Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεῖλος Καβάσιλας – Λόγοι πέντε περὶ τοῦ ἁγίου πνεύματος

Νεῖλος Καβάσιλας

Λόγος Τρίτος: Η μαρτυρία των Οικουμενικών Συνόδων περί του μοναδικού αιτίου

Στον τρίτο λόγο αναλύεται η διδασκαλία των πρώτων Οικουμενικών Συνόδων και των μεγάλων Πατέρων για την εκπόρευση του Αγίου Πνεύματος. Επεξηγείται η διαφορά μεταξύ φυσικών και υποστατικών ιδιωμάτων και αποδεικνύεται ότι η αιτιότητα αποτελεί ακοινώνητο ίδιον του Πατρός.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεῖλος Καβάσιλας

—

Κεφάλαιο 6 από 10

ΠΡΟΣ ΤΟ ΣΥΜΠΕΡΑΣΜΑ Η ΠΕΡΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ, ΛΟΓΟΣ ΤΡΙΤΟΣ Ἔτι γε μὴν καὶ ἐκ τῶν ἀποφάσεων τῶν ἁγίων καὶ οἰκουμενικῶν συνόδων γένοιτ’ ἂν ἡμῖν καταφανὲς τὸ ζητούμενον. Φασὶ τοίνυν οἱ ἐν τῇ κατὰ Νίκαιαν πρώτῃ συνόδῳ συνεληλυθότες θεῖοι πατέρες ἐν κεφαλαίῳ τῶν πράξεων [...] πρὸς τὸν διαποροῦντα φιλόσοφον, τοιάδε: «ἀλλ’ ἐπειδή σε πρὸς τὴν ἀλήθειαν βλέπειν ἐθέλομεν καὶ τοῦτο εὐχόμεθα, παραινοῦμεν σου τῇ συνέσει, ἄρξασθαι πίστει νοεῖν τὴν ἄκτιστον φύσιν ἐκείνην καὶ ἄτρεπτον καὶ μὴ ἀνθρωπίνοις λογισμοῖς ὡς πολλάκις εἰρήκαμεν πολυπραγμονεῖν κατατόλμα τὰ ὑπὲρ νοῦν, μηδὲ ταῖς κακοδόξοις καὶ ἀσεβέσιν ἐννοίαις Ἀρείου συμφύρεσθαι ἐπὶ πλεῖστον ὅσον ἀνέχου φιλόσοφος ὢν ὡς φὴς φιλόσοφε, ἀλλὰ δέχου πιστῶς ὡς ἀρτίως εἰρήκαμεν, τά τε νῦν ῥηθέντα σοι, τά τε μέλλοντα ῥηθήσεσθαι. Δέχου μίαν θεότητα τοῦ Πατρὸς τοῦ γεννήσαντος τὸν Υἱὸν ἀνεκφράστως, καὶ τοῦ Υἱοῦ τοῦ γεγεννημένου ἐξ αὐτοῦ, καὶ τοῦ ἁγίου Πνεύματος τοῦ ἐκπορευομένου ἐξ αὐτοῦ τοῦ Πατρός, ἰδίου δὲ ὄντος τοῦ Υἱοῦ, καθά φησιν ὁ θεῖος ἀπόστολος: “εἴ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὔκ ἐστιν αὐτοῦ”.» Προσέχειν δὲ ἄξιον!

Οὐ γὰρ μάτην εἴρηται τῷ θείῳ ἐκείνῳ χορῷ τὸ περὶ τοῦ ἁγίου Πνεύματος εἰρημένον «τοῦ ἐκπορευομένου ἐξ αὐτοῦ τοῦ Πατρός»· οὐ γὰρ οὕτως εἰώθαμεν τὰ νοήματα ἀπαγγέλλειν, ἀλλ’ ἐπειδὴ προσεχῶς τοῦ Υἱοῦ ἐμνημόνευσαν εἰπόντες «δέχου καὶ ἐπὶ τοῦ Υἱοῦ τὴν αὐτὴν θεότητα τοῦ γεγεννημένου ἐξ αὐτοῦ», εἶτα ἐπήγαγον «καὶ τοῦ ἁγίου Πνεύματος τοῦ ἐκπορευομένου ἐξ αὐτοῦ». Δείσαντες οἱ μακάριοι μή ποτε τὸ «ἐξ αὐτοῦ» περὶ τοῦ Υἱοῦ εἰρῆσθαι δόξῃ τισί, συνῆψαν τῷ «ἐξ αὐτοῦ» τὸ «ἐκ τοῦ Πατρός», ὅπως μηδεμία χώρα τῇ αἱρέσει περιλειφθῇ. Εἰ δὲ καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορευόμενον ᾔδεσαν τὸ Πνεῦμα τὸ ἅγιον, περίεργον ἡ προσθήκη. Οὐ μήν, ἀλλὰ καὶ ἀπὸ τοῦ τὸν λόγον οὕτω προαγαγεῖν καὶ διαιρέσει χρήσασθαι καὶ τὴν μὲν προβολὴν ἀποδοῦναι τῷ Πατρί, περὶ δὲ τοῦ Υἱοῦ εἰπεῖν ὡς ἴδιόν ἐστιν αὐτοῦ, τὸ προειρημένον δείκνυται.

Ὅτι δὲ τὸ «ἴδιον» οἰκειότητα φυσικὴν ἐμφαίνει τοῦ Πνεύματος πρὸς τὸν Υἱόν, καὶ αὐτοῦ εἶναι τὸ Πνεῦμα δείκνυσιν, οὐ μέντοι γε ἐξ αὐτοῦ ἐκπορευόμενον, αὐτοὶ μαρτυρήσουσιν εἰς ἀπόδειξιν ὅτι τὸ Πνεῦμα, τοῦ Υἱοῦ ἴδιόν ἐστι, τὸν μακάριον προβαλλόμενοι Παῦλον λέγοντα «εἴ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει οὗτος οὐκ ἔστιν αὐτοῦ.» Καὶ ὁ μέγας δὲ Βασίλειος, οὕτως ἀπέδωκε τὸ λέγεσθαι τὸ Πνεῦμα, Πνεῦμα Χριστοῦ· φησὶ γὰρ ἐν τῷ ὀκτωκαιδεκάτῳ τῶν πρὸς Ἀμφιλόχιον: «ἀλλὰ καὶ Πνεῦμα Χριστοῦ λέγεται, ὡς ᾠκειωμένον κατὰ φύσιν αὐτῷ.» Καὶ ὁ θεῖος δὲ Χρυσόστομος ἐν τῷ περὶ τοῦ ἁγίου Πνεύματος λόγῳ, σαφῶς δεικνὺς ὡς ἄλλο ἐστὶ λέγειν τὸ Πνεῦμα τοῦ Θεοῦ ἐστί, καὶ ἄλλο τὸ λέγειν τὸ Πνεῦμα ἐκ τοῦ Θεοῦ ἐστί, φησὶν οὑτωσὶ περὶ τοῦ ἁγίου Πνεύματος: «Πνεῦμα Θεοῦ καὶ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ· καὶ ἵνα μή ποτε ἀκούσαντες ἡμεῖς Πνεῦμα Θεοῦ, νομίσωμεν δι’ οἰκειότητα λέγεσθαι Πνεῦμα Θεοῦ, εἰσάγει ἡ γραφὴ τὸ Πνεῦμα τὸ ἅγιον καὶ προστίθησι τῷ “Θεοῦ” τὸ “ἐκ Θεοῦ”, ἄλλο δὲ τὸ “Θεοῦ”, καὶ ἄλλο τὸ “ἐκ τοῦ Θεοῦ”.» Ἤκουσας; Οὐκοῦν εἰ ἄλλο τὸ Θεοῦ εἶναι τὸ Πνεῦμα, καὶ ἄλλο τὸ ἐκ τοῦ Θεοῦ εἶναι, πᾶσα ἀνάγκη καὶ ἄλλο Υἱοῦ εἶναι τὸ Πνεῦμα λέγειν, καὶ ἄλλο ἐκ τοῦ Υἱοῦ εἶναι. Ἀλλὰ περὶ μὲν τούτων μικρὸν ὕστερον ἀκριβέστερον ἐροῦμεν, αὐτοῦ τοῦ ἁγίου Πνεύματος διδόντος λόγον ἡμῖν· ὁ δὲ λόγος, τῆς ἁρμονίας ἐχέσθω.

