Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεῖλος Καβάσιλας – Λόγοι πέντε περὶ τοῦ ἁγίου πνεύματος

Νεῖλος Καβάσιλας

Έλεγχος των σχολαστικών θέσεων και η ακρίβεια της αποστολικής παραδόσεως

Κριτική της λατινικής θεολογίας και των απόψεων του Θωμά Ακινάτη περί της διακρίσεως των θείων προσώπων. Προβάλλεται η σταθερότητα της αποστολικής θεολογίας ως το ασφαλές κριτήριο και κατακρίνεται η αυθαίρετη απομόνωση πατερικών ρήσεων από τους Λατίνους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεῖλος Καβάσιλας

—

Κεφάλαιο 5 από 10

Ἔτι ὥσπερ ἀδύνατον τὸ “μόνος ὁ ἄνθρωπος ζῷον” εἰς ταὐτὸν ἐλθεῖν τῷ “μόνος ὁ ἄνθρωπος ζῷον γελαστικὸν” διὰ τὸ ἐκεῖνο μὲν ἀεὶ ψεῦδος εἶναι, τοῦτο δὲ ἀεὶ ἀληθές, οὕτως ἀδύνατον ἀντὶ τοῦ “μόνη πηγὴ θεότητος ὁ Πατὴρ” ἐξακούειν τὸ “μόνη πηγὴ θεότητος τῶν δύο προσώπων ὁμοῦ” διὰ τὸ ἐκεῖνο μὲν ἁπλῶς εἰρῆσθαι, καὶ τὸ πηγάζειν ἀπὸ τοῦ Υἱοῦ ἀφαιρεῖν, ὅπερ Λατίνοις ψεῦδος δοκεῖ· τοῦτο δὲ οὐχ ἁπλῶς. Ἀλλὰ πῶς εἰρημένον καὶ τῷ Υἱῷ τὴν πηγὴν διδόναι, ὅπερ αὐτοῖς τὸ κεφάλαιον τῆς σπουδῆς; Εἰ δὲ ἀμήχανον τοῦτο ἀντ’ ἐκείνου λαβεῖν, οὐκ ἄρα Λατῖνοι τοῖς δόγμασι τῶν ἀποστόλων ἁρμόζειν ἔγνωσαν ἑαυτούς, οὐδὲ τῇ κοινῇ τοῦ λόγου χρήσει καὶ τοῖς κανόσι τῶν διαλεκτικῶν, ἀλλὰ μᾶλλον τὸν κανόνα πρὸς ἑαυτοὺς βιάζεσθαι.

Καὶ χωρὶς δὲ τούτου, εἰ μόνη τοιάδε πηγὴ θεότητος ὁ Πατήρ, ἕπεται πᾶσα ἀνάγκη οὐ μόνην πηγὴν θεότητος ἁπλῶς αὐτὸν οἴεσθαι· ἐπεὶ καὶ διὰ τὸ εἶναι τὸν ἄνθρωπον μόνον ζῷον γελαστικὸν ἕπεται λέγειν καὶ οὐ μόνον ζῷον αὐτόν. Ἂν τοίνυν τὸ μὲν μόνη πηγὴ θεότητος ὁ Πατήρ, ἀντὶ τοῦ μόνη τοιάδε λαμβάνειν ἐξῇ, τούτῳ δὲ ἕπεται οὐ μόνην πηγὴν θεότητος αὐτὸν οἴεσθαι, κινδυνεύει τὴν μόνην πηγὴν τῆς θεότητος οὐ μόνην λέγειν πηγὴν θεότητος. Ἀλλὰ τοῦτό ἐστι πάντα ὁμοῦ μιγνύναι χρήματα· καὶ τὸ εἶναι τοῦ μὴ εἶναι μὴ διενηνοχέναι νομίζειν. Οὕτω Λατῖνοι πάντα ῥᾳδίως καὶ ἀπὸ γλώσσης ἀναπεπταμένης ἐφθέγξαντο.

Ἔτι τὸ πολυθρύλητον καὶ ὃ πάσῃ μηχανῇ πειρῶνται φεύγειν Λατῖνοι περιίσταται τούτοις ἐξ ὑπογείου τῆς ἐξηγήσεως ταύτης παρρησιασαμένης. Εἰ γὰρ οὕτω μόνη πηγὴ Υἱοῦ καὶ Πνεύματος ὁ Πατήρ, ὡς ἀμφοτέρων συνημμένως ὁμοῦ, μὴ μέντοι γε καὶ ἑκατέρου, καὶ ἡ τοῦ μόνος προσθήκη πρὸς τὸν Υἱὸν τὴν ἀντιδιαστολὴν ἔχει, πηγῆς μὲν καὶ αὐτοῦ οὔσης μὴ μέντοι γε ἀμφοτέρων, ἀλλὰ τοῦ Πνεύματος μόνον, ἐξ ἀνάγκης δύο πηγαὶ θεότητος ἐκ τῶν λόγων τούτων ἀνίσχουσι, τοσοῦτον ἕτεραι ἀλλήλων τῷ ἀριθμῷ, ὡς καὶ τὴν μίαν πρὸς τὴν ἑτέραν σαφῶς ἀντιδιαστέλλεσθαι.

Καὶ χωρὶς δὲ τούτου, τὸ οὕτω τὴν θεολογικὴν ἀπόφασιν ἑρμηνεύειν, οὐδὲν ἄλλο λεγόντων ἐστὶν ἢ ὅτι ὁ μὲν Πατὴρ μόνος, ἀρχὴ τοῦ Υἱοῦ, τοῦ δὲ Πνεύματος, ὁ Πατὴρ ἅμα καὶ ὁ Υἱός. Τοῦτο δὲ κἀκεῖνο, ὡς ἐδείξαμεν, διαφόρους ἀρχὰς καὶ Θωμᾶς καλεῖ ἐν κεφαλαίῳ τοῦ τετάρτου βιβλίου τοῦ κατὰ Ἑλλήνων. Εἰ δὲ διάφοροι ταῦτα ἀρχαί, καὶ ἡ διαφορὰ προσωπική τέ ἐστι καὶ ἐν ὑποστάσεσι διαφόροις, πάντως ἄλλη καὶ ἄλλη ἀρχή, οὐ τῷ λόγῳ ἀλλὰ σαφῶς τῷ πράγματι. Εἰ δὲ τὸν τρόπον τοῦτον ἄλλη καὶ ἄλλη, πῶς οὐ καὶ δύο γένοιντ’ ἂν ἐκ τῶν λόγων τούτων ἀρχαί; Εἰ δὲ φεύγοντες τὰς δύο ἀρχάς, μὴ πρὸς τὸν Υἱὸν λέγοιεν τὸν προσδιορισμὸν ἀντιδιαιρεῖσθαι, εἰπάτωσαν ποῦ· οὐ γὰρ δὴ πρὸς τὸ Πνεῦμα ἐροῦσι, περίεργον γὰρ τὸ μόνος, μηδαμῶς μηδὲ παρ’ αὐτοῖς ὄντος πηγῆς τοῦ Πνεύματος· οὐκοῦν λείπεται μάτην εἰρῆσθαι τὸ πρόσρημα. Ἀλλ’ ἡμῖν γε οὐ ταῦτα συμβαίνει, μόνην πηγὴν τοῦ Υἱοῦ καὶ μόνην τοῦ Πνεύματος τὸν Πατέρα ἡγουμένοις· τό τε γὰρ ἓν αἴτιον καὶ μία τῷ ἀριθμῷ πηγὴ τηρεῖται σαφέστατα, τὴν Πατρικὴν μόνην ἐνθυμουμένοις ὑπόστασιν, καὶ ὁ τοῦ μόνος προσδιορισμὸς οὐ μάτην εἰρῆσθαι δοκεῖ, μόνη γὰρ πηγὴ τοῦ Υἱοῦ ὁ Πατήρ, οὐ γὰρ δὴ καὶ τὸ Πνεῦμα, καὶ μόνη πηγὴ τοῦ Πνεύματος, οὐ γὰρ δὴ καὶ ὁ Υἱός.

Ἔτι καὶ Θωμᾶς πρὸς τὴν ἐξήγησιν ταύτην οὐ πρᾴως οἴσει ἀλλὰ σχετλιάσει καὶ βοήσει καὶ δυσχερανεῖ, περικοπτομένην ὁρῶν τὴν θεολογίαν τὴν αὑτοῦ, καὶ τὴν ἀρχὴν οὐδὲ εἰδέναι ὁμολογήσει τῆς ἑρμηνείας ταύτης τὸν τρόπον. Ἡ μὲν γὰρ ἐξήγησις οὐ τῇ πηγῇ καὶ τῷ ἐξ αὐτῆς διακρίνει τὸν Πατέρα καὶ τὸν Υἱὸν ἀλλὰ τῇ τοιάδε πηγῇ, διαιρεῖ τὰ πρόσωπα, τοῦ μὲν Πατρός, μόνης πηγῆς οὔσης ἀμφοτέρων ὁμοῦ, τοῦ δὲ Υἱοῦ, πηγῆς μέν, οὐ μέντοι γε τοιαύτης.

Ἀλλὰ τὴν διάκρισιν ταύτην, ὡς ἑτέρα παρὰ τὴν προειρημένην κατὰ πᾶσαν ἀνάγκην, ἣ τῇ πηγῇ καὶ τῷ ἐξ αὐτῆς διαιρεῖ τὰ πρόσωπα, οὐδὲ ἔστιν ὃς ἀγνοεῖ. Τοῦτο δὲ οὐκ ἂν Θωμᾶς καταδέξαιτο ἐν εἰκοστῷ πέμπτῳ κεφαλαίῳ τοῦ κατὰ ἑλλήνων τετάρτου βιβλίου καὶ σφόδρα διατεινόμενος μηδὲ εἶναι διάκρισιν ἑτέραν Πατρὸς καὶ Υἱοῦ εἰ μὴ κατὰ τὸ αἴτιον καὶ τῷ ἐξ αὐτοῦ. Φησὶ γὰρ πρὸς ἄλληλα τὰ θεῖα πρόσωπα διακρίνεσθαι τῇ «τῶν πρός τι μόνον ἀντιθέσει.» Καὶ πάλιν: «μὴ δύνασθαι τὰ θεῖα διακεκρίσθαι, εἰ μὴ τῇ κατ’ αἰτίαν ἀναφορικῇ ἀντιθέσει.» Καὶ πάλιν: «ὁ Πατὴρ καὶ ὁ Υἱὸς κατὰ τὴν ἑνότητα τῆς οὐσίας οὐ διακρίνονται, εἰ μὴ καθ’ ὅσον οὗτος μέν ἐστι Πατήρ, ἐκεῖνος δὲ Υἱός.» Εἰ δὲ τῇ ἐξηγήσει ταύτῃ οὔθ’ ἡμεῖς χαίρομεν οὔτε οἱ τῶν Λατίνων ἄκροι, παρὰ τίνος ἂν αὐτῇ τὸ συγκεχωρηκὸς γένοιτο;

