Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Βίος τοῦ ὁσίου Μελετίου τοῦ νέου

Νικόλαος Μεθώνης

Πνευματική καθοδήγηση και εκδήλωση του προορατικού χαρίσματος

Διδασκαλίες περί της θείας πρόνοιας και της ταπεινοφροσύνης, καθώς και περιστατικά προορατικότητας και καθοδήγησης μοναχών και λαϊκών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 6 από 9

πόθεν δὲ τοῖς τοσούτοις μοναχοῖς ἡ χορηγία προσέσται τῶν ἀναγκαίων, εἰ μὴ μέλλοιεν ἢ τὴν ἀκτημοσύνην παραιτεῖσθαι καὶ πράγματα ἔχειν αἱρεῖσθαι, πατὰ τὸ οἰκεῖον ἐπάγγελμα, ἢ καθόλου φεύγειν τὴν ἀναχώρησιν καὶ τὸ μεταχειρισθὲν ἀπορρίπτειν τῆς ἀσκήσεως ἄροτρον, καὶ εἰς τὰ ὀπίσω κακῶς ἀποστρέφεσθαι, ἢ μὴν καρτεροῦντες αὐτοὶ ἑαυτοὺς προδιδόναι λιμῷ τῷ δεινῷ τυράννῳ, δυστυχὲς παρανάλωμα· εἶθ’, ὥσπερ τὴν ἀπορίαν ἐπιλυόμενοι, ἤ, φασί, καὶ μετὰ τὴν κοίμησιν οὐδὲν ἧττον ἐπαγρυπνήσεις ὑπὲρ τῆς ποίμνης ὁ ποιμὴν ὁ καλός, καὶ τὰς συνήθεις σοι θαυματουργίας καὶ ὃ τάφος συνεπιδείξεται, καὶ ταύτην ἡμεῖς τοῦ πορισμοῦ τῶν ἀναγκαίων ἕξομεν πρόφασιν· ταῦτα ἐκεῖνοι, μακρὰν τοῦ κατὰ τὸν μέγαν σκοποῦ βάλλοντες· ὁ δέ· ἵτα τί, φησι πρὸς αὐτούς, ὥς τινες τῶν ἀφρόνων ὑμεῖς ἐλαλήσατε; τί δὲ τὸν πιστὸν ἐν πᾶσι τοῖς λόγοις ἀτοῦ καὶ ὅσιον ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ ἠθετήσατε τὸν εἰπόντα· μὴ μεριμνήσητε περὶ τῆς αὔριον τί φάγεσθε, καὶ εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ κρίνα τοῦ ἀγροῦ παραπέμψαντα, ὧν τοῖς μὲν ἄσπαρτος ἡ τροφὴ καὶ ἀθέριστος, τοῖς δὲ ἀκοπίαστος ἡ περιβολὴ καὶ ἄνηστος μετὰ πλείονος, ἢ κατὰ τοῦ Σολομῶντος δόξαν, τοῦ θαύματος, παρὰ τοῦ ἐν οὐρανοῖς πατρὸς καταπέμπεται. ὃς ἀνοίγει τὴν χεῖρα καὶ πᾶν ζῶον εὐδοκίας ἐμπίπλησι.

Πλὴν ἀλλ’ ἐπεὶ παχεῖς μὲν οὕτως ὑμεῖς καὶ βραδεῖς τὴν διάνοιαν πρὸς τὸ παρ’ ἑαυτῶν εἰς τὴν ἀξίαν ἐλθεῖν τῆς θείας προνοίας ἔννοιαν παρ’ ἐμοῦ δὲ ζητεῖτε μαθεῖν τὸν τρόπον τῆς ὑμῖν ἀνηκούσης προνοίας· ἴστε, ὡς περὶ μὲν θαύματος οὐδεὶς ἐμοὶ λόγος· ἐὰν δὲ παρρησίαν εὕρω πρὸς τὸν Θεόν, οὐδὲν ὑμῖν ἐλλείψει τῶν ἀναγκαίων οὐδέποτε.

