Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεῖλος Καβάσιλας – Περὶ τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως

Νεῖλος Καβάσιλας

Η θεολογική γνωσιολογία και η αδυναμία εφαρμογής ανθρώπινων συλλογισμών στα δόγματα της πίστεως

Εισαγωγή στην αναξιόπιστη χρήση της διαλεκτικής και των συλλογισμών στη θεολογία, με βάση την αποστολική και πατερική μαρτυρία για την υπερβατικότητα του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεῖλος Καβάσιλας

—

Κεφάλαιο 1 από 12

Τοῦ αὐτοῦ <Νείλου τοῦ Καβάσιλα>. Ὅτι οὐκ ἔστι Λατίνοις, συλλογισμοῖς χρωμένοις, ἀποδεῖξαι τὸ Πνεῦμα τὸ Ἅγιον ἐκ τοῦ Υἱοῦ ἐκπορευόμενον Λοιπὰ δὲ οἱ συλλογισμοί, οἷς τοσοῦτον ἰσχύος μέτεστιν εἰς τὸ δεικνύναι τὰ θεῖα, ὅσηπερ ἂν γένοιτο καὶ τυφλοῖς κρίνειν ἐπιχειροῦσι χρώματα· ἀλλὰ πρὸ τοῦ κατὰ μέρος ἕκαστον τῶν συλλογισμῶν δοκιμάσαι, ζητητέον ἐστὶν εἰ καθόλου τὸ προκείμενον πρόβλημα ἀποδεικτόν ἐστι.

Πρῶτον μὲν οὖν παράδοσίς ἐστιν ἀρχαία καὶ ἀποστολικὴ φεύγειν τὴν ἐκ τῶν συλλογισμῶν συμμαχίαν ἐν τοῖς περὶ πίστεως λόγοις, ἀσθενῆ τε οὖσαν καὶ εἰς ψεῦδος φέρουσαν καὶ μηδὲν ἕτερον ἢ λύειν ἐπιχειροῦσαν τὴν ἰσχὺν τοῦ σταυροῦ. Φησὶ γὰρ ὁ μακάριος Παῦλος Κορινθίοις γράφων· «Οὐ γὰρ ἀπέστειλέ με Χριστὸς βαπτίζειν, ἀλλ’ εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ». Καὶ μὴν καὶ ζητήματος θεολογικοῦ προτεθέντος, διὰ τῶν τοῦ πνεύματος λογίων λύεσθαι ταῦτα ἡ ἀποστολικὴ διάταξις βούλεται, οὐ διὰ τῆς ἀνθρωπίνης σοφίας.

Φησὶ γὰρ ὁ αὐτὸς Ἀπόστολος· «Λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς Πνεύματος Ἁγίου, πνευματικοῖς πνευματικὰ συγκρίνοντες». Ἔπειτα εἰ συλλογισμοῖς τὰ τῆς πίστεως ἐπιτρέψομεν, οἴχεται μὲν ἡ πίστις ἡμῶν, οἴχονται δὲ οἱ ἐπὶ τῇ πίστει στέφανοι, καὶ οὐκέτι Θεῷ ἀλλὰ ἀνθρώποις πιστεύσομεν. Φησὶ γὰρ ὁ αὐτός· «Καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖ σοφίας ἀνθρωπίνης [λόγοις], ἀλλ’ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως, ἵνα ἡ πίστις ἡμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ’ ἐν δυνάμει Θεοῦ». Καὶ ὁ μέγας δὲ Βασίλειος ἐν τοῖς πρὸς Εὐνόμιον· «Εἰ μέλλοιμεν ἅπαντα τῇ καταλήψει μετρεῖν, καὶ τὸ τοῖς λογισμοῖς ἀπερίληπτον μηδὲ εἶναι τὸ παράπαν ὑπολαμβάνειν, οἰχήσεται μὲν ὁ τῆς πίστεως, οἰχήσεται δὲ ὁ τῆς ἐλπίδος μισθός».