Ἔτι, ὅτι γε οὐχ ἕστηκεν οὐδεὶς τῶν ἐξηγήσεων τρόπος, οἷς ἐκεῖνοι θαρροῦντες ἡμῖν ἐπίασιν, ἔξεστι καὶ δὴ συλλογίσασθαι· ἔχει γὰρ οὕτως: Εἰ μόνη πηγὴ θεότητος ὁ Πατήρ, καὶ ταύτῃ διακρίνεται τοῦ Υἱοῦ, εἴη ἂν πάντως οὐ πηγὴ θεότητος ὁ Υἱός· οὐκοῦν ἢ διὰ τὸ μὴ πηγάζειν τὴν θεότητα τὴν ἑαυτοῦ εἴη ἂν τοῦτό γε, ἢ διὰ τὸ μὴ πηγάζειν τὴν τοῦ Πατρὸς ἢ τὴν τοῦ Πνεύματος· ἑτέρου γὰρ προσώπου θεότητα οὐδὲ ἔστιν ἐπινοεῖν! [Ἔνστασις:] Εἰ δὲ λέγοιεν ὥσπερ ὁ Πατὴρ μόνη πηγὴ θεότητος εἴρηται, ὅτιπερ μόνος αἴτιος τῶν δύο ὁμοῦ, οὕτω καὶ ὁ Υἱὸς οὐ πηγὴ θεότητος, ὅτιπερ οὐχ ἑαυτοῦ καὶ τοῦ Πνεύματος ὁμοῦ, ἀλλὰ τοῦ Πνεύματος μόνον; [Λύσις:] Εἰς ταὐτὸ περιελθεῖν ἀνάγκη πάλιν τὸν λόγον. Διὰ γὰρ τὸ μὴ πηγάζειν ἑαυτὸν τὸν Υἱόν, οὐ πηγὴν αὐτὸν καλοῦσιν ἑαυτοῦ καὶ τοῦ Πνεύματος συνημμένως—τοῦ γὰρ Πνεύματος, καὶ ἐπιεικῶς πηγὴν αὐτὸν βούλονται—ἀλλὰ μὴν μὴ πηγὴν αὐτὸν θεότητος οἴεσθαι, ὅτιπερ οὐδὲ αἴτιος ἑαυτοῦ, μὴ σφόδρα γελοῖον ᾖ; τοῖς γὰρ ἐπὶ σκηνῆς μᾶλλον καὶ τοῖς σοφιζομένοις οὐ τοῖς θεολογοῦσι καὶ μάλα τὰ τοιαῦτα ἁρμόσει. Καὶ μήν, οὐδὲ ὁ Πατὴρ καθαρεύοι ἂν τοῦ τοιούτου προσρήματος—οὐδὲ γὰρ οὐδ’ αὐτὸς αἴτιος ἑαυτοῦ—καὶ λέγοιτ’ ἂν καὶ οὗτος εἰκότως τὸν τρόπον τοῦτον θεότητος οὐ πηγή. Οὐκοῦν ταύτῃ γε μᾶλλον ἂν ἁρμόσειε τῷ Υἱῷ, ἢ διαιρεθείη αὐτοῦ.

Τοῦτο δὲ οὐ πρόκειται νῦν, ὁ γὰρ τοῦ λόγου σκοπός, καὶ σφόδρα τὴν διάκρισιν ἀπαιτεῖ. Ἄλλως τε τούτου δοθέντος, εἴη ἂν ὁ Πατὴρ καὶ μόνη πηγὴ διὰ τὴν θεολογικὴν γνώμην, καὶ μὴν καὶ οὐ πηγὴ διὰ τὴν θαυμαστὴν ταύτην ἐξήγησιν καὶ οὐ κυρίως ἑκάτερον!

Ἔτι καὶ ταύτῃ περιπίπτουσιν ἑαυτοῖς· ἐν γὰρ τῷ τρίτῳ τρόπῳ τῆς ἐξηγήσεως τῆς αὑτῶν, καὶ μόνον πηγὴν τὸν Πατέρα ἀξιοῦσιν, ὡς πηγάζοντα μόνον, μὴ μέντοι γε καὶ ἐκ πηγῆς ὄντα. Εἰ τοίνυν καὶ μόνον πηγή, καὶ πάλιν οὐ πηγή, ὅτιπερ οὐδὲ ἔστιν αἴτιος ἑαυτοῦ, εἴη ἂν ὁ Πατὴρ καὶ μόνον πηγὴ καὶ πάλιν οὐ μόνον πηγή.

Καὶ χωρὶς δὲ τούτου, κινδυνεύσει καὶ ἁπλῶς τὸ αἴτιον ἐκ τοῦ μέσου γενέσθαι, ὅτι γε οὐδὲν αἴτιον ἑαυτοῦ. Καὶ μὴν τὸ λέγειν τὸν Πατέρα μὴ πηγὴν ὅτιπερ οὐ πηγάζει ἑαυτόν, λέγειν ἐστὶν αὐτὸν μὴ Πατέρα, ὅτι μὴ γεγέννηκεν ἑαυτόν· καὶ μὴν καὶ μὴ προβολέα, οὐδὲ γὰρ προὔβαλεν ἑαυτόν. Εἰ δὲ καὶ ἀληθές ἐστι λέγειν ὅτι οὐκ ἔστιν ὁ Πατὴρ Θεὸς ἑαυτοῦ, εἴη ἂν ταύτῃ γε καὶ οὐ Θεός, τῆς ἀκολουθίας τοῦ λόγου, τὰ τοιαῦτα ἀπαιτούσης. Οὐκοῦν τὸ πρῶτον αἴτιον εἴη ἂν καὶ Πατὴρ καὶ οὐ Πατήρ· καὶ προβολεὺς καὶ οὐ προβολεύς· καὶ Θεὸς καὶ οὐ Θεός. Καὶ περὶ τοῦ Υἱοῦ δὲ τὸ ἴσον ἂν λέγοιτο. Εἰ γὰρ οὐ πηγὴ ὁ Πατήρ, ὅτι γε οὐδαμῶς ἑαυτοῦ πηγή, οὐδὲ ὁ Υἱὸς πηγαστὸν εἴη ἄν, ὅτι γε οὐ πηγάζεται ἐξ αὑτοῦ· τοῦτο δέ ἐστι καὶ Υἱὸν αὐτὸν εἶναι ὅτι ἐκ τοῦ Πατρός, καὶ οὐχ Υἱὸν ὅτι οὐκ ἐξ αὑτοῦ.

Ἀλλὰ τῆς θεολογίας ταύτης, τί ἀτοπώτερον ἢ ἀναιδέστερον ἢ γραωδέστερον γένοιτ’ ἄν; Οὐκοῦν οὔτ’ ἄν τις ὑγιαίνων τὸν Πατέρα οὐ Πατέρα προσείποι, ἢ μὴ αἴτιον, ἢ μὴ Θεόν, ὅτιπερ οὐ Πατὴρ οὐδὲ αἴτιος, οὐδὲ Θεὸς ἑαυτοῦ, οὔτε μὴν τὸν αὐτὸν οὐ πηγὴν θεότητος, ὅτιπερ οὐ πηγάζει τὴν θεότητα τὴν αὐτὸς αὑτοῦ. Ὥστε οὐδὲ τὸν Υἱὸν νοῦν τις ἔχων, ὑγιῶς ἂν καλέσαι θεότητος οὐ πηγήν, ὅτιπερ οὐδαμῶς αἴτιος τῆς θεότητος τῆς ἑαυτοῦ. Καὶ μὴν εἰ μὲν ὁ Πατὴρ ἐπειδὴ ἑαυτοῦ πηγὴ διὰ τοῦτο πηγὴ θεότητος ὕμνηται, μὴ ἔστω τῷ Υἱῷ τοῦτο, ὅτι μὴ γεγέννηκεν ἑαυτόν. Εἰ δὲ τοῦτο ἀμήχανον, διὰ γὰρ τὸν ἐξ αὐτοῦ πλοῦτον τῆς τοιαύτης προσηγορίας ἔτυχε, πῶς ἂν εἴη δίκαιος ὁ Υἱὸς τὰ τοιαῦτα ἀκούειν;

Ἀλλὰ μήν, οὐδὲ ὅτιπερ οὐ πηγάζει τὴν θεότητα τὴν τοῦ Πατρὸς ὁ Υἱός, διὰ τοῦτο ἂν εἰκότως λέγοιτο θεότητος οὐ πηγή. Εἰ γὰρ πηγαστὸν πρὸς ἐκείνην, ὡς καὶ ἡ τοῦ Υἱοῦ φωνὴ μαρτυρεῖ, πάντα μᾶλλον ἢ τοῦτο ἔξεστι καὶ δὴ προσδοκᾶν· μὴ πηγάζειν μὲν γὰρ ἕκαστον ἢ ἑαυτὸ ἢ τὴν αἰτίαν τὴν αὑτοῦ, καὶ σφόδρα ἀληθές· μὴ εἶναι δὲ διὰ τοῦτο πηγήν, κομιδῇ γελοῖον· τὸ γὰρ τοιαῦτα ἐνθυμεῖσθαι, καὶ παρὰ τὰ πράγματα, καὶ παρ’ αὐτὴν τὴν τοῦ λόγου χρῆσιν, καὶ παρὰ πᾶν τὸ εἰκός. Ὅταν γάρ τινα φῶμεν μὴ γεγονέναι Πατέρα, οὐχ ὅτιπερ οὐ γεγέννηκεν ἢ ἑαυτὸν ἢ τὸν Πατέρα τὸν ἑαυτοῦ τοῦτο λέγομεν—ταῦτα γὰρ τοῖς μαινομένοις προσήκει—ἀλλ’ ὅτιπερ οὐκ ἐγέννησεν ἕτερον ἐξ αὐτοῦ. Οὐκοῦν καὶ ὅταν περὶ τοῦ Υἱοῦ λέγωμεν ὡς οὐκ ἔστι πηγὴ θεότητος, τὸ μὲν τὴν ἑαυτοῦ ἢ τὴν τοῦ Πατρὸς ἐννοεῖν, τοῖς παραπαίουσιν ἀπορρίψομεν, ζητήσομεν δὲ θεότητα ὑπερούσιον ἑτέρου προσώπου ἧς ἐκ τοῦ Πατρὸς προϊούσης, οὐκ ἂν εἴη πηγὴ ὁ Υἱός· καὶ ταύτῃ διακέκριται πρὸς αὐτόν· καὶ ἣν μὴ πηγάζων, οὐκ ἂν πηγὴ θεότητος λέγοιτο.

Εἰ τοίνυν διακρίνεται μὲν τῇ πηγῇ τῆς θεότητος ὁ Πατὴρ τοῦ Υἱοῦ καὶ μόνη πηγὴ θεότητος ὁ Πατήρ, καὶ πᾶσα ἀνάγκη μὴ εἶναι πηγὴν θεότητος τὸν Υἱόν, τὰ δὲ προειρημένα τὸ ἀδύνατον ἔχει, ὥστε δι’ ἐκεῖνα μὴ πηγὴν θεότητος αὐτὸν οἴεσθαι, λείπεται πάσης ἐλαυνούσης ἀνάγκης, μὴ εἶναι πηγὴν θεότητος τὸν Υἱόν, ὅτιπερ οὐ πηγάζει τὸ Πνεῦμα τὸ ἅγιον. Ὥσπερ γὰρ ἕκαστον πηγὴ ἢ αἴτιον λέγεται, οὐχ ὅτιπερ αἴτιον ἢ ἑαυτοῦ ἢ τῆς αἰτίας τῆς ἑαυτοῦ, ἀλλ’ ὅτι πηγάζει ἕτερον ἐξ αὐτοῦ.

