Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Βίος τοῦ ὁσίου Μελετίου τοῦ νέου

Νικόλαος Μεθώνης

Νεανικά χρόνια, άρνηση του κόσμου και μοναχική κουρά

Η καταγωγή του οσίου από την Καππαδοκία, η πρώιμη πνευματική του προκοπή, η φυγή από την πατρίδα και η λήψη του μοναχικού σχήματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 2 από 9

Ὁ θεῖος οὗτος Μελέτιος ἔφυ μὲν ἐκ γῆς Καππαδόκων, κώμης Μουταλάσκης, ἣ καὶ τὸν μέγαν Σάβαν ἐβλάστησεν, Σάβαν ἐκεῖνον, ὃς ἐν ἀσκητικοῖς ἀγῶσι καὶ βίου λαμπρότητι πολλοῖς τοῖς κατ’ ἐκεῖνο καιροῦ διαλάμψασι, καθάπερ ἥλιος ἄστροις, ἐπιφανείς, πάντας σχεδὸν ἐναπέκρυψε. γένος δὲ τὸ αὐτῷ τῷ μεγάλῳ καὶ οὗτος ἕλκων, μόνος ἐκ πάντων, οὓς ὁ μεταξὺ χρόνος ἤνεγκε, τῆς ἐκείνου κατὰ ψυχὴν εὐγενείας ἐν ἑαυτῷ τοὺς χαρακτῆρας ἀπηκριβώσατο, καὶ ἄλλος ἐκεῖνος ἐν τοῖς καθ’ ἡμᾶς ἀνεφάνη χρόνοις, τὴν ἀσκητικὴν ἀρετὴν ἀπαράμιλλος. δηλώσει δὲ προϊὼν ὁ λόγος. Γεννήτορες δὲ τοῦ μακαρίου Ἰωάννης ἤστην καὶ Σοφία, ἐκ τῆς εὐσεβείας καὶ τῆς τῶν θείων ἐντολῶν ἐργασίας πολὺ τὸ ἐπίσημον ἔχοντες, τοσοῦτον εἰς ἀρετὴν τῶν ἄλλων πλέον ἀποφερόμενοι, ὅσον ὕστερον ἀπολειφθῆναι τοῦ παιδὸς ἔμελλον. τάχα δὲ οὐδ’ ἐκ ταὐτομάτου τούτοις συνήνεκτο τὰ ὀνόματα, ἀλλ’ ὡς ἂν ὁ πάντων ἐν ἑαυτῷ τὴν γνῶσιν προειληφὼς πρὶν γενέσεως αὐτῶν, καὶ τῇ θεοπρεπεῖ προγνώσει τὴν ἔκβασιν ἀκόλουθον προορίζων καὶ τοῖς συνορᾶν τὰ τοσαῦτα δυναμένοις προδεικνύων Θεός, δείξῃ κἀνταῦθα διὰ τῶν ὀνομάτων τὸν σαρκικῶς ἐξ Ἰωάννου καὶ Σοφίας γεννώμενον καὶ πνευματικῶς τὸν αὐτὸν τῆς ἑαυτοῦ θείας χάριτος ὁμοῦ καὶ σοφίας φερωνύμως ἐσόμενον γέννημα· ὃ δὴ καλῶς ποι οὖν καὶ συνέβαινε.

