ὄρος ἀφικνεῖται καὶ πρὸς τῇ ἐκεῖσε μονῇ τοῦ Συμβούλου παρὰ τοῦ ἐν αὐτῇ καθηγουμενεύοντος μοναχοῦ Θεοδοσίου εἰσδεχθείς, τὸ ὑπ’ αὐτὸν εὐκτήριον τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐγχειρίζεται, τότε μὲν σμικρότατον ὄν, ὅπερ ὕστερον παρὰ τῶν τοῦ μεγάλου φοιτητῶν ἀνηγέρθη. οἷον ὁρᾶται νῦν μέγιστόν τε καὶ κάλλιστον. Ἐν ὀλίγῳ δὲ καὶ ἄλλων πλειόνων ἐπισυναχθέντων, κελλία περὶ τὸ εὐκτήριον ἐποικοδομεῖ.

ἔδει μὲν οὖν καὶ τὸν μακάριον τοῦτον μετὰ πάντων τῶν φοβουμένων τὸν Κύριον καὶ πορευομένων ἐν ταῖς ὁδοῖς αὐτοῦ, κατὰ τὸν ψαλμικὸν ἐκεῖνον χρηματισμόν, τῆς τε θείας εὐλογίας καταξιοῦσθαι, καὶ τὰ τῆς νοητῆς Ἱερουσαλὴμ ἀγαθὰ διὰ παντὸς ἐνοπτρίζεσθαι καὶ τῆς ἐλπιζομένης αὐτῶν ἀπολαύσεως ἐντεῦθεν ἤδη τὸν ἀρραβῶνα κομίζεσθαι· μὴ μόνον αὐτὸν ταῖς ἀρεταῖς εὐθηνοῦντα, μηδὲ μόνον υἱοὺς τοὺς πνευματικῶς αὐτῷ γεννωμένους, ἀλλὰ καὶ υἱοὺς τῶν υἱῶν ὁρῶντα, νεοφύτοις ἐλαιῶν ἐοικότας καὶ κύκλῳ τῆς κατ’ αὐτὸν τραπέζης περιεστῶτας καὶ τοῖς ἡδίστοις ὑπ’ αὐτοῦ δεξιομένους ἀφθόνως τῆς ἀσκήσεως ἐντρυφήμασιν, ἐπεὶ δὲ ταῦτα καὶ τοῖς ἔργοις συνέβαινε καὶ ὁ τόπος τῷ πλήθει τῶν μοναχῶν ἐστενοχωρεῖτο, περί που τοῖς ἑκατὸν ἀθροισθέντων, καὶ ὁ προρρηθεὶς καθηγούμενος, μοναχὸς Θεοδόσιος, τὸν βίον ἐξέλιπεν, ἐγκρατὴς ὁ μέγας τοῦ ὄρους γίνεται, καὶ ὁ κλῆρος τῆς κατοικίας εἰς τοὺς κληρονόμους λοιπὸν τοῦ ὄρους μετήνεκτο. τοὺς περὶ τὸν νέον φημὶ τοῦτον Ἀβραάμ, τὸν ἐκ προγονικῆς μεταναστεύσαντα γῆς καὶ εἰς τὴν δεικνυμένην ἀκολουθήσαντα κατόπιν τοῦ χρηματίζοντος· παρ’ οὗ καὶ κατ’ ἐπαγγελίαν τὴν τοῦ ὄρους κατάσχεσιν αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτὸν δοθῆναι, ἀνενδοιάστως ἐγὼ ἀποφαίνομαι· δίκαιοι γάρ, φησι, κληρονομήσουσιν γῆν καὶ κατασκηνώσουσιν εἰς αἰῶνα αἰῶνος ἐπ’ αὐτῆς.