Ἡ γὰρ πηγὴ πρὸς τὸ πηγαζόμενον ἀποδίδοται, οὐ πρὸς ἑαυτὴν ἀντιστρέφει, τὸν αὐτὸν τρόπον καὶ ὁ Υἱὸς οὐ πηγὴ θεότητος, οὐχ ὅτιπερ οὐ πηγάζει ἢ ἑαυτὸν ἢ τὸν Πατέρα τὸν αὑτοῦ, ἀλλ’ ὅτιπερ τῆς τοῦ Πνεύματος θεότητος οὐκ ἔστι πηγή· λοιπὴ γὰρ αὕτη ἥτις καὶ παρ’ αὐτοῦ ἑτέρα, καὶ οὐδὲ ἡ αὐτὴ τῷ Πατρὶ καθ’ ὑπόστασιν.

Ὥστε καὶ Λατῖνοι δίκαιοι ἂν εἶεν ἑλέσθαι τῶν δύο τὸ ἕτερον: ἢ μὴ λέγειν τὸν Υἱὸν θεότητος οὐ πηγήν, ἢ μὴ νομίζειν ἐξ αὐτοῦ καθ’ ὕπαρξιν προϊέναι τὸ Πνεῦμα. Ἀλλὰ τὸ μὲν πρότερον, ἀρνουμένων ἐστὶ τὴν θεολογίαν τὴν ἀποστολικήν· οὐκοῦν λείπεται σὺν τῷ δικαίῳ τὸ δεύτερον, μηδαμῶς τοῦ Πνεύματος προβολέα νομίζειν καὶ τὸν Υἱόν· ἐπεὶ ἄλλως γε, τὴν τῶν ἀποστόλων διδασκαλίαν στῆναι καὶ ὁπωσοῦν ἀμήχανον.

Ἔτι, οὐκ ἔστι πρός γε ταὐτὸ τήν τε αἰτίαν τῆς σχέσεως ἀνάγειν καὶ τὴν τοῦ μόνος ἀντιδιαστολήν· οὐ γὰρ ἐνδέχεται. Τὸν γὰρ Υἱὸν ἐκ μόνου τοῦ Πατρὸς γεννηθῆναι λεγόντων, οὐ πρὸς τὸν Υἱὸν καὶ τὸ μόνος ὁρᾷ, ἀλλ’ ἡ μὲν γέννησις πρὸς αὐτόν, ἡ δὲ ἀντιδιαίρεσις πρὸς τὸ Πνεῦμα, ὅτι μὴ καὶ ἐκ τοῦ Πνεύματος ὁ Υἱός.

Ταύτῃ τοι καὶ εἰ δύο μόνα πρόσωπα θεότητος ἦσαν, γεννᾶσθαι μὲν τὸν Υἱὸν ἐκ τοῦ Πατρὸς καὶ πάνυ ἂν ἐλέγομεν· ἐκ μόνου δὲ τοῦ Πατρὸς οὐδαμῶς. Ἡ γὰρ ἀντιδιαστολὴ ἐν τοῖς προσωπικοῖς πρὸς αὐτὰ τὰ θεῖα πρόσωπα καὶ οὐδαμῶς ἑτέρωσε βλέπει· τούτων κειμένων, καὶ τῆς μὲν πηγῆς πρὸς τὸ πηγαζόμενον ἀποδιδομένης, τοῦ δὲ προσδιορισμοῦ τοῦ μόνος, πρὸς ἄλλο τι τὴν ἀντιδιαίρεσιν ἀπαιτοῦντος ἵνα μὴ μάτην λέγοιτο, εἰ κατὰ τὴν νέαν ἐξήγησιν οὕτω μόνη πηγὴ Υἱοῦ καὶ Πνεύματος ὁ Πατὴρ ὡς ἀμφοτέρων ὁμοῦ, μὴ μέντοι γε καὶ ἑκατέρου μόνη πηγή, ζητήσομεν τὸ μόνος, ποῦ ποτε τὴν ἀντιδιαστολὴν ἔχει· ἢ γὰρ πρὸς ἀμφότερα πρὸς ἃ καὶ ἡ σχέσις ἢ πρὸς τὸ ἕτερον αὐτῶν, τὸν Υἱὸν δηλαδὴ ἢ τὸ Πνεῦμα, ἢ πρὸς ἄλλο τι τῶν ἔξωθεν. Ἀλλὰ πρὸς μὲν αὐτὰ πρὸς ἃ καὶ ἡ σχέσις ὁμοῦ, χώραν οὐκ ἂν ἔχοι· ἀπαιτεῖ γὰρ ὁ λόγος τὴν ἀντιδιαστολὴν πρὸς ἕτερον, οὐ πρὸς ἃ λέγεται· οὐ γὰρ αὐτὰ ἐξ ἑαυτῶν εἶεν ἄν. Εἰ δὲ πρὸς τὸν Υἱὸν μόνον πηγὴν μὲν οὖσαν, ἀλλ’ οὐδαμῶς ἀμφοτέρων ἀλλὰ μόνον τοῦ Πνεύματος, ἀλλ’ οὐδὲ τοῦτο. Πρῶτον μέν, ὅτι οὐ πρὸς ἕτερον, καὶ οὕτως ἡ ἀντιδιαστολή· ἔπειτα, ποίων ἀμφοτέρων οὐκ ἔστι πηγὴ ὁ Υἱός; Οὐδὲ γὰρ τετρὰς ὁ Θεός· λοιπὸν γὰρ μόνον τὸ Πνεῦμα, οὗ τὴν αἰτίαν διδόασι τῷ Υἱῷ. [Ἔνστασις:] Εἰ δὲ λέγοιεν ἀμφοτέρων, ἑαυτοῦ δηλαδὴ καὶ τοῦ Πατρός, μὴ εἶναι πηγὴν τὸν Υἱόν, τοῦ δὲ Πνεύματος καὶ σφόδρα γε εἶναι; [

Λύσις:] Ἀλλὰ δέδεικται προσεχῶς καὶ σφόδρα ἀδύνατον νομίζειν τὸν Υἱὸν θεότητος οὐ πηγήν, ἐπειδήπερ οὐ πηγὴ ἑαυτοῦ. Ἀλλὰ μὴν οὐδὲ πρὸς τὸ Πνεῦμα τὴν τοῦ μόνος ἐροῦμεν ἀντιδιαστολήν, ὅτι μηδὲ πηγὴ θεότητος τὸ Πνεῦμα καὶ ὁπωσοῦν πρὸς ἄλλο τι δὲ τῶν ἔξωθεν· καὶ πῶς ἂν εἴη δίκαιον προσωπικῆς τῆς διακρίσεως οὔσης; Λείπεται λοιπὸν μάτην εἰρῆσθαι τὸν τοῦ μόνος τρόπον, μηδενὸς ὑπολειπομένου, πρὸς ὃ τὴν ἀντιδιαστολὴν ἀναφέρειν ἐστίν, ἀλλ’ ἄτοπον.

Καὶ μήν, εἰ μὲν ὅλως ἔξεστι προστιθέναι, διατί μὴ καὶ ἡμῖν ἀπαντῶσι πρὸς τὰ ἐκείνων; Πάλαι γὰρ ἂν ἦμεν ἀπηλλαγμένοι πραγμάτων, οὕτω τὴν θεσπεσίαν ἐπιόντες τοῦ Κυρίου φωνήν: «ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ ‘μόνου’ τοῦ Πατρὸς ἐκπορεύεται.» Εἰ δὲ τοῦτο ἀπείρηται, ἵνα μὴ τὰ ζητούμενα ὡς ὁμολογούμενα ὑποκέηται, πολλῷ πρότερον οὐκ ἂν εἶεν δίκαιοι Λατῖνοι τοιαῦτα παρ’ ἑαυτῶν ἐννοεῖν, ὁρικῶν ὄντων τῶν τοῦ διδασκάλου λόγων· περὶ γὰρ ἰδιοτήτων τῶν θεαρχικῶν προσώπων ἡ πρόθεσις. Καὶ χωρὶς δὲ τούτων, εἰ τὴν μὲν προσθήκην καὶ τὸ ἐνδεχόμενον ἔχουσαν, οὐκ ἂν ἐδεξάμεθα ῥᾳδίως, καὶ διὰ τὰ προειρημένα καὶ διὰ τὸ μὴ τόδε ἅμα τε ἐνδέχεσθαι, καὶ ἅμα νομίζειν εἶναι, τί ποτε περὶ αὐτῆς λογίζεσθαι χρή, οὕτω τὸ ἀνακόλουθον ἐχούσης καὶ τὸ ἀδύνατον, ὡς καὶ κατὰ τῆς κοινῆς τοῦ λόγου χρήσεως ἵστασθαι, καὶ τέλος μηδὲ ἑαυτῇ συμβαίνειν ἀρκούσης;

Οὐκοῦν τοῦ μὲν κοινοῦ παιδευτοῦ τῆς πίστεως ἀπροσδιορίστως καὶ ἁπλῶς προενεγκόντος τὸν λόγον, τῶν δὲ προσδιορισμῶν, οὓς ἄν τις ἐννοήσειε μάλιστα πολλαχόθεν ἐξεληλεγμένων τὸ ἀδύνατον ἔχειν, λείπεται κατὰ πᾶσαν ἀνάγκην οὕτως ἐπιέναι τὴν ἀποστολικὴν ἀπόφασιν, ὡς μηδαμῶς καταδεχομένην ἢ προσδιορισμὸν ἢ προσθήκην ἥντινα δήποτε, καὶ οὕτω νομίζειν τὸν Πατέρα μόνην πηγὴν θεότητος, ὥσπερ καὶ μόνον ἀγέννητον καὶ μόνον γεννήτορα, ὡς μηδὲ στῆναι δυναμένης ἑτέρως τῆς πίστεως τῆς ἀποστολικῆς.

Ἔτι εἰ τῇ ἑρμηνείᾳ Λατίνων τὸ εὔλογον καὶ ὁπωσοῦν ἔχει δοίημεν, διακριθήσεται μὲν ὁ Υἱὸς τοῦ Πνεύματος τῷ αἰτίῳ καὶ τῷ ἐξ αὐτοῦ· ὁ δὲ Πατὴρ τῷ Υἱῷ καὶ κατὰ τὸ προβάλλειν, ὡς ἂν φαῖεν Λατῖνοι, γένοιτ’ ἂν ἕν· ἀλλὰ ταῦτά γε οὐδ’ εἰς νοῦν τοῖς διαδόχοις τῶν ἀποστόλων, ὅτι μηδὲ τὰ τοιαῦτα φασὶν αἱ γραφαί· σημεῖον δὲ ὥσπερ καὶ ἀνωτέρω δέδεικται, ὅτι μηδὲ τὴν αἰτίαν τοῦ Πνεύματος ὁ μακάριος διδάσκαλος ἀνέθηκε τῷ Υἱῷ, καὶ ταῦτα ἐπαγγειλάμενος τὸν παντελῆ τῆς ὑπερφυοῦς διακρίσεως παραδώσειν λόγον. Οὐκοῦν ἄτοπον ἅπερ ἐκεῖνος ὡς μὴ τηρούμενα ταῖς γραφαῖς ἀπεκρύψατο, ταῦτα ἡμᾶς ἀπορρίπτειν ἐκείνῳ, καθάπερ οἱ συκοφάνται τὰ νόθα ταῖς δῆθεν γεννησαμέναις· καὶ ταῦτα μηδεμίαν κοινότητα διαῤῥήδην ἐν τοῖς διακρίνουσι τῶν θείων ὀνομάτων αὐτοῦ συγχωρήσαντος.

