Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεῖλος Καβάσιλας – Λόγοι πέντε περὶ τοῦ ἁγίου πνεύματος

Νεῖλος Καβάσιλας

Ο Πατήρ ως αποκλειστική πηγή της θεότητος έναντι των λατινικών ερμηνειών

Συστηματική ανάλυση και ανασκευή των λατινικών ερμηνειών περί κοινού αιτίου Πατρός και Υιού. Καταδεικνύεται το ασύμβατο της απόδοσης της πηγαίας ιδιότητας στον Υιό, διαφυλάσσοντας τη διάκριση των θείων υποστάσεων σύμφωνα με τα συγγράμματα του αγίου Διονυσίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεῖλος Καβάσιλας

—

Κεφάλαιο 4 από 10

Ἔτι Λατῖνοι μὲν ὅπερ καὶ προσεχῶς εἴρηται, ἵνα πάντα συνέλωμεν ἐν βραχεῖ, τῷ χρήματι τῆς πηγῆς ἑνοῦσι τὸν Πατέρα καὶ τὸν Υἱόν, ἐκ Πατρὸς καὶ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι λέγοντες, ὡς ἐκ μιᾶς πηγῆς· οἱ δὲ τὰς θείας ἀποφάσεις ἔκ τε τῆς τῶν ἀποστόλων φωνῆς διαδεξάμενοι προσεχῶς καὶ τὰς ἐκείνων γραφὰς παρ’ αὐτῶν ἐκμαθόντες ἐκείνων καὶ τὰ τῶν ἀποστόλων μετὰ τῶν ἀποστόλων ἐκμελετήσαντες, τῇ πηγῇ τὸν Πατέρα καὶ τὸν Υἱὸν διακρίνουσι. Καὶ οἱ μέν, πηγὴν θεότητος καὶ τὸν Υἱόν φασιν, οἱ δέ, μόνον ἴσασι τὸν Πατέρα. Καὶ οἱ μέν, τὴν διάκρισιν ταύτην, καθ’ ἣν ὁ Υἱὸς τοῦ Πνεύματος διακρίνεται, τῷ αἰτίῳ καὶ τῷ ἐξ αὐτοῦ ἐν ταῖς γραφαῖς καὶ σφόδρα περιέχεσθαι φασίν, οἱ δέ, τὸν παντελῆ τῆς θείας ἑνώσεως καὶ διακρίσεως ἐκθέσθαι τρόπον ἐπαγγειλάμενοι, καὶ τηρῆσαι τὰ ἐν ταῖς γραφαῖς περὶ τούτων, ἀπλήθυντα καὶ ἀμείωτα καὶ ἀπαράτρεπτα, καὶ σαφῶς καὶ εὐτάκτως ἕκαστα ἀφηγήσασθαι καὶ πάντα διευκρινῆσαι, μόνην πηγὴν θεότητος τὸν Πατέρα λέγοντες καὶ μηδαμῶς τὸν Υἱὸν τοῦ Πνεύματος διελόντες κατὰ τὸ αἴτιον καὶ τὸ ἐξ αὐτοῦ, δῆλοι πάντως εἰσὶ μὴ οὕτω τὰς γραφὰς ἀναγνόντες ἢ παρὰ τῶν ἀποστόλων ἀκροασάμενοι ὡς Λατῖνοι ταύτας ἐξέλαβον.

Καὶ οἱ μέν, οὐ τῇ διαφόρῳ προόδῳ διακρίνουσι τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, ἀτελῆ γὰρ τὴν διάκρισιν ταύτην φασὶ καὶ μὴ ἀρκοῦσαν πρὸς θεοπρεπῆ διαίρεσιν τῶν θείων προσώπων· οἱ δέ, καὶ λίαν ἱκανὴν ταύτην νομίζουσι· διελόντες γὰρ τοῦ Πνεύματος τὸν Υἱὸν τῇ διαφόρῳ προόδῳ ἐπάγουσι τὸν λόγον τὸν ἑαυτῶν συμπεραίνοντες: «οὕτως ἡμεῖς τὰ θεῖα καὶ ἑνοῦν τῷ λόγῳ καὶ διακρίνειν σπεύδομεν, ὡς αὐτὰ τὰ θεῖα, καὶ ἥνωται καὶ διακέκριται.» Οὕτω Λατῖνοι πόλεμον ἀκήρυκτον ἤραντο πρὸς τὰς παραδόσεις τὰς ἀποστολικάς.

Ἔτι εἰ ἐκπορεύεται καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τοῦτο συνάγειν ἐστὶν ἐξ ἀνάγκης ἐκ τῶν γραφῶν ὡς ἂν φαῖεν Λατῖνοι, πολλαῖς καὶ μεγάλαις ἐνέχοιντ’ ἂν αἰτίαις οἱ περὶ Διονύσιον καὶ Ἱερόθεον. Οὐ γὰρ μαθηταὶ καὶ ἀποστόλων οὗτοι διδάσκαλοι, οὐδὲ τῆς εὐσεβείας καθηγεμόνες, οὐδὲ τῆς ἀληθείας μάρτυρες μέχρις αἵματος, ἀλλ’ ἀπατηλοὶ δή τινες καὶ ἀνελεύθεροι, καὶ σοφισταὶ μᾶλλον ἢ σοφοὶ τὰ θεῖα, καὶ ψευδομάρτυρες καὶ Θεοῦ καὶ γραφῶν, οὔτε γὰρ τῇ πηγῇ διακρίνεται τοῦ Πατρὸς ὁ Υἱός, οὔτε μόνη πηγὴ θεότητος ὁ Πατήρ· οὔτε μὴν διακρίνεται τὰ θεῖα, ὡς αὐτοὶ διακεκρίσθαι φασίν, ἀλλ’ οὐδὲ τὰ ἐν ταῖς γραφαῖς, περὶ ὧν ἡ πρόθεσις, ἐτήρησαν ἀπλήθυντα καὶ ἀμείωτα τῶν ὑποσχέσεων γεγονότες τῶν ἑαυτῶν. Ὁ δὲ παντελὴς λόγος τῆς θείας ἑνώσεως καὶ διακρίσεως οἴχεται τῶν συνθηκῶν λυθεισῶν· τοὐναντίον γὰρ ἅπαν ἐξέβη καὶ ἡ περὶ τὴν θεολογικὴν δὲ αὐτῶν συγγραφὴν αἰδὼς καὶ τὰ σεμνὰ ἐκεῖνα περὶ θεολογίας παραγγέλματα ὑπόκρισις ἀτεχνῶς καὶ σκηνή· ἔργον δὲ τῆς ἐκείνων ἀπάτης καὶ Τιμόθεος καὶ Τῖτος, καὶ εἴ τις κατ’ ἐκείνους τοῦ Κυρίου ἀπόστολος τῆς ἐκείνων καὶ διανοίας καὶ γλώττης ἐξηρτημένος.