Ἡ μὲν οὖν ὑπόσχεσις τοιαύτη προκαταβέβλητε· πάρεστι δὲ λοιπὸν καὶ τὴν ταύτης ὁρᾶν ἐκπλήρωσιν. Ἰδοὺ γὰρ τριάκοντα πρὸς τοῖς ἓξ καὶ πρὸς παρέδραμον ἔτη μετὰ τὴν τοῦ πατρὸς κοίμησιν, καὶ ἄνδρες ἐγγύς που τῶν τριακοσίων, γῆς οὐδὲ τοῦ βραχυτάτου κύριοι μέρους, πλὴν ὅσην αὐτοῖς ἡ κατοικία καὶ τὸ λαχανοκήπιον περιείληφεν, ἀπράγμονες πάντες, ἀκτήμονες, ἀφρόντιδες τῶν ὅσα πρὸς σώματος θεραπείαν καὶ ἐπιμέλειαν, πρὸς οὐδὲν τῶν παρόντων καὶ παριόντων ἐπεστραμμένοι, ὅλον πρὸς μόνα τὰ μέλλοντα καὶ εἰς ἀεὶ διαμένοντα τὸν νοῦν μεταθέμενοι τὸ δύσβατον καὶ τραχινὸν ὄρος ἐκεῖνο καὶ μόνον καὶ πόλιν καὶ κώμην καὶ πατρίδα γινώσκοντες, ἑτέρῳ δὲ τόπῳ παντὶ χαίρειν εἰπόντες, καὶ ἁπλῶς τῷ παντὶ κόσμῳ καθάπαξ ἀποταξάμενοι, ζῶσιν ἀνενδεῆ καὶ αὐτάρκη ζωήν, ἔχοντες, ἀποστολικῶς φάναι.

διατροφὰς καὶ σκεπάσματα, τὰ τὴν σωματικὴν χρείαν ἀρκούντων ἀναπληροῦντα ἐντεῦθεν καὶ τὸν μετὰ δισταγμοῦ δῆθεν εἰρημένον τῷ θείῳ πατρί, διὰ πολλὴν ἣν εἶχεν εὐλάβειαν, καὶ τὸ φυλάσσεσθαι μή ποτε τὸ εἶναι αὐτῷ διὰ τοῦ δοκεῖν ὑπορρεύσειεν· ὡς ἐὰν εὕρω παρρησίαν πρὸς τὸν Θεόν, παρίσταται ἡμῖν ἀναμφίλεκτον· πληροφορεῖ γὰρ τὴν παρρησίαν ὁ τὴν ταύτης ἐξηρτημένην ὑπόσχεσιν εἰς ἔργον ἀποπεράνας Θεός· οὔκουν οὐδ’ ὁ μέγας ἀμφίβολος ἦν περὶ τὴν ὑπόσχεσιν, οὐδὲ δισταγμὸν φαίην ἂν ἔγωγε τὴν τῆς ὑποθέσεως πρόφασιν, ἀλλὰ ταύτην μὲν ἄκραν εἶναι ταπείνωσιν, ἐκεῖνον δὲ μηδὲν λαλῆσαί ποτε, ὃ μὴ οὕτως ἔχειν ἐπίστευεν· ἐπίστευεν γοῦν, καὶ οὕτως διελάλησε τὴν ὑπόσχεσιν παρενέθηκε δὲ τὴν ὑπόθεσιν ὑπὸ πολλῆς μετριοφροσύνης καὶ τοῦ μὴ θαρρεῖν ἑαυτῷ τὴν πρὸς Θεὸν εὐαρέστησιν, ἐξ ἧς ἡ παρρησία τοῖς ἀκαταγνώστοις κατὰ συνείδησιν παραγίνεται. τῷ τοίνυν, ἐπίστευσα, διὸ ἐλάλησα, ἐνδιαθέτως προσεπᾴδειν ἤδει καὶ τὰ ἑξῆς· ἐγὼ δὲ ἐταπεινώθην σφόδρα, ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· πᾶς ἄνθρωπος ψεύστης. ταῦτα δὴ καλῶς ἐκεῖνος εἰδὼς καὶ τὴν καὶ τὴν ὑπόσχεσιν πιστεύσας, ἐλάλησε καὶ τὴν εὕρεσιν τὴν πρὸς Θεὸν παρρησίας ἀκόλαστον εἰπεῖν οὐκ ἐθάρρησεν· ἀλλ’ ὁ Θεός, ὁ χάριν παρέχων τοῖς ταπεινοῖς, καὶ τῇ ὑποσχέσει τὸ ἀδιάψευστον δίδωσι, καὶ τὴν χάριν ὁμοῦ τῆς παρρησίας παρίστησι.