Ἔτι πᾶν ὅπερ Θεὸς μόνος ἔχει, καὶ ἁπλῶς μόνος ἔχει· τοῦτο δὲ δῆλον ἐπί τε τῶν οὐσιωδῶν ἐπί τε τῶν προσωπικῶν θεωροῦντι τὸν λόγον. Μόνος τε γὰρ ἀγαθός, καὶ μόνος ἁπλῶς καὶ Θεός· καὶ πάντα εἰδὼς καὶ πάντα δυνάμενος. Ἀλλὰ καὶ ἐπὶ τῶν προσωπικῶν αὐτὸ τοῦτο· μόνος τε γὰρ Πατὴρ ὁ Πατήρ, καὶ μόνος ἁπλῶς. Οὐ πῇ μὲν μόνος, πῇ δὲ οὐ μόνος. Κατὰ συμβεβηκὸς γὰρ οὐδὲν ἐκεῖ. Καὶ ἐπὶ τοῦ Υἱοῦ δέ, μόνος σαφῶς Υἱὸς ὁ Υἱός· καὶ μόνος ἁπλῶς. Καὶ ἐπὶ τοῦ Πνεύματος τὸν ὅμοιον τρόπον. Οὐκοῦν καὶ ἐπὶ τοῦ πηγάζειν θεότητα, εἰ μόνη πηγὴ θεότητος ὁ Πατήρ, καὶ μόνη πηγὴ θεότητος ἁπλῶς, καὶ οὐ πῶς μὲν μόνη πηγή, πῶς δὲ οὐ μόνη; ταῦτα δὴ τὰ Λατίνων. Εἰ δὲ ἁπλῶς μόνη πηγὴ ὁ Πατήρ, καὶ οὐδεμιᾷ μηχανῇ γένοιτ’ ἂν τοῦτο κοινὸν καὶ τῷ Λόγῳ.

Καὶ χωρὶς δὲ τούτου, οὐδεὶς ὑγιαίνων τὸν νοῦν, ἴδιον ἂν κυρίως λέγοι τινός, ὅπερ οὐχ ἁπλῶς ἐκείνῳ μόνῳ καὶ δὴ πρόσεστιν, ἀλλὰ κατά τινα τρόπον ἐκείνῳ μόνῳ. Τὰ γὰρ μὴ προσόντα ἁπλῶς, οὐδ’ ἐν τοῖς κυρίως ἰδίοις τακτέον ἐστίν. Οὔτε γὰρ τὸ γελαστικὸν ἢ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, πῶς μὲν μόνῳ τῷ ἀνθρώπῳ; πῶς δὲ οὐ μόνῳ; Οὔτε ἐπὶ τῶν ἄλλων ὁμοίως ὃ ἄν τις ἑκάστου ἴδιον ἀποδῷ.

Εἰ δ’ ἐν τοῖς οὖσιν οὕτω τὸ κυρίως ἴδιον τοῦ μὴ κυρίως διώρισται, πῶς ἂν ἐπὶ τῶν ὑπερουσίων, τὸ μὴ ἁπλῶς, κατά τι δ’ ὑπάρχον, κυρίως ἂν ἴδιον λέγοιμεν; Πῶς δ’ ἂν τὸ μὴ κυρίως ὑπάρχον, διακρινεῖ; ἀλλ’ ἄτοπον. Οὕτω γὰρ τὰ θεῖα παρὰ τοῖς διαδόχοις τῶν ἀποστόλων διῄρηται, ὡς αὐτὰ διακέκριται τὰ θεῖα, τοῖς προσώποις τοῖς ἑαυτῶν δηλαδή.

Ἔτι οὐδεὶς περὶ τοιούτων πραγματευόμενος καὶ τὰς ἰδιότητας ἑκάστου σκοπούμενος ἀνάσχοιτ’ ἄν ποτε ἢ ὅπερ οὐ καθόλου τῷ πράγματι πρόσεστιν ἁπλῶς ἀξιῶσαι ἢ ὅπερ ἁπλῶς ἐστι μερικῶς ἀποδοῦναι. Οὔτε γάρ τις τὴν ἰδιότητα τοῦ ἀνθρώπου θηρώμενος μόνον ἂν εἶπε ζῷον τὸν ἄνθρωπον ἢ μόνην τὴν ἐλαίαν φυτόν, ἕως ἂν καὶ ἄλλοις ταῦτα κοινά, οὔτε πολλῷ πρότερον Διονύσιος κάλλιστα πάντων τὰ τοιαῦτα ἠκριβωκώς, τὸ πηγάζειν ὡς ἴδιον ἀπένειμε τῷ Πατρί, εἴγε τούτου καὶ ὁπωσοῦν μετῆν τῷ Υἱῷ. Ἢ σὺ μὲν τὸν ἄνθρωπον τοῦ ἵππου οὐκ ἂν ῥᾳδίως διέλοις τῷ ζῴῳ, ψευδῆ τὸν λόγον εἰδὼς καὶ ἀδύνατον, ἀλλὰ τῷ τοιῳδὶ ζῴῳ· κατὰ γὰρ τὸ λογικὸν καὶ ἄλογον αὐτοῖς ἡ διαίρεσις. Τὸν δὲ μακάριον ἐκεῖνον τοὺς διαλεκτικοὺς κανόνας ἡγούμενος ἀγνοεῖν φορητόν τι νομίζεις ποιεῖν, καὶ πηγὴν θεότητος εἰδότα καὶ τὸν Υἱόν, ἁπλῶς τῇ πηγῇ καὶ μὴ τῇ τοιάδε πηγῇ τὸν Πατέρα τοῦ Υἱοῦ διελεῖν. Ἀλλ’ ὥσπερ σύ, εἰ ἀδιορίστως τῷ καίειν διεῖλες τὴν γῆν τοῦ πυρός, οὐδεμιᾷ μηχανῇ καίειν ἂν εἶπες τὴν γῆν, οὕτω πολλῷ πρότερον ἐκεῖνος ἁπλῶς τῇ πηγῇ τὰς θεαρχικὰς τῶν ὑποστάσεων διελών, ἕως ἂν ὁ Πατὴρ μόνη πηγὴ θεότητος ᾖ, οὐκ ἂν φαίη πηγήν, ἢ τὸν Υἱὸν ἢ τὸ Πνεῦμα τὸ ἅγιον.

Καὶ μήν, ὅπερ αἱ ἰδιότητες ἐν τοῖς προσώποις τοῖς θεαρχικοῖς, τοῦτο τοὺς ὅρους ἐν τοῖς ἄλλοις δύνασθαι ἴσμεν· οὐδὲ γὰρ τὸ παράπαν τὰ θεῖα τοῖς ὅροις ὑποπεσεῖται. Κακία δὲ ὅρου ὥσπερ τὸ πλέον ἔχειν κατὰ τὰς λέξεις, οὕτω δὴ καὶ τὸ κατὰ ταῦτα ἐλλείπειν.

Τοῦτο δὲ πῶς ἂν ἢ ἠγνόησεν ὁ διδάσκαλος, ἢ εἰδὼς ἑκὼν καθυφῆκε; καὶ ταῦτα αὐτὸ τοῦτο ὑπόθεσιν προστησάμενος ὥσπερ ἀληθείας, οὕτω δὴ καὶ σαφηνείας φροντίσαι, καὶ πάντα σαφῶς καὶ εὐτάκτως ἀποδοῦναι καὶ πάντα ἀναπτῦξαι καὶ εἰς φῶς ἀγαγεῖν τὰ συνεπτυγμένως Ἱεροθέῳ καὶ ἀρχαϊκῶς εἰρημένα.

Ἔτι πολλοὶ μὲν οἱ περὶ Θεοῦ λέγοντες, πολλὰ δὲ καὶ τὰ κατηγορούμενα τοῦ Θεοῦ. Εἰ μὲν οὖν καὶ ἄλλό τι κοινὸν ὡς ἴδιον ἑνὸς πρὸς διάκρισιν προσώπων οἱ θεολογοῦντες παρέδωκαν, ἡγείσθω μὲν ἐκεῖνο· τοῦτο δὲ μετ’ ἐκεῖνο. Εἰ δ’ οὐδὲν παρ’ οὐδενὸς οὐδέποτε τοῦτο γε εἴρηται, ὥσπερ τοὐναντίον, οὐδὲ τὸ ἰδιάζον ἀντὶ κοινοῦ, πᾶσα ἀνάγκη καὶ τὸ πηγάζειν μόνῳ τῷ Πατρὶ πρὸς διάκρισιν ἀποδοθέν, μηδενὶ ἑτέρῳ προσεῖναι. Εἰ δὲ μὴ τοῦτο εἴη, ὥσπερ ὁ τὸν Υἱὸν ἀξιῶν μόνην πηγαζομένην θεότητα, πᾶσα ἀνάγκη ψεύδεσθαι διὰ τὸ πηγάζεσθαι καὶ τὸ Πνεῦμα, οὕτως ἀνάγκη πάσχειν ταὐτὰ καὶ τὸν μόνην πηγαίαν θεότητα τὸν Πατέρα οἰόμενον, διὰ τὸ πηγὴν θεότητος εἶναι καὶ τὸν Υἱόν. Ὅλως γὰρ εἰ μὲν ἐπὶ τῆς πηγῆς καὶ τῆς αἰτίας μετὰ τοῦ ἀληθεύειν ὁ τὸν Πατέρα λέγων μόνην πηγὴν θεότητος, πηγῆς ὄντος καὶ τοῦ Υἱοῦ, διατί μὴ τοῦτο, καὶ ἐπὶ τοῦ αἰτιατοῦ καὶ τοῦ πηγαστοῦ; Εἰ δ’ ἐπὶ τούτων ἀληθεύειν ἀδύνατον, καὶ οὐδεὶς ὑγιαίνων τὰ θεολογικὰ μόνην πηγαζομένην θεότητα τὸν Υἱὸν ἢ τὸ Πνεῦμα ἐρεῖ, διατί μετὰ τῆς ἀληθείας ὁ μόνην πηγὴν θεότητος τὸν Πατέρα ἀξιῶν πηγάζοντος καὶ τοῦ Υἱοῦ τὸ ἅγιον Πνεῦμα; ἀλλ’ οὔκ ἐστι. Ἀλλ’ ὥσπερ ἐκεῖνο οὐδέποτε ὡς ἴδιον ἀπεφήναντο, ἀλλὰ κοινόν φασι καὶ Υἱῷ καὶ Πνεύματι τὸ ἐκ τοῦ Πατρός, οὕτως οὐδέποτε τοῦτο τῇ θεολογίᾳ τῇ ἡνωμένῃ πρέπειν ἐνόμισαν.

