Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεῖλος Καβάσιλας – Λόγοι πέντε περὶ τοῦ ἁγίου πνεύματος

Νεῖλος Καβάσιλας

Η θεολογία του αγίου Κυρίλλου Αλεξανδρείας και ο διάλογος με τους Ανατολικούς

Ανάλυση των αναθεματισμών του αγίου Κυρίλλου, των επιστολών του προς τον Εύωπιο και τον Ιωάννη Αντιοχείας, και της συμφωνίας του με τον Θεοδώρητο Κύρου. Επεξηγείται η θεολογική διαφορά μεταξύ της εκπορεύσεως εκ του Πατρός και της χορηγίας του Πνεύματος διά του Υιού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεῖλος Καβάσιλας

—

Κεφάλαιο 8 από 10

Ἔτι τῶν ἐν τῇ συνόδῳ ταύτῃ τὸ προσῆκον πέρας ἀπειληφότων, Νεστορίου μὲν τῆς ἐκκλησίας ἀπελαθέντος, τοῦ δὲ θείου Κυρίλλου ἀριστέως ἀναφανέντος, τὸν φθόνον οὐκ ἦν ἠρεμεῖν, ἀλλὰ βέλος συκοφαντίας ἀφῆκε κατὰ τοῦ μακαρίου τούτου καὶ τὰ πρὸς Νεστόριον αὐτοῦ γράμματα, ἃ πᾶσαν τὴν ἐκείνου καινοτομίαν ἤλαυνεν, ἐν αἰτίαις ἦσαν, τῶν τῆς ἀνατολῆς ἐπισκόπων μὴ συνιέντων διὰ τέλους τὰ παρὰ Κυρίλλου λεγόμενα καὶ διὰ τοῦτο κατὰ τῶν ἐκείνου κεφαλαίων καὶ διάνοιαν καὶ χεῖρα κινούντων. Τούτων ταῖς διαβολαῖς ὁ θεῖος Κύριλλος ἐντυχὼν Εὐωπίου πέμποντος, ὧν μία τὸ λέγειν αὐτὸν τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι, ἀπολογεῖται μὲν καὶ πρὸς πάσας ὁμοῦ, πρὸς Εὐώπιον γράφων, συκοφαντούμενον ἐν πᾶσι δεικνὺς ἑαυτόν· ἀποδύεται δὲ καὶ πρὸς ἕκαστον κεφάλαιον ἰδικῶς, ἐν οἷς φανερὰν τὴν ἑαυτοῦ καθίστησι γνώμην ὡς κομιδῇ βλάσφημον καὶ αὐτὸς ἡγεῖται, εἴ τις ἐκ τοῦ Υἱοῦ νομίζει τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι. Ἵνα δὲ ὥσπερ ὑπ’ ὄψιν γένηται πάντα, ἐκθήσομαι τήν τε τοῦ θείου Κυρίλλου ῥῆσιν καὶ τὴν πρὸς ταῦτα μέμψιν Θεοδωρίτου καὶ δὴ καὶ τὴν Κυρίλλου πρὸς τὰ τοῦ Θεοδωρίτου πάλιν ἀπολογίαν.

Τοῦ θείου Κυρίλλου ἀναθεματισμὸς ἔνατος κατὰ Νεστορίου: «Εἴ τις φησὶ τὸν ἕνα Κύριον Ἰησοῦν Χριστὸν δοξάζεσθαι παρὰ τοῦ Πνεύματος, ὡς ἀλλοτρίᾳ δυνάμει τῇ δι’ αὐτοῦ χρώμενον καὶ παρ’ αὐτοῦ λαβόντα τὸ ἐνεργεῖν δύνασθαι κατὰ πνευμάτων ἀκαθάρτων καὶ τὸ πληροῦν εἰς ἀνθρώπους τὰς θεοσημείας καὶ οὐχὶ δὴ μᾶλλον ἴδιον αὐτοῦ τὸ Πνεῦμα φησὶ δι’ οὗ καὶ ἐνήργησε τὰς θεοσημείας, ἀνάθεμα ἔστω.» Ταῦτα μὲν ἡ θεσπεσία τοῦ Κυρίλλου φωνή. Θεοδώριτος δὲ ταύτην εἰκῇ καὶ μάτην μεμφόμενος, «ἴδιον δὲ τοῦ Υἱοῦ τὸ Πνεῦμα φησίν, εἰ μὲν ὡς ὁμοφυὲς καὶ ἐκ Πατρὸς ἐκπορευόμενον ἔφη, Κύριλλος δηλαδή, συνομολογήσομεν καὶ ὡς εὐσεβῆ δεξόμεθα τὴν φωνήν· εἰ δὲ ὡς ἐξ Υἱοῦ ἢ δι’ Υἱοῦ τὴν ὕπαρξιν ἔχον, ὡς βλάσφημον τοῦτο καὶ δυσσεβὲς ἀποῤῥίψομεν· πιστεύομεν γὰρ τῷ Κυρίῳ λέγοντι “τὸ Πνεῦμα ὃ ἐκ τοῦ Πατρὸς ἐκπορεύεται”, καὶ τῷ θειοτάτῳ δὲ Παύλῳ ὁμοίως φάσκοντι: “ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ”.» Πρὸς δὴ ταύτην καὶ πρὸς τὰς ἄλλας τῶν μέμψεων καθόλου γράφων ὁ θεῖος Κύριλλος πρὸς Εὐώπιον ἐπίσκοπον φησί: «Δέδεγμαι δὲ εἰς πληροφορίαν τῆς ἐνούσης διαθέσεως τῇ σῇ θεοσεβείᾳ τὸν διαπεμφθέντα τόμον, ὃν συνθεῖναι λέγεται κατὰ τῶν ἀναθεματισμῶν Θεοδώριτος ὁ Κύρου· καλεῖσθαι γὰρ οὕτω φασὶ τὸ πολίχνιον. Ἐντυχὼν δὲ τοῖς ἐγκειμένοις, ἀνέθηκα τῷ Θεῷ τὰς χαριστηρίους ᾠδάς.

Οὐ διαλέλοιπα δὲ κἀκεῖνο λέγων “Κύριε ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δολίας”· εὑρίσκω γὰρ ἐμαυτὸν συκοφαντούμενον πανταχοῦ καὶ ἐφ’ ἑκάστῳ τῶν κεφαλαίων ὑπομένοντα τοῦτο.» Εἰ δὲ ὁ μὲν μακάριος Κύριλλος «ἴδιον» λέγει τὸ Πνεῦμα «τοῦ Κυρίου» διὰ τὸ λέγειν Νεστόριον χρῆσθαι τὸν Κύριον τῇ δυνάμει τοῦ Πνεύματος ὡς ἀλλοτρίᾳ, ψιλὸν γὰρ αὐτὸν ἄνθρωπον ὁ μάταιος ᾤετο, καὶ διὰ τοῦτο εὖ καὶ καλῶς ποιῶν Κύριλλος, τῷ «ἀλλοτρίῳ» τὸ «ἴδιον» ἀντιτίθησι, Θεοδώριτος δὲ μεστὸς ὑποψιῶν ἐγεγόνει, μή ποτε οὕτως ἴδιον αὐτὸ τοῦ Υἱοῦ λέγῃ ὡς ἐξ αὐτοῦ τὴν ὕπαρξιν ἔχον, καὶ διὰ τοῦτο βλάσφημον καὶ δυσσεβῆ τὴν τοιαύτην δόξαν ἀποκαλεῖ, ὁ δὲ μακάριος Κύριλλος πρὸς ταῦτα ἀπολογούμενος, συκοφαντούμενον παρὰ Θεοδωρίτου ἑαυτὸν λέγει πανταχοῦ καὶ ἐφ’ ἑκάστῳ τῶν κεφαλαίων τὸ δεινὸν ὑπομένοντα τοῦτο, πῶς οὐ πρόδηλον ὡς τῆς ἀρχαίας θεολογίας ἡ δόξα καὶ τῶν ἀποστόλων καὶ Πατέρων κοινή τις ἔννοια μὴ ἐκπορεύεσθαι ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον;

Ἀλλ’ ἴωμεν καὶ ἐπὶ τὸ λοιπὸν τῆς ἀπολογίας μέρος, ἣν ἰδικῶς πρὸς ἔπος ποιεῖται Κύριλλος πρὸς τὴν αὐτὴν μέμψιν ἀπολογούμενος, σαφηνείας δὲ ἕνεκεν, ἐπαναληπτέον πάλιν τὸν λόγον ἐστί. Θεοδώριτος μὲν οὖν ἀγνοήσας τὸν τρόπον πῶς ὁ Κύριλλος ἴδιον ἔφη τοῦ Υἱοῦ τὸ Πνεῦμα, βλάσφημον μὲν καὶ δυσσεβὲς καλεῖ, οὕτως ἴδιον ἐκείνου λέγειν ὡς ἐξ ἐκείνου ἐκπορευόμενον· εὐσεβὲς δὲ οἴεται ἄν τις ἴδιον αὐτὸ λέγῃ, ὡς ὁμοφυὲς καὶ ὁμοούσιον. Κύριλλος δὲ πάσης ὑποψίας πρόφασιν περιαιρῶν, φησίν:

Ἀπὸ τῆς ἀντιθέσεως τοῦ ἁγίου Κυρίλλου πρὸς τὴν ἐνάτην μέμψιν Θεοδωρίτου: «Φθάσας ἔφην ὅτι τοῖς Νεστορίου βατταρισμοῖς, ἤγουν δυσφημίας, καὶ τοῖς ἄγαν ἀτημελῶς εἰρημένοις ἡ τῶν κεφαλαίων μάχεται δύναμις. Ἐκείνου γὰρ λέγοντος περὶ τοῦ ἁγίου Πνεύματος, τοῦτο δὴ τὸ τηλικαύτην τῷ Χριστῷ χαρισάμενον δόξαν, τὸ δαίμοσιν αὐτὸν φοβερὸν ἐργασάμενον, τὸ τὴν ἀνάληψιν αὐτῷ τὴν εἰς οὐρανοὺς χαρισάμενον, καὶ ὡσπερεί τινος τῶν καθ’ ἡμᾶς ἀνθρώπου κοινοῦ τὰ τοιάδε πεφλυαρηκότος, γέγονεν ἀναγκαῖος ὁ ἀναθεματισμὸς οὐ κατά γε τῶν λεγόντων δεδοξάσθαι παρὰ τοῦ ἁγίου Πνεύματος τὸν Ἰησοῦν, τουτέστιν ἐνανθρωπήσαντα τὸν τοῦ Θεοῦ λόγον, κατ’ ἐκείνων δὲ μᾶλλον οἳ καὶ ἀνέδην αὐτὸν ὡς ἀλλοτρίᾳ δυνάμει τῇ διὰ τοῦ Πνεύματος κεχρῆσθαι φασί.