Ἔτι τὸ πρὸς συλλογισμοὺς ὁρᾶν ἐν τοῖς περὶ πίστεως λόγοις μάτην ἐστὶν νομίζειν δοθῆναι χριστιανοῖς τὸ Πνεῦμα τὸ Ἅγιον. Φησὶ γὰρ ὁ αὐτὸς Ἀπόστολος· «Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ Θεοῦ χαρισθέντα ἡμῖν, ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς Πνεύματος Ἁγίου».

Ἔτι ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ φησὶν ὁ Κύριος· «Ἔστι γεγραμμένον ἐν τοῖς προφήταις· καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ», τὴν διδασκαλίαν αἰνιττόμενος τὴν ἑαυτοῦ. Εἰ δὲ τὴν μὲν θείαν ὑπόσχεσιν εἰς πάντας διαβαίνειν πιστεύομεν, πάντας δὲ πρὸς ἀποδείξεις βλέπειν ἀδύνατον, τί ποτε χρὴ τὸ κατὰ τὴν ἀπόδειξιν νομίσαι; οὐ πολεμίαν τῆς θείας ἐπαγγελίας; οὐ τῆς τῶν χριστιανῶν θεολογίας ἀντίπαλον; οὐκ ἄρα συμβούλῳ χρησόμεθα τῷ ἐχθρῷ, οὐδὲ περὶ ὧν ἀμφισβητοῦμεν, αὕτη καθιεῖται κριτής, ἀλλ’ ἐρίῳ ταύτην στέψαντες καὶ μύρῳ χρίσαντες, τῶν θείων ἀπελάσομεν περιβόλων.

Ἔτι συλλογισμὸς μὲν ἀνθρωπίνης σοφίας ὄργανον, ταύτην δὲ μωρὰν ὁ Κύριος ἔδειξεν· μωρῷ δὲ καὶ ἀνοήτῳ πῶς ἄν τις ῥᾳδίως πιστεύσειεν, ἑαυτῷ γε ὤν; φησὶ γὰρ ὁ θεῖος Παῦλος· «Οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου;» Οὕτω μὲν οὖν περὶ τῶν συλλογισμῶν δόξης ἔχουσιν οἱ τοῦ κυρίου ἀπόστολοι· τοῖς δὲ τὰ ἐκείνων προσεχῶς διαδεξαμένοις ἴδωμεν τί ποτε δοκεῖ. Αὐτίκα μακάριος Διονύσιος, τῆς θεολογικῆς αὐτοῦ συγγραφῆς ἀρχόμενος, ἀντ’ ἀξιωμάτων τινῶν καὶ ἀρχῶν ἀπάγει τοὺς ἐντευξομένους αὐτῇ τῆς ἐκ τῶν συλλογισμῶν ὀχλήσεως, τοῖς τοῦ διδασκάλου καὶ αὐτὸς χρησάμενος λόγοις, καὶ διὰ πάντων τὸν μαθητὴν δεικνύς. Φησὶ γάρ· «Ἔστω δὲ καὶ νῦν ἡμῖν ὁ τῶν λογίων θεσμὸς προδιωρισμένος οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν ἀποδείξει τῆς πνευματοκινήτου τῶν θεολόγων δυνάμεως». Καὶ πάλιν· «Καθόλου τοιγαροῦν οὐ τολμητέον εἰπεῖν οὔτε μὴν ἐννοῆσαι περὶ τῆς ὑπερουσίου καὶ κρυφίας θεότητος παρὰ τὰ θειωδῶς ἡμῖν ἐκ τῶν ἱερῶν λογίων ἐκπεφασμένα».