Εἰ δὲ ταῦτα ἄτοπα καὶ πρὸς ἀσέβειαν φέροντα καὶ φοράν τινα βλασφημιῶν ἀναφυομένην ἐντεῦθεν ἔστιν ἰδεῖν, τὴν γὰρ ἐκείνων θεολογίαν ὡς δεύτερα λόγια ἡ ἐκκλησία ἐστέφθη, οὐδ’ ἄρα τὸ ἡγούμενον ἀληθές· οὐδ’ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα, οὐδὲ τῆς τοῦ Πνεύματος προβολῆς, οὔθ’ ὁ Πατὴρ μετέδωκε τῷ Υἱῷ οὔτε μὴν ὁ Υἱὸς ταύτῃ κεκοινώνηκε τῷ Πατρί. Ὅτι δὲ ὡς δεύτερα λόγια τὰ ἐκείνων τῇ ἐκκλησίᾳ νομίζεται, οὐδὲ ἔστιν ἀντιλέγειν· οἵ τε γὰρ ἄνδρες καθηγεμόνες καὶ παιδευταὶ θεολογίας κατέστησαν τοῦ δευτέρου τῶν ἀποστόλων χοροῦ· καὶ ὁ θεῖος Διονύσιος ἐν τῷ περὶ εὐχῆς λόγῳ τοιάδε φησί: «τὴν μέν, τοῦ Ἱεροθέου δηλαδὴ πραγματείαν, ὡς τελείων καὶ πρεσβυτικῶν διανοιῶν διδάσκαλον, τοῖς ὑπὲρ τοὺς πολλοὺς ἀφορίζομεν ὥσπερ τινὰ δεύτερα λόγια καὶ τῶν θεοχρήστων ἀκόλουθα· τοῖς καθ’ ἡμᾶς δὲ ἡμεῖς ἀναλόγως τὰ θεῖα παραδώσομεν.» Ὅτι δὲ οὐκ ἄλλα μὲν ἐκεῖνος, ἕτερα δὲ Διονύσιος φθέγγεται, αὐτὸς μαρτυρεῖ· φησὶ γὰρ συμπεραίνων τὸν περὶ εὐχῆς λόγον: «ἐπὶ τὸ συγγράφειν ἑαυτοὺς καθήκαμεν· καινὸν μὲν οὐδὲν εἰσηγεῖσθαι τολμῶντες, λεπτοτέραις δὲ καὶ ταῖς κατὰ μέρος ἕκαστον ἐξετάσεσι, τὰ συνοπτικῶς εἰρημένα τῷ ὄντως Ἱεροθέῳ διακρίνοντες καὶ ἐκφαίνοντες».

Ἔτι ἐν τῇ διακεκριμένῃ θεολογίᾳ οὐ δίκαιον τοῖς μακαρίοις νομίζεται κοινότητα καὶ ἡντινοῦν ὑπολείπεσθαι, δέει τῆς ἀναφυομένης συγχύσεως. Φησὶ γὰρ ὁ αὐτός: «τὰ δὲ διακεκριμένα τὸ Πατρὸς ὑπερούσιον ὄνομα καὶ χρῆμα καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος οὐδεμιᾶς ἐν τούτοις ἀντιστροφῆς ἢ ὅλως κοινότητος ἐπεισαγομένης.» Εἰ δὲ οὐδαμῶς ἐν τοῖς διακρίνουσιν ὀνόμασι τὴν θεότητα, κοινότητα ὅλως ἐπεισάγειν προσήκει, διακρίνονται δὲ τὰ θεῖα πρόσωπα τῷ πηγάζειν, καὶ πηγαία θεότης ὁ Πατὴρ μόνος, οὐκ ἄρα δίκαιον, τὸ πηγάζειν καὶ ὁπωσοῦν διδόναι καὶ τῷ Υἱῷ· ὅλως γὰρ ἡ κοινότης ἀπείρηται. Εἰ δὲ τὸ πηγάζειν ὅλως οὐδαμῶς ὁ Υἱὸς ἔχει, πῶς πάλιν πηγὴ θεότητος καὶ τοῦ Πνεύματος προβολεὺς καὶ τὸ Πνεῦμα ἐξ αὐτοῦ ἐκπορεύεται; [Ἔνστασις:] Εἰ δὲ λέγοιεν, ἀλλ’ ἐν τῇ συνεπτυγμένῃ διακρίσει οὐκ ἐν ταύτῃ τὸ τῆς κοινότητος χρῆμα παντάπασιν ἐξώρισεν, οὐχ ὑγιαίνοντος ὁ λογισμός· [Λύσις:] οὐδὲ γὰρ ἐκεῖ μὲν διακρίνειν, ἐνταῦθα δὲ συγχεῖν τὰς ὑπερουσίους ὑποστάσεις ἐβούλετο. Διατί δὲ ὅλως ἐκεῖ τὴν κοινότητα ἀπείρηκε; Πάντως διὰ τὴν σύγχυσιν. Οὔτε γάρ φησι «τὰ ἡνωμένα διαιρεῖν θεμιτὸν», οὔτε «τὰ διακεκριμένα συγχεῖν».

Οὐκοῦν συγχεόντων ἐστὶ τὸ διδόναι τὸ πηγαῖον καὶ τῷ Υἱῷ, καὶ μὴν εἰ ἐν τῇ συνεπτυγμένῃ διακρίσει, καίτοι μηδαμῶς ἐν οὐδενὶ τῶν θείων ὀνομάτων τοῦ προσδιορισμοῦ προσκειμένου, λέγω δὴ τὸν τοῦ μόνος, ὅμως διὰ τὸ καλεῖσθαι ταῦτα διακεκριμένην θεολογίαν, οὐ θέμις ὅλως κοινότητα καὶ ἡντινοῦν ἐννοεῖν, πῶς οὐ πολλῷ μᾶλλον ἐν ταύτῃ τῇ διακρίσει, ἣν καὶ τελεωτάτην θεολογίαν αὐτὸς ὠνόμασε, καὶ ᾗ καὶ τὸν τοῦ ‘μόνος’ ἀπένειμε προσδιορισμόν;