Πῶς ἂν ἄλλως μᾶλλον ἐφρόντισεν ὁ πατὴρ τῆς τῶν μοναστηρίων διαμονῆς, ἡ Θεὸν αὐτοῖς ἐπιστήσας προνοητήν;

Ἐγὼ δ’ ἐκείνου καὶ τὰ μικρὰ μεγάλα τε ἡγοῦμαι καὶ θαυμαστὰ καὶ περισπούδαστα τίθεμαι. Οἷον κἀκεῖνο προσῆλθέ ποτε τῷ μακαρίῳ ὁ τὴν τοῦ κήπου διακονίαν πεπιστευμένος, ἀδικεῖσθαι λέγων καὶ ζημίαν πάσχειν οὐ τὴν τυχοῦσαν ὑπὸ λαγωοῦ, τῷ κήπῳ συχνῶς ἐπιβαίνειν ἐθίσαντος καὶ ἄρτι φύουσι τοῖς λαχάνοις ἐπιβουλεύειν καὶ οὕτω τοὺς πόνους αὐτῷ κενοὺς ἀπεργάζεσθαι· ἐφ’ ᾧ καὶ ἠξίου τὸν μέγαν αὐτὸν ἐπιστῆναι τῷ κήπῳ καὶ αὐτόπτην γενέσθαι τοῦ ἀδικήματος. ὑπήκουσεν ὁ πατήρ. ᾔδει γὰρ καὶ τὸν κηπουρὸν υἱὸν ὄντα ὑπακοῆς καὶ σπουδαῖον τά τε ἄλλα καὶ τὴν τοῦ κήπου ἐργασίαν· δι’ ἃ καὶ μάλιστα ἐφίλει αὐτόν. Ἐν τῷ κήπῳ τοίνυν γενόμενος εὗρε τὸν λαγωὸν διαβοσκόμενον τὰ φυτὰ καὶ δῆτα σμικρόν τινα λίθον ἄκροις δακτύλοις αὐτῷ ἐπαφείς. ἅμα καὶ προσεμέμψατο, ἡρέμα πως εἰπὼν πρὸς αὐτόν. πλουσίας σοι προκειμένης ἐκτὸς τοῦ κήπου νομῆς, τί τὸν κηπουρὸν ἀφρόνως καταβλάπτεις; καὶ ὁ λαγωός, οὐχ ἧττον τῇ τοῦ λίθου βολῇ πτοηθείς. ἢ τῷ λόγῳ καθάπερ λογικός τις πληγείς, αὐτίκα μετά τινος οἷον αἰδοῦς καὶ ὑποστολῆς ἀνεχώρησε· καὶ τὸ ἀπ’ ἐκείνου διέμεινεν ὁ κῆπος ἀνεπιβούλευτος, ὥσπερ ἂν εἰ δι’ ἑνὸς ἐκείνου τοῦ λαγωοῦ πρὸς πάντας τοὺς ἐντρεφομένους τῷ ὄρει θῆρας ὁ τοῦ πατρὸς λόγος διεκηρύχθη, καὶ γέγονεν αὐτοῖς δεσμὸς ἄλυτος μηδὲ τῷ θριγγίῳ τοῦ κήπου πέλας παραχωρεῖν.