Πάλιν γὰρ ὁ μακάριος ἐκεῖνος χορὸς πρὸς τὸν αὐτὸν φιλόσοφον τοιάδε φησί: «μία μὲν ἡ φύσις, τρία δὲ πρόσωπα λεκτέα: πηγή, ποταμός, ὕδωρ.» Ἵνα δὲ μή τις λέγει καὶ τί τοῦτο πρὸς τὸ μὴ εἶναι τὸν Υἱὸν πηγὴν τοῦ ἁγίου Πνεύματος, φθάσαντες οἱ πατέρες διαῤῥήδην εἶπον οὑτωσί: «ἀλλ’ οὐδεὶς καλεῖ τὸν ποταμὸν πηγὴν ἢ τὴν πηγὴν ποταμόν.» Εἰ μὲν οὖν τὸ τῆς πηγῆς ὄνομα τὸ τοῦ Πατρὸς ὄνομα δηλοῖ μόνον, καὶ οὐδαμῶς τὸ τοῦ προβολέως, ὡς λέγεσθαι τὸν Πατέρα πηγὴν μὲν τοῦ Υἱοῦ, μὴ μέντοι γε καὶ τοῦ Πνεύματος, εἶχεν ἄν τις εἰκότα καὶ σφόδρα λέγειν ὡς ἀποφασκομένης τῆς πηγῆς ἀπὸ τοῦ Υἱοῦ, τὸ τοῦ Πατρὸς ὄνομα ἀποφάσκεται μόνον, οὐ μέντοι γε καὶ τὸ τοῦ προβολέως. Ἐπεὶ δὲ κατ’ ἀμφοτέρων ἡ πηγὴ λέγεται, καὶ κατὰ τοῦτο πηγὴ θεότητος ὁ Πατὴρ ὡς γεννῶν καὶ προβάλλων, ἡ δὲ πηγὴ ἐκδηλότατα ἀποφάσκεται τοῦ Υἱοῦ, οὐδεὶς γάρ φησι καλεῖ τὸν ποταμὸν πηγὴν ἢ τὴν πηγὴν ποταμόν, πῶς οὐ πρόδηλον κατὰ τοὺς πατέρας, ὡς τῆς αὐτῆς αἰτίας ἐστὶ τόν τε Πατέρα γεννήτορα ὄντα καὶ προβολέα, Υἱὸν ὀνομάζειν, καὶ τὸν Υἱόν, πηγήν, προβολέα δηλαδὴ καὶ Πατέρα;

Ταύτῃ τῇ εἰκόνι χρησάμενος ὁ θεῖος Χρυσόστομος ὕστερον, ἐν τῇ ἑρμηνείᾳ τοῦ ἐννενηκοστοῦ τρίτου ψαλμοῦ, πηγὴν τὸν Πατέρα, νῦν μὲν τοῦ Πνεύματος καλεῖ, νῦν δὲ τὸν αὐτόν, πηγὴν τοῦ Υἱοῦ· τοῦτο δέ ἐστι τὸν αὐτόν, νῦν μὲν ὡς γεννῶντα ἀνυμνεῖν, νῦν δὲ ὡς προβάλλοντα· εἶτα συμπέρασμα ἐπάγει μήτε τὸν ποταμὸν πηγὴν εἶναι, τοῦτο δέ ἐστι μήτε γεννᾶν, μήτε προβάλλειν, μήτε μὴν τὴν πηγὴν ποταμόν· ἔχει δὲ οὕτως ἡ λέξις: «πόθεν τὸ ὕδωρ τὸ ζῶν; ζητήσομεν αὐτοῦ τὴν πηγήν· τίς ἡ πηγή; λεγέτω Ἱερεμίας: “τάδε λέγει Κύριος, ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἡ γῆ, ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπε πηγὴν ὕδατος ζῶντος”. Ὁρᾷς πηγὴν ὕδατος τὸν Θεόν, ζῶν δὲ ὕδωρ τὸ Πνεῦμα τὸ ἅγιον; Πηγὴ ὕδατος ζῶντος ὁ Πατήρ, ποταμὸς ἐκ πηγῆς προερχόμενος ὁ Υἱός, ὕδωρ τοῦ ποταμοῦ τὸ Πνεῦμα τὸ ἅγιον· λεγέτω ταῦτα περὶ Υἱοῦ ὁ προφήτης Ἡσαΐας: “καὶ ἥξει Κύριος ὡς ποταμὸς ἐν γῇ διψώσῃ”. Ὁρᾷς πηγήν, ποταμόν, ὕδωρ ζῶν;» Ἐνταῦθα δὴ σαφῶς ὁ θεῖος Χρυσόστομος τὸ τῆς πηγῆς ὄνομα ἐπί τε τοῦ προβολέως καὶ τοῦ γεννήτορος ἐδέξατο· εἶτα ἐπάγει: «καὶ οὐ δύνῃ τὴν πηγὴν καλέσαι ποταμὸν ἕως τὴν ῥίζαν ὁρᾷς, οὔτε πάλιν τὸν ποταμὸν πηγήν.» Ταὐτὸν δέ ἐστι λέγειν τὸν Υἱὸν οὐδὲ γεννήτορα οὐδὲ προβολέα θέμις καλεῖν.

Ἵνα δὲ συνελόντες εἴπωμεν, εἰ ὁ προβολεὺς ἢ ὁ γεννήτωρ ἐξ ἀνάγκης καὶ πηγή, ὃς οὐκ ἔστι πηγή, ἐξ ἀνάγκης οὐδὲ γεννήτωρ ἂν εἴη, οὐδὲ προβολεύς. Τοῦτο δὲ διαῤῥήδην κεῖται, μὴ δύνασθαι λέγεσθαι πηγὴν τὸν Υἱόν.

Ἔτι φησὶν Ἀθανάσιος ὁ μέγας· κορυφαῖος δὲ οὗτος ἦν τοῦ ἱεροῦ τῶν πατέρων ἐκείνων χοροῦ, οὐ τῷ σχήματι, ἔτι γὰρ εἰς διακόνους τελῶν ἦν, ἄρτι τοῦ πολέμου καθισταμένου, ἀλλὰ τῇ δυνάμει τοῦ λόγου καὶ τῇ προθυμίᾳ τοῦ Πνεύματος. Φησὶ τοίνυν ἐκεῖνος ἐν τῷ λόγῳ τῷ περὶ τῆς ἀιδίου ὑπάρξεως Υἱοῦ τε καὶ Πνεύματος: «χωριζόμεθα δὲ καὶ τῶν ἰουδαϊζόντων καὶ τὸν χριστιανισμὸν ἐν ἰουδαϊσμῷ παραφθειρόντων, οἳ τὸν ἐκ Θεοῦ Θεὸν ἀρνούμενοι, Θεὸν ἕνα παραπλησίως Ἰουδαίοις λέγουσιν, οὐχ ὅτι μόνος ἀγέννητος καὶ μόνος πηγὴ θεότητος, διὰ τοῦτο φάσκοντες αὐτὸν μόνον Θεόν, ἀλλ’ ὡς ἄγονον Υἱοῦ καὶ ἄκαρπον ζῶντος Λόγου.» Εἰ δὲ τὸ ἀγέννητον προσωπικὸν ὄν, διὰ τὴν τοῦ μόνος προσθήκην, οὐκ ἐᾷ τὸν Υἱὸν ἢ τὸ Πνεῦμα τῆς τοῦ ἀγεννήτου μετέχειν προσηγορίας, πρὸς αὐτὰ γὰρ ἡ διαίρεσις ἀναφέρεται, διατί τὸ πηγὴ προσωπικὸν ὄν, καὶ τὸν τοῦ μόνος προσδιορισμὸν μεθ’ ἑαυτοῦ ἔχον, συνεισάγει καὶ τὸν Υἱὸν καὶ μεταδίδωσιν αὐτῷ τῆς αἰτίας; Δέον διὰ τοῦτο μᾶλλον μὴ λέγειν αἴτιον μηδὲ πηγὴν θεότητος τὸν Υἱόν. [Ἔνστασις:] Λατῖνοι δὲ ἐπιφυόμενοι τῇ θεολογικῇ ἀποφάσει, μηδέν φασιν αὐτοῖς ἐνοχλεῖν τὸν λόγον· λέγουσι καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι· κωλύειν γὰρ μηδέν, καὶ ἀμφότερα σῴζεσθαι, καὶ τὸν Υἱὸν πηγὴν τῆς τοῦ Πνεύματος ὑπάρξεως, καὶ εἶναι καὶ λέγεσθαι, καὶ μόνον τὸν Πατέρα πηγὴν εἶναι θεότητος.