Καὶ μὴν ὥσπερ ὁ λέγων γελαστικόν, ἢ νοῦ καὶ ἐπιστήμης δεκτικὸν μόνον τὸν ἄνθρωπον, οὐδὲν ἕτερόν φησιν ἢ οὐδὲν ἄλλο ζῶον παρὰ τὸν ἄνθρωπον ἢ γελαστικὸν ἢ δεκτικὸν ἐπιστήμης, ἀντιστρέφει γὰρ τοῦτο ἐκείνῳ καὶ τὸ ἴσον δύναται. Καὶ τοῦτο φασὶ καὶ αὐτὰ τὰ πράγματα, καὶ ἡ κοινὴ τοῦ λόγου χρῆσις, καὶ ὁ λογικῆς μεθόδου γεγευμένος καὶ ὁπωσοῦν. Καὶ μὴν καὶ οἱ τοῖς ἄλλοις τῶν λογικῶν μεθόδων καθηγησάμενοι, πολλάκις ἐν τοῖς λόγοις, ἀντὶ τῆς ἑτέρας ἀποφάσεως τὴν ἑτέραν ὡς τὸ ἴσον δυναμένην ἐξέλαβον· οὕτω τὸν λέγοντα μόνον τὸν Πατέρα πηγὴν θεότητος. πᾶσα ἀνάγκη μηδὲν ἄλλο τῶν ἐν τῇ Τριάδι προσώπων παρὰ τὸν Πατέρα πηγὴν προσαγορεύειν θεότητος, ἀλλὰ καὶ οὕτω τὰ θεῖα διακεκρίσθαι φασὶν οἱ μακάριοι, ὡς αὐτοὶ παρέδοσαν. Οὐκ ἄρα κατὰ πᾶσαν ἀνάγκην τοῦ πηγάζειν μέτεστι καὶ ὁπωσοῦν τῷ Υἱῷ. Εἰ δὲ ὁ μὲν Υἱὸς οὐκ ἔστι κατὰ πᾶσαν ἀνάγκην πηγὴ θεότητος, ὁ δὲ προβολεὺς καὶ πάνυ γε αὐτὸ τοῦτο ἐστί, πόθεν ὁ Υἱὸς προβολεύς;

Ἀλλὰ τί πρὸς ταῦτα Λατῖνοι φασίν; [Λατίνων Ἔνστασις:] Οὐκ ἀναγκαῖον ὅσα γε ἐκ τῶν τοῦ μακαρίου Διονυσίου ἔστι στοχάσασθαι, μὴ ἐκπορεύεσθαι καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον· πρῶτον μὲν γάρ, τὸ λέγεσθαι τὸν Πατέρα μόνην πηγὴν θεότητος πρὸς τὸν Υἱὸν ἀναφέρεται μόνον καὶ οὐ πρὸς τὸ Πνεῦμα, ὥσπερ εἴ τις λέγοι μόνος ὁ Πατὴρ πηγὴ τοῦ Υἱοῦ. Καὶ τοῦτο δῆλον ἐξ ὧν θεογονίαν ἐνταῦθα τὸν Πατέρα καλεῖ καὶ μόνην πηγὴν θεότητος λέγων αὐτὸν ἐπάγει, οὐκ ὄντος Υἱοῦ τοῦ Πατρός, οὐδὲ Πατρὸς τοῦ Υἱοῦ. Δεύτερον δέ, εἴ τις τὸν λόγον βιάζοιτο καὶ πρὸς τὸ Πνεῦμα διαβαίνειν τῷ λέγεσθαι τὸν Πατέρα μόνην πηγὴν θεότητος, ἀλλ’ οὕτω μόνη πηγὴ θεότητος Υἱοῦ καὶ Πνεύματος ὁ Πατήρ, ὡς ἀμφοτέρων ὁμοῦ καὶ κοινῇ τῶν δύο αἴτιος μόνος, μὴ μέντοι γε καὶ ἑκατέρου μόνος· οὐδὲ γὰρ τοῦ Πνεύματος μόνος αἴτιος ὁ Πατὴρ ἀλλὰ καὶ ὁ Υἱός. Τρίτον δύναται λέγεσθαι καὶ τοῦτον τὸν τρόπον μόνη πηγὴ θεότητος ὁ Πατήρ, ὡς τοῦ μὲν Πατρὸς πηγῆς μόνον οὔσης, μὴ μέντοι γε καὶ ἐκ πηγῆς· τοῦ δὲ Υἱοῦ, καὶ πηγῆς οὔσης καὶ ἐκ πηγῆς· τρόποις οὖν ἐνδεχομένου τοσούτοις, μόνην πηγὴν θεότητος οἴεσθαι τὸν Πατέρα καὶ μηδὲν εἶναι κώλυμα καὶ τὸν Υἱὸν πηγὴν νομίζειν θεότητος.

Οὐ χρὴ τοὺς τῆς ἀληθείας ἐρῶντας, τοὺς μέν, ἐκβάλλειν, ἐκεῖνον δὲ κατὰ πᾶσαν ἀντεισάγειν ἀνάγκην, ὃς τὸν Υἱόν, τὸ μέγιστον ὧν παρὰ τοῦ Πατρὸς ἔχει λαβών, ἀφαιρεῖται· οὐ γὰρ δίκαιον. [Λύσις πρὸς τὸ πρῶτον:] Ἀλλ’ ἐκεῖνοι μὲν τοιαῦτα. Ἡμῖν δὲ ἀπολογουμένοις, ταῦτα ῥητέον ἐστὶ καὶ πρῶτον ἐκεῖνο προσήκει σκοπεῖν, ὡς τῶν Λατίνων οὐδαμῶς τὸ ἀναγκαῖον τὴν ἑρμηνείαν τὴν αὐτῶν ἔχειν ὁμολογούντων. Ἡμέτερον λοιπὸν μηδὲ ἐνδεχομένην αὐτὴν δεικνύναι, ἀλλὰ πολὺ μετὰ τοῦ ψεύδους καὶ τὸ ἀδύνατον ἔχουσαν. Ἤδη μὲν οὖν καὶ τοῦτο φθάσαντες ἐδείξαμεν οὐ μόνον ἐν τῷ πρώτῳ λόγῳ, ὅτε τῆς τῶν Λατίνων ὑποθέσεως ὑποκειμένης πολλὰ καὶ ἄτοπα συνήγετο, ἀλλὰ κἂν τῷ παρόντι, ἐν οἷς ὑποκειμένων τῶν ἀποστολικῶν ἀποφάσεων, ἀδύνατον ὁ λόγος ἔδειξε τὸ πηγαῖον καὶ ὁπωσοῦν προσεῖναι καὶ τῷ Υἱῷ ἢ ὅλως κοινότητα καὶ ἡντινοῦν ἐννοεῖν ἐν τοῖς διακρίνουσι τῶν θείων ὀνομάτων, καὶ ὡς τὸ τοιοῦτον σύγχυσις ἀτεχνῶς καὶ ἀτόπων πολλῶν ἀφορμή. Δέδεικται μὲν οὖν ὅπερ εἶπον καὶ τοῦτο, δειχθήσεται δὲ καὶ διὰ πλειόνων νυνὶ σαφηνείας ἕνεκεν καὶ τοῦ μηδεμίαν χώραν τῇ αἱρέσει καταλιπεῖν.