Ἔτι φησὶν ὁ ἱερὸς Διονύσιος· «Ἀλλὰ καὶ τὸ πάσης θεολογίας ἐκφανέστατον, ἡ καθ’ ἡμᾶς Ἰησοῦ θεοπλαστία, καὶ ἄρρητός ἐστι λόγῳ παντί, καὶ ἄγνωστος νῷ παντί, καὶ αὐτῷ τῷ πρωτίστῳ τῶν πρεσβυτάτων ἀγγέλων». Εἰ δὲ τὸ ἐκφανέστατον τῆς θεολογίας οὐ μόνον ὑπὲρ νοῦν καὶ λόγον ἀνθρώπινον, ἀλλὰ καὶ αὐτὸν τὸν νοῦν ὑπεραίρει τοῦ πρωτίστου τῶν πρεσβυτάτων ἀγγέλων, αὐτὸ τὸ κρύφιον καὶ ἀπορρητότατον, ἡ τοῦ πνεύματος προβολή, πῶς ἂν δικαίως ὑπάγοιτο ταῖς ἀνάγκαις τῆς ἀποδείξεως, περὶ τὴν διάνοιαν στρεφομένης τὴν ἀνθρωπίνην, ἣ καὶ τοῦ ἡμετέρου νοῦ κατωτέρα γνωρίζεται;

Ὁ δὲ μέγας Βασίλειος τὴν πίστιν καὶ τὴν ἀπόδειξιν οὐκ οἴεται δεῖν συνιέναι κατὰ ταὐτόν, ἀλλὰ τὴν ἑτέραν τὴν ἑτέραν ἐκβάλλειν. Φησὶ γάρ· «Πίστις ἡγείσθω τῶν περὶ Θεοῦ λόγων, πίστις καὶ μὴ ἀπόδειξις». Οὐκοῦν ἵνα μὴ τὸ τῆς ἀπιστίας περιφέρωμεν αἶσχος, φεύγειν τοὺς συλλογισμοὺς ὥσπερ ἀπὸ πυρὸς προσήκει τὸν πρὸς Χριστὸν βλέποντα.

Ὁ δὲ θεῖος Χρυσόστομος καὶ μὴν καὶ Γρηγόριος ὁ Θεολόγος, ὁ μὲν «Οὐ ζητήσομεν, φησί, τὰ ζῶντα ἐν τοῖς νεκροῖς» (τοῦτο δὴ τὸ τῆς γραφῆς)· ὁ δὲ μακάριος Ἰωάννης οὐδὲ ἀληθεύουσι τοῖς συλλογισμοῖς ἐν τοῖς περὶ Θεοῦ λόγοις προσέχειν βούλεται. Ἐν γὰρ τοῖς Περὶ Ἀκαταλήπτου περὶ συλλογισμῶν τοιάδε φησίν· «Ὑπεσχόμεθα ὑμῖν μηδὲν ἀπὸ λογισμῶν ἐρεῖν· τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικά, ἀλλὰ πνευματικά, λογισμοὺς καθαιροῦντα καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Καθαιρεῖν τοίνυν αὐτούς, οὐκ ἐπαίρειν κελευόμεθα, καταλύειν, οὐχ ὁπλίζεσθαι τούτοις προσετάγημεν. Λογισμοὶ γὰρ θνητῶν δειλοί, φησί. Τί ἐστι δειλοί; ὁ δειλός, κἂν ἐπ’ ἀσφαλοῦς βαίνῃ χωρίον, οὐδέπω θαρρεῖ, ἀλλὰ δέδοικε καὶ τρέμει· οὕτω καὶ τὸ λογισμοῖς ἀποδειχθέν, κἂν ἀληθὲς ᾖ, πληροφορίαν οὐδέπω παρέχει τῇ ψυχῇ καὶ πίστιν ἱκανήν. Ἐπεὶ οὖν τοσαύτη τῶν λογισμῶν ἡ ἀσθένεια, φέρε, ἀπὸ τῶν γραφῶν τῆς πρὸς τοὺς ἐναντίους ἁψώμεθα μάχης».