Ἀλλὰ τίς ἂν λόγος πᾶσαν τὴν δαψιλῶς ἐκκεχυμένη ἐκείνῳ χάριν ὑμνῆσαι δυνήσεται; εἰ καὶ μὴ ἀξίως, ἀλλ’ οὖν ὥστε μὴ πάνυ πολύ τι τῆς ἀξίας ἀποπεσεῖν τῶν ὄντων τὴν πρόγνωσιν, τῶν ἐσομένων τὴν προαγόρευσιν, τῶν λανθανόντων τὴν φανέρωσιν, τῶν φανερῶν τὴν διόρθωσιν, τῶν πρακτέων τὴν ὑφήγησιν, τὴν ἀπέριττον ἐκείνην καὶ ἄτυφον καὶ πλήρη πάσης πνευματικῆς σοφίας διδασκαλίαν, τὴν τῶν θαυμάτων ἐνέργειαν, ἃ καὶ φύσεως ὅρους ἐκβαίνει καὶ ἀριθμὸν ὑπερβαίνει καὶ λόγου δύναμιν ἀπολείπει, νοῦ κατάληψιν διαφεύγει. Πλήν, ἀλλ’ ἐπεὶ τὸ μὲν πάντα καθ’ ἑξῆς τὰ ἐκείνου πειρᾶσθαι λέγειν, ἴσον καὶ θάλασσαν ἐξαντλεῖν καὶ ψάμμον ἀπαριθμεῖν καὶ κύτος μετρεῖν οὐρανοῦ. ἐπίσης γὰρ τούτοις ἀδύνατον, τὸ δ’ αὖ πάντα σιγῇ παρελθεῖν ἐμοί τε τῷ πιστευθέντι τὴν τούτων διήγησιν οὐ τὸν τυχόντα κίνδυνον προξενεῖ, ἀλλὰ τὸν τοῦ πονηροῦ δούλου καὶ ὀκνηροῦ τοῦ τὸ δεσποτικὸν τάλαντον κατορύξαντος, τοῖς φιλαρέτοις δὲ καὶ τῶν τοιούτων φιλακροάμασι ζημίαν ὅσην οὐδὲ μετρίως ὑποίσουσι, φέρε τὴν μέσην βαδίζοντες, τοσαῦτα τῶν ὅλων ἀπολεξάμενοι λέξωμεν, ὅσα καὶ μόνα ῥηθέντα οὐδὲν ἀποδεῖν τοῦ μετρίου δόξει, ἢ ὡς ἐν κρασπέδῳ παραδεικνύναι τὸ ὕφασμα· κἀν τούτοις δὲ τῆς συμμετρίας τοῦ λόγου φροντίζοντες, λιτὴν ἐκθησόμεθα καὶ ἀδιάσκευον τὴν διήγησιν.

Ἦν τις καὶ ἄλλος Νικόδημος τῆς ἐν τῇ μεγάλῃ λαύρᾳ μοναχοῖς συνασκούμενος, εὐλαβείας τε ὡς εἶχεν, ἀντιποιούμενος, καὶ τῷ πατρὶ υἱοπρεπῶς προσφερόμενος· τούτῳ δόξαι ποτὲ τοῦ κοινοβίου μεταφοιτῆσαι κατ’ ἔρωτα πλείονος ἡσυχίας καί τι τῶν παραλαυρίων ἰδιαζόντως οἰκῆσαι, προσιόντι τε καὶ πολλὴν τῷ πατρὶ περὶ τούτου προσάγοντι τὴν ἀξίωσιν, οὐκ ἐπένευεν ὁ μέγας, ἀλλ’ ἀπηγόρευε τὴν μετοίκησιν. Ὁ δὲ καὶ πάλιν τῷ τῆς ἡσυχίας ἐρεθιζόμενος ἔρωτι δευτέραν προσῆγε τὴν αἴτησιν· ἡ δὲ ἦν ὥστε κἂν μετὰ τὸ πάσχα· σεπτέμβριος δὲ ἦν ὁ ἐφεστὼς τηνικαῦτα μήν· ἐκχωρηθῆναι οἱ τὴν τῆς ἐφέσεως ἀποπλήρωσιν, μηδ’ ἄλλῳ τῷ τέως ἐκδοθῆναι τὸ παραλαύριον·