Ἰδοὺ γὰρ «μόνος ἀληθινὸς Θεός, καὶ μακάριος καὶ μόνος δυνάστης καὶ μόνος ἔχων ἀθανασίαν», ὁ Πατὴρ εἴρηται παρὰ τῇ γραφῇ, ἀλλ’ οὐδὲν ἧττον ταῦτα καὶ ὁ Υἱός. Ὥσπερ τοίνυν ἐν τούτοις τὸ «μόνος» οὐκ ἐκβάλλει τὸν Υἱὸν ἢ τῆς θεότητος, ἢ τῆς δυναστείας ἢ τῆς ἀθανασίας, οὕτως οὐδὲ διὰ τὸ μόνον τὸν Πατέρα εἰρῆσθαι πηγὴν θεότητος ἐκβαλοῦμεν τὸν Υἱὸν τοῦ πηγὴν καὶ αὐτὸν εἶναι θεότητος. [Λύσις:] Ταῦτα δὲ ὅτι λύειν οὐ χαλεπὸν προϋποθεμένους ἀναγκαῖα τινὰ καὶ σφόδρα τῇ ἐκκλησίᾳ δοκοῦντα, ἐντεῦθεν ἂν εἴη δῆλον.

Καὶ πρῶτον κείσθω τοῦτο, γνώριμον ὂν παντί, ὡς ἄρα τῶν περὶ Θεοῦ λεγομένων, τὰ μέν, οὐσιώδη καὶ φυσικὰ καλοῦμεν, τὰ δέ, προσωπικά. Δεύτερον, ὅτι ὁ τοῦ ‘μόνος’ προσδιορισμὸς πρόσκειται μὲν καὶ τοῖς οὐσιώδεσιν, ὡς ὁ Κύριος ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ λέγει: «αὕτη ἐστὶν ἡ αἰώνιος ζωὴ ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν», πρόσκειται δὲ καὶ τοῖς προσωπικοῖς οἷς δὴ καὶ πρόσκειται, ὡς ὁ θεῖος Ἀθανάσιος ἐνταῦθα φησί: «μόνος ὁ Πατὴρ ἀγέννητος, καὶ μόνος πηγὴ θεότητος.» Τρίτον, ὅτι ἐν μὲν τοῖς φυσικοῖς ὁ τοῦ ‘μόνος’ προσδιορισμὸς οὐ διαιρεῖ ἀπ’ ἀλλήλων τὰ θεαρχικὰ πρόσωπα, ἀλλὰ πρὸς τοὺς ψευδωνύμους θεοὺς τὴν ἀντιδιαστολὴν ἔχει, ἐν δὲ τοῖς προσωπικοῖς ἡ διαίρεσις πρὸς αὐτὰ βλέπει τὰ θεῖα πρόσωπα· φησὶ γὰρ ὁ θεῖος Γρηγόριος ἐν τῷ εἰς τὴν Πεντηκοστὴν λόγῳ: «πάντα ὅσα ἔχει ὁ Πατήρ, τοῦ Υἱοῦ πλὴν τῆς ἀγεννησίας»· καὶ ἐν τῷ περὶ τοῦ ἁγίου Πνεύματος ὁ αὐτός: «τί δὲ οὐ προσαγορεύεται τὸ Πνεῦμα, δηλονότι ὧν Θεός, πλὴν ἀγεννησίας καὶ γεννήσεως;» Οὐκοῦν τὸ «μόνος ἀγέννητος» πρὸς ἀντιδιαστολὴν Υἱοῦ καὶ Πνεύματος εἴρηται.

Ὅτι δὲ περὶ τῶν οὐσιωδῶν, ὅταν αὐτοῖς ὁ τοῦ ‘μόνος’ προσκέηται προσδιορισμός, πρὸς τοὺς λεγομένους μέν, μὴ ὄντας δὲ Θεοὺς τὴν διαίρεσιν ἔχει, δείξει σαφῶς ἡ κοινὴ τῆς ἐκκλησίας δόξα. Φησὶ γὰρ ὁ μὲν θεῖος Ἀθανάσιος ἐν τῷ περὶ τῆς ἁγίας Τριάδος λόγῳ: «Ἰδού, φασὶν οἱ ἀρειανοί, αὐτὸς ὁ Υἱός, μόνον εἶναι Θεὸν ἀληθινὸν ὁμολογεῖ τὸν Πατέρα, καὶ αὐτὸς εὑρίσκεται ὁ Πατὴρ λέγων: “ἐγὼ Θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα”, καὶ “οὔκ ἐστι Θεὸς πλὴν ἐμοῦ”. Πῶς οὖν ὑμεῖς συνεισάγετε τῷ πρώτῳ καὶ μόνῳ καὶ κατὰ ἀλήθειαν ὄντι Θεῷ καὶ Πατρὶ τὸν Υἱὸν ὡς ὄντα, καὶ αὐτὸν κατὰ φύσιν Θεόν; Εἰδέναι δὲ χρὴ πρῶτον, ὅτιπερ οὐκ εἰς ἀναίρεσιν τοῦ Υἱοῦ τὰ τοιαῦτα φησὶν ὁ Πατήρ· τί γὰρ ἦν τὸ εἰς ταῦτα προελθεῖν παροτρῦνον αὐτόν;» Καὶ πάλιν ἀπὸ τοῦ αὐτοῦ λόγου: «Ποῖον ἔχει λόγον τὸ εἰς ἀναίρεσιν τοῦ Υἱοῦ τοιαῦτα φάναι τὸν Πατέρα; οὐκοῦν πρὸς ἀνατροπὴν μᾶλλον τῶν ψευδωνύμων θεῶν εἰρῆσθαι τὰ τοιαῦτα δώσομεν.» Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ τρίτῳ τῶν κατὰ ἀρειανῶν: «Ἐπειδὴ οἱ προσκείμενοι τοῖς ψευδωνύμοις θεοῖς ἀφίστανται τοῦ ἀληθινοῦ Θεοῦ, διὰ τοῦτο ἀγαθὸς ὢν καὶ κηδεμὼν τῶν ἀνθρώπων ὁ Θεός, ἀνακαλούμενος τοὺς πλανηθέντας φησίν: “ἐγὼ Θεὸς μόνος”, καὶ “ἐγώ εἰμι”, καὶ “πλὴν ἐμοῦ οὔκ ἐστι Θεός”· καὶ ὅσα τοιαῦτα, ἵνα τὰ μὲν μὴ ὄντα διαβάλλῃ, ἐπιστρέψῃ δὲ πάντας εἰς ἑαυτόν.» Ταῦτα μὲν ὁ θεῖος Ἀθανάσιος.