καὶ τοιαύτην λαχὼν ὁ παῖς τὴν γέννησιν ἑκατέραν, ἀκόλουθον ἔσχε πρὸς ἄμφω καὶ τὴν ἀναγωγήν, καὶ θρέμμα σοφίας ἐκ πρώτης εὐθὺς ἡλικίας, οὐ μᾶλλον τῆς αἰσθητῆς μητρός, ἢ τῆς νοητῆς ἐκτετέλεστο, τοῦ γάλακτος ἑκατέρας σπάσας κατὰ καιρόν. Φύσεως μὲν γὰρ οὐ πάνυ τετύχηκε δεξιᾶς πρὸς ῥᾳδίαν τῶν στοιχειωδεστέρων τῆς καθ’ ἡμᾶς σοφίας μαθημάτων ἀνάληψιν· ἀνεπλήρου δὲ τὸ τῆς σπουδῆς ὑπερβάλλον τῆς φύσεως τὸ ὑστέρημα. πλὴν ἀλλὰ καὶ μηχανὴν ἐξεῦρε πάνυ σοφὴν καὶ ἀξίαν ὄντως τῆς ὕστερον δοθησομένης αὐτῷ θείας χάριτος, δι’ ἧς καὶ τὸ ὑποκλάζον τῆς φύσεως ἀνωρθώσατο. τὴν γὰρ τῆς αἱμόρρου πίστιν ζηλώσας καὶ πιστεύσας ἀδιακρίτως, ὡς ἐὰν μόνον ἅψηται καὶ αὐτὸς τοῦ κρασπέδου τῶν ἱματίων τοῦ Ἰησοῦ, εὐθὺς τὴν τῆς φύσεως ἀσθένειαν, ὡς ἐκείνη τὴν νόσον, ἀποσκευάσεται, πρόσεισι λάθρᾳ τῇ ἐκκλησίᾳ, καὶ τὴν ἱερὰν ὑπεισδύνας τράπεζαν ἐν τῷ μέλλειν τὸν ἱερέα τὴν θείαν ἐκτελέσαι μυσταγωγίαν, κἀκεῖσε προσμείνας μέχρι καὶ τοῦ συμπληρωθῆναι τὴν τελετήν, καὶ τῇ κεφαλῇ θιγὼν τοῦ θείου πέπλου ὅπερ ἐνδυτὴν ὀνομάζομεν, οὕτω λαθὼν πάλιν ἐκεῖθεν ἔξεισι, τὴν χάριν εἰληφὼς ὡς ἐπίστευσεν, ὡς αὐτίκα καὶ τὴν τοῦ Μωϋσέως δευτέραν ᾠδὴν διὰ μιᾶς ἀποστοματίσαι μελέτης.

οὕτω δὲ ἀπογαλακτιζόμενος παιδιοπρεπῶς τε καὶ ἁγιοπρεπῶς, καὶ υἱὸς ὑπήκοος πατρὶ μέχρι μέν τινος καὶ τῷ κατὰ φύσιν· ἐπεὶ μηδὲ τοῦτο τῶν ἡμετέρων νομίμων ἀλλότριον· εἰς ἅπαν δὲ τῷ κατὰ χάριν ἐγνώριστο, παρ’ οὗ καὶ πλείονος ἀπολαύειν ᾔδει προνοίας· καὶ εἰδώς, οὐκ ἄρτῳ μόνον τῷ γῆθεν χορηγουμένῳ, ἀλλὰ πολλῷ πλέον τῷ ἄνωθεν καταβαίνοντι καὶ ἀγγέλους τρέφοντι θείῳ ῥήματι τὴν οἰκείαν ζωὴν ἐπέτρεπε, καὶ ἤδη Μελέτιος ὄντως ἦν, ἐν τῷ νόμῳ Κυρίου διὰ πάσης ἡμέρας καὶ νυκτὸς μελετῶν καὶ τὰ θεῖα μαρτύρια διηνεκῆ μελέτην ποιεῖσθαι φιλοτιμούμενος. τοῖς μὲν γὰρ ἄλλοις παισὶν πᾶσαν ἀπέρριψε παιδιάν, αὐτὸς δέ, καίπερ ἔτι παῖς ὢν κομιδῆ, πρεσβυτικῆς ἀντεποιεῖτο συνέσεως. καὶ τῇ ἐκκλησίᾳ θαμὰ προσφοιτῶν, ἡδέως τῶν θείων λογίων κατηκροᾶτο, καὶ ταύτης εἰς κόρον ἀπήλαυε τῆς τροφῆς, δι’ ἧς καὶ προκόπτειν κατὰ Θεὸν ἔμελλε. καὶ συναύξουσαν ἄγει τὴν ἡλικίαν, σοφίᾳ καὶ χάριτι καὶ εἰς δύναμιν ἐκ δυνάμεως καὶ ἀπὸ δόξης εἰς δόξαν προβαίνων, ἕως εἰς ἄνδρα τέλειον φθάσειεν, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.