Τί οὖν πρὸς τοῦτον ὁ θεοφόρος πατήρ; σύ, φησι, τέκνον, καὶ πρὸ τοῦ πάσχα μετοικήσεις εἰς τὸ μέγιστον ἡσυχαστήριον· ἤνεγκε ταύτην οὐκ ἀταράχως μόνον, ἀλλὰ καὶ ἡδέως τὴν ἀκοὴν ὁ Νικόδημος, ὡς ἄρα λαβὼν ὑπόσχεσιν τῆς ἐφετῆς μετοικήσεως, εἴς τι μεῖζον πάντως, οὗπερ ᾐτήσατο, παραλαύριον. Ἀλλὰ τῆς λεγομένης τυρίνης ἑβδομάδος ἐκείνου τοῦ ἔτους ἐπιστάσης, σαφῶς ἐπέγνω τῆς προρρήσεως τὸ ἀπόρρητον, αὐτίκα τὸν κάτω κόσμον ὑπεξελθὼν καὶ πρὸς τὸν ἄνω μεταχωρήσας.

Ἕτερος μοναχός, Θεοδόσιος τοὔνομα, μονῆς τινος ἐν τῇ βασιλίδι τῶν πόλεων καλουμένης Ψυχοσώστιδος καθηγούμενος, τῇ Ἑλλάδι κατά τινα χρείαν ἐπιφοιτήσας, ἀλλὰ μὴν καὶ κατ’ ἔρωτα τῆς τοῦ ἁγίου θέας τε καὶ εὐχῆς, ἐπεὶ καὶ εἰς ὄψιν αὐτῷ συνῆλθε καὶ ὁμιλίας ἐκείνης ἠξιώθη τῆς ἁπλουστάτης, τε καὶ ἡδίστης, καὶ ἀναβολὴν ἐκείνην κατεῖδε τὴν εὐτελεστάτην καὶ πενεστάτην, οἵαν καὶ τῆς ἐσχάτης ταπεινώσεως ἀκριβέστατον εἶναι σύμβολον, ἅμα δὲ καὶ τὸν ἔνδον καὶ τοῖς πολλοῖς ἀφανῆ Μελέτιον κατενόησε, καὶ τὴν τῆς κατ’ ἐκεῖνον ἀρετῆς δόξαν τῇ εὐτελείᾳ τοῦ φαινομένου παρέβαλε· πέπονθέ τι καθ’ ἑαυτὸν πάθος ἐπαινετός, καὶ ψυχῆς οἰκεῖον εὐγνώμονος· κατέγνω γὰρ κατὰ νοῦν ἑαυτοῦ, καὶ τὴν ψυχὴν ἐπλήγη σφοδρῶς, τὸν ἐκ τοῦ συνειδότος ἔλεγον ὑφιστάμενος· ὡς ἄρα τῆς μὲν ἔνδον αὐτὸς εὐκοσμίας καταμελῶν, ἧς ἔδει μάλιστα προνοεῖσθαι, περὶ δὲ τὴν δὲ τὴν ἔξω προβεβλημένην ἔμπαλιν, ἢ δοκεῖ τοῖς ἁγίοις. ἐπτοημένος, ἦν γάρ τοι καὶ τὴν ἀναβολὴν εὐπάρυφον ἔχων, καὶ τὴν ἄλλην ὑπηρεσίαν τοῦ σώματος ἁβροτέραν προσεπαγόμενος.

