Ἔργον
Νικόλαος Μεθώνης – Βίος τοῦ ὁσίου Μελετίου τοῦ νέου
Θαύματα, ιάσεις και διορατικότητα
Παραδείγματα της ιαματικής και θαυματουργικής δράσης του οσίου, όπως ο πολλαπλασιασμός αγαθών και η θεραπεία ασθενών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Θαύματα, ιάσεις και διορατικότητα
Παραδείγματα της ιαματικής και θαυματουργικής δράσης του οσίου, όπως ο πολλαπλασιασμός αγαθών και η θεραπεία ασθενών.
Πολλοὺς μὲν οὖν, οὐ γάρ ἐστι ῥᾴδιον ὅσους εἰπεῖν· αὐτῷ παρόντας ὁ μέγας ἐβελτίου, καὶ κατά τι διολισθαίνοντας ἐχειραγώγει πρὸς ἐπανόρθωσιν καὶ διδάσκων ἅμα καὶ προλέγων, καὶ τὰ δοκοῦντα λανθάνειν εἰς φῶς ἐξάγων καὶ ταύτῃ μᾶλλον τὴν διδασκαλίαν ποιῶν εὐπαράδεκτον, καὶ παντὸς ἀρχέτυπον ἀγαθοῦ τοῖς διδασκομένοις αὐτὸς προδεικνύμενος· ἔμελλε δ’ ἄρα καὶ μὴ ὁρώμενος τινὰς ἐφορᾷν καὶ σφαλλομένους τοῦ δέοντος, καὶ τοῖς ὑπὸ τοῦ πονηροῦ τιθεμένοις ἐχόμενα τρίβου σκανδάλοις προσπταίοντας, διὰ τῶν ἤδη καθεστηκότων ἀνέχειν καὶ τοῦ πτώματος ἐπαναλαμβάνειν, διεξιόντων τὰ κατ’ αὐτὸν διηγήματα, οἷόν τι κἀκεῖνο· τῶν ἀδελφῶν τις ῥᾳθυμότερον διακείμενος, καὶ πρὸς οὕτω λαμπρὰν καὶ φαιδροτέραν ἀκτίνων ἡλιακῶν ἐκκεχυμένην τῷ ἁγίῳ χάριν.
ἀντίδωρον ἀρετῆς, ἑκὼν ἐπιμύων, οὐ μὴν ἀλλὰ καὶ τῷ πονηρῷ τὸν πόδα τῆς διανοίας εἰς σάλον ἐνδούς, πρὸς ἕτερον ἔφη συνάδελφον· μάτην οἶμαί τινες καὶ πλάνην πάσχοντες λέγουσιν ἅγιον εἶναί τινα, καὶ προφητείας χάριν πλουτεῖν τὸν πατέρα· ἦν δὲ ἄρα τοῦ ταῦτα λέγοντος ὁ ἀκούων νηφαλεώτερος· ὅθεν καὶ λόγοις αὐτὸν ἐπιτιμητικοῖς διημείψατο· οὐκ ἀρκεῖ σοι, φάμενος, εἰς πληροφορίαν τοῦ δοῦλον εἶναι γνήσιον τοῦ Θεοῦ τὸν πατέρα, τὸ τοσούτοις οὖσιν ἡμῖν τῷ πλήθει, πᾶσιν ἀκτήμοσι καὶ ἀπράγμοσι, καὶ μηδένα μηδαμόθεν ἐπιτηδεύουσι πορισμόν, πάντα διαρκῶς τὰ χρειώδη διὰ τῶν εὐχῶν αὑτὸν τὸν Θεὸν ἐπιχορεῖν. ὁ δὲ κατενύγη μέν, καὶ τούτοις πληγεὶς τὰ ὦτα τοῖς ῥήμασι, καὶ στεναγμῷ τὴν τῆς ἄκρας ῥᾳθυμίας ἀπόθεσιν διεσήμανεν· ἔτι δὲ πρὸς τελείαν νῆψιν ἐνδεῶς ἔχων, ἐπεὶ καὶ εἰς τὸν πυλῶνα προβαίη, ξένῳ τινὶ συνήντησε μοναχῷ, ὡς ἐπὶ ξένοις τισὶ θεάμασιν ἢ ἀκούσμασιν, ἐξ αὐτοῖς ἐοικότι τῆς ὄψεως θαυμάζειν καὶ καταπλήττεσθαι· οὗ καὶ πόθεν ἥκει πυθόμενος καὶ εἰπόντος· ἀπὸ τοῦ προφήτου, ἀκούσας οὐδὲν ἧττον ἐκείνου καὶ αὐτὸς ἐκπλήξει γέγονε κάτοχος· εἶτα, καὶ τίς οὗτος ὁ προφήτης, αὖθις ἠρώτησε· καὶ ὁ γέρων, προσκαθήμενος, εἶπεν, ἐν τῷ παραλαυρίῳ τοῦ ἁγίου Ἠλιοῦ, ἐκεῖνός ἐστιν ὁ προφήτης.