Ὁ δὲ θεῖος Γρηγόριος ἐν τῷ περὶ Υἱοῦ δευτέρῳ, φησί: «Τὸ “ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν Θεὸν” ἐπ’ ἀναιρέσει λέγεται τῶν οὐκ ὄντων μὲν θεῶν, λεγομένων δέ· οὐδὲ γὰρ ἂν προσέκειτο “καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν”, εἰ πρὸς ἐκεῖνον ἀντιδιῄρητο τὸ “μόνον ἀληθινόν”.» Τούτων ὑποκειμένων, ἐπεὶ τὸ «μόνος ἀληθινὸς Θεὸς ὁ Πατὴρ» οὐ πρὸς τὸν Υἱὸν τὴν ἀντιδιαστολὴν ἔχει, εἴη ἂν καὶ ὁ Υἱὸς ἀληθινὸς Θεὸς ὥσπερ καὶ ὁ Πατήρ. Τοῦτο καὶ τῆς θείας ἡμᾶς παιδευούσης γραφῆς, ὡς ὁ ἀπόστολος Ἰωάννης φησὶν ἐν ταῖς ἐπιστολαῖς περὶ τοῦ Υἱοῦ γράφων «οὗτος ἐστὶν ὁ ἀληθινὸς Θεός.» Τὸ δὲ «μόνη πηγή», ἐπεὶ πρὸς διάκρισιν διαῤῥήδην τῶν θεαρχικῶν ὑποστάσεων εἴρηται—φησὶ γὰρ ὁ θεῖος Διονύσιος: «ἔστι δὲ καὶ διάκρισις ἐν ταῖς ὑπερουσίοις θεολογίαις, οὐχ ἣν ἔφην μόνον, ἀλλ’ ὅτι καὶ τὰ τῆς ὑπερουσίου θεογονίας οὐκ ἀντιστρέφει πρὸς ἄλληλα, μόνη δὲ πηγὴ τῆς ὑπερουσίου θεότητος ὁ Πατήρ»—οὐκ ἂν εἴη πηγὴ θεότητος οὔθ’ ὁ Υἱὸς οὔτε μὴν τὸ Πνεῦμα τὸ ἅγιον.

Ὥστε οὐ χρὴ τοὺς τῆς ἀληθείας διαιτητὰς τὰ προσωπικὰ συντάττειν τοῖς φυσικοῖς, καὶ λέγειν οὕτω τὰ προσωπικὰ ὅτι γε οὕτω τὰ φυσικά, ἀλλὰ τοὐναντίον· ὅτι γε οὕτω τὰ φυσικὰ ἑτέρως δὲ τὰ προσωπικά, τοῖς μὲν γὰρ ἑνοῦνται τὰ θεῖα, τοῖς δὲ διακρίνονται· τὸ δὲ τὴν ἕνωσιν ὑπάγειν τῇ διακρίσει, πάντα χρήματα μιγνύντος ἐστί, καὶ τοῖς κειμένοις ἀντινομοθετοῦντος καὶ εἰς οὐρανὸν τοξεύοντος.

Ἔτι καὶ ἀπὸ τῆς ἁγίας καὶ οἰκουμενικῆς δευτέρας συνόδου πειρατέον ἂν εἴη δεῖξαι τὸ προκείμενον. Πρῶτον μὲν ἁγία καὶ οἰκουμενικὴ δευτέρα καλεῖται· πῶς δ’ ἂν εἴη τοιαύτη μὴ διὰ πάντων τῇ πρώτῃ συμβαίνουσα; Οὐ μὴν ἀλλὰ καὶ ἐν τῷ πρώτῳ αὐτῆς κανόνι φησίν: «ὥρισαν οἱ ἐν Κωνσταντινουπόλει συνελθόντες ἅγιοι Πατέρες μὴ ἀθετεῖσθαι τὴν πίστιν τῶν Πατέρων τῶν τριακοσίων δεκαοκτὼ τῶν ἐν Νικαίᾳ συνελθόντων ἀλλὰ μένειν κυρίαν.» Εἰ δὲ βούλονται μὴ ἀθετεῖσθαι τὴν πίστιν τὴν ἐκείνων, πίστις δὲ ἐκείνων μόνον ἀγέννητον καὶ μόνην πηγὴν θεότητος τὸν Πατέρα εἶναι καὶ μὴ εἶναι πηγὴν τὸν Υἱόν, τὸ ἑξῆς Λατῖνοι συναγέτωσαν.

Ἔτι ἡ ἁγία καὶ οἰκουμενικὴ αὕτη σύνοδος ἐν τῷ ὅρῳ αὐτῆς τοιάδε φησί: «πιστεύομεν καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον.» Λατῖνοι μὲν οὖν ἀκούσαντες ἐκπορευόμενον ἐκ τοῦ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον, οὕτω τὴν ἀπόφασιν ἐδέξαντο, ὡς πᾶσαν ἀνάγκην εἶναι καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι· ὁ δὲ πολυύμνητος ἐκεῖνος χορὸς οὐχ οὕτω βούλεται, ἀλλὰ τοὐναντίον ἅπαν, ὡς ἐκ μόνου τοῦ Πατρὸς ἐκπορευόμενον καὶ οὐδαμῶς ἐκ τοῦ Υἱοῦ· δῆλον δέ· Πατέρα μὲν καὶ καθηγεμόνα τῆς ἱερᾶς ἐκείνης φατρίας, καὶ τοῦ συμβόλου τῆς πίστεως συγγραφέα, Γρηγόριον ἴσμεν, ᾧ θεολογία τὸ γνώρισμα· φησὶ γὰρ ἡ ἐν Χαλκηδόνι ἁγία καὶ οἰκουμενικὴ σύνοδος ἐν τῷ πρὸς βασιλέας Ῥωμαίων προσφωνητικῷ αὐτῆς λόγῳ: «Οἱ μὲν ἐκ τῆς Σαρδικῆς κατὰ τῶν Ἀρείου λειψάνων ἀγωνισάμενοι, τοῖς ἐν ἀνατολῇ τὴν κρίσιν ἐξέπεμπον· οἱ δὲ ἐνταῦθα, τὴν Ἀπολιναρίου λύμην φωράσαντες, τοῖς ἐν δύσει τὴν ψῆφον ἐγνώριζον· καὶ τῶν μέν, Ὅσιος ἐξῆρχε τῆς γνώμης, τῶν δέ, Νεκτάριος σὺν Γρηγορίῳ τὴν ἡγεμονίαν ᾔραντο.» Ὁ δὲ θεῖος οὗτος ἄνθρωπος, τὰ θεῖα πρόσωπα θεοπρεπῶς καὶ συνάπτων καὶ διαιρῶν ἐν τῷ λόγῳ ᾧ Κατάπλους ἡ ἐπιγραφὴ τῶν ἀπ’ Αἰγύπτου ἐπισκόπων, φησί: «πάντα ὅσα ἔχει ὁ Πατήρ, τοῦ Υἱοῦ· πλὴν τῆς αἰτίας.»

Τί τῆς θεολογίας ταύτης ἢ σαφέστερον, ἢ ἀληθέστερον, ἢ σεμνότερον γένοιτ’ ἄν; Οὐκ ἔχει τὴν αἰτίαν τῆς θεότητος φησὶν ὁ Υἱός, καὶ ταύτῃ διακρίνεται τοῦ Πατρός, ὥσπερ δὲ τὸ ζῷον κατὰ ἀνθρώπου καὶ ἵππου λεγόμενον, τὸ μὴ ζῷον οὐδὲ ἄνθρωπος οὐδὲ ἵππος, τὸν αὐτὸν τρόπον καὶ ἐνταῦθα τῆς αἰτίας καὶ ἐπὶ τοῦ γεννήτορος λεγομένης καὶ ἐπὶ τοῦ προβολέως. Αἴτιος γὰρ ὁ Πατὴρ Υἱοῦ τε καὶ Πνεύματος, τοῦ μὲν ὡς γεννῶν, ὡς προβολεὺς δὲ τοῦ Πνεύματος. Ὁ μὴ τὴν αἰτίαν ἔχων ἁπλῶς, οὔτε Πατὴρ εἴη ἂν οὔτε μὴν ἐξ ἀνάγκης προβολεύς.

Ἀλλὰ τί πρὸς ταῦτα φασίν; [Ἔνστασις:] Αἴτιος ὁ Πατὴρ τοῦ Υἱοῦ λέγεται, ὡς γεννῶν δηλαδή· οὐκοῦν ὅταν ἀκούσῃς τοῦ θεολόγου λέγοντος ‘πλὴν τῆς αἰτίας’, τὸ γεννᾶν ἐνθυμήθητι, καὶ οὐδὲν ἄτοπον ἕπεται τῆς τε ἡμετέρας ὑποθέσεως σῳζομένης καὶ τῆς θεολογικῆς ῥήσεως τὸ ἀσφαλὲς ἐχούσης μεθ’ ἑαυτῆς. [Λύσις:] Ἀλλὰ πρῶτον μὲν οὐ ψευδὴς μόνον, ἀλλὰ καὶ ἀδύνατος ἡ ἔνστασις· εἴπερ ἡ ῥηθεῖσα ἀντιστροφὴ τὸ ἀληθὲς ἐξ ἀνάγκης ἔχει μεθ’ ἑαυτῆς.