Μεμνήμεθα γὰρ δὴ εἰπόντος σαφῶς περὶ τοῦ ἁγίου Πνεύματος “ἐκεῖνος ἐμὲ δοξάσει”· ἴσμεν πρὸς τούτῳ τῇ τοῦ ἁγίου Πνεύματος ἐνεργείᾳ, τὰς πονηράς τε καὶ ἀκαθάρτους δυνάμεις συντρίβοντα· ἀλλ’ οὐχ οὕτω φαμὲν αὐτὸν καθάπερ ἀμέλει καὶ τῶν ἁγίων ἕκαστον, ὡς ἀλλοτρίᾳ δυνάμει κεχρῆσθαι τῇ διὰ τοῦ ἁγίου Πνεύματος· ἦν γὰρ καὶ ἔστιν αὐτοῦ τὸ Πνεῦμα, καθάπερ ἀμέλει καὶ τοῦ Πατρός· καὶ τοῦτο ἡμῖν εὖ μάλα σαφηνιεῖ γεγραφὼς ὁ θεσπέσιος Παῦλος: “οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται, ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ’ ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν· εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὔκ ἐστιν αὐτοῦ”· ἐκπορεύεται γὰρ ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον κατὰ τὴν τοῦ Σωτῆρος φωνήν, ἀλλ’ οὐκ ἀλλότριόν ἐστι τοῦ Υἱοῦ, πάντα γὰρ ἔχει μετὰ τοῦ Πατρός.» Ταῦτα μὲν ὁ θεῖος Κύριλλος· εἴτε δὲ τοῖς παρὰ τοῦ μακαρίου Θεοδωρίτου ταῦτα συμβαίνουσιν, εἴτε μὴν τοὐναντίον, ἐντεῦθεν ἂν γένοιτο γνώριμον: Δύο τρόπους ἐκθέμενος Θεοδώριτος, καθ’ οὓς ἂν εἴη τὸ Πνεῦμα ἴδιον τοῦ Υἱοῦ, ἕνα μέν, εἰ ἐκ τοῦ Υἱοῦ ἐστί, δεύτερον δέ, διὰ τὸν τῆς οἰκειότητος καὶ ὁμοουσιότητος λόγον, τὸν μὲν βλάσφημον καὶ δυσσεβῆ καλεῖ, τὸν ἐξ αἰτίας, τὸν δὲ ὡς εὐσεβῆ προσίεται.

Κύριλλος δὲ ταῦτα ἀναγινώσκων καὶ πρὸς Θεοδώριτον κατὰ σχολὴν γράφων, περὶ αὐτοῦ τούτου οὔτε ἀντεῖπε καίτοι μυρίας ἂν ἀφῆκε φωνὰς ὁ τὸ πολίχνιον καὶ τὸ μῆλον αὐτῷ προσφέρων τῆς ἔριδος. Εἴ γε τὴν αὐτοῦ καὶ τὴν τῶν ἀποστόλων πίστιν πολιορκουμένην ἑώρα, καὶ τὴν ἐκείνου ἐξήγησιν καὶ λίαν κατεδέξατο οὕτως ἴδιον εἶναι τοῦ Υἱοῦ τὸ Πνεῦμα ἐκδεξάμενος ὡς οὐκ ἀλλότριον, τοῦ Νεστορίου καὶ μάλα ἀθλίως ἀλλότριον αὐτὸ τοῦ Κυρίου λέγοντος.

Ὃ γὰρ Θεοδώριτος ἴδιον ὡς ὁμοφυὲς εἶπε καὶ ὡς εὐσεβὲς ἐδέξατο, τοῦτο Κύριλλος οὐκ ἀλλότριον εἶπεν ἑαυτὸν ἐξηγούμενος. Οὐ μὴν ἀλλὰ καὶ τὸν ἕτερον τρόπον ἀποῤῥίπτει μὲν Θεοδώριτος ὡς δυσσεβῆ καὶ βλάσφημον, καὶ τῷ Κυρίῳ πιστεύειν φησὶ λέγοντι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι. Τοῦτο δὲ καὶ Κύριλλος ποιῶν φαίνεται, λέγων «ἐκπορεύεται γὰρ ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον κατὰ τὴν τοῦ Σωτῆρος φωνήν, ἀλλ’ οὐκ ἀλλότριον ἐστὶ τοῦ Υἱοῦ»· ἐν ἑνὶ κώλῳ, τὸν μέν, τῶν τρόπων ἐκβάλλων, καὶ τῷ Πατρὶ μόνῳ τοῦτον ἀνατιθεὶς ἀκολούθως Θεοδωρίτῳ, τὸν δέ, ἀντεισάγων, τὸν ἡγεμόνα τῆς συνόδου καὶ ἐν τούτῳ δεικνὺς καὶ ἑαυτῷ καὶ τῇ ἀληθείᾳ καὶ τῇ συνόδῳ τὴν συμφωνίαν διὰ πάντων τηρῶν. Εἰ γὰρ ὡς εὐσεβὲς ἐκεῖ μετὰ πάντων ἐνόμισε μὴ ἐκπορεύεσθαι ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ἀκόλουθον ἂν εἴη, βλάσφημον ἡγεῖσθαι καὶ δυσσεβὲς τοὐναντίον· καὶ πρὸς τὴν κατάφασιν δυσχεραίνειν καὶ συκοφαντεῖσθαι λέγειν, ἄν τις περὶ αὐτοῦ τοιαῦτα νομίζῃ.

Ἐπεὶ δὲ καὶ δευτέρας ἀπολογίας ἐδέησε τῷ θείῳ Κυρίλλῳ, περὶ ὧν αὐτὸν ἐν αἰτίας οἱ τῆς ἀνατολῆς ἐποιοῦντο, ὧν ἓν καὶ τὸ νυνὶ ζητούμενον, ἴδωμεν τί ποτε κἀκεῖ περὶ τῆς τοῦ θείου Πνεύματος ἐκπορεύσεως λέγει, πρὸς αὐτὴν ταύτην τὴν Θεοδωρίτου μέμψιν ἀποτεινόμενος. Φησὶ τοίνυν ἐν τῇ πρὸς Ἰωάννην Ἀντιοχείας ἐπιστολῇ: «Κατ’ οὐδένα δὲ τρόπον σαλεύεσθαι πρός τινων ἀνεχόμεθα τὴν ὁρισθεῖσαν πίστιν, ἤτοι τὸ τῆς πίστεως σύμβολον τὸ παρὰ τῶν ἁγίων ἡμῶν Πατέρων τῶν ἐν Νικαίᾳ συνελθόντων κατὰ καιρούς· οὔτε μὴν ἐπιτρέπομεν ἑαυτοῖς ἢ ἑτέροις, ἢ λέξιν ἀμεῖψαι τῶν ἐγκειμένων ἐκεῖσε, ἢ μίαν γοῦν παραβῆναι συλλαβήν, μεμνημένοι τοῦ λέγοντος “μὴ μέταιρε ὅρια αἰώνια ἃ ἔθεντο οἱ Πατέρες σου”· οὐ γὰρ ἦσαν αὐτοὶ οἱ λαλοῦντες, ἀλλ’ αὐτὸ τὸ Πνεῦμα τοῦ Θεοῦ καὶ Πατρὸς ὃ ἐκπορεύεται μὲν ἐξ αὐτοῦ, ἔστι δὲ οὐκ ἀλλότριον τοῦ Υἱοῦ κατὰ τὸν τῆς οὐσίας λόγον.» Ἐνταῦθα ἀκριβῶς τὴν συμφωνίαν τῶν μακαρίων ἐκείνων ἴδοι τις ἄν. Ἐν μιᾷ γὰρ καὶ τῇ αὐτῇ ῥήσει, διαιρέσει χρησάμενος ὁ θεῖος Κύριλλος, τὸν μὲν τῆς αἰτίας τρόπον, φέρων δίδωσι τῷ Πατρί, ἀφαιρεῖται δὲ τοῦ Υἱοῦ, οὕτω κατὰ πᾶσαν ἀνάγκην νοουμένου τοῦ λόγου—καὶ εἰ μὴ πρὸς τὴν μέμψιν Θεοδωρίτου ὁ λόγος ἑώρα, καὶ πολλῷ μᾶλλον, ὅτιπερ ἀφορμὴ τῶν λόγων τούτων ἐκείνη—τὸν δὲ τῆς οἰκειότητος ἢ συναφείας ἢ ὁμοουσιότητος ἢ ὅπως ἄν τις ἐθέλοι καλεῖν, τῷ Υἱῷ.