ἐκεῖ γὰρ τηνικαῦτα ἡσυχάζων ὁ μέγας ἐτύγχανεν· ἅμα γὰρ τῆς φλιᾶς ἐπέβην, φησί, τῆς κέλλης αὐτοῦ, καὶ προφητικῶς τὰ κρυφῇ μοι πραττόμενα διηγόρευσεν· ἵνα τί, τέκνον, εἰπών, παντὶ τῷ κόσμῳ ἀποταξάμενος καὶ τῇ μοναδικῇ βιοτῇ συνταξάμενος, ἔτι καὶ μετὰ τὴν ἀπόθεσιν τῆς τριχός, τῇ πάλαι συζύγῳ συμφύρῃ, τί δὲ καὶ εἰς γὴν κατορύττεις δουλοπρεπῶς τὸν μικρὸν πλοῦτον, ὅν σοι Θεὸς εἰς τὴν τῶν μειζόνων ἐμπόρευσιν ἐνεπίστευσεν ἀλλ’ ὅσον σοι τάχος, ἄπιθι καὶ τὸν μὲν πένησι διάδος· καὶ δι’ αὐτῶν εἰς τὸ οὐράνιον ταμεῖον ἀποθησαύρισον, τῇ γυναικὶ δὲ νῦν γοῦν τελέως ἀπόταξαι καὶ ὅλῃ ψυχῇ τῷ Θεῷ μετανόησον, μή πως ἀνέτοιμος ἀναρπασθῇς τῆς παρούσης ζωῆς, καὶ οὐχ εὑρήσῃς τὸν ἐξαιρούμενον τῆς ἐκεῖ τοῖς ἀμετανοήτως ἁμαρτάνουσιν ἀποκειμένης κολάσεως. Ταῦθ’ οὕτως ὁ πρῶτος ἀκροατὴς εἰπὼν πρὸς τὸν δεύτερον, δῆλος ἂν εἴη τὴν ἐκ τούτων αὐτῷ προσγενομένην ὠφέλειαν ἀγαθοπρεπῶς καὶ πρὸς ἕτερον ἢ ἑτέρους διαβιβάζειν βουλόμενος, ὠφελῶν ἅπερ ὠφέληται, καὶ πολυπλασιάζων τὸ πιστευθὲν αὐτῷ τάλαντον· ὡς εἴη γε τοῦτο καὶ περὶ ἡμῶν ἄρτι λέγεσθαι, τῶν τε γραφόντων ταῦτα καὶ τῶν ὁπωσοῦν ἐντυγχανόντων τοῖς γράμμασιν.