Ἔπειτα, οὐκ εἴρηκεν ὁ θεολόγος «πλὴν τῆς αἰτίας τῆς κατὰ τὸ γεννᾶν», ἀλλ’ ἁπλῶς «πλὴν τῆς αἰτίας»· οὐ ταὐτὸν δὲ τοῦτο ἐκείνῳ, οὐδὲ γὰρ ἀντιστρέφει. Εἰ μὲν γὰρ οὐκ ἔχει τὴν αἰτίαν ἁπλῶς, ὅπερ ὁ θεολόγος εἴρηκεν, οὐδὲ τὴν τοῦ γεννᾶν ἐξ ἀνάγκης ἔχει, οὐδὲ τὴν τοῦ προβάλλειν. Εἰ μέντοι τὴν τοῦ γεννᾶν οὐκ ἔχει, ἔχει δὲ τὴν τοῦ προβάλλειν, ψεύδεσθαι πᾶσα ἀνάγκη τὸν λέγοντα ἁπλῶς τὴν αἰτίαν μὴ ἔχειν· τοῦτο δὲ ὁ θεολόγος εἴρηκεν ἀπροσδιορίστως εἰπών: «πάντα ὅσα ἔχει ὁ Πατήρ, τοῦ Υἱοῦ, πλὴν τῆς αἰτίας.» Ἔτι τοῦ Πατρὸς τὴν αἰτίαν ἁπλῶς ἔχοντος, ἄν τε τὴν τοῦ γεννᾶν λέγῃ τις ἄν τε τὴν τοῦ προβάλλειν, εἰ μὲν ταύτην ἁπλῶς ὁ Υἱὸς οὐκ ἔχων, ὅπερ καὶ ὁ θεολόγος εἴρηκε, ταύτῃ διακέκριται τοῦ Πατρός, ἄτοπον οὐδὲν ἕψεται· ἓν γὰρ αἴτιον, καὶ ἀρχὴ μία θεότητος ὁ Πατὴρ τηρεῖται περιφανῶς, καὶ μοναρχία διὰ τοῦτο, καὶ Θεὸς εἷς, τὸ κεφάλαιον τῆς καθ’ ἡμᾶς εὐσεβείας. Οὐ μὴν ἀλλὰ καὶ ἡ θεολογικὴ ῥῆσις τὸ ὑγιὲς ἔχουσα δείκνυται, συμβαίνουσά τε τῇ κοινῇ χρήσει καὶ ταῖς εἰρημέναις ἀποστολικαῖς ἀποφάσεσιν.

Εἰ δὲ τοῦτο οὐκ ἔνι, ἀλλὰ τὴν αἰτίαν τοῦ Πατρὸς ἁπλῶς ἔχοντος, ταύτῃ μέν, τὸν τρόπον τοῦτον ὁ Υἱὸς οὐ κεκοινώνηκε τῷ Πατρί, προβάλλει δὲ μόνον οὐ μέντοι γε καὶ γεννᾷ, οὐ πόῤῥω βλασφημίας ὁ λόγος· δύο γὰρ ἀρχαί, καὶ πηγαὶ δύο θεότητος ἀναφύονται· τῆς μέν, ἀμφότερα ἐχούσης μεθ’ ἑαυτῆς, τῆς δέ, τὸ ἕτερον μόνον. Οὐ μὴν ἀλλὰ καὶ ἀντιδιαιρεῖσθαι τὴν ἑτέραν κινδυνεύει πρὸς τὴν ἑτέραν, οὐ κατὰ τὸ ἕτερον μόνον—λέγω δὴ τὸ γεννᾶν—ἀλλ’ ἤδη καὶ κατ’ ἄμφω ὁμοῦ, τὸ προβάλλειν τε καὶ γεννᾶν, ὡς ἂν καὶ αὐτοὶ φαῖεν Λατῖνοι, τῆς ἑτέρας μόνον τὸ προβάλλειν ἐχούσης· καὶ πρόσεστι τὸ παρανομεῖν περὶ τὴν λέξιν τὸν θεολόγον, ἄλλα μὲν βουλόμενον, ἕτερα δὲ φθεγγόμενον, ἃ μηδὲ περὶ αὐτῶν οἱ ταῦτα ἀξιοῦντες ἐτόλμησαν ἂν εἰπεῖν!

Ἔτι ἕως ἂν τὸν Υἱὸν προβολέα τοῦ Πνεύματος λέγωσι, καὶ αἴτιον ἐξ ἀνάγκης ἐροῦσι· τῶν ἀδυνάτων δὲ τὸν αὐτόν, καὶ αἴτιον ἐξ ἀνάγκης ὁμολογεῖν καὶ μὴ αἴτιον, καὶ τὴν αἰτίαν ἔχειν καὶ τὴν αἰτίαν μὴ ἔχειν· οὕτω γάρ ἐστι σπένδεσθαι πρὸς ἑαυτὴν τὴν ἀντίφασιν.

Ἀλλ’ ὥσπερ ὁ τὸν Σωκράτην ζῷον λέγων, οὐ δύναται λέγειν αὐτὸν καὶ μὴ ζῷον, εἰ μὴ προσθείη τὸ ἄλογον, οὕτω καὶ τὸν Υἱὸν τὴν αἰτίαν τοῦ Πνεύματος ἔχοντα, οὐ δύναταί τις λέγειν αὐτὸν καὶ μὴ αἴτιον, εἰ μὴ προσθείη κατὰ τὸ γεννᾶν· ἀπροσδιορίστως δὲ εἰ προφέρεις τὸν λόγον, ὅτι τὴν αἰτίαν οὐκ ἔχει, πᾶσα ἀνάγκη μήτε γεννᾶν μήτε μὴν προβάλλειν λέγειν αὐτόν, ὥσπερ καὶ ὅταν μὴ εἶναι ζῷον τὸν λίθον λέγῃς, οὔτε λογικὸν ζῷον αὐτὸν λέγεις, οὔτε μὴν ἄλογον.

Ἔτι, εἰ πᾶσα ἀνάγκη ψεύδεσθαι εἴ τις λέγει «πάντα ὅσα ἔχει ὁ Υἱὸς τοῦ Πνεύματος πλὴν τοῦ ἐξ αἰτίας εἶναι», ἕως ἂν τὸ αἰτιατὸν ᾖ κοινὸν καὶ τῷ Πνεύματι, πῶς ἀληθεύειν ἐνδέχεται, λέγοντά τινα «πάντα ὅσα ἔχει ὁ Πατὴρ τοῦ Υἱοῦ πλὴν τῆς αἰτίας», ἔχοντος καὶ τοῦ Υἱοῦ σὺν τῷ Πατρὶ τὴν αἰτίαν τοῦ Πνεύματος; Ὥστε τὸ ἐκεῖνα λέγειν, ἀντινομοθετοῦντος ἐστὶ τῇ τε τῶν Πατέρων θεολογίᾳ καὶ τῷ κανόνι τῶν μεθόδων τῶν λογικῶν.