Καὶ σαφηνίζων τὸ “οὐκ ἀλλότριον”, τὸ “κατ’ οὐσίαν” προστίθησι λέγων: «ἔστι δὲ οὐκ ἀλλότριον τοῦ Υἱοῦ κατὰ τὸν τῆς οὐσίας λόγον.» Εἰ δὲ τοῦ θείου Κυρίλλου λέγοντος τὸν Υἱὸν οἰκεῖον τῷ Πνεύματι, Θεοδώριτος πρὸς τὸν λόγον ἀπήντα λέγων: «εἰ μὲν οἰκεῖον τὸν Υἱὸν τῷ Πνεύματι λέγεις ὡς ὁμοφυὴν καὶ ὁμοούσιον καὶ ὡς ἐκ Πατρὸς γεννηθέντα, συνομολογήσομεν καὶ ὡς εὐσεβῆ δεξόμεθα τὴν φωνήν· εἰ δὲ ὡς ἐκ τοῦ Πνεύματος, ἢ διὰ τοῦ Πνεύματος τὴν ὕπαρξιν ἔχοντα, ὡς βλάσφημον τοῦτο καὶ δυσσεβὲς ἀποῤῥίψομεν· πιστεύομεν γὰρ τῇ γραφῇ λεγούσῃ ἐκ τοῦ Πατρὸς τὸν Υἱόν». Εἶτα τὴν ὑποψίαν λύειν ὁ θεῖος βουλόμενος Κύριλλος, οὕτως εἶπεν: «ὁ Υἱὸς γεννᾶται μὲν ἐκ τοῦ Πατρός, ἔστι δὲ οὐκ ἀλλότριος τοῦ Πνεύματος κατὰ τὸν τῆς οὐσίας λόγον»· οὐ κατὰ καιρὸν ἂν εἶπεν; Ἅμα καὶ τὴν ὑποψίαν λύων καὶ τὴν ἀλήθειαν τοῦ δόγματος τὴν περὶ τοῦ Υἱοῦ συντηρῶν καὶ μάλιστα καὶ τῇ ἀληθείᾳ καὶ ἑαυτῷ καὶ Θεοδωρίτῳ καὶ τῇ κοινῇ χρήσει διὰ τούτων συμβαίνων.

Τὰ ἴσα δὴ καὶ περὶ τοῦ Πνεύματος διανοοῦ. Ἢ γὰρ καὶ ἐκεῖ ταῦτα λογίζεσθαι χρή, εἴπερ καὶ ἐπὶ τοῦ Υἱοῦ, ἢ μηδὲ ἐπὶ τοῦ Υἱοῦ, εἴπερ μηδὲ ἐπὶ τοῦ Πνεύματος. Πρὸς Θεοῦ δέ, εἰπέ μοι: Θεοδωρίτου περὶ ὧν ἡ πρόθεσις λέγοντος ἅτινα δὴ καὶ φησὶ κατὰ τοῦ θείου Κυρίλλου, Κυρίλλου δὲ πρὸς ἐκεῖνα κατὰ σχολὴν ἀπαντῶντος, οἰκουμενικοῦ δικαστηρίου προκαθημένου καὶ τῆς εὐσεβείας κινδυνευούσης, τί ποτε Λατίνοις περὶ τῶν Κυρίλλου λόγων δοκεῖ, πότερον τοῖς Θεοδωρίτου συμβαίνουσιν ἐξ ἀνάγκης ἢ τοὐναντίον διαφωνοῦσιν ἢ ὅσον ἀπὸ τῶν λόγων οὐδέτερον ἐξ ἀνάγκης ἔστιν ἰδεῖν; Ἀλλ’ εἰ μὲν οὐδέτερον, οὐκοῦν οὐδὲ πρὸς τὰ ἐκείνου ὁ τῶν λόγων Κυρίλλου σκοπὸς ἐξ ἀρχῆς· ἀλλὰ ψεῦδος τὸ τοιοῦτον σαφές. Εἰ δὲ διαφωνεῖν ἐξ ἀνάγκης ἐκείνῳ, βουλόμενος περὶ τοῦ Πνεύματος ταῦτα γε εἰρήκει, καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; Ἔξεστι γὰρ καὶ ἡμῖν καὶ πᾶσι τῷ ἴσῳ τύπῳ χρωμένοις ἐν τοῖς ὁμοίως ἔχουσιν, οὕτω τὴν διαφωνίαν δεικνύναι· ἀλλ’ οὐκ ἔστιν, οὐδ’ ἂν καταδέξαιντο ταῦτα ῥητόρων καὶ λογίων νόμοι καὶ ὅσοι φωνῆς ἑλλάδος οὐκ ἄγευστοι. Λείπεται δὴ κατὰ πᾶσαν ἀνάγκην νοεῖν ὅτι συμφωνοῦντος οἱ λόγοι Θεοδωρίτῳ, καὶ τὴν ὁμοίαν τάξιν ἐν ἄλλοις τοῦ λόγου σῴζοντος, ἔξεστι πᾶσι τὴν συμφωνίαν δεικνύναι τὴν ἑαυτῶν· ὃ δὴ καὶ ἡμῖν ἀνωτέρῳ τὸν Υἱὸν οἰκεῖον εἰποῦσι τοῦ Πνεύματος δέδεικται.

Τὸ δὲ μέγιστον καὶ οἷς ἀντιλέγειν μανία λαμπρά, οὕτω Θεοδώριτος, ὡς δείξομεν μικρὸν ὕστερον, τὴν τοῦ Κυρίλλου ταύτην ἀπολογίαν ἐδέξατο, καὶ λόγοις πρὸς παρόντα, καὶ γράμμασι περὶ τούτων πολλάκις διαλεχθείς, ὡς μηδαμῶς οἰομένου Κυρίλλου τὸ Πνεῦμα τὴν ὕπαρξιν ἔχειν ἐκ τοῦ Υἱοῦ. Καὶ οὐ μόνον τοῦτο διαῤῥήδην ὁ μακάριος φησὶ Θεοδώριτος ἀλλὰ καὶ χάριτας ἐπὶ τούτοις ὁμολογεῖ Θεῷ καὶ τὴν τῆς ἐκκλησίας εἰρήνην ἐπὶ τῇ δόξῃ ταύτῃ ἑορτάζων δῆλος ἐστί· καὶ Κύριλλος πάλιν, πολλῶν τινων καὶ μεγάλων τῶν ἐγκωμίων τοὺς ἐκ τῆς ἀνατολῆς ἀξιοῖ, ὧν κεφάλαιον ὁ θεσπέσιος Θεοδώριτος.

Ἔτι ταύτην δὴ τὴν ῥηθεῖσαν ἐπιστολὴν τοῦ θείου Κυρίλλου πρὸς Ἰωάννην Ἀντιοχείας ἡ τετάρτη τῶν οἰκουμενικῶν συνόδων οὕτως ἐδέξατο καὶ οὐκ ἄνευ θαύματος παρῆλθεν αὐτὴν ὡς καὶ τῷ ὅρῳ τῆς πίστεως αὐτήν τε προσγράψαι, καὶ πᾶν εἴ τι κάλλιστον αὐτῇ μαρτυρεῖν. Φησὶν γὰρ ἡ θεία σύνοδος αὕτη ἐν τῷ ὅρῳ τῆς ἑαυτῆς πίστεως μετὰ τὴν ἀνάγνωσιν τοῦ θείου συμβόλου: «ἤρκει μὲν εἰς ἐντελῆ τῆς εὐσεβείας ἐπίγνωσίν τε καὶ βεβαίωσιν τὸ σοφὸν τοῦτο καὶ σωτήριον τῆς θείας χάριτος σύμβολον· περί τε γὰρ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ἐκδιδάσκει τὸ τέλειον.» Εἶτα καί τινων ὁ ὅρος μνησθεὶς ἐπάγει: «διὰ δὲ τοὺς τὸ τῆς οἰκονομίας παραφθείρειν ἐπιχειροῦντας μυστήριον, καὶ ψιλὸν ἄνθρωπον εἶναι τὸν ἐκ τῆς ἁγίας Παρθένου τεχθέντα Μαρίας ἀναιδῶς ληρωδοῦντας, τὰς τοῦ μακαρίου Κυρίλλου τοῦ τῆς Ἀλεξανδρέων ἐκκλησίας γενομένου ποιμένος κανονικὰς ἐπιστολὰς πρός τε Νεστόριον καὶ τοὺς τῆς ἀνατολῆς ἁρμοδίας οὔσας ἐδέξατο, εἰς ἔλεγχον μὲν τῆς Νεστορίου φρενοβλαβείας, ἑρμηνείαν δὲ τῶν εὐσεβεῖ ζήλῳ τοῦ σωτηρίου συμβόλου ποθούντων τὴν ἔννοιαν.»