Ἀλλ’ ἐπ’ ἄλλην χωρῶμεν θαυματουργίαν· χειμῶνος ἦν ἀκμή, καὶ χιὼν ἡ μὲν ἤδη τὴν γῆν κατεκάλυψεν, ἡ δὲ καὶ ἔτι πολλὴ κατεφέρετο, τὴν δὲ καὶ ἄνεμοι σφοδρὸν πνέοντες μετέωρον συνεσκεύαζον, ὡς εἶναι τῷ τηνικαῦτα πάσας μὲν τὰς ὁδοὺς ἀβάτους, πάσας δὲ θύρας τῶν οἰκιῶν ἀπροσίτους καὶ μηδὲ ταχεῖαν τὴν ἀπαλλαγὴν τοῦ λυποῦντος ἐλπίζεσθαι, ὃ φέρειν οἶδε παρηγορίαν τινὰ τοῖς πάσχουσι· τότε τοίνυν ὀλίγον πάνυ περιλελεῖφθαι τὸ ἔλαιον ἐν πυθμένι μικροῦ τινὸς ἀγγείου τοῖς μοναστηρίοις συνέβαινεν· ἀπορῶν οὖν ὁ τῶν τοιούτων ταμίας, ὅθεν καὶ τοῖς ναοῖς εἰς φωταγωγίαν, καὶ τοῖς ἀδελφοῖς εἰς εὐωχίαν ἐπαρκέσει, τοσοῦτον ἔχων τὸ ἔλαιον, μάλιστα τοῦ χειμῶνος ἐπικρατοῦντος, καὶ τὴν ὁποθενοῦν ἐπιχορηγίαν κωλύοντος· πρόσεισι τῷ πατρί, καὶ τὴν ἔνδειαν ἀπαγγέλλει σκυθρωπῷ καὶ τῷ φθέγματι καὶ τῷ σχήματι· ἱκετεύει τε προσπεσὼν αὐτὸν ἐκεῖνον εἰς τὸ ταμεῖον ἀφικέσθαι· καὶ τὸ περιληφθὲν ὀλιγοστὸν ἔλαιον εὐλογῆσαι· καὶ ὃς ἀφικνεῖται μηδὲν τὸ παράπαν διστάσας, καὶ προσαχθὲν τὸ ἄγγος σφραγίζει μὲν τῇ χειρί, τὸν τοῦ σταυροῦ τύπον χαράξας, εὐλογεῖ δὲ καὶ τῇ γλώσσῃ, οὕτως εἰπών· ὁ Θεὸς ὁ πάλαι τὴν ὑδρίαν τοῦ ἀλεύρου καὶ τὸν τοῦ ἐλαίου καμψάκην τῆς Σαραπθίας εὐλογήσας δ’ ἐπιξενισμὸν τοῦ σοῦ θεράποντος Ἠλιοὺ καὶ ἡ ὑδρία οὐκ ἐξέλιπε, καὶ ὁ καμψάκης οὐκ ἠλαττόνησεν· αὐτὸς καὶ νῦν τουτὶ τὸ ἀγγεῖον εὐλόγησον εἰς τὸ πηγάσειν ἡμῖν τοῖς ἐνταῦθα συνελεγμένοις, εἰς δόξαν τοῦ σοῦ ὀνόματος, τὸ ἔλαιον διαρκές, ἄχρις οὗ θύραν ἀνοίξεις τῆς εὐωχίας σου, εἶπε ταῦτα, καὶ τὸν Θεὸν εἶχεν εὐήκοον, καὶ διήρκεσεν ἐφ’ ἱκανὰς ἡμέρας τὸ ἔλαιον ἐκ τοῦ πυθμένος ἐκείνου τοῦ ἄγγους, τοσούτῳ πλήθει δαψιλῶς χορηγούμενον, ἕως καὶ ἡ χιὼν διερρύη· καὶ τὸ ἀπ’ ἐκείνου πάσαις ταῖς πέριξ χώραις διαδοθέντος τοῦ θαύματος, οἱ φιλόχριστοι νεύματι θείῳ διανοούμενοι τοῦ μηδὲν τῆς εὐχῆς τῷ ἁγίῳ διαπεσεῖν, ἕκαστος τῇ προαιρέσει τὴν δύναμιν συμμετρήσαντες, αὐτάρκη χορηγίαν ἐλαίου τοῖς μοναστηρίοις ἐτήσιον ἀφιέρωσαν, ἢ καὶ εἰς δεῦρο καλῶς κυρουμένη διατελεῖ.