Καὶ πρῶτον εἰ δοκεῖ, περὶ τοῦ πρώτου λέγομεν: ἡμεῖς τὸν Πατέρα γεννήτορα καὶ προβολέα εἰδότες, καὶ ὡς τὸ τῆς πηγῆς ὄνομα καὶ ἀμφότερα ἔχει περιλαβόν, ὡς δέδεικται, καὶ ἀδιορίστως ἀκούοντες μόνην πηγὴν θεότητος τὸν Πατέρα καὶ ὡς ἡ πηγὴ πρὸς τὸ πηγαστὸν ἀποδίδοται, καὶ ὅτι περὶ τῆς ὑπαρκτικῆς προόδου τῶν θεαρχικῶν προσώπων τοῖς θεολόγοις ὁ τοῦ λόγου σκοπός, καὶ ὅτι θεότης ὑπερούσιος ὥσπερ ὁ Υἱός, οὕτω δὴ καὶ τὸ Πνεῦμα τὸ ἅγιον, διὰ μὲν τῆς πηγῆς, Υἱοῦ καὶ Πνεύματος εἰς μνήμην ἐρχόμεθα, σαφῶς εἰδότες, μὴ τὴν υἱικὴν μόνον πηγαζομένην οὖσαν θεότητα, ἀλλὰ δὴ καὶ τὴν τοῦ Πνεύματος· διὰ δὲ τοῦ ‘μόνην’ προσθεῖναι, οὐδὲν ἄλλο τῶν ἐν τῇ Τριάδι προσώπων, τὸ πηγαῖον ἔχειν ἡγούμεθα, μηδὲν τοῖς γεγραμμένοις μήτε προστιθέντες μήτε μὴν αὐτῶν ἀφαιροῦντες, μηδὲ σμικρολογίαις ἐπινοιῶν τισὶ τὴν θεολογίαν καταῤῥυπαίνοντες. Λατῖνοι δὲ καίτοι τῶν λόγων τούτων καὶ σφόδρα τὸ ἀναγκαῖον ἐχόντων, οὐ μόνην πηγὴν θεότητος ἁπλῶς καὶ ἀδιορίστως τὸν Πατέρα ἀναγινώσκουσιν, ὅπερ ὁ λόγος βούλεται, ἀλλὰ καὶ προστιθέασι μόνη πηγὴ λέγοντες τῆς θεότητος τοῦ Υἱοῦ· τοῦτο δὲ ἴσον δύναται τοῖς τὰ καθόλου τοῖς μερικοῖς εἰς ταὐτὸν ἄγουσιν, ἀλλ’ ἄτοπον.

Εἰ μὲν γὰρ ὁ Πατὴρ μόνη πηγὴ θεότητος ἁπλῶς, καὶ τῆς υἱικῆς ἐξ ἀνάγκης μόνη· οὐ μέντοι γε εἰ μόνη πηγὴ τοῦ Υἱοῦ, ἀληθές ἐστι λέγειν ἀδιορίστως, καὶ ὡς μόνη πηγὴ θεότητος, ὅπερ ὁ μακάριος οὗτος εἴρηκε.

Καὶ μὴν εἰ τοῦ θεολόγου λέγοντος τῆς τοῦ Υἱοῦ θεότητος μόνος ὁ Πατὴρ πηγή, ἡμεῖς καὶ πάσης διὰ τὴν ἀπόφασιν ἠξιοῦμεν θεότητος, οὐ δεινὰ ἂν ἐποιοῦντο, καὶ ἀντινομοθετεῖν ἡμᾶς ἔλεγον τῇ τε κοινῇ τοῦ λόγου χρήσει καὶ τῇ διδασκαλίᾳ τοῦ Πνεύματος; Τοῦτο δὴ καὶ παρ’ ἡμῶν ἀκουέτωσαν, τὰ ὅμοια τολμῶντες αὐτοί· τῆς γὰρ ἴσης βλασφημίας, μόνην πηγὴν θεότητος τὸν Πατέρα ἀδιορίστως ὄντα, τῆς τοῦ Μονογενοῦς μόνον αὐτὸν ἀξιοῦν, καὶ τοῦ Υἱοῦ μόνον ὄντα, τῆς θεότητος αὐτὸν λέγειν ἁπλῶς. [Ἔνστασις:] Εἰ δέ τις ταῖς ἴσαις αἰτίαις καὶ ἡμᾶς ἐνέχεσθαι λέγοι μηδὲ γὰρ ἀδιορίστως μηδ’ ἡμᾶς ἀναγινώσκειν τὸν λόγον ὅτι μόνη πηγὴ θεότητος ἁπλῶς ὁ Πατήρ, οὐ γὰρ δὴ καὶ τῆς ἑαυτοῦ ἀλλὰ τῆς πηγαζομένης μόνον;

Ἐκεῖνο λέγομεν. [Λύσις:] Οὐ χώρα ἐνταῦθα τὴν τοῦ Πατρὸς θεότητα ἐννοεῖν· οὐδαμῶς. Πηγὴ γὰρ θεότητος εἴρηται ὁ Πατήρ· ἡ δὲ πηγὴ πρὸς τὸ πηγαζόμενον ἀποδίδοται, οὐ πρὸς ἑαυτὴν ἀντιστρέφει· ὥστε εἰ προσκείμενον ἦν, παρέλκον ἂν ἦν, ἐξ ἀνάγκης ἑπομένου τοῦ λόγου.

Ἔτι τῶν θείων ὀνομάτων τὰ μέν, προσωπικὰ φαμέν· τὰ δέ, οὐσιώδη, οὐσιώδη λέγοντες, ὅσα τε ἑκάστῳ τῶν θεαρχικῶν προσώπων ἐστίν, καὶ κατὰ τῶν τριῶν ὁμοῦ, ὡς ἑνὸς Θεοῦ, ἑνικῶς τὰ τοιαῦτα, οὐ πληθυντικῶς λέγεται· προσωπικὰ δέ, ὅσα μὴ οὕτως ἔχει, ἀλλὰ τρόπον ἕτερον, ὥσπερ εἴρηται. Τούτων δὴ τῶν προσωπικῶν, ὅσοις μὲν τὸ μόνος ἔστιν προσκείμενον, καθ’ ἑνὸς μόνου προσώπου τὰ τοιαῦτα κατηγορεῖται καὶ κατὰ πλειόνων ἀδύνατον· ὅσοις δὲ τοῦτο οὐκ ἔστι προσκείμενον, τὰ τοιαῦτα οὐ προσώπῳ ἑνί, ἀλλὰ πλείοσιν ἀποδίδοται. Δῆλον δὲ μόνον ἀγέννητον τὸν Πατέρα φαμέν· καὶ ἡ ἀγεννησία οὐδετέρῳ τῶν λοιπῶν ἁρμόσει προσώπων.