Εἰ δὲ ὁ μὲν θεῖος Κύριλλος ἐν τῇ πρὸς Ἰωάννην Ἀντιοχείας ἐπιστολῇ ἑαυτὸν ἀπολύων αἰτίας, φόβῳ τοῦ μὴ δόξαι λέγειν αὐτὸν τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ τὴν ὕπαρξιν ἔχειν τὰ προειρημένα φησίν, ἡ δὲ σύνοδος τὴν ἐπιστολὴν ταύτην τῷ ὅρῳ συντάττει τῆς πίστεως εἰς ἑρμηνείαν τῶν εὐσεβῇ ζήλῳ τοῦ σωτηρίου συμβόλου ποθούντων τὴν ἔννοιαν, Λατῖνοι δὲ καὶ τούτων κειμένων, ἐκ τοῦ Υἱοῦ φασὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι, τίς αὐτοὺς ἐξαιρήσεται μηχανή, ἐξ ἐναντίας φερομένους τῷ τῆς πίστεως ὅρῳ, οὕτω παρὰ μεγάλης καὶ οἰκουμενικῆς ἐξενηνεγμένῳ συνόδου;

Εἰ δὲ καὶ δόξα τῶν τεσσάρων οἰκουμενικῶν ἐδείχθη συνόδων μὴ ἐκπορεύεσθαι ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον καὶ κοινός τις ἐν τῇ ἐκκλησίᾳ λόγος κρατεῖ, ὡς τὰ ἐν ταῖς συνόδοις ἐκείναις παρὰ τῶν Πατέρων λεχθέντα, οὐκ ἐκείνων φωναὶ ἀλλὰ Πνεύματος ἁγίου χρησμοὶ ταῖς γλώσσαις τῶν Πατέρων χρωμένου, οὐ μὴν ἀλλὰ καὶ οἱ περὶ Θεοδόσιον καὶ Σάβαν καὶ εἴ τις ἕτερος τῆς χορείας ἐκείνης, ἀνάθεμα λέγουσι κατὰ τῶν μὴ δεχομένων τὰς τέσσαρας οἰκουμενικὰς συνόδους ὡς τὰ τέσσαρα εὐαγγέλια, τίς οὐ σχετλιάσει πρὸς τὴν ἀπόφασιν, τὸ φοβερὸν τοῦ πράγματος ἐννοῶν;

Ἔτι, ἐπανιτέον γάρ ἐστι πρὸς τὰ πρότερα, ἐπείπερ ὡς ἔφθημεν εἰπόντες, στάσεως ἐν τῇ ἐκκλησίᾳ ἀναφυείσης, ἀγνοίᾳ τῶν παρὰ Κυρίλλου λεχθέντων, ἔδει τὰς κατὰ τὴν Ἑῴαν ἐκκλησίας ταῖς ἁπανταχοῦ γῆς εἰς ταὐτὸ συνελθεῖν καὶ ὥσπερ εἷς Θεὸς οὕτω καὶ μίαν πίστιν κηρύττεσθαι πανταχοῦ γῆς. Τὴν μὲν εἰρήνην βραβεύει Θεός, βασιλέως ἀγαθοῦ παρουσίᾳ, Θεοδώριτος δὲ καὶ Κύριλλος οἱ μακάριοι, ἐπιστολὰς διαπέμποντες πρὸς τὸν πατριάρχην Ἀντιοχείας, τό τε τῆς εἰρήνης διαγγέλλουσιν ἀγαθὸν πανηγυρίζοντες ἐπ’ αὐτῇ, καί τινων ὁμολογηθέντων, ἑκάτερος ἑκατέρου τὴν πίστιν οἰκείαν ἐνόμισεν ἑαυτοῦ, σαφῶς ἑκάτερος δείκνυσι. Θεοδώριτος μὲν οὖν πρὸς Ἰωάννην Ἀντιοχείας ἐπιστέλλων, περὶ τῶν τῷ Κυρίλλῳ λεχθέντων, τοιάδε φησίν: «Ὁ πάντα σοφῶς πρυτανεύων Θεὸς καὶ τῆς ἡμετέρας προμηθούμενος ὁμονοίας καὶ τῆς τῶν λαῶν κηδόμενος σωτηρίας, συναθροισθῆναι ἡμᾶς κατὰ ταὐτὸν παρεσκεύασε καὶ συμφώνους ἀλλήλοις τὰς πάντων ἔδειξε γνώμας. Ἐν κοινῷ γὰρ ἀναγνόντες τὰ αἰγύπτια γράμματα καὶ ἐξετάσαντες αὐτῶν ἀκριβῶς τὴν διάνοιαν, εὕρομεν σύμφωνα τοῖς εἰρημένοις τὰ ἐκεῖθεν ἀπεσταλμένα.» Εἶτα μετὰ βραχέα φησί: «Τὰ δὲ νῦν ἀπεσταλμένα τῇ εὐαγγελικῇ εὐγενείᾳ καλλύνεται· Θεὸς γὰρ τέλειος καὶ ἄνθρωπος τέλειος ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν αὐτοῖς ἀναγορεύεται.»

Καὶ καταλέξας ἕκαστα, ἐπάγει καὶ περὶ τοῦ νυνὶ προκειμένου λέγων: «Καὶ τὸ Πνεῦμα δὲ τὸ ἅγιον οὐκ ἐξ Υἱοῦ ἢ δι’ Υἱοῦ τὴν ὕπαρξιν ἔχον ἀλλ’ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, ἴδιον δὲ τοῦ Υἱοῦ ὡς ὁμοούσιον ὀνομαζόμενον· ταύτην τὴν ὀρθότητα ἐν τοῖς γράμμασι θεασάμενοι, ὑμνήσαμεν τὸν τὰς ψελλιζούσας γλώσσας ἰατρεύσαντα καὶ τὸν ἀπηχῆ φθόγγον εἰς ἡδεῖαν ἁρμονίαν μεταῤῥυθμίζοντα.» Ὅτι μὲν οὖν ἐπὶ τούτοις οἱ τῆς Ἑῴας ἐπίσκοποι τὸν μακάριον ἐδέξαντο Κύριλλον, ἐφ’ οἷς ἐκ τοῦ Πατρὸς καὶ οὐκ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι λέγει τὸ Πνεῦμα τὸ ἅγιον, σαφὲς ἐκ τῶν εἰρημένων. Τίνα δὲ ἐκείνων φρονούντων ἀποδέχεται Κύριλλος, τὰ μὲν αὐτὸς ὁ θεῖος διέξεισι Κύριλλος πρὸς τὸν αὐτὸν Ἰωάννην γράφων· τὰ δ’ αὐτοὶ περὶ ἑαυτῶν. Φησὶ γάρ: «Ἔχει δὲ οὕτως ἡ συγγραφὴ καὶ αὐταῖς λέξεσιν ἐντέθειται τῇδε ἡμῶν τῇ ἐπιστολῇ.»

Καὶ μετὰ βραχέα πάλιν: «Ὁμολογοῦμεν τοιγαροῦν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, Θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον, ἐκ ψυχῆς λογικῆς καὶ σώματος, πρὸ αἰώνων μὲν ἐκ Πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς Παρθένου κατὰ τὴν ἀνθρωπότητα· δύο γὰρ φύσεων ἕνωσις γέγονε, διὸ ἕνα Χριστόν, ἕνα Υἱόν, ἕνα Κύριον ὁμολογοῦμεν, κατὰ ταύτην τῆς ἀσυγχύτου ἑνώσεως ἔννοιαν· ὁμολογοῦμεν τὴν ἁγίαν Παρθένον Θεοτόκον, διὰ τὸ τὸν Θεὸν Λόγον σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι καὶ ἐξ αὐτῆς τῆς συλλήψεως ἑνῶσαι ἑαυτῷ τὸν ἐξ αὐτῆς ληφθέντα ναόν· τὰς δὲ εὐαγγελικὰς καὶ ἀποστολικὰς φωνὰς ἴσμεν τοὺς θεολόγους ἄνδρας· τὰς μέν, κοινοποιοῦντας ὡς ἐφ’ ἑνὸς προσώπου, τὰς δέ, διαιροῦντας ὡς ἐπὶ δύο φύσεων· καὶ τὰς μέν, θεοπρεπεῖς, κατὰ τὴν θεότητα τοῦ Χριστοῦ, τὰς δέ, ταπεινάς, κατὰ τὴν ἀνθρωπότητα αὐτοῦ παραδιδόντας. Ταύταις ἡμῶν ἐντυχόντες ταῖς ἱεραῖς φωναῖς, οὕτω τὲ καὶ ἑαυτοὺς φρονοῦντας εὑρίσκοντες· “εἷς γὰρ Κύριος, μία πίστις, ἓν βάπτισμα”, ἐδοξάσαμεν τὸν τῶν ὅλων Σωτῆρα Θεόν, ἀλλήλοις συγχαίροντες, ὅτι ταῖς θεοπνεύστοις γραφαῖς καὶ τῇ παραδόσει τῶν ἁγίων Πατέρων συμβαίνουσαν ἔχουσι πίστιν, αἵ τε παρ’ ἡμῖν καὶ παρ’ ὑμῖν ἐκκλησίαι.» Καὶ πάλιν ὁ αὐτὸς θεῖος Κύριλλος, μετὰ τὰς Διαλλαγάς:

Ἐκ τῆς πρὸς ἐπίσκοπον Οὐαλλεριανὸν ἐπιστολῆς: «Οἱ γάρ τοι κατὰ τὴν Ἑῴαν πᾶσαν θεοσεβέστατοι ἐπίσκοποι, ἅμα τῷ κυρίῳ μου τῷ θεοσεβεστάτῳ ἐπισκόπῳ τῆς Ἀντιοχέων ἐκκλησίας Ἰωάννῃ, δι’ ἐγγράφου καὶ σαφοῦς ὁμολογίας, φανερὸν ἅπασι κατέστησαν ὅτι τὰς μὲν Νεστορίου βεβήλους κενοφωνίας κατακρίνουσί τε καὶ ἀναθεματίζουσι μεθ’ ἡμῶν, καὶ οὐδενὸς ἠξίωσαν αὐτὰς πώποτε λόγου ἀλλὰ τοῖς εὐαγγελικοῖς τε καὶ ἀποστολικοῖς ἕπονται δόγμασι καὶ τὴν τῶν Πατέρων ὁμολογίαν κατ’ οὐδένα λυποῦσι τρόπον». Καὶ πάλιν ἐκ τῆς αὐτῆς ἐπιστολῆς: «Ἂν τοίνυν καταψευδόμενοί τινες λέγωσι ἕτερά τινα παρὰ ταῦτα φρονεῖν αὐτούς, μὴ πιστευέσθωσαν, ἀλλ’ ὡς ἀπατεῶνες καὶ ψεῦσται κατὰ τὸν τῶν αὐτῶν πατέρα διάβολον ἀποπεμπέσθωσαν, ἵνα μὴ ταράττωσι τοὺς θέλοντας ὀρθοποδεῖν.» Ταῦτα μὲν ὁ θεῖος Κύριλλος τοῖς ἐκ τῆς ἀνατολῆς μαρτυρεῖ.