Ἔδει μηδὲ Ῥωμαίους, τοὺς ἐκ τῆς παλαιᾶς φημὶ Ῥώμης, τῶν τοῦ πατρὸς ἀμοιρῆσαι χαρίτων, ἀλλὰ κἀκείνους ἐν πείρᾳ τε τούτων γενέσθαι καὶ μάρτυρας καθιστάναι τῶν θαυμασίων ἀπαραγράπτους, καὶ διαπρυσίους κήρυκας· οὗτοι γοῦν ποτε τὴν εἰς Ἱεροσόλυμα θάλατταν πλέοντες, καὶ περί που τὸν Αἰγιναῖον κόλπον δυσφόρῳ περιτυχόντες ἀνέμῳ, κατῆραν εἰς Πειραιᾶ λιμένα τῶν Ἀθηνῶν· ὁ τηνικαῦτα τοίνυν ἀθήναρχος ὑπόπτους κρίνας τοὺς ἄνδρας, ὡς ἀποσπόνδους ἡμῖν καὶ τὰ πρὸς βασιλέα δῆθεν ἥκιστα εὔνους, δυσμενῶς αὐτοῖς διετέθη, καὶ τὸν ἀπόπλουν οὐ παρεχώρει· μανθάνουσι οἱ ἄνδρες Ἀθήνησιν ἐγχρονίζοντες τὰ κατὰ τὸν ὅσιον· ζητητικὸν γὰρ ὄντως ἡ χρεία, καὶ τοῦ συμφέροντος ὑπάρχει εὑρετικόν, καὶ πρὸς αὐτὸν καταφεύγουσι, τά τε καθ’ ἑαυτοὺς μάλα περιπαθῶς ἀπαγγέλλουσι καὶ τὴν βοήθειαν ἐξαιτοῦσι, καὶ αὐτίκα λαμβάνουσι μικροῦ καὶ ἧς ἀπῄτουν ἑτοιμοτέραν· ὡς γὰρ ἔγνω τούτους ὁ ἅγιος γνώμης εὐαρέστου καὶ Θεῷ καὶ τῷ βασιλεῖ τυγχάνοντας, τοιούτους ὄντας καὶ τῷ ἀθηνάρχῳ παρίστησι. κἀκεῖνος εἰ καί τι ἄλλο τὴν ἀξιοπιστίαν τοῦ μεσιτεύοντος αἰδεσθείς, πρὸς τὸ χρηστότερον τοῖς Ῥωμαίοις εὐθὺς μεταπλάττεται καὶ τῆς τε ὑποψίας αὐτοὺς ἀπολύει, καὶ τῆς ἀκουσίου διὰ ταύτην αὐτόθι διατριβῆς ὑπανίησιν.
οἱ δὲ καὶ γράμμα βασιλικὸν κομισάμενοι, τὴν ὅπου βούλονται ἄφιξιν ἀκώλυτον αὐτοῖς βραβευόμενον, τότε μὲν οὕτως ἀπηλλάγησαν, ὕστερον δὲ τῆς πατρικῆς ἀπομνημονεύοντες χάριτος, πολλοὶ κατ’ ἔτος παρῆσαν, κατὰ συστήματα τῇ μονῇ παραβάλλοντες, περὶ τοὺς πεντήκοντα πολλάκις ἢ καὶ ἑξήκοντα, ἔστη δὲ ὅτε καὶ πλείους, καὶ συχνότερον ἀφικνούμενοι, εὐχάς τε τὰς πατρικὰς κομιζόμενοι, καὶ τὴς τραπέζης μετέχοντες· ὡς καί ποτέ τινα τῶν μοναχῶν, ὅτε μάλιστα καὶ τῶν ἄλλων ἔνδεια τὴν μονὴν κατεῖχε, καὶ τὸ παρασκευαζόμενον ὄψον, ὄσπριον δὲ ἦν, μόλις ἐῴκει καὶ τοῖς ἀδελφοῖς ἐπαρκέσειν, σχετλιάσαντα προσελθεῖν τῷ πατρὶ καὶ τὴν ἔνδειαν ἀπαγγείλαντα· κέλευσόν μοι, φάναι, καὶ ἀποπέμψομαι τούτους· τὸν δὲ μηδαμῶς, ὦ τέκνον, μηδαμῶς, ἀποκρίνασθαι, ἀλλ’ ὑπτίαις μᾶλλον ὑποδεχώμεθα ταῖς χερσί· φροντιστὴς γὰρ πάντων ὁ Θεός, ὃς καὶ ἐν ὀλίγοις μυριάδας δύναται τρέφειν, εἶπε, καὶ τότε μὲν συνεστίους τοῖς μοναχοῖς τοὺς Ῥωμαίους ἔσχεν ἡ τράπεζα, καὶ πάντες εἰς κόρον ἐτράφησαν, μετὰ δὲ τὴν τρίτην ἡμέραν παρῆσάν τινες ἔξωθεν πυλῶνα πατάσσοντες. καλέσας οὖν ὁ πατὴρ ἐκεῖνον τὸν σχετλιάσαντα μοναχόν, ἄπιθι, τέκνον, εἶπεν, εἰς τὸν πυλῶνα, καὶ τίς ὁ κατ’ αὐτὸν γινόμενος ψόφος, κατάμαθε.