Ἀλλὰ καὶ τὴν μεγίστην ταύτην μονὴν παραλαβών, ὡς ἔφημεν, ἧς ἡ κλῆσις Σύμβολον, ὀνόματι δὲ τιμωμένη τῶν θειοτάτων καὶ μεγάλων ἀρχιστρατήγων, οὐ μέχρι ταύτης ἔστη ἀλλ’ ἐπεὶ καὶ ἔτι τὸ πλῆθος ἐπεδίδου τῶν ἀδελφῶν, πολλῶν ὁσημέραι προσερχομένων, καὶ τὴν ἀσκητικὴν πολιτείαν αἱρουμένων, ὧν οὐκ ἦν πρὸς ἐκείνου, τοῦ παντὸς χριστομιμήτως σώζεσθαι θέλοντος, οὐδένα ποτὲ ἀποπέμπεσθαι. ὑπερπλήρης δὲ ἦν ἡ λαύρα τῶν μοναχῶν, ἐπὶ τὴν τῶν λεγομένων παραλαυρίων ἐντεῦθεν μέτεισι σύστασιν. τῶν μοναχῶν τοῖς ἤδη καθεστῶσι τελειοτέροις τὴν εἰς ἰδιάζοντα κελλία ἐφιεὶς ἀναχώρησιν, καὶ χεῖρα τούτοις ἱκανὴν ὀρέγων εἰς τὴν τῶν κελλίων ἀνέγερσιν, τὸν ἔργων ἐπιτήδειόν τε τόπον ὑποδεικνύς, καὶ τὰ πολλὰ ταῖς ἰδίαις χερσὶ τῶν ἔργων συνεφαπτόμενος. Οὕτως οὖν ἔχοντος, καὶ δύο πρὸς τοῖς εἴκοσιν συνέστη τὰ παραλαύρια· τὸ μὲν ὀκτώ, τὸ δὲ δώδεκα, τὸ δέ που καὶ πλείους, οὐδὲν δὲ τῶν ἓξ ἐλάττους ἔχοντα μοναχούς.

Ἡ μὲν οὖν περὶ τῆς τῶν μοναστηρίων συστάσεως σπουδὴ τοσαύτη τις τῷ μακαρίῳ εἰσήνεκται, καὶ οὕτως οὐρανός τις ἐπὶ γῆς αὐτῷ τὸ ὄρος ἀποτέλεστο, ἀνδρῶν οὐκ εὐαριθμήτων ἀθρόον ἀνεπεφηνὸς ἐνδιαίτημα, κατὰ συστήματα διάφορα κοσμίως εὖ μάλα διατεταγμένων, καὶ τὴν ἀγγελικὴν πολιτείαν, ὡς ἐξὸν μετὰ σώματος, ἀπομιμούμενον, καὶ πρὸς τὴν θείαν ὁμοίωσιν ταῖς τῶν ἀρετῶν ἀναγώγοις δυνάμεσιν ἀνατεινομένων. ὑφ’ ἑνὶ αὐτῷ καὶ ταξιάρχῳ καὶ πατρὶ καὶ παιδευτῇ καὶ καθηγητῇ. Τί δέ· ἆρα τῆς μετὰ τὴν σύστασιν τῶν μοναστηρίων διαμονῆς ἧττόν πως αὑτῷ ἐμέλησεν; οὐμενοῦν. ἀλλὰ τῆς αὐτῆς καὶ τηνικαῦτα ἀξιώσας σπουδῆς, διὰ πολλῶν ἀποδείκνυται· τέως μὲν γὰρ καὶ τῇδε περιὼν ἔτι τῇ διὰ τῶν θεοδέκτων εὐχῶν ἀντιλήψει πολλάκις ταῦτα, τῶν ἐπιόντων κινδύνων ῥυσάμενος, διεσώσατο.