Θεοδώριτος δὲ καὶ οἱ ἐκ τῆς ἀνατολῆς διαῤῥήδην λέγουσι ταῦτα: «Ἴδιον δὲ τὸ Πνεῦμα τοῦ Υἱοῦ, εἰ μὲν ὡς ὁμοφυὲς καὶ ἐκ Πατρὸς ἐκπορευόμενον ἔφη, συνομολογήσωμεν καὶ ὡς εὐσεβῆ δεξώμεθα τὴν φωνήν· εἰ δὲ ὡς ἐξ Υἱοῦ ἢ δι’ Υἱοῦ τὴν ὕπαρξιν ἔχον, ὡς βλάσφημον τοῦτο καὶ δυσσεβὲς ἀποῤῥίψωμεν.» Καὶ πάλιν ὁ αὐτός: «Καὶ τὸ Πνεῦμα δὲ τὸ ἅγιον, οὐκ ἐξ Υἱοῦ ἢ δι’ Υἱοῦ τὴν ὕπαρξιν ἔχει ἀλλ’ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, ἴδιον δὲ τοῦ Υἱοῦ ὡς ὁμοούσιον ὀνομαζόμενον.» Ἢ τοίνυν οὐκ ἔστι βέβηλος Νεστορίου κενοφωνία τὸ μὴ ἐκπορεύεσθαι ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα, ἀλλὰ τῶν ἀποστόλων παράδοσις, καὶ τὸ Λατίνων γένος ἁλίσκεται, ἤ, εἰ τοὐναντίον, σαφῶς τῆς ἀληθείας καταψεύδεται Κύριλλος, λέγων περὶ τῶν τῆς ἀνατολῆς ἐπισκόπων ὅτι τὰς Νεστορίου βεβήλους κενοφωνίας κατακρίνουσί τε καὶ ἀναθεματίζουσι μεθ’ ἡμῶν· σαφῶς γὰρ ἐκεῖνοι, καὶ μετὰ τὰς διαλλαγάς, οὐκ οἴονται δεῖν ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα ἐκπορεύεσθαι· καὶ τὸ μέγιστον, καὶ τὴν εἰρήνην τὴν τῶν ἐκκλησιῶν ἑορτάζειν ἐπὶ τούτοις δοκοῦσι περιφανῶς, ἐφ’ οἷς τὸν Κύριλλον ἔγνωσαν, μήτε ἐκ τοῦ Υἱοῦ μήτε μὴν διὰ τοῦ Υἱοῦ τὴν ὕπαρξιν ἔχειν λέγοντα τὸ Πνεῦμα τὸ ἅγιον.

Οὐ μήν, ἀλλὰ καὶ τὸ λέγειν τὸν θεῖον Κύριλλον ὅτι τὰς Νεστορίου βεβήλους κενοφωνίας οἱ ἐκ τῆς ἀνατολῆς οὐδενὸς ἠξίωσαν αὐτὰς οὐδεπώποτε λόγου, περὶ μὲν τῶν εἰς τὴν τοῦ Σωτῆρος οἰκονομίαν καὶ σφόδρα ἀληθές· καὶ οὐδέποτ’ ἂν ἴδοις αὐτοὺς βλάσφημον οὐδὲν οὐδαμοῦ προεμένους· περὶ δὲ τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως ὅτι οὐκ ἔστιν ἐκ τοῦ Υἱοῦ, εἴ γε καὶ τοῦτο πρὸς Νεστόριον ἀνοίσομεν, πῶς οὐ σφόδρα ἀναιδές, τοσαῦτα Θεοδωρίτου καὶ τῶν ἄλλων περὶ τούτου παῤῥησιασαμένων, καὶ πρὸ τῆς τῶν ἐκκλησιῶν ὁμονοίας καὶ μετὰ τὴν ὁμόνοιαν, οἰκουμενικῆς ἀκροωμένης συνόδου; Τὸ δὲ καὶ προσθεῖναι τὸν θεῖον Κύριλλον ὅτι οἱ ἐκ τῆς ἀνατολῆς κατακρίνουσι καὶ ἀναθεματίζουσι μεθ’ ἡμῶν τὰ βέβηλα Νεστορίου δόγματα, οὐ σαφῶς ὁμολογοῦντος ἐστὶν ὡς οὐκ ἔστι Νεστορίου δόξα τὸ μὴ εἶναι τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ; Αὐτὸς γὰρ ἐδείχθη τοῖς ἐκ τῆς Ἑῴας καὶ ἐπὶ ταύτῃ τῇ δόξῃ συμβαίνων, καὶ τὴν τοῦ Πνεύματος προβολὴν μόνῳ τῷ Πατρὶ προσνέμων σαφῶς, πρότερον ἀκούσας ἐπὶ τούτῳ κακῶς, ὡς μὴ κατ’ ἐκείνους φρονῶν.

Ἔτι εἴ τις ἔροιτο Λατίνους: ὦ σοφώτατοι! τῶν ἐκ τῆς ἀνατολῆς λεγόντων περιφανῶς βλάσφημον καὶ δυσσεβὲς εἶναι τὸ λέγειν ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα ἐκπορεύεσθαι, πότερον τοῖς ἀποστόλοις κατὰ τοῦτο συμφωνοῦντες διατελοῦσιν, ἢ Νεστορίου συμβαίνουσι, τί ἐροῦσιν; Εἰ μὲν δὴ τὸ δεύτερον, καὶ σφόδρα ἀντιβοήσει Κύριλλος· τοῖς γὰρ τῶν ἀποστόλων καὶ Πατέρων δόγμασιν, ἕπεσθαι αὐτοῖς μαρτυρεῖ, καὶ τὴν τῶν Πατέρων ὁμολογίαν κατ’ οὐδένα τρόπον λυπεῖν, καὶ τοὺς τἀναντία κατ’ ἐκείνων οἰομένους, ἀπατεῶνας καὶ ψεύστας ἀποκαλεῖ καὶ μετὰ τοῦ διαβόλου τῆς ἐκκλησίας ἐκείνους ἐκβάλλει· εἰ δὲ τὸ πρῶτον, σαφὴς ἡ αἰσχύνη καὶ οὐδὲν δεῖ προστιθέναι.

Ἀλλὰ τί πρὸς ταῦτα φασίν; [Ἔνστασις:] Ἐν τῇ πρὸς Νεστόριον ἐπιστολῇ Κύριλλος, ᾗ συνῆπται καὶ τὰ κατὰ Νεστορίου κεφάλαια, τοιάδε ῥητῶς φησίν: «Εἰ γὰρ καὶ ἔστιν ἐν ὑποστάσει ἰδικῇ τὸ Πνεῦμα, καὶ δὴ νοεῖται καθ’ ἑαυτὸ καθὸ Πνεῦμα ἐστὶ καὶ οὐχ Υἱός, ἀλλ’ οὖν ἐστιν οὐκ ἀλλότριον αὐτοῦ· Πνεῦμα γὰρ ἀληθείας ὠνόμασται καὶ ἔστι Χριστὸς ἡ ἀλήθεια καὶ προχεῖται παρ’ αὐτοῦ καθάπερ ἀμέλει καὶ ἐκ τοῦ Πατρός.» Τοῦτο δὲ σαφῶς ἐστι λέγοντος ἐκ τοῦ Υἱοῦ εἶναι τὸ Πνεῦμα ὥσπερ καὶ ἐκ τοῦ Πατρός. Ὅτι δὲ τοῦτο ἐν τῇ ἐπιστολῇ πρὸς Νεστόριον γράφων εἴρηκε Κύριλλος, σεσιώπηκε μὲν ἡ σύνοδος ἐπὶ τοῦ κοινοῦ συνεδρίου, Νεστορίου διὰ ταῦτα καταψηφίσασθαι, σεσιώπηκε δὲ Κύριλλος πρὸς Θεοδώριτον περὶ τούτου γράφων κατὰ σχολὴν τὰ ἐν τῇ ἐπιστολῇ ταῦτα ἀρκοῦντα νομίσαντες· ἐδέξατο γὰρ ἡ σύνοδος ὡς ἑαυτῆς τὴν ἐπιστολήν.