Οὐ μήν, ἀλλὰ καὶ ὁ θεῖος Μάξιμος, ὁ τῶν τοῦ μακαρίου τούτου λόγων ἐξηγητής, ἐν τῇ πρὸς Μαρῖνον ἐπιστολῇ τοὺς λέγοντας μὴ ἔχειν τὸν Υἱὸν τὴν αἰτίαν τοῦ Πνεύματος, σαφῶς ἀποδέχεται. Ὡς ἂν δὲ καὶ Λατῖνοι φαῖεν, οὐκ ἔχει τὴν τοῦ γεννᾶν αἰτίαν. Οὐκοῦν ὅταν ὁ θεολόγος λέγῃ, «πάντα ὅσα ἔχει ὁ Πατὴρ τοῦ Υἱοῦ πλὴν τῆς αἰτίας», τήν τε τοῦ γεννᾶν καὶ προβάλλειν σαφῶς αὐτὸν ἀφαιρεῖται· καὶ ἔστιν ἄγνωμον κομιδῇ καὶ σφόδρα ἀναιδὲς μὴ κατὰ τοὺς ἐκθεμένους τὴν ἀρχὴν τὸ θεῖον σύμβολον ἐθέλειν νοεῖν, ἀλλ’ ἐκείνους μὲν οὕτω νοεῖν τὸ ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι ὡς ἐκ τοῦ Πατρὸς μόνου καὶ οὐκ ἐκ τοῦ Υἱοῦ, Λατίνους δὲ πᾶν τοὐναντίον· καὶ ταῦτα τῆς οἰκείας πίστεως σύμβολον καὶ αὐτοὺς ἡγουμένους, τὸ σεπτὸν τοῦτο τῆς εὐσεβείας σύμβολον· τοῦτο δέ ἐστι μηδὲ ἑαυτοῖς συμβαινόντων! Ἢ τοίνυν μηδαμῶς τὸ σύμβολον ἀναγινωσκέτωσαν ἢ ἕως ἂν ἀναγινώσκειν ἐθέλωσιν, ἀξιώσομεν αὐτοὺς μὴ καπηλεύειν τῶν ἁγίων τὸν λόγον μηδὲ τῇ συνθήκῃ τῶν λέξεων συμφωνοῦντας, πρὸς τὴν διάνοιαν καὶ λίαν ἀπεχθῶς ἔχειν. [Ἔνστασις:] Εἰ δὲ λέγοιεν ταῖς ἴσαις καὶ ἡμᾶς αἰτίαις ἐνέχεσθαι, τοῦ γὰρ Υἱοῦ τὴν αἰτίαν τῶν ὄντων ἔχοντος, πᾶσα ἀνάγκη μηδ’ ἡμᾶς ἀπροσδιορίστως ἀναγινώσκειν τὴν θεολογικὴν ἀπόφασιν, οὐκ ἐργώδης ἡ λύσις. [

Λύσις:] Τὸν σκοπὸν γὰρ τοῦ λέγοντος καὶ περὶ ὧν ὁ λόγος λογίζεσθαι χρή, οὗτος δέ ἐστιν οὐ περὶ φυσικῶν ἐνταῦθα, καὶ ὅσαπερ κοινῇ τῇ Τριάδι πρόσεστιν, ἀλλὰ περὶ προσωπικῶν καὶ ἃ τὰ πρόσωπα διακρίνει· ἣν δὲ λέγεις αἰτίαν, οὐσιώδής τέ ἐστι καὶ συνάπτει τὰ θεῖα πρόσωπα· ὥστε ταύτην ἐνταῦθα λογίζεσθαι, κατὰ τὴν παροιμίαν, συγκλώθειν ἐστὶ τὰ ἀσύγκλωστα.

Ἔτι τριῶν προσωπικῶν περὶ τὸν Πατέρα θεωρουμένων, τῷ λόγῳ διαφερόντων ἀλλήλων, τοῦ τε ἀγέννητον εἶναι, τοῦτο δὲ ἀσχέτως ἔχει, ὅπερ δηλοῖ τὸ μὴ ἐξ ἑτέρου εἶναι, καὶ τοῦ γεννᾶν καὶ προβάλλειν, ἃ δὴ καὶ ἐν σχέσει καὶ ἀναφορικὰ παρὰ Λατίνοις λέγονται· τὸ μὲν γὰρ πρὸς τὸν Υἱόν, τὸ δέ, πρὸς τὸ Πνεῦμα τὴν ἀναφορὰν ἔχει, καὶ διὰ ταῦτα γεννήτωρ καὶ προβολεὺς ὁ Πατὴρ καλεῖται, οἷς δὴ κοινὸν ὄνομα: ἀρχὴ καὶ αἴτιον καὶ πηγή. Ζητητέον ἂν εἴη πότερον τὰ τρία ταῦτα ἰδιότητες εἰσὶ τοῦ Πατρός, καὶ τούτοις πᾶσι διακέκριται Υἱοῦ τε καὶ Πνεύματος, ἢ τοῖς μὲν τρισί, τοῦ Πνεύματος διακέκριται, οὐ τοῖς αὐτοῖς δὲ πᾶσι καὶ τοῦ Υἱοῦ, τοῖς δὲ δυσὶ μόνον; Λατῖνοι μὲν οὖν οὐκ ἂν δέξαιντο τὸ προβάλλειν ἰδιότητα τοῦ Πατρὸς εἶναι, ἡγούμενοι καὶ τὸν Υἱὸν προβολέα καὶ ἀρχὴν τῆς τοῦ Πνεύματος θεότητος, καὶ διὰ τοῦτο καὶ θεότητος ἀρχήν, οὐδ’ ἂν καθόλου φαῖεν τὴν ἀρχὴν ἀπολύτως ἢ τὸ αἴτιον ἢ τὸ πηγαῖον ἐπὶ τῆς θεότητος ἰδιότητα πατρικὴν εἶναι.

Ὁ δὲ θεῖος Γρηγόριος, ὁ τῆς μακαρίας ἐκείνης συνόδου κορυφαῖος καὶ γνήσιος εἴπέρ τις τῶν ἀποφάσεων τῶν ἐκείνης ἐξηγητής, ὥσπερ τὸ ἀγέννητον καὶ τὸ ἄναρχον, οὕτω δὴ καὶ τὸ ἀρχὴν εἶναι θεότητος καὶ αἴτιον καὶ πηγήν, ἰδιότητας οἴεται τοῦ Πατρός, καὶ τὰς ἰδιότητας ἀκινήτους βούλεται μένειν· καὶ μεταπίπτειν ἐφ’ ἕτερα, τῶν ἀτόπων ἡγεῖται, μηδὲ γὰρ ἂν ἔτι δύνασθαι τὴν ἐπωνυμίαν σῴζειν τὴν ἑαυτῶν. Ἔφη γὰρ ἐν τῷ λόγῳ τῷ Περὶ καταστάσεως ἐπισκόπων: «αἱ δὲ ἰδιότητες, Πατρὸς μέν, καὶ ἀνάρχου καὶ ἀρχῆς, ἐπινοουμένου καὶ λεγομένου· ἀρχῆς δέ, ὡς αἰτίου καὶ ὡς πηγῆς καὶ ὡς ἀιδίου φωτός· Υἱοῦ δέ, ἀνάρχου μὲν οὐδαμῶς, ἀρχῆς δὲ τῶν ὅλων.» Ἤκουσας τίνων ἀρχὴ ὁ Υἱός; μὴ τοίνυν αὐτὸν ἀρχὴν θεότητος νόμιζε· τοῦτο γὰρ τοῦ Πατρὸς ἰδιότης, ὥσπερ δὴ καὶ τὸ ἄναρχον. Φυλάττεσθαι δὲ τὴν τῶν προσώπων σύγχυσιν, καὶ λίαν δίκαιον εἴποι τις ἄν, εἴπερ τὸ ταῦτα συγχεῖν ἀθεΐας εἶδος τὸ κράτιστον. Ἀνωτέρω μὲν οὖν δέδεικται μὴ ἔχειν τὸν Υἱὸν τὴν αἰτίαν, καὶ ταύτῃ τοῦ Πατρὸς διῃρῆσθαι· ἐνταῦθα δὲ ἰδιότητας φησὶ τοῦ Πατρὸς τό τε ἄναρχον καὶ τὸ ἀρχὴν εἶναι. Εἴτε δὲ τούτοις Λατῖνοι συμβαίνουσιν εἴτε τοῖς κειμένοις ἐγνώκασι πολεμεῖν, μηδαμῶς τὸν ὅρον τῆς ἁγίας συνόδου κατὰ τοὺς μακαρίους ἐκείνους ἀναγινώσκειν ἐθέλοντας, δῆλον τοῖς μετ’ ἀληθείας κρίνειν ἐθέλουσιν.