ἤδη δὲ καὶ τοιαῦτα ἅττα διελογίζετο· ὡς ὁ μὲν θαυμάσιος οὗτος ἄνθρωπος, ἐν οὕτως εὐτελεῖ καὶ περιφρονητέᾳ τῇ καταστάσει, παρὰ πᾶσι μὲν ἀνθρώποις ἐστὶν ἐντιμότατος, παρὰ δὲ Θεῷ τοσαύτης ἠξίωται παρρησίας, ὡς καὶ ἄλλους δύνασθαι σώζειν· ἐγὼ δὲ ὁ μάταιος, ὁ μηδὲ τὰ ἐκτὸς τῶν ἁγίων μιμούμενος, ἀλλὰ τοῖς μὴ οὖσιν ὡς οὖσιν ἀδιαφόρως προσκείμενος, πῶς οὐκ ἐν τοῖς μάλιστα κατακρίτοις τάξομαι; Ταῦτα τοῦ Θεοδοσίου κατὰ νοῦν στρέφοντος, συνεὶς ὁ τοῦ Θεοῦ ἄνθρωπος, ὥσπερ ἤδη μετεσκευασμένος πρὸς τὸ θειότερον καί, τὴν ἐξαίρετον τοῦ Θεοῦ δύναμιν, τό, καρδίαις ἐμβατεύειν ἀνθρώπων, προσειληφώς, φθάνει μὲν τῇ χειρὶ τὸν τοιοῦτον διαλογισμὸν ἀνακόψας, μετρίως πως τούτου τὸ στῆθος τύψας· εἶτα καὶ ῥήμασι μειλιχίοις τὸ σκληρὸν καταμαλάττει τῆς καταγνώσεως, ἐπέχει τε πρὸς ἀπόγνωσιν ἤδη καταφερόμενον. ἵνα τί γάρ, φησιν, ἀπογιγνώσκεις σαυτοῦ; οὐκ ἔστιν ἁμαρτία νικῶσα τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ εἰ μυριοτάλαντον ὀφειλὴν οἶδεν ἀφιέναι ὁ μέγας ἐν ἐλέει καὶ πλούσιος ἐν χρηστότητι Κύριος, πόσα μᾶλλον τὰ μικρὰ παρόψεται παραπτώματα. ταῦθ’ οὕτως εὐκαίρως παρὰ τοῦ ἁγίου ῥηθέντα, οὐ τὸ τῆς ἀπογνώσεως μόνον ἐκούφισε βάρος τῷ καθηγουμένῳ τῆς Ψυχοσώστιδος, ἀλλὰ καὶ τὸ θαῦμα προσηύξησεν.