Πᾶσα ἄρα ἀνάγκη, τὸ μὲν κοινῶς ἀποδοθὲν μὴ ἂν ἰδιαζόντως εἰρῆσθαι χώραν ἔχειν καὶ ἡντινοῦν, τὸ δὲ ἰδιαζόντως εἰρημένον μηδέποτε κοινότητα καταδέξασθαι. Οὐκ ἄρα τὸ πηγάζειν θεότητα κοινὸν καὶ ὁπωσοῦν Πατρὶ καὶ Υἱῷ, ἀλλὰ μόνος ὁ Πατὴρ πηγαία θεότης ἁπλῶς καὶ μόνος ἀρχὴ καὶ μόνος αἴτιος καὶ οὐδαμῶς ὁ Υἱός.

Καὶ μὴν εἰ τῆς θεολογικῆς ἀποφάσεως λεγούσης κοινὸν Πατρὶ καὶ Υἱῷ τὸ πηγάζειν θεότητα, ἡμεῖς τῇ πηγαίᾳ θεότητι διελεῖν ἐπεχειροῦμεν τὸν Πατέρα καὶ τὸν Υἱόν, μόνην πηγὴν θεότητος τὸν Πατέρα λέγοντες, ἆρα οὐκ ἂν σὺν τῷ δικαίῳ Λατῖνοι ψεύδους καὶ ἀναισχυντίας καὶ μανίας ἡμᾶς ἐγράψαντο, οὕτως ἰταμῶς ἐπιπηδῶντας τοῖς λόγοις τοῖς θεολογικοῖς; Πῶς οὖν ἀξιοῦσιν αὐτοὶ μετὰ τοῦ ἀληθεύειν γίνεσθαι πηγὴν θεότητος καὶ τὸν Υἱὸν λέγοντες, οὕτω διαῤῥήδην τῆς ἀποφάσεως τῆς θεολογικῆς καὶ τῇ πηγῇ διακρινούσης τὰ θεῖα πρόσωπα, καὶ μόνον τὸν Πατέρα διατεινομένης πηγαίαν εἶναι θεότητα; ἀλλ’ οὐκ ἔστιν. Εἰ γὰρ τὸ κοινὸν οὐκ ἂν ἰδιάζον γένοιτο, πῶς οὐκ ἂν εἴη συμφορὰ εἴ τις τὸ ἰδιάζον, καὶ ἄλλοις λέγοι κοινόν;

Ἔτι πόῤῥωθεν ἔθος τοῖς θεολογοῦσιν ἐστίν, ὅσα μὲν τῶν θείων ὀνομάτων τῇ Τριάδι κοινὰ ἢ τισὶ τῶν θεαρχικῶν προσώπων, ταῦτα τῇ ἡνωμένῃ θεολογίᾳ τηρεῖν, ὅσα δὲ ἴδια καὶ ἀφωρισμένως ἑνὶ προσώπῳ, ταῦτα τῇ διακεκριμένῃ. Μιγνύναι δὲ ἴδιον καὶ κοινὸν καὶ τὸ ἐκ τούτων ὡς ἰδιάζουσαν διάκρισιν εἰσάγειν παρὰ τὴν ἰδιότητα τὴν ἐξ ἀρχῆς, τοῦτο δή, περίεργον εἰδότες καὶ περιττὸν καὶ φιλοτιμίαν κενὴν καὶ σαφῆ γέλωτα διέπτυσαν. Οἷον τὸ μὲν ἀγέννητον ἢ τὸ γεννητὸν ἴδια σαφῶς εἰδότες Πατρὸς καὶ Υἱοῦ, ταύτῃ διαιροῦσι θεοπρεπῶς τὸν Πατέρα καὶ τὸν Υἱόν, τὴν δὲ φωνὴν τὴν Θεὸς κοινὴν ἡγούμενοι, ἕνα Θεὸν τὴν Τριάδα προσεῖπον. Τὸ δὲ Θεὸς ἀγέννητος ὁμοῦ, ὥσπερ διάκρισιν ἑτέραν εἰσάγειν, ὥστε διελεῖν τὸν Πατέρα καὶ τὸν Υἱὸν καινοτέραν δή τινα παρὰ τὴν τοῦ ἀγεννήτου μόνον φωνήν, ἀλλὰ τοῦτο γε οὐκ ἂν ἴδοις ἐν ταῖς θεολογίαις ταῖς ἐκείνων. Εἰκότως. Ἢ γὰρ ἴσον τοῦτο ἐκείνῳ καὶ διαφέρον οὐδὲν εἰς διακρίσεως λόγον, καὶ ἀδολεσχία καὶ φιλοτιμία πέρας οὐκ ἔχουσα τὰ τοιαῦτα ἤ, εἰ ἕτερον, ἅμα τε ὁ λόγος ψευδὴς καὶ εἰς ἄπειρον ἂν ἡμῖν περισταίη ὁ τῆς θείας διακρίσεως λόγος. Εἰ γὰρ τὰ μὲν ἰδιάζοντα τῶν θείων ὀνομάτων ὀλίγα, πολλὰ δὲ τὰ κοινά, εἴκοσι φέρε εἰπεῖν ἢ τριάκοντα, πᾶσα ἀνάγκη ἑκάστην ἰδιότητα ἑκάστῃ συνημμένην κοινότητι, διάκρισιν ἀπογεννᾶν, ἄλλην παρὰ τὴν ἐξ ἀρχῆς.

Οὐκοῦν πέντε τυχὸν ὄντων τῶν διακεκριμένων ὀνομάτων, τριάκοντα δὲ τῶν κοινῶν, πεντήκοντα καὶ ἑκατὸν τὰς διακρίσεις ἀνάγκη γίνεσθαι· ἀλλὰ καὶ σύνδυο κοινότητες ἑκάστῃ τῶν διακρίσεων ἑνωθεῖσαι, ἄλλο διακρίσεων πλῆθος ἡμᾶς διδάξουσι· καὶ σύντρεις ὁμοίως· καὶ τέτταρες ὡσαύτως. Καὶ οὕτως εἰς ἄπειρον ἡμῖν ἡ τῆς θεολογίας βαδιεῖται πρόθεσις, ἣν συντετμημένην καὶ σαφῆ καὶ εὐσύνοπτον τοῖς διαδόχοις τῶν ἀποστόλων ἔθος καλεῖν. Ἀλλὰ ταῦτα γε οὐκ ἂν ἴδοις ἐν ταῖς θεολογίαις τῶν διδασκάλων καὶ ἅμα πάσας διακρίσεις ἐπαγγειλάμενος ἐρεῖν Διονύσιος καὶ τὸν παντελῆ τούτων παραδώσειν λόγον, κινδυνεύει μηδὲ ὀλίγας εἰπεῖν. Εἰς τοσοῦτον πλῆθος ἁπασῶν περιισταμένων ὡς μηδὲ ἀπαριθμεῖσθαι δυναμένων. Εἰ δὲ ταῦτα ἄτοπα καὶ παρὰ τὸ κοινὸν τῶν θεολογούντων ἔθος καὶ παρὰ τὸν Διονυσίου σκοπόν, καὶ παρὰ πάντα διδασκαλικὸν τρόπον, οὐδ’ ἄρα τὴν Διονυσίου φωνὴν Λατῖνοι κατὰ τὴν Διονυσίου γνώμην ἀνέγνωσαν.

Καὶ μὴν καὶ ἑτέρως ἄχρηστος ἂν δειχθείη ὁ τοιοῦτος τῆς διακρίσεως τρόπος· ἄν τε γὰρ τὸ γεννᾶν καὶ προβάλλειν ὁμοῦ, ὡσαύτως φῶσι διακρίνειν τὸν Πατέρα καὶ τὸν Υἱόν, ὥσπερ καὶ ἡ τοῦ γεννᾷν ἰδιότης, ἀνάγκη ψεύδεσθαι Διονύσιον ἐπαγγειλάμενον μὲν ἐρεῖν τὸν τελεώτατον τῆς διακρίσεως τρόπον, καινότερον δὲ εἰπόντα μηδέν, ἀλλὰ ταὐτὰ ὥσπερ εἴρηται καὶ ἅπερ ἐν τῷ συντετμημένῳ ἔφθη παραδοὺς λόγῳ. Ἄν τε τοῦτο κἀκεῖνο ἑτέραν καὶ ἑτέραν διάκρισιν λέγωσι, ψεύδεσθαι πᾶσα ἀνάγκη Θωμᾶν τὸν τῆς θεολογίας τῆς Λατίνων διδάσκαλον, μὴ διακρίνεσθαι λέγοντα τοῦ Υἱοῦ τὸν Πατέρα, ἐν εἰκοστῷ πέμπτῳ τοῦ κατὰ Ἑλλήνων τετάρτου βιβλίου, εἰ μὴ καθόσον οὗτος μέν ἐστι Πατήρ, ἐκεῖνος δὲ Υἱός. Εἰ δ’ ἑκατέρωθεν τὸ ναυάγιον, οὐκ ἄρα οὔθ’ ἡμῖν, οὔτε τῇ ἐκκλησίᾳ Λατίνων τὴν ἐξήγησιν ταύτην νομιοῦμεν προσήκειν.

Ἔτι ἕκαστον προσωπικὸν ἰδίωμα, τὸν τοῦ μόνος προσδιορισμὸν ἔχον μεθ’ ἑαυτοῦ, καὶ ἑκάστου θεαρχικοῦ προσώπου τεταγμένως καὶ ὡς προσῆκε κατηγορούμενον, διακρίνει τοῦτο τῶν λοιπῶν δύο. Ὥσπερ γὰρ τὸ “μόνος ἀγέννητος ὁ Πατὴρ” ἢ “μόνος γεννῶν ὁ αὐτός”, τὸν Πατέρα διίστησιν Υἱοῦ καὶ Πνεύματος, τὸν ἴσον τρόπον καὶ τὸ “μόνος ὁ Υἱὸς γεννητὸς” καὶ “μόνον ἐκπορευτὸν τὸ Πνεῦμα τὸ ἅγιον”, τὸ μέν, τὸν Υἱόν, Πατρὸς καὶ Πνεύματος ἀποδιαιρεῖ, τὸ δέ, τὸ Πνεῦμα τὸ ἅγιον, Πατρὸς καὶ Υἱοῦ διίστησι· κἀνταῦθα δὴ μάλιστα πάντων τῷ Διονυσίῳ σκοπὸς ὡς ἐδείξαμεν, μόνην πηγὴν θεότητος τὸν Πατέρα λέγοντι, τοῦτον Υἱοῦ καὶ Πνεύματος διελεῖν. Ἂν τοίνυν κατὰ τὴν νέαν ἐξήγησιν οὕτω τὴν ῥῆσιν δεξώμεθα, ὅτι μόνος ὁ Πατὴρ γεννᾷ καὶ προβάλλει ὁμοῦ, ἕνεκα μὲν τοῦ διακριθῆναι τὸν Υἱὸν τοῦ Πατρός, ἴσως ἄν τις μὴ πάνυ τοι χαίρων τὴν ἑρμηνείαν παραδέξαιτο ταύτην· ὥστε δὲ διακριθῆναι τὸν Πατέρα τοῦ Πνεύματος, μάταιον ὁ τοῦ ὁμοῦ προσδιορισμός, τοῦ Πνεύματος τὸ πηγαῖον οὐδαμῶς ἔχοντος.