αὐτίκα γοῦν ἐπὶ παρήμειβε τὸ μειράκιον καὶ τὸν τοῦ πεντεκαιδεκάτου δρόμον ἤνυεν ἔτους, οἱ μὲν γονεῖς αὐτῷ καὶ ἀνθρώπων τῷ φρονήματι χρώμενοι, τὰ πρὸς γάμον ηὐτρέπιζον, καί που καὶ νύμφην ἐξεῦρον, δι’ ἧς ᾤοντο μᾶλλον χαριεῖσθαι τῷ νέῳ, καὶ παστάδος ἐμέμνηντο καὶ τὸν ἐπιθαλάμιον ὑμέναιον ἀνεκρούοντο. ὁ δὲ μέχρι τότε τὴν πρὸς τοὺς τεκόντας τηρήσας στοργήν τε καὶ ὑποταγὴν ἀκεραίαν, τότε πρῶτον ἔγνω τοὺς μὲν τέλεον παραιτήσασθαι, ὅλον δὲ τὸν πόθον καὶ ἑαυτὸν ὅλον πρὸς Χριστὸν μεταθεῖναι μόνον οὗ καὶ ἀκούσας ἐν εὐαγγελίοις εἰρηκότος ἐμέμνητο· δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς, καὶ πάλιν· εἴ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ γυναῖκα καὶ τέκνα καὶ ἀδελφούς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, οὐ δύναταί μου εἶναι μαθητής· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.

Τούτοις ἀσύμβατον εὑρίσκων τό γε εἰς αὐτὸν ἦκον τῶν γεννητόρων σκοπόν, σώφρονί τε χρησάμενος λογισμῷ, καὶ πειθαρχεῖν Θεῷ μᾶλλον ἢ ἀνθρώποις προκρίνας, ἀφίησι μὲν γονεῖς, φεύγει δὲ γάμον καὶ τὰ τοῦ γάμου τερπνά, ὡς οὔτε ἀσφαλὲς οὐδέν, οὐδὲ μόνιμον χρηστὸν ἔχοντα, καὶ τοὺς αἱρουμένους τὸ μέγιστον πάντων ἀγαθῶν ζημιοῦντα, Χριστόν. ἀπολείπει δὲ πάντα, συγγενεῖς, φίλους, οἰκείους, κτήματα, χρήματα, βοσκήματα πάντα, αὐτὸ τὸ φίλον ἔδαφος, τὴν πατρίδα· τὸ μόνον δὲ τῆς σωτηρίας ἐφόδιον τὸν σταυρὸν αἴρει, καὶ ἀκολουθεῖ τῷ καλοῦντι καὶ ὁδηγοῦντι Χριστῷ. καὶ τῆς ἑῴας ἀπάρας, τῇ Κωνσταντίνου πόλει ἐπιφοιτᾷ. ἔνθα τὸ μᾶλλον τῶν ἄλλων πρὸς ἡσυχίας ἀπόλαυσιν εὔθετον καταλαβὼν μοναστήριον, ὃ τοῦ θείου μὲν Χρυσοστόμου πάλαι ποτὲ γέγονεν οἰκητήριον, ὅτε δηλαδὴ τὸν πατριαρχικὸν ἐκεῖνος θρόνον ἐκόσμει, τούτου δὲ καὶ εἰς δεῦρο τὴν κλῆσιν πλουτεῖ· αὐτοῦ δὴ καὶ αὐτὸς φέρων ἑαυτόν, τῷ Θεῷ καὶ τῷ προεστῶτι τῆς μονῆς ἀποδίδωσιν.