Ἔτι φησὶν ὁ μέγας Βασίλειος ἐν ταῖς ἐξηγήσεσι τῶν Ψαλμῶν· «Ἀνάγκη ἑκάστης μαθήσεως ἀνεξετάστους εἶναι τὰς ἀρχὰς τοῖς μανθάνουσι». Καὶ πάλιν· «Ἀμήχανον τοὺς περὶ τὰ πρῶτα ζυγομαχοῦντας δυνηθῆναι ὁδῷ καὶ τάξει προελθεῖν εἰς τὸ τέλος. Καὶ τοῦτ’ ἂν μάθοις παρ’ αὐτῶν ἔξωθεν· εἰ γὰρ μὴ συγχωρήσειας τὰς πρώτας ἀρχὰς τῷ γεωμέτρῃ, ἀμήχανον αὐτὸν τὰ ἐφεξῆς συμπεράνασθαι· καὶ τῆς ἀριθμητικῆς ὁ τοῖς πρώτοις καὶ στοιχειώδεσιν ἐνιστάμενος, τὴν εἰς τὸ πρόσω ὁδὸν διακόπτει· ὁμοίως δὲ καὶ ἰατρικαὶ ἀρχαὶ ἰατροῖς ἀναπόδεικτοι· καὶ ὅλως ἐν οἱῳδήποτε ἐπιτηδεύματι τῶν ὁδῷ καὶ τάξει προιόντων ἐπὶ τὸ τέλος ἀδύνατον τῶν πρώτων ὑποθέσεων ἀποδείξεις ἐπιζητεῖν». Καὶ μετά τινα· «Οὕτω δὴ οὖν καὶ τὸ τῆς θεολογίας μυστήριον τὴν ἐκ τῆς ἀβασανίστου πίστεως ἐπιζητεῖ συγκατάθεσιν».

Εἰ δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, τὰ δὲ πρεσβύτατα καὶ ἀρχαιότατα τῆς τῶν χριστιανῶν θεολογίας, ὅτι ὁ Θεὸς μονὰς καὶ τριάς, καὶ ὅτι τὸ πρῶτον αἴτιον ἀγέννητον, καὶ ὅτι τὸ μὲν γεννᾶται, τὸ δὲ ἐκπορεύεται, ἀνάγκη δὲ ταῦτα ὡς ἀρχὰς καὶ ὑποθέσεις πρώτας ἀνεξέταστα ὑποκεῖσθαι, καὶ ἀδύνατον τῶν πρώτων ὑποθέσεων ἀποδείξεις ἐπιζητεῖν, ὡς ὁ θεολόγος βούλεται, πῶς οὐκ ἀδυνάτοις ἐπιχειρεῖ ὁ τὴν ἐλπίδα ἔχων ἐν τοῖς συλλογισμοῖς, περὶ ὧν σκοποῦμεν νυνί;

Ἔτι οὐ Δαμασκηνὸς μόνον, ἀλλὰ καὶ Θωμ[ᾶ]ς ὁ τῆς Λατίνων θεολογίας διδάσκαλος, ἐν τρίτῳ κεφαλαίῳ τοῦ Κατὰ Ἑλλήνων πρώτου βιβλίου, «Τινὰ μὲν τῶν περὶ Θεοῦ ὁμολογουμένων οὕτως εἰσί—φησίν—ἀληθῆ, ὥστε πᾶσαν εὐπορίαν ἀποδείξεως ἀνθρωπίνης νικᾶν, ὥσπερ τὸ τὸν Θεὸν ἕν τε εἶναι καὶ τρία· τινὰ δὲ ἐφ’ ἃ καὶ τὴν ἀνθρωπίνην φθάνειν ἀπόδειξιν δυνατόν, ὥσπερ τὸ τὸν Θεὸν εἶναι, τὸ τὸν Θεὸν εἶναι ἕνα, ἃ καὶ αὐτοὶ οἱ φιλόσοφοι ἀποδεῖξαι περὶ Θεοῦ ἠδυνήθησαν, ἀγόμενοι τῷ φυσικῷ τοῦ λόγου φωτί». Περὶ ὧν καὶ ὁ Ἀπόστολός φησι· «Τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν <ἐν> αὐτοῖς». Καὶ πάλιν ἀπὸ τοῦ αὐτοῦ· «Εἰσὶ τοίνυν τινὰ τῶν ἐν τοῖς θείοις νοητῶν, ἃ τῷ ἀνθρωπίνῳ συνοδεύουσι λογισμῷ· ἄλλα δὲ τοῦτον ὑπεραίροντα πάντῃ».