Οὐκοῦν ἑκατέρωθεν τὴν ἐξήγησιν ἀνάγκη ταύτην διαπεσεῖν καὶ οἷς τὰ μὴ ὄντα προστίθησι παρὰ πᾶσαν ἣν ἂν εἴποις τοῦ λόγου χρῆσιν, καὶ οἷς ἡ προσθήκη ἀργὸς καὶ μάταιος ἐξελήλεγκται. Ἔτι κἀκείνως ἡ τῶν Λατίνων ἐξήγησις οὐκ ἂν συμβαίῃ τῷ τοῦ Διονυσίου σκοπῷ· ὁ μὲν γάρ, σαφῆ τὸν ἑαυτοῦ λόγον φησὶ καὶ εὐσύνοπτον καὶ εὔτακτον καὶ ὡρισμένον καὶ τὸ ποικίλον ἐπιεικῶς καὶ ἀσαφὲς ἀπαναινόμενον, ἃ δὲ ἐκεῖνοι φασί, ποικίλα δή τινα καὶ ἐργώδη, καὶ εἰπεῖν χαλεπά, καὶ νοῆσαι τοιαῦτα. Τί γὰρ εἰς ἀσαφείας λόγον γένοιτ’ ἂν ἴσον, μόνην πηγὴν θεότητος τὸν Πατέρα ἀκούοντας καὶ ταῦτα περὶ διακρίσεως ὄντος τοῦ λόγου, μὴ οὕτω νοῆσαι τὴν θείαν ἀπόφασιν, ὥσπερ δὴ καὶ τὰς ἄλλας τὰς ὁμοίως ἐχούσας, λέγω δὴ τὸ μόνος ἀγέννητος ὁ Πατὴρ ἢ μόνος γεννητὸς ὁ Υἱὸς ἢ μόνος ἐκπορευτὸς ὁ Παράκλητος, ἀλλὰ κύκλους μὲν πολλοὺς περιβάλλεσθαι, προσδιορισμοὺς δὲ πλάττειν, μιγνύναι δὲ πάντα χρήματα, πᾶν δὲ αἴνιγμα ἀποκρύπτειν καὶ οὕτως ἐπὶ τὴν ἐξήγησιν τῆς ἀποφάσεως ἔρχεσθαι; Τὸ δὲ ἀπειρηκέναι μὲν τὸν διδάσκαλον μὴ θεμιτὸν εἶναι εἰπόντα τὰ ἡνωμένα διαιρεῖν, ὥσπερ μηδὲ τὰ διακεκριμένα συγχεῖν, ἔπειτα τὸν αὐτὸν τῇ πηγῇ διαστῆσαι μὲν τοῦ Πατρὸς τὸν Υἱόν, Λατίνους δὲ καὶ τῷ Υἱῷ τὴν πηγὴν διδόναι, καὶ οὕτω πειρᾶσθαι τὴν Διονυσίου φωνὴν πρὸς τὴν ἑαυτῶν γνώμην βιάζεσθαι, τοῦτο δὴ καὶ πέρα παντὸς αἰνίγματος.

Ἀλλ’ ἴδωμεν καὶ τὴν ἐξήγησιν τὴν αὐτῶν τί ποτε βούλεται. [Ἔνστασις:] Μόνη πηγὴ θεότητος, ὁ Πατήρ, φασιν, οὐκ ἀπροσδιορίστως, οὐδ’ ἁπλῶς, ἀλλὰ δηλονότι μόνη πηγὴ Υἱοῦ καὶ Πνεύματος συνημμένως· ἑκατέρου γὰρ οὐ μόνη πηγή· τοῦ γὰρ Πνεύματος καὶ ὁ Υἱός. [Λύσις:] Ταῦτα δὲ ὅτι λύοντός ἐστι τὴν ἁρμονίαν τῶν ὁμοίως ἐχουσῶν ἀποφάσεων καὶ αἰνίγματα λέγοντος καὶ πᾶσαν ἀφανίζοντος τὴν τοῦ διδασκάλου γνώμην, οὐδεὶς ἀγνοεῖ. Πόθεν γὰρ ἡμῖν ἡ τοσαύτη προσθήκη; Εἰς ποῖον δὲ παράδειγμα τὰ τοιαῦτα ἀνενεγκεῖν ἔχουσι; Πῶς δ’ ἂν ὁ λόγος ἔχοι τὸ ἐνδεχόμενον, οὕτω τοῦ μακαρίου λέγοντος περὶ ὧν νυνὶ ζητοῦμεν: «Χρὴ δὲ ὡς οἶμαι μᾶλλον ἀναλαβόντας ἡμᾶς τὸν παντελῆ τῆς θείας ἑνώσεως καὶ διακρίσεως ἐκθέσθαι τρόπον, ὅπως ἂν ἡμῖν εὐσύνοπτος ὁ πᾶς ἐγγένηται λόγος, τὸ μὲν ποικίλον ἅπαν καὶ ἀσαφὲς ἀπαναινόμενος, εὐδιακρίτως δὲ καὶ σαφῶς καὶ εὐτάκτως τὰ οἰκεῖα κατὰ δύναμιν ὁροθετῶν.» Εἰ δὲ τὰ μὲν Διονυσίου τοιαῦτα, τὰ δὲ ἐκείνων σφιγγὸς ἀτεχνῶς αἰνίγματα, γνώμην ἑαυτῶν, οὐ θεολογικὴν διάνοιαν, Λατῖνοι φέροντες ἡμῖν ἥκουσιν.

Ἔτι τί δεῖ πολλῶν μὲν κύκλων ἡμῖν, τοσούτων δὲ προσδιορισμῶν, τρόπων δὲ θεραπείας τοιούτων; Οὐδὲ τὴν ἀρχὴν ἐχρῆν τὸν μακάριον ἐκεῖνον παιδευτὴν ὄντα τῆς θεολογίας τῆς ἀποστολικῆς, μᾶλλον δὲ οὐδ’ ἂν ὅλως ἠνέσχετο πηγαίας καὶ ὁπωσοῦν θεότητος εἰς μνήμην ἰέναι, ἐφ’ ᾧ τὸν Πατέρα τοῦ Υἱοῦ διελεῖν, Διονύσιος ὤν, ἀλλὰ τοῦτο τῇ κοινότητι καὶ τῇ ἑνώσει τῶν προσώπων τηρήσας, τὴν ἑτερότητα τῇ πατρότητι καὶ τῇ υἱότητι φέρων ἔδωκεν ἄν. Διατί; Ὅτι τῶν θείων ὀνομάτων, τὰ μέν, τῇ ἡνωμένῃ, τὰ δέ, τῇ διακεκριμένῃ θεολογίᾳ προσήκουσιν. Ὅτι ἴσον εἰς βλασφημίας λόγον ἐστὶ τοῖς τε κοινοῖς καὶ ἡνωμένοις τὰ πρόσωπα διαιρεῖν καὶ τοῖς διακεκριμένοις συνάπτειν ἐπιχειρεῖν. Ὅτι οὐκ ἄλλος ὁ τοὺς νόμους τούτους τῇ ἐκκλησίᾳ θεὶς ἀλλὰ πρῶτος αὐτός.

Ὅτι οὐκ ἂν κατεδέξατο τοῖς νόμοις ἑαλωκέναι τοῖς αὐτὸς αὑτοῦ καὶ οὕτω περιπεσεῖν ἐλεεινῶς ἑαυτῷ, εἴ γε τὸ πηγάζειν ἤδει καὶ ὁπωσοῦν προσὸν τῷ Υἱῷ. Ὅτι γε ἡ τούτου συγγραφὴ θεολογίας τύπος τῷ τῶν ἀνθρώπων γένει καταπεμφθεῖσα παρὰ Θεοῦ καὶ δογμάτων ἀληθείας ἕνεκεν καὶ γλώσσης Ἑρμοῦ λογίου παντὸς ἄμεινον, τοῖς νοηθεῖσιν ἀρκούσης· καὶ δὴ καὶ σαφηνείας ἣν ὑπέστη φιλανθρώπως ἡμῖν, οὐ συγχωρεῖ τῇ καινοτομίᾳ Λατίνων προσέχειν καὶ ὁπωσοῦν· οὐ γὰρ μόνον τὴν διάκρισιν προειπὼν τὸ πηγαῖον ἐνεθυμήθη, ἀλλ’ ὅτι καὶ μόνην πηγὴν θεότητος διαῤῥήδην τὸν Πατέρα προσεῖπεν ἐπὶ διαιρέσει τοῦ λόγου. Οὐκοῦν ἀνάγκη Λατίνους τῶν δύο πάντως ἑλέσθαι τὸ ἕτερον, ἢ Διονύσιον ἀσεβείας γράψασθαι τῷ πηγάζειν θεότητα τὰ πρόσωπα διαστήσαντα, δέον τοὐναντίον τούτῳ συνάπτειν τὸν Πατέρα καὶ τὸν Υἱόν, ἢ ἑαυτοὺς εἰς βλασφημοῦντας τάττειν, οἷς τὴν ἀποστολικὴν θεολογίαν ἠθέτησαν· τούτοις ἑνοῦντες οἷς ἐκεῖνοι διέκρινον. Ἂν δὲ πάλιν ἀναισχυντεῖν ἐγνωκότες πρὸς τὰς ἐξηγήσεις τὰς ἑαυτῶν βλέπωσιν. Ἀλλ’ ἐδείξαμεν αὐτὰς πολεμίας μὲν τῇ κοινῇ τοῦ λόγου χρήσει, πολεμίας δὲ τοῖς νόμοις τῶν διαλεκτικῶν, ὧν ἄνευ οὐδὲ ἔστι λογίζεσθαι, καὶ μὴν καὶ παρὰ τὸν σκοπὸν προϊούσας τοῦ λόγου καὶ οὐ σωστικὰς τῶν τοῦ διδασκάλου ῥήσεων, ἀλλ’ ἀναιρούσας ἀναίδην, ἅπερ ἐξηγεῖσθαι προείλοντο καὶ οὐδὲ ἑαυταῖς συμβαίνειν ἀρκούσας.