ἀπῆλθε, καὶ διανοίξας εὗρε σιτοφόρους ἡμιόνους οὐκ εὐαριθμήτους τινάς, παρὰ φιλοχρίστων ἀπεσταλμένους εἰς μονήν· καὶ εὑρών, εἰς μνήμην τοῦ τε οἰκείου ἐλήλυθε γογγυσμοῦ, καὶ τῆς τοῦ πατρὸς μεγαλοψυχίας, τὴν εἰς τὸν πυλῶνα πάροδον αὐτῷ ἐπέτρεψε. καὶ τὰ μὲν θαυμάσας, ἑαυτοῦ δὲ δικαίως καταγνούς, οὕτω τῇ μετανοίᾳ βελτίων γέγονεν. ὦ πόσην ὁ μέγας ἐπλούτει τῇ πίστει συμμετρουμένην τὴν δύναμιν, πόσης ηὐμοίρει καὶ ὑπὲρ τὴν πίστιν ἴσως, τῆς χάριτος τοσοῦτον πλεονεκτούσης, ὅσον ἐκείνης ὑφῃρεῖτο τῇ εὐλαβείᾳ, καὶ τῷ μὴ τὴν οὖσαν ἅπασαν ἐπιδείκνυσθαι, μᾶλλον δὲ μηδ’ ὁπώσποτε ἐπιδείκνυσθαι, πλὴν ὅτι μὴ χρείας κατεπειγούσης, καὶ τῆς πρὸς τοὺς ἀδελφοὺς ἀγάπης ἀναγκαζούσης.
Ποτὲ γοῦν κολοκύνθης ἑψουμένης ἐν τῷ μαγειρίῳ, ἢ μόνη τοῖς ἀδελφοῖς παρατίθεσθαι ὄψον ἔμελλε ἐπεὶ καὶ γεύσαιτο ταύτης ὁ μάγειρος καὶ πικρᾶς οὔσης οὐχ ἧττον, ἢ χολή, ᾔσθετο. τοῦτο μὲν εὐθὺς ἀναδραμὼν ἐκεῖνος ἀνήγγειλε τῷ πατρί, καὶ ὡς μὴ δευτέρου πάντως ὑπόντος ὄψου, σκληρᾶς μεθέξουσι τὴς τραπέζης οἱ ἀδελφοί. ὁ δὲ πατήρ· οὔ, φησιν, ἀλλὰ δυνατὸς ὁ Θεὸς ὁ τὴν πικρίαν τοῦ τῆς Μερρᾶς ὕδατος πάλαι μεταβαλὼν εἰς γλυκύτητα, καὶ τὴν κολοκύνθαν νῦν ἡμῖν γλυκᾶναι, ὡς μηδὲ ὄψου δευτέρου δεήσεσθαι. εἶπε, καὶ παρατεθεῖσαν λοιπὸν εὐλόγησε τὴν κολόκυνθαν, καὶ ἦν αὐτίκα γλυκεῖα καὶ προσηνὴς τῇ γεύσει. καὶ εὔβρωτος.