Τοῦτο καὶ ὅταν μόνον γεννήτορα τὸν Πατέρα φῶμεν, καὶ μόνον γεννητὸν τὸν Υἱόν, καὶ μόνον ἐκπορευτὸν τὸ Πνεῦμα τὸ ἅγιον. Ἀλλὰ τῷ αἰτιατῷ ἢ τῷ Παρακλήτῳ, οὐδεὶς τὴν εὐσέβειαν ὑγιαίνων, προσθείη ἂν τὸ μόνος. Οὔκουν οὐδὲ προσκείμενον ἴδοις ἄν, οὐδ’ ἔστι χώρα τῇ τοῦ μόνου προσθήκῃ, ἐπειδήπερ αἰτιατὸς μὲν ὁ Υἱός, αἰτιατὸν δὲ καὶ τὸ Πνεῦμα τὸ ἅγιον; καὶ Παράκλητος μὲν ὁ Υἱὸς ὡς ὁ ἀπόστολος λέγει, ἄλλος δὲ Παράκλητος, ὡς ὁ Κύριος βούλεται, τὸ Πνεῦμα τὸ ἅγιον. Ἐπεὶ τοίνυν τὸ τῆς πηγῆς ὄνομα καὶ τοῦ αἰτίου, περὶ ὧν νυνὶ σκοποῦμεν, καὶ τῶν θείων ὀνομάτων εἰσὶ καὶ προσωπικά εἰσιν, οὐδὲ γὰρ κατὰ τῶν τριῶν κατηγορεῖται προσώπων, καὶ ὁ τοῦ μόνος δὲ τρόπος προσφυῶς αὐτοῖς ἀπεδόθη, τὰ δὲ τοιαῦτα ἀδύνατον πλείοσι προσώποις ὑπάρχειν, τί λοιπόν, ἢ τὸ πηγαῖον καὶ τὸ αἴτιον ἀδύνατον νομίζειν δυοῖν κατηγορεῖσθαι προσώπων, καὶ πᾶσαν εἶναι ἀνάγκην ἑνὸς θεαρχικοῦ προσώπου τὸ πρόσρημα οἴεσθαι, καὶ τοὺς μὴ οὕτω φρονοῦντας κατὰ τῆς ἑαυτῶν ὁπλίζεσθαι κεφαλῆς; Εἰ δὲ ταῦτα ἀληθῆ, πᾶσα ἀνάγκη μήτε τὸν Υἱόν, μήτε μὴν τὸ Πνεῦμα τὸ ἅγιον πηγὴν νομίζειν θεότητος, εἴπερ ὁ Πατὴρ μόνος πηγαία θεότης προσείρηται. Εἰ δὲ οὐκ ἔστι πηγὴ θεότητος ὁ Υἱός, μάταιον οὕτως ἀναγινώσκειν τὴν θεολογικὴν ἀπόφασιν, ὡς ὄντα τὸν Πατέρα μόνην πηγὴν θεότητος τῆς τοῦ Υἱοῦ, μὴ μέντοι γε καὶ τοῦ Πνεύματος.

Ἔτι τούτου ὑποκειμένου καὶ ἀναιρεῖσθαι συμβαίνει τὴν τοῦ μακαρίου Διονυσίου τῶν λόγων ὑπόσχεσιν καὶ τἀναντία τοῖς φανεροῖς ἀξιοῦν. Ἔχει γὰρ οὕτως: Τὸν τῆς θείας ἑνώσεως καὶ διακρίσεως λόγον συνεπτυγμένως πρότερον καὶ οὐ σφόδρα τελέως καὶ ὁλοσχερῶς παραδούς, ὕστερον ἐπηγγείλατο τὸν παντελῆ παραδώσειν, ὥστε εὐσύνοπτον τοῦτον εἶναι καὶ σαφῆ· καὶ μὴν καὶ ὅροις τισὶν ἀσφαλίσασθαι τὴν θεολογίαν, ὅπως ἂν ἐξῇ μηδενὶ καὶ παρ’ ἑαυτοῦ λογίζεσθαι. Ἐν μὲν οὖν τῇ συνεπτυγμένῃ διδασκαλίᾳ περὶ διακρίσεως τοιάδε φησί: «τὰ δὲ διακεκριμένα τὸ Πατρὸς ὑπερούσιον ὄνομα καὶ χρῆμα καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος οὐδεμιᾶς ἐν τούτοις ἀντιστροφῆς ἢ ὅλως κοινότητος ἐπεισαγομένης.» Ἐν τοίνυν τῷ βραχεῖ τούτῳ χωρίῳ τρεῖς τὸν ἀριθμὸν παραδέδωκε διακρίσεις, καὶ πάντα ἀλλήλων τὰ θεαρχικὰ διέκρινε πρόσωπα, εἰ καὶ μήπω τελέως τὸν περὶ τῆς διακρίσεως λόγον ἐξέθετο. Ὁ γὰρ Πατὴρ τὸν Υἱὸν γεννήσας, καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος διακρίνεται· τοῦ μέν, ὡς ἐξ αὐτοῦ γεννηθέντος, τοῦ δὲ Πνεύματος, ὡς μὴ τὸ γεννᾷν ἔχοντος. Οὐ μὴν ἀλλὰ μηδὲ τοῦ Πνεύματος ὄντος Υἱοῦ, οὐδεμία γὰρ οὐδ’ ἐν τούτοις κοινότης, οὐδὲ ἀντιστροφή, οὐδὲ γὰρ ἐγεννήθη τὸ Πνεῦμα· καὶ τὴν τρίτην διάκρισιν καὶ σφόδρα ὑγιῶς ἔγνωμεν.

Τοσαύτας μὲν τὰς διακρίσεις ἐν τῇ συνεπτυγμένῃ διδασκαλίᾳ μαθόντες ἔχομεν, ἐν δὲ τῇ ἑτέρᾳ ἴδωμεν τίς ὁ τοῦ λόγου σκοπὸς καὶ τί μὲν ὁ διδάσκαλος ἐπαγγέλλεται, τί δὲ ἡ νέα θεολογία βούλεται.

Ἡ μὲν οὖν ἐπαγγελία τοιάδε: «χρὴ δὲ ὡς οἶμαι μᾶλλον ἀναλαβόντας ἡμᾶς τὸν παντελῆ τῆς θείας ἑνώσεως καὶ διακρίσεως ἐκθέσθαι τρόπον, ὅπως ἂν ἡμῖν εὐσύνοπτος ὁ πᾶς ἐγγένηται λόγος· τὸ μὲν ποικίλον ἅπαν καὶ ἀσαφὲς ἀπαναινόμενος, εὐδιακρίτως δὲ καὶ σαφῶς καὶ εὐτάκτως τὰ οἰκεῖα κατὰ δύναμιν ὁροθετῶν.» Ἡ μὲν οὖν ἐπαγγελία τοιαύτη. Ἃ δὲ ἐπαγγέλλεται, ταῦτα: «ἔστι δὲ καὶ διάκρισις ἐν ταῖς ὑπερουσίοις θεολογίαις, οὐχ ἣν ἔφην μόνον ὅτι καὶ κατ’ αὐτὴν τὴν ἕνωσιν ἀμιγῶς ἵδρυται καὶ ἀσυγχύτως ἑκάστη τῶν ἑναρχικῶν ὑποστάσεων, ἀλλ’ ὅτι καὶ τὰ τῆς ὑπερουσίου θεογονίας οὐκ ἀντιστρέφει πρὸς ἄλληλα, μόνη δὲ πηγὴ τῆς ὑπερουσίου θεότητος ὁ Πατήρ, οὐκ ὄντος Υἱοῦ τοῦ Πατρός, οὐδὲ Πατρὸς τοῦ Υἱοῦ φυλαττόντων δὲ τὰ οἰκεῖα τῶν ὕμνων εὐαγῶς ἑκάστη τῶν θεαρχικῶν ὑποστάσεων.» Αὗται μὲν αἱ κατὰ τὴν ἄφθεγκτον ἕνωσίν τε καὶ ὕπαρξιν ἑνώσεις καὶ διακρίσεις.