Ὥστε πῶς οὐ νομίζοιτ’ ἂν συμφορὰ τὸ οὕτω τὴν Διονυσίου θεολογίαν ἐπιέναι, ὡς Λατῖνοι ταύτην ἀνέγνωσαν;

Ἔτι ἀξιώσομεν Λατίνους οὕτω τὰς θεολογικὰς ἐκλαμβάνειν ῥήσεις, ὡς αὐτὰς τὲ οἱ θεολόγοι ἀνέγνωσαν καὶ ἡμῖν φιλανθρώπως παρέδοσαν, οἳ τὴν ἐξήγησιν τῶν λόγων τῶν Διονυσίου, πραγματείαν σχεδὸν πρέπουσαν ἑαυτοῖς, εὖ καὶ καλῶς ἐνόμισαν, ἐκεῖνο εἰδότας, ὡς θεολόγοι θεολόγοις, συνετὰ φθέγγονται. Οὗτοι δ’ ἂν εἶεν Μάξιμος ὁ μέγας καὶ Ἰωάννης ὁ Σύρος καὶ Θεόδωρος ὁ τῶν Γραπτῶν ἕτερος, ἄνδρες μέχρις αἵματος πρὸς τὸ ψεῦδος ἀγωνισάμενοι καὶ τεχνῖται θεολογίας καὶ ἀπὸ ταύτης ὀνομασθέντες. Ὁ μὲν οὖν θεῖος Μάξιμος πρὸς Μαρῖνον γράφων Κύπρου πρεσβύτερον, ἡ δὲ πρόφασις τῆς ἐπιστολῆς περὶ ὧν καὶ ἡμῖν ὁ σκοπός, οὐκ αἰτίαν τὸν Υἱὸν εἶναι φησὶ τοῦ Πνεύματος. «Μίαν γὰρ αἰτίαν Υἱοῦ καὶ Πνεύματος, τὸν Πατέρα, τοῦ μέν, κατὰ γέννησιν, τοῦ δέ, κατ’ ἐκπόρευσιν» αὐτός τε οἶδε καὶ τοὺς οὕτω λέγοντας ἀποδέχεται. Δαμασκηνὸς δὲ ὁ μακάριος ἐν ὀγδόῳ τῶν θεολογικῶν, «τὸ Πνεῦμα τὸ ἅγιον, φησί, καὶ ἐκ τοῦ Πατρὸς λέγομεν καὶ Πνεῦμα Πατρὸς ὀνομάζομεν· ἐκ τοῦ Υἱοῦ δὲ τὸ Πνεῦμα οὐ λέγομεν, Πνεῦμα δὲ Υἱοῦ ὀνομάζομεν.»

Θεόδωρος δὲ ὁ ἀοίδιμος τὴν ὁμολογίαν συγγράφων τῆς πίστεως τῆς ἑαυτοῦ, ἣν αὐτῷ παρέδοσαν οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου, καὶ οἱ μετ’ ἐκείνους τὰ ἐκείνων διαδεξάμενοι μακάριοι καὶ θεῖοι Πατέρες ἡμῶν ὡς αὐτός φησι, τοιάδε περὶ τοῦ προκειμένου θεολογεῖ: «τηροῦντες ἀμιγεῖς καὶ ἀσυγχύτους τὰς ἀφοριστικὰς ἰδιότητας, ὡς οὐδαμῶς μεταπιπτούσας ἢ κινουμένας· Πατρὶ μὲν τὴν ἀγεννησίαν. καὶ τὸ αἴτιον τῶν ἐξ αὐτοῦ νέμομεν, Υἱῷ δὲ τὴν γέννησιν, Πνεύματι δὲ τὴν ἐκπόρευσιν.» Εἰ δὲ ἡ τοῦ Πατρὸς ἰδιότης ἡ ἀγεννησία καὶ τὸ αἴτιον τῶν ἐξ αὐτοῦ, ὥσπερ καὶ τοῦ Υἱοῦ μὲν ἡ γέννησις, τοῦ δὲ Πνεύματος ἡ ἐκπόρευσις, πῶς ἂν γένοιτο καὶ ὁ Υἱὸς αἴτιος καὶ πηγὴ θεότητος; Καὶ μὴν εἰ ὁ Υἱὸς οὐκ ἔχει τὴν αἰτίαν τοῦ Πνεύματος, καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα οὐκ ἔστι, πῶς οὐ πᾶσα ἀνάγκη ὡς μόνος ὁ Πατὴρ τοῦ Πνεύματος αἴτιος, καὶ προβολεὺς μόνος, καὶ ἐκ μόνου τοῦ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται;

Καὶ ὡς ἡ θεολογικὴ ῥῆσις ἔχει ἁπλῶς καὶ ἀπολύτως: μόνη πηγὴ θεότητος ὁ Πατὴρ Υἱοῦ τε καὶ Πνεύματος, καὶ ὥσπερ μόνη πηγὴ τοῦ Υἱοῦ, οὕτω δὴ καὶ μόνη τοῦ Πνεύματος. Καὶ ὅτι διακρίνεται ὁ Πατὴρ τῇ πηγῇ ὥσπερ τοῦ Πνεύματος, οὕτω δὴ καὶ τοῦ Υἱοῦ, μήτε τοῦ Πνεύματος μήτε μὴν τοῦ Υἱοῦ τὸ πηγάζειν ἐχόντων μεθ’ ἑαυτῶν.

Εἰ δὲ οὕτω τὰς τοῦ μακαρίου Διονυσίου φωνὰς οἱ τὰ ἐκείνου καλῶς εἰδότες καὶ ἀνέγνωσαν καὶ παρέδοσαν, μάτην λοιπὸν Λατίνοις ὁ τῶν μὴ ὄντων προσδιορισμῶν θόρυβος, καὶ ἀτεχνῶς βλασφημιῶν ἀφορμή. [Λύσις πρὸς τὸ τρίτον:] Πρὸς δὲ τὸ τρίτον, ῥᾳδία ἡ λύσις. Εἰ μὲν γὰρ οὕτως ὁ θεῖος Διονύσιος ἔλεγε, μόνον πηγὴ τῆς ὑπερουσίου θεότητος ὁ Πατήρ, οὐκ ἂν Λατίνοις ἐναντία ἐδόκει λέγειν, καὶ τὸν Υἱὸν οἰομένοις πηγὴ τοῦ Πνεύματος. Ἐξῆν γὰρ αὐτοῖς λέγειν: ὁ Πατὴρ μόνον πηγή, οὐ μέντοι γε καὶ ἐκ πηγῆς, τοῦ Υἱοῦ ἑκάτερον ὄντος, καὶ πηγῆς τοῦ Πνεύματος, καὶ ἐκ πηγῆς τοῦ Πατρός. Νυνὶ δὲ τοῦτο οὐκ εἶπεν, ἀλλὰ μόνη πηγὴ θεότητος ὁ Πατήρ, ἁπλῶς καὶ ἀδιορίστως. Ἄλλο δὲ τοῦτο—λέγω δὴ τὸ μόνη πηγὴ θεότητος ὁ Πατήρ—, κἀκεῖνο πάντως ἕτερον ἄν τις λέγῃ, μόνον πηγὴ θεότητος ὁ αὐτός· οὐδὲ γὰρ ἀντιστρέφει. Εἰ μὲν γὰρ μόνη πηγή, καὶ μόνον πηγὴ ἐξ ἀνάγκης· εἰ δὲ μόνον πηγή, οὐκ ἐξ ἀνάγκης καὶ μόνη πηγή.

Καὶ ὁ Παράκλητος δὲ μόνον αἰτιατὸς ἄν τις εἴποι, ὀρθῶς ἐρεῖ· οὐ γὰρ δὴ καὶ αἴτιος· μόνος δὲ αἰτιατὸς οὐδαμῶς, ἕως ἂν καὶ ὁ Υἱὸς αἰτιατὸς ᾖ καὶ κοινὸν αὐτοῖς τὸ ἐκ τοῦ Πατρός. Καὶ ὁ θεῖος δὲ Γρηγόριος ἐν τῷ περὶ τοῦ ἁγίου Πνεύματος λόγῳ, περὶ τοῦ Πατρὸς λέγων «ὡς μόνον Πατήρ· οὐ γὰρ δὴ καὶ Υἱός»· καὶ ὅτι μόνος Πατὴρ προσέθηκεν «οὐκ εἰς ταὐτὸ φέρειν ἑκάτερον» ἡγούμενος.

Καὶ Λατῖνοι δὲ μόνον μὲν τὸν Πατέρα πηγὴν καὶ πάνυ ἂν φαῖεν· ὅτι δὲ καὶ μόνη πηγή, οὐδαμῶς· κἂν προσποιεῖσθαι δοκῶσιν· ἕως ἂν φῶσι καὶ τὸν Υἱὸν πηγήν. Οὐκ ἄρα τοῦτο ἐκείνῳ ταὐτόν. Τούτων δὲ τοιούτων ὄντων, καὶ πολλαχόθεν ἀποδειχθέντων τῶν λόγων τὸ ἀδύνατον ἔχειν, ἂν τὰ παρὰ Λατίνων ὑποκέηται, οὐ χρὴ τὰ τοιαῦτα ἐξηγήσεις, οὐδ’ ἑρμηνείας ὀνομάζειν, ἀλλὰ λύμην καὶ διαφθορὰν καὶ κολοφῶνα κακῶν, καὶ πολιορκίαν τῶν ἀποστολικῶν ἀποφάσεων, πάντα ἐπαγομένην δεινὰ καὶ πάντα ἐπινεμομένην καὶ κατασχεῖν ἐπειγομένην καὶ αὐτῷ λοιπὸν ἐπιστρατεύουσαν τῷ οὐρανῷ! Ἕως μὲν γὰρ ἡ ἐξήγησις μήτε τῇ τοῦ λόγου χρήσει πολεμῇ καὶ τὸ ἐνδεχόμενον ἔχῃ, κἂν ἀνάσχοιτ’ ἄν τις τῶν ἄλλων ἀπόντων. Ὅταν δὲ πολὺ μὲν τὸ ἀδύνατον, πολὺ δὲ τὸ μαχόμενον καὶ τὸ ἀνακόλουθον ᾖ, καὶ τῷ σκοπῷ τῶν ῥήσεων καὶ τῇ κοινῇ τοῦ λόγου χρήσει καὶ τὸ μέγιστον καὶ ἑαυτῇ περιπίπτειν ἀναγκάζηται, τί τις ἂν ποιήσειε πρὸς τοσαύτην συμφοράν; Ἀγανακτῶν δὲ πρὸς τούτους, οἳ παραστήσεσθαι ἡμᾶς μετὰ τοιούτων ἤλπισαν λόγων, ἐπὶ τούτῳ μάλιστα ἂν ἀγανακτεῖν φαίην, ὅτι ταύτην ἀφέντες, ἑτέραν δή τινα ἐτράποντο καὶ τὸν δεῖνα καὶ τὸν δεῖνα ἡμῖν ἐπάγουσιν, ὡς δὴ τἀναντία οἰομένους τῶν ἀποστολικῶν ἀποφάσεων.