Ὅτι δὲ τὸ προχεῖσθαι ἀντὶ τοῦ ἐκπορεύεσθαι κεῖται, αὐτὸς ὁ Κύριλλος ἔδειξε λέγων ἐν τῇ τοῦ θείου συμβόλου ἐξηγήσει περὶ τοῦ ἁγίου Πνεύματος: «Προχεῖται μὲν ἤγουν ἐκπορεύεται ἐκ τοῦ Θεοῦ καὶ Πατρός, χορηγεῖται δὲ τῇ κτίσει διὰ τοῦ Υἱοῦ.» [Λύσις:] Πρῶτον μέν, σφόδρα ἀνελεύθερον, ἄνδρας ἑαυτοὺς οἰομένους εἶναι τινάς, οὕτω τῆς ἀληθείας περιφανῶς καταψεύδεσθαι, καὶ μετὰ τοσαύτας ἀποδείξεις τὸν θεῖον οἴεσθαι Κύριλλον ἐκ τοῦ Υἱοῦ νομίζειν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ λέγειν πρὸς τὰ Θεοδωρίτου σιωπὴν αὐτὸν ἄγειν, καὶ ταῦτα τοσαῦτα εἰπόντα καὶ κρείττονα συκοφαντίας ἑαυτὸν δείξαντα ὡς μηκέτι μηδὲ Θεοδώριτον ἀντιλέγειν ἔχειν ἀλλ’ ὁμολογῆσαι μὲν τὴν Κυρίλλου πρὸς τὰ ἑαυτοῦ συμφωνίαν, τὴν δ’ αἰτίαν τῆς ὑποψίας, οὐκ ἐπὶ τὴν διάνοιαν, ἀλλ’ ἐπὶ τὴν γλῶσσαν μεταθεῖναι Κυρίλλου, ὡς μὴ τοῖς νοήμασιν ἀρκοῦσαν τοῖς ἑαυτοῦ. Τοῦτο γάρ ἐστιν αἰνιττόμενος δι’ ὧν γράφει τὴν συμφωνίαν καὶ λίαν κηρύττων περιφανῶς· φησὶ γὰρ ἐν τῇ ἐπιστολῇ: «τὴν ὀρθότητα ἐν τοῖς γράμμασι Κυρίλλου θεασάμενοι, ὑμνήσαμεν τὸν τὰς ψελλιζούσας γλώσσας ἰατρεύσαντα, καὶ τὸν ἀπηχῆ φθόγγον εἰς ἡδεῖαν ἁρμονίαν μεταῤῥυθμίζοντα.»

Ἔπειτα, τὸ ταῦτα προφέρειν, ἀγνοοῦντός ἐστι τόν τε τῆς ἐπιστολῆς σκοπὸν καὶ τὰ ἐν ἐκείνῃ κεφάλαια καὶ πόσα τὸν ἀριθμὸν καὶ ποῖα τὴν δύναμιν καὶ πρὸς τί τῷ Νεστορίῳ λεγομένων ἕκαστον φέρεται καὶ τίνι τῶν ἀναθεματισμῶν τῶν κατ’ ἐκείνου ἕκαστον τῶν κεφαλαίων συμβαίνει. Δεῖ γὰρ τὸν εἰς ἀνάπτυξιν τῶν τοιούτων μέλλοντα ἔρχεσθαι, πάντα οὐ παρέργως ζητῆσαι, αὐτοῦ τοῦ θείου μεμνημένον Κυρίλλου λέγοντος ἐν τοῖς θησαυροῖς: «Δεῖ τὸν εἰς ἔρευναν τῶν θείων ἐκβαίνοντα γραφῶν τὸν καιρὸν ἐπιτηρεῖν καθ’ ὃν λέγεται τὸ δηλούμενον, καὶ πρόσωπον παρ’ οὗ ἢ δι’ οὗ ἢ περὶ οὗ λέγεται· οὕτω γὰρ ἂν ἀπλανὴς ἡ διάνοια φυλαχθείη τοῖς ὀρθῶς ἐθέλουσι νοεῖν.» Εἰ δὲ μὴ πρὸς τὰ ἀπηριθμημένα φήσουσιν ἑαυτοὺς ἀρκεῖν, τὴν γοῦν ἐπιστολὴν ἐκείνην ἔδει μὴ ἀγνοεῖν, τούς γε ὑπὲρ ἑαυτῶν ταύτην προβαλλομένους· οὐ γάρ ἐστιν αὕτη ἧς ἀναγνωσθείσης ἐπὶ τοῦ κοινοῦ συνεδρίου, κατὰ ταύτην ἡ σύνοδος εἶπε πιστεύειν· ἐκείνη μὲν γὰρ δευτέρα πρὸς Νεστόριον, αὕτη δὲ πρὸς τὸν αὐτὸν τρίτη, περὶ ἧς τοσοῦτον μόνον οἱ ἐν τῇ συνόδῳ Πατέρες εἶπον, ὡς δίκαιον εἶναι τοῖς ὑπομνήμασι καὶ αὐτὴν συντετάχθαι· ὃ δὴ καὶ περὶ τῆς ἐπιστολῆς Κελεστίνου καὶ Καπραιόλου καὶ πολλῶν ἑτέρων δέον ἐνόμισαν.

Τὸ δὲ περὶ τῆς ἐκπορεύσεως τοῦ Πνεύματος ὅτι οὐκ ἔστιν ἐκ τοῦ Υἱοῦ, σιωπῆσαι μὲν τοὺς Πατέρας οὐχ ὑγιὲς ἡγουμένους τὸ δόγμα, παραπέμψαι δὲ τοὺς διαποροῦντας ἐκεῖ, διὰ τὸ λέγειν ἐν τῇ ἐπιστολῇ ταύτῃ τὸν Κύριλλον προχεῖσθαι τὸ Πνεῦμα παρὰ τοῦ Υἱοῦ ὥσπερ καὶ ἐκ τοῦ Πατρός, τοῦτο δὲ μῦθος ἄντικρυς καὶ τῆς Λατίνων διανοίας σαφὲς ἀνάπλασμα. Οὔτε γὰρ οὐδαμοῦ τὰ τοιαῦτα εὕρηται καὶ πολὺ μετὰ τοῦ ψεύδους καὶ τὸ ἀδύνατον. Οὐ γὰρ πρότερον ἡ σύνοδος τὴν ἐπιστολὴν ἐδοκίμασε ταύτην, περὶ ἧς τὰ τοιαῦτα ἀξιοῦσιν. Εἶτα περὶ τῆς τοῦ Πνεύματος ἐκπορεύσεως ὅτι οὐκ ἐκ τοῦ Υἱοῦ τὴν ψῆφον δίδωσιν ἵν’ ἐξῇ τὰ τοιαῦτα πλάττειν καὶ ὁπωσοῦν ἀλλὰ τοὐναντίον μετὰ τὸ ψηφίσασθαι περὶ τοῦ συμβόλου τὰ δοκοῦντα καὶ κανόνα τὰ τοιαῦτα τῇ ἐκκλησίᾳ προθεῖναι, οὕτω χρόνου παραῤῥυέντος καὶ τὴν ἐπιστολὴν ταύτην ἀνέγνωσαν, ὥστε τὸ τὰ προειρημένα ἀξιοῦν ἴσον ἐστὶ τὰ ἀδύνατα ἀξιοῦν. Οὐ γὰρ ἂν εἰς τὴν ἐπιστολὴν ἐκείνην περὶ τῶν ἠπορημένων παρέπεμψεν, ἣν οὐδὲ τὴν ἀρχὴν οὐδέπω ἔτυχεν ἀναγνοῦσα. Καὶ ὅτι ταῦτα ἀληθῆ, δῆλον ἐκ τῶν πεπραγμένων τῇ θείᾳ ταύτῃ συνόδῳ.

Οὐ μὴν οὐδὲ δόξα Κυρίλλου ὡς δέδεικται ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα ἐκπορεύεσθαι οὔτε μὴν ἀντὶ τοῦ ἐκπορεύεσθαι τὸ προχεῖσθαι πᾶσα ἀνάγκη νοεῖν. Καὶ τί λέγω μὴ ἀναγκαῖον εἶναι; Πᾶσα μὲν οὖν ἀνάγκη μὴ οὕτως ἐνταῦθα αὐτὸ νοεῖν! Ἔχει γὰρ οὕτως· ἡ μὲν τῆς ἐπιστολῆς ταύτης πρόθεσις, γνώμη τίς ἐστι πρὸς Νεστόριον τἀναντία τῶν ἐκείνῳ δοκούντων εἰσηγουμένη, ὥστε τὰ μὲν δέξασθαι, ἀποστολικὰς ὄντα φωνάς, τὰ δὲ φυγεῖν, οὐχ ὑγιῶς ἔχοντα.

Κεφαλαίοις δὲ διαιρουμένη δύο καὶ δέκα τὸν ἀριθμόν, τὸ κεφάλαιον τοῦτο τῆς ἐπιστολῆς ἑνδέκατον ὄν, ὃ νυνὶ Λατῖνοι σεσυληκότες ἐκεῖθεν ἐπισείουσιν ἡμῖν, ἀντίκειται τῷ ἐνάτῳ τῶν ἀναθεματισμῶν, ὥσπερ καὶ τῶν ἄλλων ἕκαστον ἑκάστῳ τῶν ἀναθεματισμῶν. Νεστορίου γὰρ λέγοντος περὶ τοῦ Χριστοῦ ὅτι τε ψιλὸς ἦν ἄνθρωπος καὶ ὅτι τῇ δυνάμει τοῦ Πνεύματος ὡς ἀλλοτρίᾳ πρὸς τὰ σημεῖα χρώμενος ἦν καὶ ὅτι Πνεύματος καὶ αὐτὸς μετεῖχεν ὥσπερ καὶ τῶν ἁγίων ἕκαστος, τούτοις ἀντιπαρεξάγων ὁ θεῖος Κύριλλος τὰ τῆς ἀληθείας δόγματα, φησίν: οὐκ ἔστιν ἀλλότριον αὐτοῦ τὸ Πνεῦμα τὸ ἅγιον, κατ’ οὐσίαν δηλονότι. Τοῦτο γὰρ αὐτὸς προστίθησιν ἑαυτὸν ἐξηγούμενος ἐν τῇ πρὸς Ἰωάννην Ἀντιοχείας ἐπιστολῇ, περὶ αὐτοῦ τούτου γράφων κἀκεῖ· εἶτα ἡ αἰτία, ἐκ τῆς γραφῆς ὁρμωμένη, «“Πνεῦμα γὰρ ἀληθείας” ὠνόμασται, “ἀλήθεια δὲ ὁ Χριστός”.» Τοσοῦτον δὲ πόῤῥω τοῦ μετέχειν ἐστὶ Πνεύματος, ὥσπερ τῶν ἁγίων ἕκαστος, ὥστε καὶ «προχεῖται παρ’ αὐτοῦ τὸ Πνεῦμα καθάπερ ἀμέλει καὶ παρὰ τοῦ Πατρός»· τοῖς ἁγίοις δηλαδή, τὰς δωρεὰς τοῦ ἁγίου Πνεύματος αἰνιττόμενος.