Εἰ τοίνυν κατὰ τὴν καινοφωνίαν ἐν τῇ διακρίσει ταύτῃ μόνην πηγὴν τῆς ὑπερουσίου θεότητος τὸν Πατέρα ἀξιούσῃ, ὁ Πατὴρ τοῦ Υἱοῦ μόνον κατὰ τὸ αἴτιον καὶ τὸ ἐξ αὐτοῦ καὶ οὐ τοῦ Πνεύματος διακρίνεται, κινδυνεύει τοσαύτας μόλις τὸν ἀριθμὸν ἡμῖν ἀναφύεσθαι διακρίσεις· καὶ τὰς αὐτὰς ἃς καὶ πρότερον εἰπὼν ἔφθη ἐν τῷ συντετμημένῳ λόγῳ· καὶ ἕπεται πολλαχόθεν τούτων ὑποκειμένων, τὴν τοῦ θεολόγου πρόθεσιν ἀναιρεῖσθαι. Οὐ μόνον γὰρ ὁ παντελὴς τῆς θείας διακρίσεως λόγος διερρύη, οὐδέν τι καινότερον ἐνταῦθα εἰσενεγκών, ἀλλὰ σχεδὸν καὶ ἅπερ ἐν τῷ συντετμημένῳ παραδέδωκε λόγῳ, τῆς ἐξηγήσεως ταύτης κρατούσης, οὐκ ἀναφαίνεται. Κἀκεῖ μὲν διὰ κυρίων ὀνομάτων προϊόντος τοῦ λόγου πάντα ἡμῖν κατέστη σαφῆ καὶ γνώριμα· ἐνταῦθα δὲ τῶν καθόλου ληφθέντων ἀντὶ τῶν μερικῶν, ὡς ἡ ἐξήγησις βούλεται, καὶ τὸ θαρρεῖν ἡμῖν τί ποτε ὁ λόγος βούλεται, ἐπιλείπει· ἥ τε γὰρ πηγὴ ἀντὶ τοῦ Πατρὸς τοῖς ἐξηγουμένοις γίνεται, καὶ ἡ πηγαζομένη θεότης ἀντὶ τῆς υἱικῆς. Καὶ συμβαίνει τὴν μὲν προτέραν διδασκαλίαν τὸν τελεώτερον τῆς θείας διακρίσεως περιέχειν λόγον, πάντων τῶν θεαρχικῶν προσώπων διακριθέντων ἐκεῖ σαφῶς καὶ εὐτάκτως· ἣν δὲ ἐκεῖνος τελεωτάτην φησὶ καὶ σαφῆ καὶ εὔτακτον καὶ εὐσύνοπτον, ἀτιμωτάτην ἁπασῶν καὶ ἀσαφῆ δείκνυσθαι, οὐδαμῶς κατ’ ἐλπίδας τελέως, οὐδὲ σαφῶς ἐνταῦθα τῶν θείων διακριθέντων προσώπων, ἀλλ’ ἄτοπον.

Χρὴ γὰρ τόν γε εἰς ἐξήγησιν μέλλοντα ἔρχεσθαι, εἰ καὶ μηδὲν ἕτερον, τὸν γοῦν τοῦ λόγου σκοπὸν πάσῃ τέχνῃ σῴζειν ἐπιχειρεῖν, ὡσὰν μὴ τὰ τῶν δημίων ποιῶν, ἰατρικὴν καὶ σφόδρα ἀναιδῶς περιφέρῃ στολήν.

Ἔτι τῆς συνεπτυγμένης διακρίσεως, τὸ μέν, Πατέρα τῶν θείων προσώπων παραδούσης ἡμῖν, τὸ δέ, Υἱόν, τὸ δέ, Πνεῦμα. Ὅσα γε ἐκ τούτων τῶν λόγων, οὐδέπω τοῦ Πνεύματος αἴτιος ὁ Πατὴρ ἀναφαίνεται· τοῦ μὲν γὰρ Υἱοῦ, καὶ πάνυ γε, τοῦτο καὶ τῆς κοινῆς ἀπαιτούσης ἐννοίας· τοῦ δὲ Πνεύματος πῶς; Εἴπερ μήτε Υἱὸς τὸ Πνεῦμα, μήτε μὴν τοῦτο Πατέρα ἔσχε ποτέ. Μαρτύριον δὲ τοῦ λόγου ὁ θεῖος Μάξιμος ἐν τῷ διαλόγῳ· φησὶ γὰρ «τὸ Πνεῦμα οὐκ ἔχει Πατέρα, οὐδὲ γὰρ ἐγεννήθη.» Εἰ τοίνυν μήτε ἐν τῇ προτέρᾳ διακρίσει τὸν Πατέρα τοῦ Πνεύματος αἴτιον ἔγνωμεν, μήτε μὴν ἐν τῇ τελεωτέρᾳ ταύτῃ ὡς ἡ μετέωρος ἐξήγησις βούλεται—οὐδὲ γὰρ οἴεται δεῖν τὴν γνώμην τὴν θεολογικὴν καὶ πρὸς τὸ Πνεῦμα διαβαίνειν, ἀλλὰ πρὸς μόνον τὸν Υἱόν—οἴχεται ἡμῖν ὅσα γε ἐκ τούτων τῶν λόγων μὴ διακρίνεσθαι τὸν Πατέρα τοῦ Πνεύματος, τῷ αἰτίῳ καὶ τῷ ἐξ αὐτοῦ, ἠγνοηκὸς δ’ ἂν εἴη καὶ ὁ μακάριος Διονύσιος τὴν θεσπεσίαν τοῦ Κυρίου φωνήν, ἣ φησὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι· εἴπερ σπουδὴ μὲν ἐκείνῳ πασῶν ἡ μεγίστη, μηδεμίαν τῶν ἐν ταῖς γραφαῖς κειμένων ἑνώσεων ἢ διακρίσεων θείων παραλιπεῖν, ἀλλὰ τηρῆσαι ταῦτα ἀπλήθυντα καὶ ἀμείωτα καὶ ἀπαράτρωτα· καὶ μὴν καὶ τὸν παντελῆ τῆς ὑπερφυοῦς διακρίσεως παραδοῦναι λόγον· ὁ δέ, δῆλος ἐστὶ παραλελοιπὼς τὴν τοῦ Πνεύματος ὕπαρξιν ἐπὶ τὸν Πατέρα ἀναφέρειν.

