Τοῦτο καὶ ὅταν μόνον γεννήτορα τὸν Πατέρα φῶμεν, καὶ μόνον γεννητὸν τὸν Υἱόν, καὶ μόνον ἐκπορευτὸν τὸ Πνεῦμα τὸ ἅγιον.
Ἀλλὰ τῷ αἰτιατῷ ἢ τῷ Παρακλήτῳ, οὐδεὶς τὴν εὐσέβειαν ὑγιαίνων, προσθείη ἂν τὸ μόνος. Οὔκουν οὐδὲ προσκείμενον ἴδοις ἄν, οὐδ’ ἔστι χώρα τῇ τοῦ μόνου προσθήκῃ, ἐπειδήπερ αἰτιατὸς μὲν ὁ Υἱός, αἰτιατὸν δὲ καὶ τὸ Πνεῦμα τὸ ἅγιον; καὶ Παράκλητος μὲν ὁ Υἱὸς ὡς ὁ ἀπόστολος λέγει, ἄλλος δὲ Παράκλητος, ὡς ὁ Κύριος βούλεται, τὸ Πνεῦμα τὸ ἅγιον. Ἐπεὶ τοίνυν τὸ τῆς πηγῆς ὄνομα καὶ τοῦ αἰτίου, περὶ ὧν νυνὶ σκοποῦμεν, καὶ τῶν θείων ὀνομάτων εἰσὶ καὶ προσωπικά εἰσιν, οὐδὲ γὰρ κατὰ τῶν τριῶν κατηγορεῖται προσώπων, καὶ ὁ τοῦ μόνος δὲ τρόπος προσφυῶς αὐτοῖς ἀπεδόθη, τὰ δὲ τοιαῦτα ἀδύνατον πλείοσι προσώποις ὑπάρχειν, τί λοιπόν, ἢ τὸ πηγαῖον καὶ τὸ αἴτιον ἀδύνατον νομίζειν δυοῖν κατηγορεῖσθαι προσώπων, καὶ πᾶσαν εἶναι ἀνάγκην ἑνὸς θεαρχικοῦ προσώπου τὸ πρόσρημα οἴεσθαι, καὶ τοὺς μὴ οὕτω φρονοῦντας κατὰ τῆς ἑαυτῶν ὁπλίζεσθαι κεφαλῆς; Εἰ δὲ ταῦτα ἀληθῆ, πᾶσα ἀνάγκη μήτε τὸν Υἱόν, μήτε μὴν τὸ Πνεῦμα τὸ ἅγιον πηγὴν νομίζειν θεότητος, εἴπερ ὁ Πατὴρ μόνος πηγαία θεότης προσείρηται. Εἰ δὲ οὐκ ἔστι πηγὴ θεότητος ὁ Υἱός, μάταιον οὕτως ἀναγινώσκειν τὴν θεολογικὴν ἀπόφασιν, ὡς ὄντα τὸν Πατέρα μόνην πηγὴν θεότητος τῆς τοῦ Υἱοῦ, μὴ μέντοι γε καὶ τοῦ Πνεύματος.