Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεῖλος Καβάσιλας – Κατὰ Νείλου Καβάσιλα

Νεῖλος Καβάσιλας

Ο έλεγχος των πατριαρχικών αποφάσεων και τα όρια της αυτοκρατορικής παρέμβασης

Η αναίρεση των θέσεων του Βαλσαμώνα μέσω της υπαγωγής του πατριάρχη στους κανόνες και η διάκριση μεταξύ της εκκοσμίκευσης της δίκης και του νομίμου αιτήματος προς τον βασιλέα για σύγκληση συνόδου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεῖλος Καβάσιλας

—

Κεφάλαιο 4 από 4

Ταῦτα ὅτι οὐ καλῶς εἴρηται τῷ Βαλσαμών, φανερὸν μὲν καὶ ἐξ ἄλλων πολλῶν, φανερὸν δὲ καὶ ἐκ τῶν πρακτικῶν τῆς ἁγίας καὶ οἰκουμενικῆς δʹ συνόδου, ἃ τοσοῦτον ἡ ἐκκλησία ἐδέξατο, ὡς καὶ ἀνάθεμα ῥητῶς λέγειν ἐπ’ ἄμβωνος κατὰ τῶν μὴ κατασπαζομένων αὐτά. Ἐν πολλοῖς οὖν τοῖς ἐκεῖ πεπραγμένοις, φαίνονται αἱ τοῦ Κωνσταντινουπόλεως καὶ τῶν ἄλλων πατριαρχῶν κρίσεις ἐπανακρινόμεναι καὶ διορθούμεναι· καί τινας, οὓς αὐτοὶ καθεῖλον, εἰς τοὺς ἰδίους θρόνους ἡ σύνοδος ἐπανήγαγε, συνδιαιτώντων καὶ ἀρχόντων καὶ τῆς συγκλήτου, βασιλέως κελεύοντος. Πάνυ δὲ παράδοξον αὐτὸν μὲν τὸν πατριάρχην παρὰ μερικῆς συνόδου καὶ κρίνεσθαι καὶ εἰς εὐθύνας ἔρχεσθαι καὶ καθαιρεῖσθαι, εἰ τύχοι, τὰ δὲ ὑπ’ αὐτοῦ πεπραγμένα τοσοῦτον ἔχειν τὸ ἰσχυρὸν ὡς μὴ δύνασθαι μηδένα πρὸς αὐτὰ ἀντιβλέπειν.

Ἔτι ὁ ταῦτα λέγων τοὺς περὶ τῶν ἐπισκόπων κανόνας, πολλοὺς ὄντας, καὶ τοὺς περὶ τῆς δίκης αὐτῶν ἐπὶ τῶν πατριαρχῶν ἀργοὺς εἶναι λέγει καὶ μηδεμίαν ἰσχὺν ἔχειν. Ἀθετῆσαι γὰρ ἐκείνους τὸν πατριάρχην ἐνδέχεται ἢ ἀγνοήσαντα, ἢ περιφρονητικῶς διατεθέντα, καὶ πρὸς χάριν δὲ ἐνδέχεται καὶ πρὸς ἀργύριον τὴν δίκην ἐξενεγκεῖν· ἂν τοίνυν τὸ κατ’ αὐτὸν πάσης ἀνακρίσεώς ἐστιν ἐπέκεινα, πάντες οἱ τὰ τοιαῦτα στηλιτεύοντες καὶ παιδεύοντες κανόνες, τό γε εἰς τοὺς πατριάρχας ἧκον, ἀργοὶ καὶ ἄπρακτοι. Ἀλλὰ τοῦτο παρὰ τὴν ἀπόφασιν τῶν ἁγίων ἀποστόλων καὶ τῶν μακαρίων πατέρων ἐστίν· ἐκεῖνοι γὰρ καθόλου κατὰ παντὸς ἐπισκόπου τὰ μὴ δέοντα τολμῶντος τὴν καταδίκην ὁρίζουσιν. Εἰ μὲν οὖν ὁ πατριάρχης οὐκ ἔστιν ἐπίσκοπος, οὐδὲ ἁρμόσει τούτῳ ὡς ἐπισκόπῳ καὶ κρίνεσθαι καὶ εὐθύνεσθαι· εἰ δὲ ἐπίσκοπός ἐστιν, ἁρμόσουσι πάντως οἱ περὶ τοῦ ἐπισκόπου κανόνες αὐτῷ, καὶ κατ’ αὐτοὺς καὶ δίκην ὑφέξει καὶ κριθήσεται πολλῷ πρότερον καὶ ἀπολογήσεται, εἴτε ὑπὲρ τῶν ἑαυτοῦ τὸν λόγον ποιεῖται, εἴτε ὑπὲρ ὧν ἄλλοις ἐδίκασεν, εἴτε ὑπὲρ ὧν τὰ τῆς ἐκκλησίας διῴκησεν, ἂν μὴ κατὰ τοὺς τοῦ Θεοῦ νόμους καὶ τὰς ἐπαγγελίας, ἃς ἔδωκεν ἐνώπιον τοῦ θυσιαστηρίου, τύχοι πολιτευσάμενος. Καὶ ὁ θεῖος δὲ Χρυσόστομος, ἐπίσκοπος Κωνσταντινουπόλεως ὤν, ἀπὸ τῆς ὑπερορίας ἐπανιών, δικαστήριον ᾔτησεν ἐπισκόπων.