Εἰ δὲ τὸ τὸν Θεὸν τρία εἶναι πᾶσαν εὐπορίαν ἀποδείξεως ἀνθρωπίνης νικᾷ, τοῦτο δέ ἐστι, τὸ μὲν τῶν θεαρχικῶν προσώπων αἴτιον εἶναι, τὰ δὲ ἐξ ἐκείνου κατὰ διάφορον πρόοδον, καὶ μὴν καί, ὡς αὐτός φησιν ἐν τῷ δευτέρῳ βιβλίῳ, ἐν κεφαλαίῳ *** ὅτι τὰ τοιαῦτα γνωστὰ μέν εἰσι, «ἀλλὰ τῷ Θεῷ μόνῳ, τούτων γὰρ τοῖς ἄλλοις δι’ ἀποκαλύψεως κεκοινώνηκεν». Εἰ τοίνυν τὰ τοιαῦτα ἀληθῆ, πῶς ἂν ταῦτα πάλιν ἀπὸ λογισμῶν γνωστὰ γένοιτο; τοῦτο γὰρ εἰς αἴνιγμα πίπτει, τὰ αὐτὰ καὶ ὑπὲρ ἀπόδειξιν οἴεσθαι, καὶ εἴσω τῶν τῆς ἀποδείξεως ὅρων χωρεῖν, καὶ τῷ Θεῷ μόνῳ γινώσκεσθαι καὶ μὴ τῷ Θεῷ μόνῳ· καὶ οὐδὲ ἀναγκαία ἡ ἀποκάλυψις ἕως ἔξεστι καὶ διὰ λογισμῶν τὰ τοιαῦτα καρποῦσθαι.

Ἔτι τῶν περὶ Θεοῦ λεγομένων διττῶν ὄντων, ὡς εἴρηται, καὶ τῶν μὲν ἄμεινον ἢ κατὰ ἀπόδειξιν ἐγνωσμένων, τῶν δὲ καὶ λογισμοὺς ἀνθρωπίνους προσιεμένων, οὐδ’ ἐν τούτοις ἡ ἀπόδειξις βλάβην ἐπάγει μικράν· καὶ γὰρ ἐν τούτοις ἀναγκαῖον μόνον ἡ πίστις. Καὶ τὰς αἰτίας καὶ ὁ Θωμᾶς προστίθησιν ἐν τῷ τετάρτῳ τῷ Κατὰ Ἑλλήνων, ἅλλα τε ἄτοπα καταλέγων εἴ τις ἐρίζειν πρὸς ταῦτα ἐθέλει, καὶ δὴ καὶ μάτην εἶναι τὴν πίστιν, ὅπου δυνατὸν ἀπόδειξιν ἔχειν· ἔτι γε μὴν καὶ σφόδρα εἶναι ὀλίγους τοὺς δυνηθέντας εἰς εὐσέβειαν ἀφικέσθαι, καὶ τούτους μετὰ χρόνον πολύν.

Καὶ τὸ δὴ μέγιστον, τὸ μὴ δὲ τούτους ἄνευ ὑποψίας δυνηθῆναι διαβιῶναι, διὰ τὸ τὴν ἀνθρωπίνην ἀπόδειξιν πολὺ καὶ τὸ ψεῦδος ἀναμεμιγμένον ἔχειν μεθ’ ἑαυτῆς καὶ τὸ ἔνδοξον, ὅπερ ἀπόδειξις οὐκ ἂν εἴη· ὥστε καὶ κινδυνεύειν, κατὰ τὸν ἐκείνου λόγον, καὶ τὴν εὐσέβειαν καὶ Θεὸν αὐτὸν πάντας ἀνθρώπους ζημιωθῆναι. Καὶ μὴν καὶ ὃ πρὸς Ἐφεσίους ὁ μακάριος Παῦλός φησι· «Μηκέτι περιπατεῖτε καθῶς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν, ἐσκοτισμένοι τῇ διανοίᾳ», καὶ τὸ τοῦ Ἡσαΐου· «Θήσω πάντας διδακτοὺς Θεοῦ», εἰς τοῦτο φέρειν ἡγεῖται.