Ἔτι ὁ αὐτός, ἐν τῷ περὶ Υἱοῦ πρώτῳ λόγῳ, τὰς ἰδιότητας Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ἀριθμῶν, φησί: «Τοῦτό ἐστιν ἡμῖν ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον: ὁ μέν, γεννήτωρ καὶ προβολεύς, λέγω δὲ ἀπαθῶς καὶ ἀχρόνως καὶ ἀσωμάτως· τῶν δέ, τὸ μέν, γέννημα, τὸ δέ, πρόβλημα.» Προσέχειν δὲ ἄξιον! Ἣν γὰρ ἀνωτέρω ἀρχὴν ἀνέγνωμεν, ἰδιότητα πατρικὴν οὖσαν, ταύτην νυνὶ εἴς τε τὸν γεννήτορα καὶ προβολέα διελών, καὶ ἑκάτερον τούτων ὡς ἰδιότητα δεξάμενος τοῦ Πατρὸς σαφῶς ἔδειξεν, ὅπερ πολλάκις εἰπόντες ἔφθημεν, ὡς τὸ τῆς ἀρχῆς καὶ τοῦ αἰτίου καὶ τὸ τῆς πηγῆς ὄνομα, ἀμφότερα τὸν γεννήτορα καὶ προβολέα ἔχει περιλαβόν, καὶ ἴσον ἐστὶν εἰπεῖν ἰδιότητα Πατρὸς τὴν ἀρχὴν εἶναι καὶ τὸ προβάλλειν τε καὶ γεννᾶν. Εἰ δὲ τὸ προβάλλειν ὥσπερ καὶ τὸ γεννᾶν τῆς τοῦ Πατρὸς ἰδιότητος, καὶ ἡ ἰδιότης ἀκίνητός ἐστι—καὶ ταῦτα βούλεται ὁ τῶν θεολόγων ἄκρος καὶ τῆς συνόδου κορυφαῖος—οὐκ ἤδη σαφὴς αἰσχύνη καὶ τὸν Υἱὸν προβολέα τοῦ ἁγίου Πνεύματος ἀξιοῦν;

Ἀλλὰ τί πρὸς ταῦτα φασίν; [Ἔνστασις:] Ἴδιον καὶ ἡμεῖς φαμὲν τοῦ Πατρὸς τὸ λέγεσθαι τοῦτον γεννήτορα καὶ προβολέα, πλὴν ὁμοῦ καὶ ἀμφότερα νοεῖν λέγομεν, ὡς εἶναι ἀμφότερα ἡνωμένως ἴδιον, ἑκάτερον μέντοι οὐκ ἐξ ἀνάγκης ἴδιον· τὸ ἕτερον μέντοι· τὸ γὰρ προβάλλειν ἀμφοτέροις κοινόν. [Λύσις:] Ἀλλὰ πρῶτον μὲν ἐξ ὧν ἀνωτέρω ἀνέγνωμεν, σαφὴς ὁ ἔλεγχος· εἶπε γὰρ μὴ ἔχειν τὸν Υἱὸν τὴν αἰτίαν, καὶ τὴν ἀρχὴν καὶ τὸ ἄναρχον, ἰδιότητα πατρικὴν εἶναι.

Οὐκοῦν εἰ οὐκ ἔχει τὴν αἰτίαν, οὐδ’ ἄρα τὸ προβάλλειν. Οὐκοῦν ὥσπερ τὸ γεννᾶν οὕτω καὶ τὸ προβάλλειν ἴδιον τοῦ Πατρός· ὥστε καὶ ἑκάτερον ἴδιον καὶ οὐχ ἡνωμένως ὥσπερ τις ἀξιοῖ. Ἔτι, εἰ οὕτως αἴτιος ὁ Πατήρ—ὡς γεννῶν ὁμοῦ καὶ προβάλλων —οὐχ οὕτω δὲ καὶ ὁ Υἱὸς αἴτιος, ἀλλὰ τρόπον ἕτερον—ὡς μόνον προβολεὺς δηλαδή—πῶς οὐ σαφῶς αἴτια θεότητος δύο;

Καὶ χωρὶς δὲ τούτων, ὁ ταῦτα λέγων ὡς οὔτε ἀναγκαῖα οὔτε μὴν ἐνδεχόμενα ἀξιοῖ, δῆλον ἐκεῖθεν: τὸ γεννήτωρ καὶ προβολεὺς οὐχ ἕν ἐστιν, ἀλλὰ δύο. Ὅταν δὲ πολλὰ ἴδιον τινὸς λέγωμεν, ὧν τὸ μέν, καὶ ἄλλοις κοινόν, ὥσπερ τὸ προβολεύς, ὡς ἂν φαῖεν Λατῖνοι, τὸ δέ, ἴδιον, ὥσπερ δηλαδὴ τὸ γεννήτωρ, ἢ ὅρον ἐκφαίνομεν, ἢ τὸ τοιοῦτον ὑπογραφή. Ὑπογραφὴν δὲ ἢ ὅρον ἀπαγγέλλοντες, οὐ λέγομεν μετὰ συνδέσμου «ἄνθρωπος ἐστὶ ζῷον καὶ λογικὸν καὶ θνητόν», ἀλλὰ «ζῷον, λογικόν, θνητόν», ἀπολύτως. Ἐνταῦθα δὲ οὐκ εἶπεν ἀπολύτως ὁ θεολόγος, «ὁ μέν, προβολεύς, γεννήτωρ», ἵνα τοῦ καθόλου καὶ κοινοῦ προηγουμένου, λέγω δὴ τοῦ προβολέως, τὸ μερικὸν καὶ ἴδιον ἕποιτο, λέγω δὴ τὸ γεννήτωρ· ἀλλὰ τοὐναντίον ἅπαν· «ὁ μέν, γεννήτωρ καὶ προβολεύς», «καὶ» μετὰ συνδέσμου· καὶ ὁ προβολεὺς μετὰ τὸν γεννήτορα. Οὐκ ἄρα τὰ προειρημένα παρὰ Λατίνων ἀληθῆ, οὐδ’ ἡνωμένως τὸ προβάλλειν καὶ γεννᾶν ἴδιον, ἀλλὰ καὶ ἑκάτερον.

Ἔτι, ὃ λέγομεν, σαφέστερον δείξομεν. Ὥσπερ τὸ «Θεὸς ἀγέννητος» ἴδιον φαμὲν τοῦ Πατρός, κἂν μὲν ἀπολύτως εἴπῃς ἀληθῆ γε ἐρεῖς, οἱονεὶ γάρ τις ὅρος τὸ τοιοῦτον ἐστὶ τοῦ Πατρός, τὸ μὲν κοινὸν ἔχον: τὸ Θεός, τὸ δὲ ἴδιον: τὸ ἀγέννητον. Εἰ δὲ μετὰ συνδέσμου, οὐδὲν ὑγιὲς ἐρεῖς, ψεῦδος γὰρ ἄν τις φῇ «τὸ ἀγέννητον καὶ τὸ Θεὸς ἴδιον τοῦ Πατρός», ἂν μὴ προστεθῇ τὸ «ὁμοῦ»· οὕτω καὶ τὸ γεννήτωρ καὶ προβολεύς, εἰ τὸ συναμφότερον ἴδιον ὁ Θεολόγος ἤδει, καὶ οὐχ ἑκάτερον, οὐκ ἂν οὕτως εἶπεν: «ὁ μέν, γεννήτωρ καὶ προβολεύς», ἀλλ’ ἢ «ὁ μέν, προβολεύς, γεννήτωρ» συνδέσμου χωρίς, ἢ μετὰ προσθήκης «ὁ μέν, γεννήτωρ καὶ προβολεὺς ὁμοῦ»· οὕτω γὰρ ὑγιῶς ἔχειν τὸν λόγον, αὐτοί τε ἡγούμεθα, καὶ πᾶς τις οἶμαι ἐρεῖ.