Οὐ μὴν ἀλλ’ ἐν ταύτῃ τῇ ἐπιστολῇ περιείληπται καὶ ἡ κατὰ Νεστορίου ἀποκήρυξις ὡς εἴρηται ἐν κεφαλαίοις δυοκαίδεκα, ἃ πᾶσαν στηλιτεύει τὴν ἐκείνου κακόνοιαν, ὡς ἡ ἕκτη φησὶ σύνοδος, ὧν οὐδὲν ἐκεῖ οὔτε περὶ τῆς τοῦ Πνεύματος προβολῆς οὔτε μὴν περὶ θεολογίας ἁπλῶς, πάντα δὲ περὶ τὴν οἰκονομίαν.

Ἔπειτα αἰνίγματι παραπλήσιον τὸ λεγόμενον, εἰ Νεστορίῳ Κύριλλος ἐπιστέλλων, ἐλέγχει μὲν ἐκεῖνον περὶ τῆς ἐκπορεύσεως τοῦ ἁγίου Πνεύματος, ἐν οἷς τῶν ἑαυτοῦ συγγραμμάτων οὐ τοῦτο φησί. Ποῦ γὰρ ἐν ταῖς ἐπιστολαῖς Νεστορίου τοῦτο, πρὸς ἃς ἀντεπιστέλλει Κύριλλος; Ὅτε δὲ διαῤῥήδην ἐπὶ τῆς συνόδου ἀναγινώσκεται ὅτι οὐκ ἐκπορεύεται ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ἢ βλάσφημον καὶ ἀσεβὲς εἴ τις οἴοιτο ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα ἐκπορεύεσθαι, ὅ φησι Θεοδώριτος πρὸς Κύριλλον γράφων, τότε σιωπᾷ μὲν Κύριλλος μετὰ τῆς συνόδου, σιωπᾷ δὲ πάλιν ἰδίως περὶ τούτου κατὰ σχολὴν γράφων Κύριλλος. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ συμβαίνει τοῖς παρὰ Θεοδωρίτου λεγομένοις ἐκεῖ καὶ σεσυκοφαντῆσθαι λέγει εἴ τις περὶ αὐτοῦ τἀναντία λογίζοιτο. Καὶ τέλος μαρτυρεῖ τοῖς κατὰ τὴν Ἑῴαν ἐπισκόποις, ὧν κεφάλαιον Θεοδώριτος, ὡς συμβαίνουσα ἔχουσι τὴν πίστιν, τῇ τε θείᾳ γραφῇ καὶ τῇ παραδόσει τῶν ἀποστόλων, καὶ ὡς οὐδενὸς πώποτε λόγου ἠξίωσαν τὰ βέβηλα Νεστορίου δόγματα.

Θαῦμα δ’ ἂν εἴη! Τί δή ποτε, περὶ τῆς τοῦ Σωτῆρος οἰκονομίας, μυρία μὲν πρότερον εἰπόντος Κυρίλλου, τοσαῦτα δὲ Κελεστίνου, οὐκ ἤρκεσαν ταῦτα τῇ θείᾳ συνόδῳ, ἀλλὰ πάλιν κατὰ Νεστορίου πλείοσιν ἢ πρότερον ἐχρήσαντο ἀποδείξεσι καὶ μαρτυρίαις, τὰ λεγόμενα πιστὰ δείξαντες, περὶ δὲ τῆς τοῦ Πνεύματος ἐκπορεύσεως τὸ βραχὺ καὶ διὰ τοῦτο μὴ σφόδρα σαφὲς ῥῆμα τοῦ θείου Κυρίλλου, μήτ’ ἐλέγχου, μήτ’ ἀποδείξεως μηδεμιᾶς ἐν τούτῳ κειμένης, πρὸς οὕτω φανερὰν βλασφημίαν ἤρκεσεν!

Οὐ μήν, ἀλλ’ ἐπειδήπερ ἡ ῥῆσις αὕτη πρὸς τὸν ἔνατον τῶν ἀναθεματισμῶν βλέπει, ὑπὲρ οὗ Κύριλλος ἀπολογούμενος Θεοδωρίτῳ συμβαίνει βλάσφημον ἀξιοῦντι ἐκπορεύεσθαι τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ, πῶς, ὅπερ ὡς βλάσφημον καὶ ἀσεβὲς ἐδέξατο ἑρμηνεύων αὐτὸς τὸν ἑαυτοῦ λόγον διὰ πολλῶν, τοῦτον οἴεσθαι δίκαιον ἐν τοῖς βραχέσι ῥήμασιν ὡς ὑγιὲς ἀποδέχεσθαι; Δέον τοὐναντίον, ἀπὸ τῶν σαφεστέρων τὰ ἀσαφῆ κανονίζεσθαι.

Εἰ δὲ καὶ Θεοδώριτος μετὰ τὰς ἀπολογίας ὡς δέδεικται, καὶ λίαν περιφανῶς Κυρίλλῳ συμμαρτυρεῖ μὴ νομίζειν ἔχειν τὸ Πνεῦμα τὴν ὕπαρξιν ἐξ Υἱοῦ, οὐκ ᾔδει σαφὴς αἰσχύνη καὶ πρὸς Θεοδώριτον ἀντιλέγειν, ᾧ τοσαῦτα περὶ τούτου διείλεκται Κύριλλος, ὡς κινδυνεύειν διὰ ταῦτα διασπασθῆναι τὴν οἰκουμένην, εἰ μὴ φθάσας αὐτὸς τὰς καλὰς ἐκείνας ἀπολογίας συνέθηκεν;

Αὐτὸ δὲ τὸ λέγειν ὡς ὁ θεῖος Κύριλλος, τὸ προχεῖται ἀντὶ τοῦ ἐκπορεύεσθαι ἐδέξατο, τὸ θεῖον ἐξηγούμενος σύμβολον, λέγων «προχεῖται μέν, ἤγουν ἐκπορεύεται τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Θεοῦ καὶ Πατρός, χορηγεῖται δὲ τῇ κτίσει δι’ Υἱοῦ», δείκνυσι σαφῶς ὡς τὸ προχεῖσθαι οὐκ ἐπὶ τοῦ ἐκπορεύεσθαι μόνον κεῖται ἀλλὰ καὶ ἐπ’ ἄλλου τινός· τοῦτο δ’ ἂν εἴη τὸ χορηγεῖσθαι. Ἢ τίνος χάριν εἰπὼν τὸ προχεῖσθαι, τὸ ἐκπορεύεσθαι εἰς ἑρμηνείαν προσέθηκεν, εἰ πανταχοῦ τὸ προχεῖσθαι, τὸ ἐκπορεύεσθαι δηλοῦν ἦν;

Καὶ χωρὶς δὲ τούτων, διὰ τοῦ Ἰωὴλ φασὶν ὁ Θεός: «ἐκχεῶ ἐν ταῖς ἐσχάταις ἡμέραις ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα»· καὶ ὁ θεῖος Παῦλος πρὸς Τίτον: «ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν.» Καὶ οὐδήπου ἀντὶ τοῦ ἐκπορεύεσθαι κεῖσθαι τὰ τοιαῦτα φαίη τις ἄν, ἕως ἂν εὐσεβεῖν ἐθέλῃ.

Ἔτι αὐτὸ τὸ διαιρετικῶς διὰ τῶν συνδέσμων τὸν λόγον προαγαγεῖν τὸν θεῖον Κύριλλον καὶ εἰπεῖν περὶ τοῦ ἁγίου Πνεύματος ὅτι «προχεῖται μέν, ἤγουν ἐκπορεύεται ἐκ τοῦ Θεοῦ καὶ Πατρός, χορηγεῖται δὲ τῇ κτίσει δι’ Υἱοῦ», οὐ σαφῶς φρονοῦντος ἐστίν, ἐκ τοῦ Πατρὸς μόνου τὴν ὕπαρξιν ἔχειν τὸ Πνεῦμα; Κοινῆς γὰρ οὔσης τῆς τοῦ Πνεύματος χορηγίας Πατρὶ καὶ Υἱῷ, εἰ κοινὸν καὶ ἡ ἐκπόρευσις ἦν, μάτην ὁ μερισμὸς καὶ ἡ τοῦ προχεῖσθαι ἐξήγησις, καὶ παρὰ τὴν κοινὴν χρῆσιν ἡ τῶν λεγομένων ἐξαγγελία. Διαφέροντα γάρ τινα δυσὶ προσώποις ὡσαύτως ἀνήκοντα, τοῖς συνδέσμοις ταῦτα μερίσαι, καὶ τὸ μέν, ἀναθεῖναι τῷ ἑνί, τῷ ἑτέρῳ δέ, τὸ ἕτερον, ἡ τῶν Ἑλλήνων οὐκ οἶδε γλῶττα. Πέτρου γὰρ καὶ Παύλου ἑκατέρου καὶ ἀποστόλου καὶ μάρτυρος ὄντος, εἰ περὶ αὐτῶν τις τοὺς λόγους ποιούμενος, οὕτω λέγοι “Πέτρος μὲν ἀπόστολος, Παῦλος δὲ μάρτυς”, οὐκ ἂν σωφρονεῖν δόξειεν, οὐδ’ ὑγιαίνειν τὴν γλῶτταν. Οὕτως οὐδὲ τὸν Περικλέα μὲν στρατηγὸν ἐρεῖς, τὸν Θεμιστοκλέα δὲ ῥήτορα· ἑκατέρῳ γὰρ ἑκάτερον ὁμοίως πρόσεστιν, εἰ μή τις ὑπερβάλλειν τῷ ἑτέρῳ νομίζοιτο. Καὶ ταῦτα οὐκ ἀγνοήσαντες οἱ τῆς τῶν χριστιανῶν θεολογίας καθηγεμόνες, τῷ διαιρετικῷ τούτῳ σχήματι ἐν τῇ θεολογίᾳ πολλάκις ἐχρήσαντο, τὰ θεαρχικὰ διακρίνοντες πρόσωπα.