Καὶ γάρ ποτε πυρὸς ἐπιλαβομένου τοῦ ὄρους καὶ τὴν περὶ τὰ μοναστήρια ὕλην σφοδρῶς διανεμομένου, ἤδη δὲ καὶ αὐτὰ τὰ μοναστήρια καταλήψεσθαι διαπειλουμένου· ὡς καὶ τοὺς μοναχοὺς καταφόβους γεγενημένους τῷ πατρὶ προσδραμεῖν καὶ εἴ τι δύνασαι βοήθησον, φάναι, καὶ σπεῦσον εἰς τὴν βοήθειαν· πρὸς γὰρ ταῖς θύραις ὁ κίνδυνος· αὐτὸς τοὺς ὀφθαλμοὺς μὲν εἰς τὸν οὐρανόν, τὴν χεῖρα δὲ κατὰ τοῦ πυρὸς ἀνατείνας, καὶ ἀλαλήτως ἐντυχὼν τῷ κλίνοντι τὸ οὖς καὶ τῶν ἐκ βαθέων τῶν ἔνδον ἐνθυμίων κραζόντων ἀκούοντι, πρὸς ὃν εἴρηται· ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι· καὶ τὴν τοῦ σταυροῦ σφραγῖδα διατυπώσας, τὴν ἄσχετον ἐκείνην τοῦ πυρὸς εὐθὺς ἐπέσχεν ὁρμήν, καὶ ἀβλαβῆ τὰ μοναστήρια διετήρησεν. ἓν δὴ τοῦτο τὸ θαῦμα δυσὶν ἐφάμιλλον παλαιοῖς· τῷ τε κατὰ τὸν τοῦ Ναυῆ Ἰησοῦν τὸν ἥλιον δι’ ἐπιτάγματος τοῦ συνήθους στήσαντα δρόμου, καὶ τῷ κατὰ τοὺς τρεῖς νεανίας, οἵ, τῷ τῆς εὐχῆς ὅπλῳ φραξάμενοι, τῆς Βαβυλωνίας καμίνου περιεγεγόνασιν.

Ἄλλοτε πάλιν σεισμοῦ μεγάλου μετὰ τῆς γῆς καὶ τοὺς ἀνθρώπους δεινῶς συνταράξειν μέλλοντος, αὐτὸς τῇ μὲν προαγορεύσει τοὺς περὶ αὐτὸν μοναχοὺς κατεστήριξε καὶ ἀσφαλεστέρους τῇ προσδοκίᾳ κατέστησε· τὸ γὰρ προσδοκηθὲν ἅπαν ἧττον φοβερόν, ἢ τὸ ἀμελέτητον ἐπελθόν· τῇ διὰ τῆς εὐχῆς προμηθείᾳ τὴν ἐξ ἐκείνου τοῦ κλόνου ἐσομένην βλάβην παρήνεγκε· καὶ μὴν ἤδη ἐγγίζοντος τοῦ δεινοῦ, φθάνει πρὸ μιᾶς ἡμέρας μηνύσας μὲν μὲν αὐτοῖς τὴν ἐπέλευσιν, ἀφορίσας δὲ καὶ τὴν ὥραν, προαγγείλας δὲ καὶ τὸ τῆς ἀπαλλαγῆς ἄλυπον καὶ τοῦτο πάνυ σαφῶς καὶ πανευλαβῶς τῇ πρεσβείᾳ τῆς ἡμετέρας σωτείρας ἐπιφημίσας, τῆς πανυμνήτου παρθένου καὶ θεομήτορος. Ἀλλὰ τοῦτο μὲν οὐ μόνον τοῖς κατ’ αὐτὸν μοναστηρίοις, ἀλλὰ καὶ πάσῃ τῇ οἰκουμένῃ σωτήριον ὁ μέγας εἰργάσατο· ὃ δὲ καὶ μόνον τὴν περὶ τὰ μοναστήρια μέχρι παντὸς τοῦ θείου πατρὸς κηδεμονίαν ἱκανὸν παραστῆσαι, τοῦτο καὶ δὴ λέξεων ἔρχομαι. Προσίασι γάρ ποτε τούτῳ τῶν ἀδελφῶν τινες, ἀπορητικῶς διαπυνθανόμενοι· καὶ πῶς ἆρα, λέγοντες, ὦ τίμιε πάτερ, μετὰ τὴν σὴν πρὸς Κύριον ἐκδημίαν διαμενοῦσιν τὰ μοναστήρια;