Εἶχε μὲν οὖν καὶ τὴν τῶν ἰάσεων χάριν, παρ’ αὐτῆς πρώτην τῶν χαρίτων πηγῆς ἀφθόνως ἀπαρυσάμενος, οὔτε δὲ αὐτὸς ἐπέτρεχεν, ταῖς τῶν καμνόντων ἰάσεσι, τὸ φιλόκομψον παραιτούμενος, οὔτε παρ’ ἑτέρων ἀξιούμενος ἑτοίμως ταύτας παρεῖχε, πρὶν ἢ πρὸ τῆς σωματικῆς νόσου τὴν ψυχικὴν ἐξιάσασθαι, προσήχθη τοιγαροῦν αὐτῷ τίς ποτε παρὰ τοῦ τηνικαῦτα τὴν πραιτωρικὴν ἀρχὴν διιθύνοντος Κωνσταντίνου τοῦ Χοιροσφάκτου τῶν ἔνδον ὑπηρετῶν ὁ εὐνούστατος ἐκείνῳ καὶ οἰκειότατος, δεινῶς ἅμα καὶ δυσιάτως νοσῶν, καὶ πάσης μὲν ἰατρικῆς ἐπιμελείας προσαχθείσης τὸ παράπαν οὐδὲν ἀπονάμενος, πολλῶν δὲ καὶ ἁγίων ἐπικληθέντων, ἀστοχήσας τῆς βοηθείας, καὶ καθάπαξ λοιπὸν ἀπεγνωκὼς ἑαυτοῦ, ὡς καὶ τὴν περὶ τὸν ὅσιον τοῦ πραίτορος πίστιν, καθ’ ἣν αὐτὸς αὐτίκα προσήγετο, διαχλευάζειν καὶ σατυρίζειν καθ’ ἑαυτόν, οὑτωσὶ διαλογιζόμενος· εἰ τῶν ὁμολογουμένως ἁγίων πολλῶν δή τινων καὶ μεγάλων ἐπικαλεσάμενος τὰς πρεσβείας, βοηθείας τινὸς οὐκ ἔτυχον, τί ποτε ἄρα παρ’ ἀνδρὸς φάγου καὶ οἰνοπότου καὶ τῶν πολλῶν οὐδὲν διαφέροντος, ὠφεληθήσομαι; Ὁ μὲν οὖν οὕτως, οὐχ ἥττω τῆς ἔξω καὶ φαινομένης νόσου, εἰ μὴ καὶ πολλῷ χείρῳ τὴν ἔνδον ἐνόσει καὶ λανθάνουσαν ἀπιστίαν· ἀλλ’ εἰ καὶ τοὺς ἄλλους ἐλάνθανεν, ἀλλ’ οὔ τί γε καὶ τὸν διορατικώτατον τοῦ μάκαρος ὀφθαλμόν.
ὅθεν ὁ πραίτωρ πολὺς ἦν αὐτῷ ἐπικείμενος καὶ θερμὴν προσάγων ἀξίωσιν, ἅτε δὴ καὶ σφόδρα τοῦ νοσοῦντος ὑπεραλγῶν καὶ τὴν νόσον αὐτὸς ἰδιούμενος, ἐπιθεῖναι τὴν ὁσίαν χεῖρα τῇ τοῦ κάμνοντος κεφαλῇ καὶ ἱερὰν εὐχὴν ἐπᾷσαι, ᾗ καὶ παρευθὺς ἐπακολουθῆσαι τὴν ὑγείαν αὐτὸς ἐπίστευεν. ἀνένευε δὲ ὁ μέγας, μέγα τε καὶ ὑπὲρ ἑαυτὸν εἶναι λέγων τὸ ἀξιούμενον, καὶ ἀνάξιον θεραπείας ἀποφαίνων τὸν πάσχοντα, ὡς διὰ τῆς ἑκουσίου νόσου καὶ ψυχικῆς τὴν ἀκούσιον σωματικὴν προσπαίδευσιν ἐπισπώμενον, καὶ διὰ τῆς ἀπιστίας τὴν ἴασιν παρωθούμενον· οὕτω δὲ παραγυμνώσας ἠρέμα καὶ θριαμβεύσας τὰ οὐ καλὰ τοῦ πάσχοντος ἐνθυμήματα, καὶ ὑπ’ ὄψιν αὐτῷ τὴν ψυχικὴν καταστήσας νόσον, καὶ ταύτην πρῶτον διὰ τῆς ἐξαγορεύσεως ἀναπείσας ἀποσκευάσασθαι, μετὰ πολλὴν λοιπὸν τοῦ πραίτορος τὴν παράκλησιν, καὶ τὴν σωματικὴν αὐτὸς ἐξιάσατο, τὴν χεῖρα τῇ κεφαλῇ τοῦ κάμνοντος ἐπιθείς, καὶ τὴν θείαν ἐπικαλεσάμενος βοήθειαν.