Οὐ μήν, ἀλλ’ εἰ ἀκούσουσι πάλιν αὐτοῦ τοῦ Θεολόγου λέγοντος ἐν τῷ δευτέρῳ τῶν Εἰρηνικῶν καὶ τὰ τοῦ Πατρὸς ἴδια ἀπαγγέλλοντος, ὅτι «τῷ Θεῷ δὲ ἄλλο τι μεῖζον ἢ Υἱοῦ τυγχάνειν Πατέρα, ὃ προσθήκη δόξης ἐστὶν οὐχ ὑφαίρεσις, ὡς δὲ καὶ προβολέα Πνεύματος», τί ἐροῦσιν; Εἰ μὲν γὰρ κἀνταῦθα τὸ «ἡνωμένως» καὶ τὸ «ὁμοῦ» καὶ τὸ «συναμφότερον» καὶ τὰ τοιαῦτα ἀναπλάσσουσι, καὶ ποῦ χώρα τῇ τοιαύτῃ προσθήκη; Ἢ πῶς ταύτην παραλιπὼν ὁ τῶν θεολόγων ἄκρος φαίνεται, οὔτε δήλην οὖσαν ἐξ ὧν ἐν ἄλλοις εἰρήκει;

Ποῦ γὰρ τῆς ἐκείνου θεολογίας ὅτι τὸ προβάλλειν κοινὸν Πατρὶ καὶ Υἱῷ οὔτε τῆς κοινῆς περὶ Θεοῦ ὑπολήψεως τὰ τοιαῦτα ἀπαιτούσης; Εἰ δὲ προσθήκην ἐνταῦθα οὐδὲ ἐννοεῖν ἐστι, πῶς ἐκεῖ δίκαιον; Ἢ γὰρ καὶ ἐνταῦθα εἴπερ ἐκεῖ, ἢ οὐδὲ ἐκεῖ, εἴπερ οὐδὲ ἐνταῦθα.

Μᾶλλον δὲ τίνος ἕνεκεν ὁ μακάριος ἐκεῖνος πᾶσαν διερευνησάμενος γραφὴν καὶ μηδὲν παραλιπὼν περὶ τοῦ Μονογενοῦς, ὅσα γε εἰς ἀξιώματος λόγον φέρει, πάντα μὲν εἴρηκε, τὸ μέγιστον δὲ ἀπεκρύψατο; Λέγω δὲ προβολέα τοῦτον σαφῶς ἀνακηρύξαι τοῦ Πνεύματος. Καινὸν δὲ ἄλλως καὶ αἰνίγματι ἐοικός, ὡς ἀρχὴν μὲν τῶν ὅλων καὶ ὡς τῆς κτίσεως αἴτιον κἀν τοῖς μέτροις, καὶ πολλαχοῦ τὸν Υἱὸν ἀνυμνεῖν, ὡς θεότητος δὲ ἀρχὴν οὐδαμοῦ, καὶ ταῦτα τῷ Πατρὶ μηδὲν ἄλλό τι μεῖζον ἀνατιθεὶς ἢ θεότητος αὐτὸν ἀρχὴν εἶναι. [Ἔνστασις:] εἰ δὲ λέγοιεν μηδὲν αὐτοῖς εἶναι κώλυμα προσθήκας ἐπινοοῦσι, πολλαχοῦ τοῦ τοιούτου κρατοῦντος κατὰ πᾶσαν ἀνάγκην; [Λύσις:] Ἀλλ’ ἐν μὲν τοῖς λογίοις, τοῦτο γε καὶ σφόδρα ἀναγκαῖον ἐστί· συνεπτυγμένη γὰρ ἡ φωνὴ τοῦ Πνεύματος, καὶ πλεῖστα ἐν ὀλίγοις δηλοῖ, καὶ πολὺς περὶ ταῦτα τοῖς θεολογοῦσιν ὁ πόνος, τὴν τοῦ Πνεύματος ἡμῖν ἀνακαθαίρουσιν ἔννοιαν. Ἐν δὲ ταῖς τῶν διδασκάλων ἀποφάσεσι, ποῦ τὰ τοιαῦτα ἐννοεῖν θέμις, εἰ μήπου σαφὲς οὕτω καὶ γνώριμον ἡ προσθήκη, ὡς μηδὲ παιδὶ θόρυβον ἐμποιεῖν, διὰ τὸ πολλάκις ῥηθῆναι καὶ κοινὴν τοῦτο τῆς ἐκκλησίας εἶναι ὑπόληψιν;

Οὐ μήν, ἀλλ’ ἐν οἷς μάλιστα τὰ περὶ τῶν θείων ἑνώσεων ἢ διακρίσεων ἀπαγγέλλουσι φρίττοντες ἅμα καὶ τεχνολογοῦντες τρόπον δή τινα τὰ θεῖα, παντάπασιν ἄγνωμον τὰ τοιαῦτα ἐνθυμεῖσθαι· ἴδοις γὰρ ἂν αὐτοὺς ἐν τοῖς τοιούτοις καὶ ὁμωνυμίας διαστέλλοντας, καὶ τῶν ἑαυτῶν λόγων ἑρμηνέας γινομένους, ὥσπερ ἑτέρων δή τινων, καὶ πάντα ἐπὶ τὸ σαφέστερον ἕλκοντας καὶ παλιλλογοῦντας, καὶ πολλὰ μηχανωμένους καὶ πάντα ἀνελίττοντας, πολλῶν μὲν καὶ ἄλλων ἕνεκεν, μάλιστα δὲ μήποτε τοῖς ἀκεραιοτέροις ἐκ τῶν ἀποφάσεων τῶν ἑαυτῶν ζημία προσγένηταί τις. Ὥστε τὸ ἐν τοῖς τοιούτοις προσθήκας ἐπινοεῖν, πρόφασις ἄλλως βλασφημίας ἐστὶ καὶ οὐ πόῤῥω καινοφωνίας τὸ πρᾶγμα.

Ἔτι λέγοντες οἱ μακάριοι πατέρες ἐν τῷ τῆς πίστεως ὅρῳ: «Πιστεύομεν καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον», εἰ οὕτως ὡς ἂν φαῖεν Λατῖνοι τὴν ῥῆσιν τὴν ἑαυτῶν ἀνεγίνωσκον, ὡς ἐκπορεύεται μὲν ἐκ τοῦ Πατρός, οὕτω μέντοι ὡς πᾶσαν ἀνάγκην εἶναι καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι, οὐκ ἂν ὁ κορυφαῖος τοῦ ἱεροῦ συνεδρίου ὁ θεῖος οὗτος Γρηγόριος ᾧ καὶ τὴν νίκην καὶ τὸ τῆς νίκης σύμβολον τοῦ πολέμου λυθέντος οἱ Πατέρες ἀνῆψαν, οὐκ ἂν ἐν μὲν τῷ Περὶ καταστάσεως ἐπισκόπων, τὸν Υἱὸν τοῦ Πνεύματος διακρίνων ἔλεγε «πάντα ὅσα τοῦ Υἱοῦ, καὶ τοῦ Πνεύματος πλὴν τῆς Υἱότητος», ἐν δὲ τῷ Εἰς τὴν Πεντηκοστὴν «πάντα ὅσα ὁ Υἱός, τοῦ Πνεύματος πλὴν τῆς γεννήσεως»· ψεῦδος γὰρ τὸ τοιοῦτον. Ἐὰν καὶ ὁ Υἱὸς τοῦ Πνεύματος προβολεὺς ᾖ, καὶ Λατῖνοι δὲ ἕως ἂν τῆς αὐτῆς δόξης ὦσιν, οὐκ ἂν εἴποιεν πάντα τὰ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, πλὴν τῆς γεννήσεως, ἀλλὰ προσθεῖεν ἂν καὶ «πλὴν τοῦ ἀρχὴν καὶ πηγὴν ἐκεῖνον εἶναι τοῦ Πνεύματος.» Εἰ δὲ τὸ σφόδρα ἄτοπον φεύγοντες, ποῦ γὰρ ὅσιον περὶ τῶν ἁγίων ἐκείνων τοιαῦτα ὑπολαμβάνειν καὶ ἀμφότερα σῴζεσθαι λέγοιεν καὶ τὸν πατέρα τῆς ἀρχαίας ἐκείνης ἀληθεύειν συνόδου καὶ τὴν ὑπόθεσιν τὴν ἑαυτῶν; Πᾶσαν ἀνάγκην ὁρῶμεν καὶ τὸν Παράκλητον προβολέα νομίζειν ἑτέρου προσώπου τινός· ᾧ τίς ἂν πιστεύσειε τῶν εἰς Τριάδα πεπιστευκότων;

Ἀλλὰ τῇ μὲν πρώτῃ καὶ δευτέρᾳ τῶν συνόδων τῶν οἰκουμενικῶν, τί ποτε βούλεται περὶ ὧν ἡ πρόθεσις εἴρηται.