Ἄρτι δὲ ἱκανῶς τοῖς προτελείοις ἀγῶσι τῆς μοναχικῆς πολιτείας ἐγγυμνασάμενος, ἔτος ἤδη τρίτον ἀνύων, τὴν τῶν μοναχῶν ἱερὰν στολὴν ἀμφιέννυται, καὶ πρὸς τελεωτέρους τοὺς ἀγῶνας λοιπὸν ἀποδύεται. βραχὺ τὸ ἐν μέσῳ· καὶ τῷ τῆς σπουδῆς συντόνῳ καὶ τῷ τάχει τῆς ἐπιδόσεως τοὺς χρόνῳ μακρῷ προειληφότας συμμοναστὰς ὀπίσω πάντας ἑαυτοῦ τίθεται. ἀπλήστως δὲ τῆς ἐπὶ τὰ πρόσω προβάσεως ὀρεγόμενος, καὶ τῷ καλῷ ἔρωτι τῆς ἐπὶ τὰ κρείττω προκοπῆς ἀεὶ διαθερμαινόμενος, ταύτης μὲν τῆς μονῆς, ἅμα δὲ καὶ τῆς πόλεως ἀπανίσταται· τό τε μὴ μέγας δόξῃ τισίν, ἐκ τῆς πρὸς μοναχοπολίτας, ἵν’ οὕτως εἴπω, συγκρίσεως ὑφορώμενος, καὶ τοὺς πολιτικοὺς θορύβους ἐκκλίνων, καὶ μακρύνων τὴν ἐκ τῆς κοσμικῆς συγχύσεως φυγαδείαν καὶ τῇ ἐρήμῳ μετὰ Ἠλίου καὶ Ἰωάννου ζητῶν ἐναυλίζεσθαι, κἀκεῖ προσδέχεσθαι τὸν Θεόν, καθά φησιν ὁ θεῖος Δαυίδ, τὸν ἀπὸ ὀλιγοψυχίας καὶ καταιγίδος τοὺς οἰκείους θεράποντας σώζοντα, καὶ κατὰ μόνας ἐπ’ ἐλπίδι τῇ εἰς αὐτὸν κατοικίζοντα. ἤδη δὲ λοιπὸν τὴν πρὸς ζήτησιν τοῦ προκειμένου σκοποῦ πορείαν στελλόμενος, εὐχῆς ἄξιον κρίνει τὸ πρᾶγμα· καὶ τῆς εὐχῆς παραλαμβάνει συλλήπτορα, τέως μέν, τὸν ἐν μάρτυσι περίδοξον καὶ μέγαν πολιοῦχον Θεσσαλονίκης, Δημήτριον, τὴν πόλιν καταλαβών, καὶ τὴν ἁγιοφόρον προσκυνήσας σορόν, καὶ τῆς ἐκεῖθεν βρυούσης τοῦ μύρου χάριτος ἀρυσάμενος.

Μέλλοντι δὲ αὐτῷ καὶ πρὸς τὴν παλαιὰν μεταβαίνειν Ῥώμην, ἐφ’ ᾧ καὶ τῷ κορυφαίῳ τῶν ἀποστόλων τὸν αὐτὸν τρόπον ἀναθεῖναι τὰ τῆς εὐχῆς, κἀκεῖθεν ἀποπλεῖν εἰς Ἱεροσόλυμα, ἵνα καὶ τοῖς ἐκεῖ θείοις τόποις ἀφοσιώσηται τὴν προσκύνησιν, νεανίας τις εὐνούχῳ προσεοικώς, τὴν ὅρασιν εὐπρεπής, τὴν ἔντευξιν εὐμενής, τὸ ἦθος κόσμιος καὶ ἐπίχαρις, αὐτίκα τὴν Θεσσαλονίκην ἐξιόντι ὀπτάνεται. καὶ τὸν εἰκότα προσειπὼν ἀσπασμόν, καὶ προσμίξας, ὡς τὴν αὐτὴν μέλλων ἀνύειν ὁδόν, εἶτα· καὶ μέχρι τίνος τὴν ὁδοιπορίαν, ὦ οὗτος, στέλλῃ; διαπυνθάνεται καὶ ὡς μέχρι Ῥώμης παρὰ τοῦ ὁσίου ἀκούσειεν, ἀλλ’ ἡ μὲν πρὸς Ῥώμην, φησί, διάβασις ἐσαῦθις ἀναβεβλήσθω· καιρὸς γὰρ ἄλλος σοι τῆς ἐκεῖσε ἀφίξεως ὥρισται· τηνικαῦτα δὲ καὶ πρὸς Ἱερουσαλὴμ ἀναβήσῃ· τὸ δὲ νῦν, πρὸς ἄλλον σε δεῖ μεταβῆναι μάρτυρα.