Ἀλλ’ ὦ μακάριοι, καὶ μάλα ἄν τις φαίη δικαίως οὐ χρὴ τὴν Θεολογίαν τὴν ἀρχαίαν ἄνευ ἐρυθήματος ἀθετοῦντας, ἐν ἐξηγήσεων εἰρωνείᾳ, καινοτέραν δή τινα διδασκαλίαν εἰσάγειν καὶ ταύτην ἀνάπτειν ἐπιχειρεῖν, τούτῳ ἢ ἐκείνῳ τῷ διδασκάλῳ· ἀλλὰ μᾶλλον τῶν ἐκ τῶν ἀποστόλων ἀκινήτων ἑστώτων καὶ τὸ σαφὲς ἐχόντων, τί ποτε βούλονται; Τὰ τῶν ἄλλων καὶ σφόδρα τοῖς ἀρχαίοις πειρᾶσθαι δεικνύναι συμβαίνοντα, ἢ παρὰ τῶν εἰδότων ἕως ἔξεστι τὴν συμφωνίαν ζητεῖν. Εἴτε γὰρ ἀληθείας ἡμῖν μέλλει, οὐδὲν ἂν γένοιτο τῶν λόγων τοῦ Πνεύματος ἀληθέστερον, εἴτε σαφηνείας, τί ποτε τὸ τοῦ λόγου βούλημα, οὐδὲν ἕτερον, ἢ ὅπερ ἡμῖν ἀρτίως ὁ τοῦ λόγου σκοπός. Περὶ γὰρ διακρίσεως θείας ἡμῖν τε κἀκείνοις ἡ πᾶσα σπουδή. Εἴτε μέγα νομίζεται εἰδέναι, τί ποτ’ ἂν εἴη τὸ σύμβολον τῆς ἀποστολικῆς Πίστεως, πάντα ταῦτα ἡμῖν ἡ θεολογία Διονυσίου γίνεται. Ἀλλὰ καὶ τοὺς ἑρμηνέας τῆς θεολογίας ταύτης, πῶς ποτε ταύτην ἀνέγνωσαν ἀπεδείξαμεν. Πῶς οὖν τὴν οὕτως ἔχουσαν διὰ τὰς προειρημένας ἐξηγήσεις ἢ δικαιότερον εἰπεῖν παρακούσματα, ἢ νομιοῦμεν ἀμφίβολον, ἢ ἐπὶ τὰ ἀγωνίσματα τῶν νεωτέρων διδασκάλων ἑλκύσομεν; Δέον τοὐναντίον μᾶλλον διὰ ταύτης τὰ ἐκείνων τῇ διδασκαλίᾳ προσαρμόζειν τοῦ Πνεύματος.

Τὰ μὲν γὰρ ἐκ τῶν διαδόχων τῶν ἀποστόλων καὶ λόγια δεύτερα καὶ περὶ πίστεως τοῖς συγγραφεῦσιν ὁ λόγος, καὶ πάντα τούτοις πρόσεστι τὰ προειρημένα.

Οἷς δὲ ὁπλίσαντες ἑαυτοὺς Λατῖνοι ἡμῖν ἐπίασιν, ὡς δῆθεν μετὰ τῶν διδασκάλων ἀπαντῶντες, οὐδὲ αὐτὸ τοῦτο καθαρῶς ἔχουσι δεῖξαι· ὡς ἢ τῆς πίστεως τῆς ἑαυτῶν ὁμολογίαν συγγράφοντες οἱ διδάσκαλοι, ἢ θεολογίαν διακεκριμένην τοῖς ἄλλοις παραδιδόντες, μετὰ τῆς καινοτομίας γίνονται. Ἀλλὰ περὶ ἄλλων ὄντος τοῦ λόγου καὶ οὐ περὶ τῶν προκειμένων, ῥήσεις ἐκεῖθεν ἁρπάσαντες, οὕτω τῇ ἀληθείᾳ καὶ ἡμῖν ἐπιστρατεύειν ᾠήθησαν· ἀλλ’ οὐ δίκαια ζητούντων τὰ τοιαῦτα ἀλλὰ φιλονεικεῖν ἐγνωκότων καὶ τοξεύειν εἰς οὐρανὸν καὶ πειρωμένων πάντα εἰκῇ καὶ μάτην μιγνύναι χρήματα. Οὐκοῦν ἀκινήτων μενόντων, ὡς οὐκ ἂν εἴη πηγὴ θεότητος ὁ Υἱός· τούτῳ γὰρ τοῦ Πατρὸς διακρίνεται καὶ διὰ ταῦτα οὐδὲ τοῦ Πνεύματος προβολεύς, ἐπεὶ θεότης τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ὡς μόνος ὁ Πατὴρ αἴτιος καὶ πηγὴ τοῦ Πνεύματος, μόνος γὰρ αὐτὸς πηγὴ θεότητος εἴρηται καὶ ὡς οὐδὲν τούτων ἵσταται, εἴ γε καὶ ἐκ τοῦ Υἱοῦ νομιοῦμεν τὸ Πνεῦμα τὸ ἅγιον, οὕτως ἐπὶ τὰς ἑρμηνείας τῶν ῥήσεων ἐκείνων ἰτέον ἐστί.

Τὸ γὰρ ἑτέρως ποιεῖν, ταὐτὸν ἂν εἴη, ὥσπερ ἂν εἰ τοῦ λόγου περὶ τῆς τῶν νεκρῶν ἀναστάσεως ὄντος, τί ποτε τῇ ἐκκλησίᾳ περὶ τούτου δοκεῖ· καὶ δὴ καὶ περὶ τῆς τοῦ Σωτῆρος ἐγέρσεως, ὁ μέν, ἐκ τοῦ συμβόλου τῆς πίστεως τὴν λύσιν ἐπῆγε, λέγων καὶ σφόδρα ἐλπίζειν τὴν τῶν νεκρῶν ἀνάστασιν καὶ δὴ καὶ τὸν Κύριον καὶ ἐκ νεκρῶν ἐγηγέρθαι καὶ ἀνειλῆφθαι καὶ τῷ Πατρὶ συγκαθέζεσθαι, καὶ πάλιν πιστεύειν ἥξειν τὸν αὐτὸν νεκρῶν καὶ ζώντων κριτήν· ἕτερος δὲ ἀντεπῆγε τὸ τῆς ᾠδῆς «οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσι», καὶ δὴ καὶ τὸ ἀποστολικὸν περὶ τοῦ Κυρίου «εἰ γὰρ καὶ ἐγνώκαμεν Χριστὸν Ἰησοῦν κατὰ σάρκα, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν»· καλῶς μὲν καὶ πάνυ γε εἰρημένα ἐφ’ οἷς εἴρηται· κακῶς δὲ ἐξειλημμένα κατὰ τοῦ συμβόλου τῆς πίστεως. Εἰ δὲ τῶν παραδεδομένων ἐν τῷ τῆς πίστεως ὅρῳ, οὐδὲν ἡγούμεθα πρότερον, ἀλλὰ τούτων ὑποκειμένων, ἐπὶ ταῦτα ἐκεῖνα ἕλκομεν, καὶ ταῦτα τοῦ μὲν ὅρου παρὰ τῶν Πατέρων ἐκδεδομένου, τῶν δ’ ἐνισταμένων ἐπιχειρούντων ἐκ τῆς γραφῆς, πῶς ἂν εἴη δίκαιον οὕτως ἐνταῦθα τὴν ἐναντίαν ἰέναι παρὰ πᾶν τὸ εἰκός, ὡς καὶ τὸ τῆς ἀποστολικῆς πίστεως σύμβολον; Ὃ δὴ καὶ αὐτὸς ὁ δεύτερος τῶν ἀποστόλων χορὸς ὡς οἰκείαν πίστιν καὶ σφόδρα ἀσμένως ἐδέξατο, τοῦτο ἐπὶ τοὺς τῶν πατέρων λόγους, ἕλκειν ἐπιχειρεῖν; Δέον αὐτὸ προκεῖσθαι παράδειγμα καὶ τῆς πίστεως καὶ τῆς διδασκαλίας τῆς ἐκείνων.

Τὸ δὲ καὶ ἐν οἷς πρὸς ἀγῶνας καὶ μάχας εἶχον οἱ τῆς ἐκκλησίας διδάσκαλοι κατὰ τῶν κοινῶν πολεμίων τῆς πίστεως, καὶ θεολογεῖν ἐκείνοις οὐ προκείμενον ἦν, ἀπὸ δὴ τούτων τῶν λόγων ῥήσεις παρακερδαίνειν νομίζειν, ἀφ’ ὧν μᾶλλον περὶ ὧν ἡ πρόθεσις εἰκάζειν ἐστὶν οὐκ ἐπίστασθαι, καὶ μετὰ τούτων κατὰ τῆς θεολογίας τῆς ἀποστολικῆς ἴεσθαι, καὶ ταῦτα οὕτω τὸ σαφὲς ἐχούσης καὶ γνώριμον, ἆρα οὐκ ἀτεχνῶς φιλονεικούντων καὶ ἐπὶ βρόχον ἐπειγομένων ἔρχεσθαι;

Ἀλλ’ οὐχ οὕτως ὁ μέγας Βασίλειος· ἄλλος γάρ φησιν ὁ τῆς μάχης καὶ ἄλλος ὁ τῆς εἰρήνης καιρός. Καὶ οὐ ταὐτὰ ἁρμόσει μαχομένοις τὲ πρὸς τοὺς ἔξωθεν καὶ πρὸς τοὺς οἰκείους περὶ πίστεως διαλεγομένοις. Ἐνταῦθα μὲν γὰρ καὶ μέχρι λέξεων ἡ φροντίς· καὶ πολλὴ καὶ περὶ τοῦ τυχόντος ἐστὶν ἡ σπουδή· ἐκεῖ δὲ ὁ τῶν ἀγώνων καιρὸς τὸ πλέον τούτων ἀφεῖλεν. Οὐκ ἄρα οὐδ’ ἡμεῖς δόξομεν ὑγιαίνειν τὰ θεολογικά, οὐδὲ περὶ τῶν θείων ὡς προσήκει διανοεῖσθαι, εἰ μετὰ τοιούτων λογισμῶν ἐπὶ τὴν τῶν θείων ἔρευναν ἀπαντᾶν οἰησόμεθα. Ὡς οὖν τοῦ πράγματος τούτου, τὰ ἄνω κάτω ποιοῦντος καὶ μηδὲν ἐῶντος ἀκίνητον, μηδὲ σαφὲς μηδὲ γνώριμον, ἐξ οὗ καὶ περὶ τῶν ἀδήλων ἔστι ζητεῖν, τὰ μὲν παρὰ τῶν διαδόχων τῶν ἀποστόλων κατὰ τὴν ἡμετέραν ἐξετασθέντα δύναμιν κατὰ χώραν ἐῶμεν· τρεπτέον δὲ τὸν λόγον ἐστὶ καὶ ἐπὶ τὰς συνόδους τὰς οἰκουμενικὰς καὶ ζητητέον τί ποτε καὶ ταύταις περὶ τῶν προκειμένων δοκεῖ. Καὶ γὰρ τῶν δογμάτων τῶν ἐκεῖ οὐδὲν οὔτε σαφέστερον οὔτε ἁγιώτερον οὔτε προτιμότερον οὔτε πρὸς πίστιν μᾶλλον δράσειεν ἄν· ἐπεὶ καὶ ταῦτα κανόνες τῶν ἑκάστοις εἰρημένων ἰδίᾳ καὶ πολλὴν τοῖς κεκριμένοις ἐκεῖ τὴν ὑπακοὴν ἡ ἐκκλησία πάλαι καλῶς ποιοῦσα ἀπένειμεν.