Εἰ δὲ ἐν ἐκείνοις τοῖς περὶ Θεοῦ λόγοις, ὅπου καὶ ἀνθρώπινοι λογισμοὶ παρακύψαιεν ἄν, βλαβερὸν ἡ ἀπόδειξις καὶ φευκτόν, εἰς μηδένα περιϊσταμένης τῆς εὐσεβείας σχεδόν· καὶ μὴν καὶ διὰ τὸ κινδυνεύειν περιπατεῖν ἐσκοτισμένους ἡμᾶς τῇ διανοίᾳ, ὥσπερ καὶ τὰ λοιπὰ ἔθνη, καὶ μὴ δύνασθαι σῴζεσθαι τὴν τοῦ Θεοῦ ἐπαγγελίαν, τὸ «εἶναι πάντας Θεοῦ διδακτούς», καὶ μάταιον τὴν πίστιν νομίζεσθαι καὶ οὐδὲν ὑγιές, πῶς οὐ μανία σαφὴς καὶ πρὸς Θεὸν ἀκήρυκτος πόλεμος καὶ τῆς τῶν χριστιανῶν θεολογίας καταστροφή, τὰ παντάπασι τοὺς ἀνθρωπίνους λογισμοὺς ὑπεραίροντα, καὶ κατὰ ἀποκάλυψιν θείαν παρὰ Θεοῦ τοῖς ἀνθρώποις δοθέντα, ταῦτα τοσοῦτον φαῦλα νομίζειν καὶ τοῦ μηδενὸς ἄξια, ὡς καὶ τοῖς ἀνθρωπίνοις δύνασθαι περιπεσεῖν λογισμοῖς;

Ὥστε ἕπεται καὶ τὴν ἐλπίδα τῆς σωτερίας ἡμῶν μηκέτι ἐπὶ Θεὸν ἔχειν, ἀλλ’ ἐπὶ τὰς ἀποδείξεις καὶ τοὺς ἡμετέρους λογισμούς, δειλοὺς ὄντας καὶ ἐπισφαλεῖς κατὰ τὴν γραφήν, καὶ μήδε πρὸς ἑαυτοὺς συμβαίνειν ἱκανοὺς ὄντας. Καὶ μὴν καὶ κινδυνεύει ἑνί τινι πάντως τῶν ῥηθησομένων ἀτόπων περιπεσεῖν· ἢ γὰρ οἱ ταῦτα ἀξιοῦντες τὴν ἀνθρωπίνην εὐτέλειαν ἠγνοήκασι καὶ τὰ τοῦ διαβόλου ἔπαθον, τὴν σοφίαν τὴν ἑαυτῶν τῇ θείᾳ καὶ ἀπείρῳ παρεξισοῦντες σοφίᾳ, ἢ τὴν τάξιν εἰδότες τὴν ἑαυτῶν καὶ τὴν ἄγνοιαν τὸ περὶ ἡμᾶς σκότος, ἀπετυφλώθησαν πρὸ τὰς ὑπερτέρας αὐγάς, καὶ μηδέν τι πλέον ἡμῶν τὸν Θεὸν ἐνόμισαν ἔχειν, τὴν τῶν Μανιχαίων ἀθεΐαν νοσήσαντες.

