Καὶ χωρὶς δὲ τούτων, ὁ ταῦτα λέγων ὡς οὔτε ἀναγκαῖα οὔτε μὴν ἐνδεχόμενα ἀξιοῖ, δῆλον ἐκεῖθεν: τὸ γεννήτωρ καὶ προβολεὺς οὐχ ἕν ἐστιν, ἀλλὰ δύο. Ὅταν δὲ πολλὰ ἴδιον τινὸς λέγωμεν, ὧν τὸ μέν, καὶ ἄλλοις κοινόν, ὥσπερ τὸ προβολεύς, ὡς ἂν φαῖεν Λατῖνοι, τὸ δέ, ἴδιον, ὥσπερ δηλαδὴ τὸ γεννήτωρ, ἢ ὅρον ἐκφαίνομεν, ἢ τὸ τοιοῦτον ὑπογραφή. Ὑπογραφὴν δὲ ἢ ὅρον ἀπαγγέλλοντες, οὐ λέγομεν μετὰ συνδέσμου «ἄνθρωπος ἐστὶ ζῷον καὶ λογικὸν καὶ θνητόν», ἀλλὰ «ζῷον, λογικόν, θνητόν», ἀπολύτως. Ἐνταῦθα δὲ οὐκ εἶπεν ἀπολύτως ὁ θεολόγος, «ὁ μέν, προβολεύς, γεννήτωρ», ἵνα τοῦ καθόλου καὶ κοινοῦ προηγουμένου, λέγω δὴ τοῦ προβολέως, τὸ μερικὸν καὶ ἴδιον ἕποιτο, λέγω δὴ τὸ γεννήτωρ· ἀλλὰ τοὐναντίον ἅπαν· «ὁ μέν, γεννήτωρ καὶ προβολεύς», «καὶ» μετὰ συνδέσμου· καὶ ὁ προβολεὺς μετὰ τὸν γεννήτορα. Οὐκ ἄρα τὰ προειρημένα παρὰ Λατίνων ἀληθῆ, οὐδ’ ἡνωμένως τὸ προβάλλειν καὶ γεννᾶν ἴδιον, ἀλλὰ καὶ ἑκάτερον.