ὅθεν καὶ ὡς κρείττονι λοιπὸν ἢ κατὰ ἄνθρωπον τῷ ἁγίῳ προσεῖχε, καὶ πάντας αὐτῷ τοὺς λογισμούς, ὡς ἐν μηδενὶ λανθάνειν δυνάμενος, ἀνεκάλυπτε, καὶ τὸν ἐξ αὐτῶν ὄχλον ἀπεσκευάζετο, ἐκ τῶν πρὸς ἕκαστον ἐπιτηδείων ὑποθηκῶν τῆς δεούσης τυγχάνων ἐπικουρίας. τοσοῦτον δὲ τῷ θείῳ πατρὶ τῆς τοῦ ἀνδρὸς ἐμέλησε διορθώσεως, ἦν γὰρ οὔπω κατηρτισμένος εἰς ἄνδρα τέλειον, ὡς μὴ δεῖσθαι χειραγωγίας πρὸς τὴν ἄνοδον τῆς κατ’ ἀρετὴν τελειότητος· ὡς, ἐπειδή ποτε καὶ ὑποστροφῆς πρὸς τὴν ἰδίαν μονὴν ἐμέμνητο, πρὸς αὐτὸν εἰπεῖν ἐρωτηματικῶς τὸν πατέρα· ἔχεις ἐν τῇ μονῇ σου γέροντά τινα τῆς μοναχικῆς ὁδοῦ ἐπιστήμονα; τοῦ δὲ πρὸς τὴν ἐρώτησιν ἀποφήσαντος ἔχειν αὖθις εἰπεῖν ἀποφαντικῶς· ἔχεις ὄντως οὐ μόνον ἑτέρους, ἀλλὰ καὶ αὐτόν σε πρὸς τὰ καλὰ δυνάμενον ποδηγεῖν, Παῦλον τὸν ἀνθρώποις μὲν εὐτελῆ φαινόμενον καὶ εὐκαταφρόνητον, τῷ Θεῷ δὲ ἀπόδεκτον καὶ εὐάρεστον· οὗτός σοι τὸν ἐμὸν ἐκεῖ γενομένῳ τόπον ἀναπληρούτω.

Κατεπλάγη τούτων οὕτω παραδόξως εἰρημένων ἀκούσας ἐκεῖνος, καὶ χάριτας ὡμολόγει διττὰς τῷ πατρί, τῆς τε μέχρι καὶ νῦν ὠφελείας καὶ τῆς εἰς τὸ ἑξῆς προμηθείας, ἵνα δὲ μὴ καὶ πρὸς ἀπιστίαν ἐκκυλισθῇ τῷ τοῦ θαύματος ὑπερβάλλοντι, ἢ τάχα καὶ εἰς λήθην τῆς καλῆς ταύτης ὑποθήκης ἐξολισθήσῃ· καὶ δευτέραν ὁ μέγας ἐντολὴν αὐτῷ παρατίθεται, τοῦ ἴσου τε θαύματος ἐχομένην, οἵα καὶ τῆς αὐτῆς ἠρτημένην προγνωστικῆς χάριτος, καὶ τῷ τῆς κατ’ αὐτὴν ἐκβάσεως ἀπαραβάτῳ τηνικαῦτα καὶ πρὸς ὑπόμνησιν τῆς πρώτης ἐναγαγεῖν αὐτὸν δυναμένην. εἶχε δὲ οὕτως· εἰσιόντι σοι, φησίν, εἰς τὴν μεγαλόπολιν, μελήσει καὶ εἰς τὴν τῆς Περιβλέπτου μονὴν ἀπελθεῖν· ἔνθα τινὰ τῶν ἐντιμοτέρων εὑρήσεις μοναχῶν τὰ πρὸς τὴν ἐνταυθοῖ παρασκευαζόμενον ἔξοδον, προηγουμένως μέν, ἡμετέρας ἕνεκεν ἐπισκέψεως, ἐκ παρέργου δὲ καί τινας τῆς μονῆς διακονίας ἀναδεχόμενον. τοῦτον ἀπ’ ἐμοῦ προσαγόρευσον, καὶ ἔγνων σου, τέκνον, τὴν πίστιν, εἰπέ, καὶ τὴν πρόθεσίν σου πρὸ ἐμοῦ Θεὸς ὁ κἀμοὶ γνωρίσας αὐτὴν προσεδέξατο· ἐκ τῆς μονῆς σου τοίνυν μὴ σκύλλου, ἀλλ’ ἐν αὐτῇ προσκαρτερῶν, τῆς ἰδίας σωτηρίας ἐπιμελοῦ. ἀνελθὼν ὁ ἡγούμενος εἰς τὴν βασιλεύουσαν, τάς τε προρρήσεις εὗρεν ἀδιαψεύστους κἀκ τούτων πρὸς τὴν τῶν ἐντολῶν ἐκπλήρωσιν ὡδηγήθη.