Εἰ δὲ ταῦτα καὶ ἐννοεῖν κομιδῆ γε ἄγνωμον, ψεῦδος πᾶσα ἀνάγκη, εἴ τις ἀξιοίη ταύτην τὴν θεολογικὴν ἀπόφασιν, ἣ τῷ Πατρὶ μόνῳ τὸ πηγάζειν ἀπένειμε πρὸς τὸν Υἱὸν μόνον, καὶ οὐδαμῶς πρὸς τὸ Πνεῦμα ἀναφέρεσθαι. Εἰ δὲ καὶ τοῦτον τὸν τρόπον τὴν τοῦ λόγου πρόθεσιν ἀναιρεῖσθαι συμβαίνει, τὴν καινοτομίαν οὐδὲ οἶδα ποῦ στήσεται.

Ἔτι τῆς ἐξηγήσεως τῆς ἐκείνων τηρουμένης, οὐδεμιᾷ περισωθήσεται μηχανῇ καὶ ταύτῃ γε ὅπερ ὁ θεολόγος βούλεται, λέγω δὴ τὸ φυλάσσειν ἑκάστην τῶν ὑποστάσεων τὴν ἑαυτῆς ἰδιότητα, ἕως ἂν τὸ μόνη πηγὴ θεότητος πρὸς τὸν Υἱὸν μόνον εἰρῆσθαι λέγωσι, καὶ οὐδαμῶς πρὸς τὸ Πνεῦμα· οὐ γὰρ ἐπὶ δύο τὸ ἕκαστον.

Εἰ δὲ τῆς ἐξηγήσεως τῆς ἐκείνων τὸ βέβαιον ἐχούσης, καὶ ταύτην γε τὴν ῥῆσιν ἀναιρεῖσθαι συμβαίνει, πᾶσα ἀνάγκη τὸ ὑγιὲς ἔχειν μεθ’ ἑαυτῆς τὴν ἑρμηνείαν τὴν ἡμετέραν, σῴζουσάν τε τὸν τοῦ θεολόγου σκοπὸν καὶ τὰ προειρημένα ἄτοπα φεύγουσαν καὶ τὸν παντελῆ τῆς θείας διακρίσεως λόγον ἀποδιδοῦσαν καὶ πάντα τὰ θεαρχικὰ διακρίνουσαν πρόσωπα καὶ μὴ τὰς τρεῖς τὰς προαριθμημένας περιέχουσαν μόνον, ἀλλ’ ἤδη καὶ εἰς ἑπτὰ τὰς πάσας συγκεφαλαιουμένας τὰς ὅλας ἔχειν ἐν ἑαυτῇ· οὕτω γὰρ καὶ ἡ ἐξ ἀρχῆς τοῦ λόγου περισωθήσεται πρόθεσις, τῶν τε προτέρων ἀναλαμβανομένων εὖ καὶ καλῶς, τῶν τε παραλελειμμένων ἀναφανέντων· ἐξ ὧν ὁ παντελὴς τῆς διακρίσεως τρόπος γνώριμος ἔσται· ἔχει γὰρ οὕτως:

Εἰ οὕτω μόνη πηγὴ τῆς ὑπερουσίου θεότητος ὁ Πατήρ, τοῦ Υἱοῦ δηλαδὴ καὶ τοῦ Πνεύματος, τοῦ μέν, ὡς μόνος αὐτὸν γεννῶν, τοῦ δέ, ὡς μόνος αὐτοῦ προβολεύς, πρῶτον μὲν οὐ κατὰ τὸ γεννᾶν μόνον τὸν Πατέρα διακρινοῦμεν τοῦ Πνεύματος, ὥσπερ εἴρηται, ἀλλ’ ἤδη καὶ κατὰ τὸ αἴτιον καὶ τὸ ἐξ αὐτοῦ.

Ἔπειτα ἐπειδὴ μόνη πηγὴ καὶ τοῦ Πνεύματος ὁ Πατήρ, καὶ κατὰ τὸ προβάλλειν διαστήσομεν τὸν Πατέρα καὶ τὸν Υἱὸν ὡς μὴ τὴν ἰδιότητα ταύτην καὶ τοῦ Υἱοῦ κεκτημένου· τριῶν δὲ μόνων ὄντων τῶν θείων προσώπων, καὶ τοῦ Πατρὸς μόνου τὴν αἰτίαν καὶ τὴν πηγὴν τῆς θεότητος μεθ’ ἑαυτοῦ ἔχοντος, πᾶσα ἀνάγκη τὸν Πατέρα καὶ μόνον ἀγέννητον εἶναι, δηλονότι ἀναίτιον. Εἰ γὰρ οὐκ ἀναίτιος ὁ Πατήρ, ἀλλ’ ἐξ αἰτίας, ἢ ἐκ τοῦ Υἱοῦ ἢ τοῦ Πνεύματος ἢ ἐξ ἄλλου τινὸς εἴη γ’ ἄν. Ἀλλ’ ἐκ μὲν τοῦ Υἱοῦ ἢ τοῦ Πνεύματος, ἄτοπον· οὐ γὰρ ἂν εἶεν τὰ αὐτὰ ἀλλήλων, καὶ αἰτιατὰ καὶ αἴτια.

Ἀλλ’ οὐδ’ ἐξ ἄλλου· οὕτω γὰρ οὐ τρία τὰ θεαρχικὰ πρόσωπα, οὐδὲ Τριὰς ὁ Θεός· οὐδεμὴν μόνη πηγὴ θεότητος ὁ Πατήρ· κἀκεῖνο γὰρ πηγὴ θεότητος πολλῷ δικαιότερον ἐξ οὗ ὁ Πατήρ, ἀλλ’ οὐδ’ ἐξ ἑαυτοῦ εἴη ἄν· συμβήσεται γὰρ αὐτὸ ἑαυτοῦ καὶ αἰτιατὸν καὶ αἴτιον εἶναι. Εἰ δὲ ταῦτα ἄτοπα, πᾶσα ἀνάγκη τὴν μόνην πηγὴν τῆς θεότητος, καὶ ἀναίτιον, δηλονότι ἀγέννητον εἶναι, καὶ κατὰ τὴν ἀγεννησίαν, καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος διακρίνεσθαι.