Φησὶ γὰρ ὁ μὲν θεῖος Διονύσιος ἐν τῷ περὶ ἑνώσεως καὶ διακρίσεως λόγῳ: «ὅτι μέν ἐστι πηγαία θεότης ὁ Πατήρ, ὁ δὲ Υἱὸς καὶ τὸ Πνεῦμα, τῆς θεογόνου θεότητος, εἰ οὕτω χρὴ φάναι, βλαστοὶ θεόφυτοι καὶ οἷον ἄνθη καὶ ὑπερούσια φῶτα πρὸς τῶν ἱερῶν λογίων παρειλήφαμεν.» Ἡ δ’ ἐν Νικαίᾳ πρώτη σύνοδος: «Τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται μὲν ἐκ τοῦ Πατρός, ἴδιον δέ ἐστι τοῦ Υἱοῦ.» Καὶ ὁ μέγας δὲ Βασίλειος ἐν τῇ πρὸς τὸν ἀδελφὸν ἐπιστολῇ, «τὸ Πνεῦμα τὸ ἅγιον, φησί, τοῦ Υἱοῦ μὲν εἴρηται, ᾧ ἀδιαστάτως συγκαταλαμβάνεται, τῆς δὲ τοῦ Πατρὸς αἰτίας, ἐξημμένον ἔχει τὸ εἶναι, ὅθεν καὶ ἐκπορεύεται.» Καὶ πάλιν: «Τὸ Πνεῦμα τὸ ἅγιον μετὰ τοῦ Υἱοῦ καὶ σὺν αὐτῷ γνωρίζεται, ἐκ δὲ τοῦ Πατρὸς ὑφέστηκε.» Καὶ ὁ Νύσσης θεῖος Γρηγόριος ἐν τοῖς πρὸς Εὐνόμιον: «Τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ Υἱοῦ συνημμένως καταλαμβάνεται, οὐχ ὑστερίζον κατὰ τὴν ὕπαρξιν μετὰ τὸν Υἱόν, ὡς ποτὲ τὸν μονογενῆ δίχα τοῦ Πνεύματος νοηθῆναι, ἀλλ’ ἐκ μὲν τοῦ Θεοῦ τῶν ὅλων καὶ αὐτὸ τὴν αἰτίαν ἔχον τοῦ εἶναι, ὅθεν καὶ τὸ μονογενές ἐστι φῶς, διὰ δὲ τοῦ ἀληθινοῦ φωτὸς ἐκλάμψαν.»

Καὶ πάλιν ἐκ τοῦ αὐτοῦ: «Οὐχὶ ἀκτῖνα ἐξ ἡλίου νοήσομεν, ἀλλ’ ἐξ ἀγεννήτου ἡλίου, ἄλλον ἥλιον, ὁμοῦ τῇ πρώτῃ ἐπινοίᾳ, γεννητῶς αὐτῷ συνεκλάμποντα καὶ κατὰ πάντα ὡσαύτως ἔχοντα κάλει, δυνάμει, λαμπηδόνι, φαιδρότητι, καὶ πᾶσιν ἁπλῶς τοῖς περὶ τὸν ἥλιον θεωρουμένοις· καὶ πάλιν ἕτερον τοιοῦτον φῶς κατὰ τὸν αὐτὸν τρόπον, οὐ χρονικῷ τινι διαστήματι τοῦ γεννητοῦ φωτὸς ἀποτεμνόμενον, ἀλλὰ δι’ αὐτοῦ μὲν ἐκλάμπον, τὴν δὲ τῆς ὑποστάσεως αἰτίαν ἔχον ἐκ τοῦ πρωτοτύπου φωτός.» Καὶ πάλιν ὁ θεῖος Κύριλλος ἐν τοῖς πρὸς Ἑρμείαν περὶ τοῦ ἁγίου Πνεύματος: «Προΐστησι μὲν ἐξ ἰδίας αὐτὸ φύσεως ὁ Πατήρ, χορηγεῖ δὲ τοῖς ἀξίοις καὶ αὐτὸς ὁ Υἱός.» [Ἔνστασις:] Εἰ δὲ λέγοιεν μηδὲν κωλύειν διαφέροντά τινα, δυσὶν ἢ τρισὶ προσώποις ὡσαύτως ὑπάρχοντα, τοῖς συνδέσμοις ἑκάστῳ ταῦτα μερίσαι, οὕτω τοῦ θεολόγου λέγοντος ἐν τῷ περὶ θεολογίας λόγῳ: «Προστησάμενοι τοῦ λόγου τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὥστε τὸν μὲν εὐδοκεῖν, τὸν δὲ συνεργεῖν, τὸ δὲ ἐμπνεῖν»; Οὐκ ἀναγκαῖα φασίν. [

Λύσις:] Ὅμοιον γὰρ τοῦτο ὥσπερ εἴ τις λέγοι εὐδοκεῖν μὲν τὸν Πατέρα, εὐδοκεῖν δὲ τὸν Υἱόν, εὐδοκεῖν δὲ τὸ Πνεῦμα τὸ ἅγιον· τοῦτο δὲ ἔθος τοῖς Ἕλλησιν ἢ ἐπὶ τῶν αὐτῶν πάντῃ οὕτω τὸν λόγον προάγειν ἢ ἐπὶ τῶν μὴ πάνυ τοι διεστηκότων, ὥσπερ ἡ τοῦ θεολόγου ῥῆσις ἔχειν δοκεῖ, τῇ φωνῇ τῶν ῥημάτων τούτων ἐχόντων τὸ ἕτερον· τῷ σημαινομένῳ δὲ οὐδαμῶς ἢ μικρόν· δῆλον δέ· ἀντιστρέφουσι γὰρ ἀλλήλοις. Τὸ γὰρ εὐδοκεῖν, συνεργεῖν ἐστι καὶ ἐμπνεῖν· καὶ τὸ συνεργεῖν, καὶ εὐδοκεῖν καὶ ἐμπνεῖν· καὶ τὸ ἐμπνεῖν, εὐδοκεῖν καὶ συνεργεῖν, ἄν τις ἐπὶ Θεοῦ τὰ τοιαῦτα σκοπῇ.

Ὅτι μὲν οὖν κοινὸν τῇ καθολικῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ δόγμα ἐκρίθη μὴ ἐκπορεύεσθαι ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον καὶ ὅτι καὶ ἐπὶ τούτοις ἡ συμφωνία γέγονε τῶν ἐκκλησιῶν τῶν τε κατὰ τὴν Ἑῴαν καὶ τῶν ἁπανταχοῦ γῆς, ἐκ τῶν εἰρημένων δῆλον. Ὅτι δὲ τὸ τοιοῦτον ἀρχαία δόξα Κυρίλλου καὶ πάσῃ μηχανῇ τὴν ὑποψίαν ταύτην ἐκ μέσου ποιεῖται, δεινὸν ἡγούμενος εἴ τις οἴοιτο τὰ Πατρὸς ἴδια, κοινὰ καὶ Υἱῷ, καὶ ἐκ τούτων δῆλον: Ἐν γὰρ τῇ ἑρμηνείᾳ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου ἐν τριακοστῷ ἐνάτῳ κεφαλαίῳ, τὴν θεσπεσίαν ἀναπτύσσων τοῦ Κυρίου φωνὴν ἥ φησιν «εἰ δὲ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἆρα ἔφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ», τοιάδε φησίν: «ἐπειδή φησι τὸ παρ’ ὑμῶν λεγόμενον οὐκ ἀληθές, ἕωλον δὲ μᾶλλον ἐστὶ καὶ κατεψευσμένον ἀλλὰ καὶ συκοφαντίας ἔχον γραφήν, πρόδηλον ὅτι ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια· δάκτυλον δὲ Θεοῦ τὸ ἅγιον Πνεῦμα φησί· χεὶρ μὲν γὰρ αὐτὸς καὶ βραχίων ὠνόμασται τοῦ Θεοῦ καὶ Πατρός· ἐνεργεῖ γὰρ τὰ πάντα δι’ αὐτοῦ· ἐνεργεῖ δὲ ὁμοίως καὶ ὁ Υἱὸς ἐν Πνεύματι.

Ὥσπερ οὖν ὁ δάκτυλος ἀπήρτηται τῆς χειρὸς οὐκ ἀλλότριος ὢν αὐτῆς ἀλλ’ ἐν αὐτῇ φυσικῶς, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον τῷ τῆς ὁμοουσιότητος λόγῳ, συνῆπται πρὸς ἕνωσιν τῷ Υἱῷ, κἂν ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπορεύηται.» Εἰ δὲ καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορευόμενον ᾔδει τὸ Πνεῦμα, πῶς οὐ μάτην ἀφῆκε τὸν λόγον, προσθεὶς «κἂν ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπορεύηται»; Ἀλλ’ ἡ μὲν τρίτη καὶ τετάρτη τῶν συνόδων τῶν οἰκουμενικῶν τοιαῦτα.