Περὶ δὲ τοῦ εἶναι ὑπόδικον τὸν τολμήσαντα προσιέναι τῷ βασιλεῖ, λέγομεν τοῦτο. Εἰ μέν τις παρὰ πατριάρχου ἱερωμένος ἢ παρ’ οἱουδήτινος ἐπισκόπου καταδίκην οἱανδήτινα δεξάμενος, παραιτεῖται μὲν πάντη τὸ τῆς ἐκκλησίας δικαστήριον, ἐνοχλεῖ δὲ τῷ βασιλεῖ, βασιλικῇ ἐξουσίᾳ ἑαυτῷ περιποιούμενος τὴν διακονίαν, ὁ τοιοῦτος κατάκριτος, καὶ ἀποκαταστάσεως οὐχ ἕξει ἐλπίδα· τοῦτο γὰρ καὶ ὁ ιβʹ κανὼν οὗτος βούλεται. Εἰ δέ τις καθαιρεθεὶς οἴοιτο ἀδικεῖσθαι καὶ προσιὼν τῷ βασιλεῖ ζητεῖ παρὰ τοῦ βασιλέως δικαστήριον ἐπισκόπων, συνδιαιτώντων ἐκείνοις καὶ συνδικαζόντων καὶ ἀρχόντων, ὁ τοιοῦτος ἐπαίνων ἄξιος καὶ τῆς ζητήσεως, δικαίας οὔσης, οὐκ ἀποτεύξεται.

Μαρτύριον τοῦ λόγου τῶν οἰκουμενικῶν συνόδων ἡ δʹ. Κατὰ τοὺς χρόνους γὰρ ἐκείνους, πολλῶν ἐπισκόπων οἰομένων ἀδικεῖσθαι καὶ τῷ βασιλεῖ Μαρκιανῷ προσελθόντων, ἐκέλευσεν ὁ βασιλεύς, παρόντων τῶν ἀρχόντων, ἐπὶ τῆς συνόδου λαληθῆναι τὰς δίκας αὐτῶν. Καὶ ἡ σύνοδος τὸ πρᾶγμα ἐπῄνεσε, καὶ τὰς δίκας τῶν ἐπισκόπων μετὰ τῶν ἀρχόντων διέλυσε, καὶ πολλοὺς καθαιρεθέντας ἐπὶ τὴν προτέραν τιμὴν ἐπανήγαγε, καθελοῦσα τοὺς ἀντ’ αὐτῶν χειροτονηθέντας. Καὶ εἴσεται ταῦτα ὁ τὰς πράξεις τῆς συνόδου ἐκείνης οὐ παρέργως μετιών.