Ὁ μὲν οὖν ἑκατέρᾳ νόσῳ καταλλήλου τυγχάνει τῆς θεραπείας· ἐντεῦθεν δὲ τῶν περὶ τὸν πραίτορα θερμοτέραν τὴν περὶ τὸν ὅσιον προσλαβόντων πίστιν, καὶ συχνότερον τοῖς κατ’ αὐτὸν μοναστηρίοις παραβαλλόντων εὐλογίας χάριν, παρῆσάν ποτε καὶ δύο τινὲς κατὰ ταὐτὸν παραγεγονότες· ἅμα γοῦν εἰσῆλθον τὸ μοναστήριον καὶ τοῦ ἑνὸς ὁ ἵππος ὀπισθοτόνῳ ληφθεὶς συχνῶς κατετείνετο, καὶ ὃς ἀναδραμὼν ὡς τὸν ὅσιον, τὸν αἰφνίδιον τοῦ ἵππου κίνδυνον ἀπεκλαίετο, ἠξίου τε αὐτὸν ἐκεῖνον τὸν μέγαν ἐν τῷ ἱππῶνι σκυλῆναι καὶ τὸ συμβὰν θεασάμενον εἰς δύναμιν βοηθῆσαι. ὑπήκουσεν ὁ τοῦ Θεοῦ ἄνθρωπος καὶ παραγενόμενος εὗρε μὲν ἐῤῥιμμένον ἤδη τὸν ἵππον, ἠρέμα δὲ πλήξας αὐτὸν τῇ ῥάβδῳ καὶ διανίστασθαι κελεύσας, εὐθὺς ὑγιᾶ κατέστησεν.
ἅτερος μέντοι τοῖν ἀνδροῖν ἐκείνοιν ὑπὸ λογισμῶν βλασφημίας ὀχλούμενος, ἐρυθριῶν ἦν πρὸς τὴν ἐξαγόρευσιν, καὶ διὰ κενῆς ὑποστρέφειν ἠβούλετο, ἀλλὰ προλαβὼν ὁ πατήρ, εἰσένεγκαί φησι πρὸς αὐτόν, εἰς τὸν κόλπον τὴν χεῖρά σου καὶ αὖθις ἐξένεγκαι· καὶ τοῦτο ποιήσαντα, προσηρώτησεν· εἰ κενὴ τοῦ κόλπου ἡ χεὶρ ἐξελήλυθε· τοῦ δὲ συνθεμένου· καὶ σύ, φησιν, οὕτως ἐντεῦθεν ἐξέρχῃ κενός, μὴ ἂν ἄλλως χωρῆσαι τὴν εὐλογίαν, ἧς χάριν ἦλθες, δυνάμενος, εἰ μὴ τοὺς ἐνόντας σοι διακένους καὶ ματαίους ἀποσκευάσειας λογισμούς· ἤκουσεν ἐκεῖνος καὶ συνῆκεν εὐθύς, καὶ τὴν οὐκ ἀγαθὴν ἀποῤῥίψας αἰδώ, ταύτῃ καὶ τοὺς ἐνοχλοῦντας συναπεβάλετο διὰ τῆς ἐξαγορεύσεως λογισμούς, καὶ τῶν μὲν σαφῶς ᾔσθετο κουφισθεὶς τῆς ὀχλήσεως, λοιπὸν δὲ καὶ τὴν πατρικὴν εὐλογίαν ἀντεκομίσατο· τὴν μὲν αὐτίκα, τὴν δὲ καὶ εἰσαῦθις, μετά τινος θαυμασίας ἀκολουθίας. ἕωθεν γὰρ ταῖς προπεμπτηρίοις εὐχαῖς ἐφοδιαζόμενος, καὶ νῦν μέν, ἤκουσε παρὰ τοῦ πατρός, ἐν εἰρήνῃ πορεύθητι, ἴσθι δὲ καὶ τὴν ἐπιοῦσαν νύκτα μεθ’ ἡμῶν ἐνταῦθα διαναπαυσόμενος. ὡς γοῦν ἀπῆλθε πρὸς τὸν κύριον ἑαυτοῦ, τὸν μὲν εὗρεν ἰχθύας αὐτίκα ποθὲν προσαχθέντας περισκοποῦντα, διαπέμψασθαι πρὸς τὸν ὅσιον, τῶν ἄλλων δὲ πάντων αὐτὸς ἔδοξε πρὸς τὴν διακομιδὴν ἐπιτηδειότερος.
καὶ δῆτα λαβὼν τοὺς ἰχθῦς, εἰς τὸ μοναστήριον αὖθις, ἑσπέρας ἤδη καταλαβούσης, παρῆν· κἀκεῖσε κατὰ τὴν τοῦ ἁγίου πρόῤῥησιν διανυκτερεύσας, οὕτω, καὶ δευτέραν τὴν εὐλογίαν ἀπέλαβε.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.