Ταῦτα δὲ ἐν τῇ συνεπτυγμένῃ διακρίσει χώραν οὐκ εἶχεν· ὅτι μηδὲ εἴρηκεν ἐκεῖ ἢ μόνην πηγὴν θεότητος τὸν Πατέρα, ἢ τὸν αὐτὸν γοῦν πηγὴν τοῦ Πνεύματος· οὐδ’ ἐξ ἀνάγκης ταῦτά γε εἵπετο, ἀπὸ τοῦ τὸν μέν, εἶναι Πατέρα· τὸν δέ, Υἱόν· τὸ δέ, Πνεῦμα, ὡς ἀνωτέρω σαφῶς ἐδείξαμεν. Οὐκοῦν τεττάρων καὶ ἑτέρων τρόπων διακρίσεων θείων ἐκ τῆς θεολογίας ταύτης ἀναφανέντων, τριῶν τῶν προτέρων οὐσῶν, ἑπτὰ τὰς πάσας ἀριθμεῖσθαι συμβαίνει, καὶ πάσας ἔχειν μεθ’ ἑαυτοῦ τὸν παντελῆ τοῦτον τῆς θείας διακρίσεως λόγον, ὅπερ ἐξ ἀρχῆς ἐπηγγειλάμεθα δείξειν. Εἰ δέ τις καὶ τὴν ἡμετέραν φύσιν ἐνθυμηθείη, ἣν ἀνειληφὼς ὁ τοῦ Θεοῦ Λόγος καὶ ταύτῃ Πατρὸς καὶ Πνεύματος διακέκριται, οὐδὲ γὰρ οὐδὲ ταύτην τὴν διάκρισιν οἱ μακάριοι παρῆλθον σιγῇ διὰ τὴν ἐκ τῶν Γραφῶν ἀνάγκην καὶ τὸν παντελῆ τῆς ὑπερφυοῦς διακρίσεως λόγον· αὐξήσει μὲν τὸν τῆς θείας διαιρέσεως ἀριθμόν, συμβαίνοντα δὲ καὶ ἡμῖν ἐρεῖ καὶ τῇ διδασκαλίᾳ τοῦ Πνεύματος. Θεογονίαν δὲ ἐνταῦθα προσείρηκε τὴν γέννησιν καὶ τὴν προβολήν· ὧν ὅροι τῆς μὲν γεννήσεως, τό τε γεννῶν καὶ γεννώμενον, τῆς δὲ προβολῆς, τὸ προβάλλον καὶ προβαλλόμενον, ἃ πρὸς ἄλληλα ἀντιστρέφειν, παγχάλεπον· οὔτε γὰρ τὸ γεννῶν πρὸς τὸ γεννώμενον μετασταίη ἄν, οὔτε πρὸς τὸ προβαλλόμενον τὸ προβάλλον.

Θορυβείτω δὲ μηδείς, εἰ καὶ τὴν προβολὴν θεογονίαν φαμέν· τὸ γὰρ γόνιμον, ὥσπερ δὴ καὶ τὸ πηγαῖον καὶ τὸ αἴτιον, καὶ πρὸς τὸ Πνεῦμα τὴν ἀναφορὰν ἔχει. Φησὶ γὰρ ὁ θεῖος Διονύσιος ἐν τῷ αὐτῷ λόγῳ: «ὡς Τριάδα τὸν Θεὸν ἱερῶς ὑμνοῦμεν, δηλονότι διὰ τὴν τρισυπόστατον τῆς ὑπερουσίου γονιμότητος ἔκφανσιν, ἐξ ἧς πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται.» Εἰ δὲ τὸ γόνιμον πρὸς τὸν Υἱὸν μόνον καὶ οὐ πρὸς τὸ Πνεῦμα ἀναφέρεται, οὐ Τριὰς ὁ Θεὸς ἀλλὰ δυάς· ἀλλ’ ὁ θεολόγος διὰ τὸ γόνιμον, «Τριάδα» τὸν Θεὸν εἴρηκε. Καὶ μὴν καὶ κατ’ αὐτοὺς εἰπεῖν, ἐπεὶ τὸ τῆς θεογονίας ὄνομα κυρίως ἐνταῦθα τὸν Πατέρα βούλεται, ὥσπερ ἐκ τοῦ Πατρὸς οὐ τὸν Υἱὸν μόνον ἀλλὰ καὶ τὸ Πνεῦμα φαμέν, καὶ πρὸ ἡμῶν αὐτὸς ὁ Θεὸς καὶ Λόγος, οὕτως οὐδὲν κωλύει ἐκ τῆς θεογονίας καὶ τὸ Πνεῦμα εἶναι λέγειν, ὥσπερ δὴ καὶ τὸν Υἱόν, μενούσης ἀναγκαίως τῆς τῶν τρόπων διαφορᾶς. Τὸ δὲ οὐκ ὄντος Υἱοῦ τοῦ Πατρός, οὐδὲ Πατρὸς τοῦ Υἱοῦ, σαφηνείας καὶ ὑποδείγματος χάριν εἴρηται, ἵνα καὶ πρὸς τὰς λοιπὰς τῶν διακρίσεων παραπλησίως τηρήσῃς τὸν λόγον· ἃ τίς οὐκ ἂν ἐπαινέσειε, τῶν μετ’ εὐσεβείας ζῆν ἐθελόντων! καὶ ταῦτα μὲν πρὸς τὸ πρῶτον. [Λύσις πρὸς τὸ δεύτερον:] Πρὸς δὲ τὸ δεύτερον ἐκ τῶν εἰρημένων οὐκ ἐργώδης ἡ λύσις.

Εἰ γὰρ δέδεικται ὡς πᾶσα ἀνάγκη καὶ πρὸς τὸ Πνεῦμα ἀναφέρεσθαι τὸν Πατέρα ὡς μόνην πηγὴν θεότητος, καὶ ὡς εἰ μὴ τοῦτο εἴη, ὅ τε παντελὴς τῆς θείας διακρίσεως διεῤῥύη λόγος, καὶ οὐδὲ ὁ Πατὴρ τοῦ Πνεύματος τῷ αἰτίῳ καὶ τῷ ἐξ αὐτοῦ διακρίνεται παρὰ τοῖς διαδόχοις τῶν ἀποστόλων, καὶ ὅτι καὶ κατὰ τὸ προβάλλειν, καὶ Υἱοῦ καὶ Πνεύματος ὁ Πατὴρ διίσταται, ὥσπερ καὶ κατὰ τὸ γεννᾶν ἀμφοτέρων, καὶ ὅτιπερ ἡ πηγὴ καὶ τὸ αἴτιον ἐπὶ τῆς θεολογίας δυοῖν εἶναι προσώποιν ἀδύνατον, μάταιον ἀξιοῦν, οὕτω μόνην πηγὴν θεότητος τὸν Πατέρα νομίζειν, ὡς Υἱοῦ καὶ Πνεύματος ὁμοῦ μόνον πηγὴν αὐτὸν οἴεσθαι· ἑκατέρου δὲ οὐ μόνον, ἀλλὰ τοῦ μέν, μόνον, σὺν τῷ Υἱῷ δὲ τοῦ Πνεύματος.