Ἔτι τὰ μὲν παρὰ τῶν τῆς Ἐκκλησίας διδασκάλων πρὸς τὴν εὐσέβειαν εἰρημένα εἰ καὶ ἔνδοξα καὶ μὴ ἀναγκαῖά εἰσι, ὥσπερ καὶ ὁ Θωμᾶς βούλεται, ἀλλ’ οὖν τὸ οἰκεῖα εἶναι μεθ’ ἑαυτῶν ἔχουσιν· οὐ γὰρ ἀλλότρια νομιοῦμεν τὰ παρ’ ἐκείνων λεγομένα. Ὅσα δὲ ἢ τοῖς ἔξωθεν εἴρηται, ἢ λογισμοῖς ἀνθρωπίνοις καὶ φυσικοῖς εὕρηται, ταῦτα καὶ ἔνδοξα καὶ ἀλλότρια καὶ μεθ’ ἡμῶν ὁ Θωμᾶς βούλεται· ὅσα δὲ ἐκ τῶν γραφῶν παραδίδοται, ταῦτα μόνα καὶ οἰκεῖα καὶ ἀναγκαῖα κἀκεῖνός φησι. Φησὶ γὰρ ἐν κεφαλαίῳ ὀγδόῳ τοῦ δευτέρου βιβλίου· «Τοῖς τῶν φιλοσόφων ῥητοῖς ἐνίοτε χρῆται ἡ θεία διδασκαλία ὅπου διὰ τῶν φυσικῶν λόγων οἷοί τ’ ἐγένοντο κἀκεῖνοι τὴν ἀλήθειαν γνῶναι, ὥσπερ ἐν τῷ τῶν Πράξεων ἑπτακαιδεκάτῳ εἰσάγει τὸν τοῦ Ἀράτου λόγον ὁ Παῦλος λέγων· Τοῦ γὰρ καὶ γένος ἐσμέν.

Ἀλλ’ ὅμως ἡ θεία διδασκαλία τοῖς μὲν τοιούτοις ῥητοῖς ὡς ἀλλοτρίοις καὶ ἐνδόξοις μόνον ἐπιχειρήμασι χρῆται, ταῖς δὲ τῆς κανονικῆς γραφῆς χρήσεσιν ἰδίως καὶ ἐξανάγκης χρῆται ἐπιχειροῦσα· τοῖς δὲ τῶν ἄλλων τῆς Ἐκκλησίας διδασκάλων ῥητοῖς οὕτω χρῆται, ὡς ἐξ ἰδίων μὲν ἐπιχειροῦσα, ἀλλ’ ἐνδόξων, ἡ γὰρ ἡμετέρα πίστις ἐρείδεται ταῖς τῶν ἀποστόλων καὶ προφητῶν ἀποκαλύψεσιν».

Εἰ δὲ καὶ οἱ τῶν διδασκάλων λόγοι, κἂν ἐπὶ πλεῖστον ἁγιότητος ἢ σοφίας ἀνέδραμον, τὸ ἀναγκαῖον ἐν τοῖς περὶ πίστεως λόγοις οὐκ ἔχουσιν, ὡς Αὐγουστῖνος πρὸς Ἱερώνυμον γράφων φησί, διὰ τὸ καὶ πλανηθῆναι τοὺς τοιούτους ἐνδέχεσθαι, μόναι γὰρ αἱ γραφαὶ τὴν αἰτίαν ταύτην διέφυγον, καίτοι γε τοὺς λόγους τοὺς ἐκείνων οἰκείους ἡμῶν εἶναί φαμεν, πῶς ἂν τοὺς ἑτέρως ἔχοντας καὶ μήτε ἀναγκαίους μήτε οἰκείους ὄντας ἀλλὰ παντάπασιν ἀλλοτρίους ἐκ τῶν αἰσθητῶν ὁρμωμένους, —τὰ γὰρ τῇ αἰσθήσει μὴ ὑποπίπτοντα ἀδύνατον εἶναι καὶ Θωμᾶς οἴεται ἀνθρωπίνῳ περιλαμβάνεσθαι νῷ—, τούτους οὕτως ἔχοντας, πῶς ἂν χώρας μεταδοίημεν ἐν τοῖς περὶ πίστεως λόγοις, καὶ ταῦτα ἐν οἷς λογισμὸς ἀνθρώπινος οὐδὲ προσβαλεῖν συγχωρεῖται;

Ἔτι περὶ ὧν νυνὶ σκοποῦμεν, εἰ συλλογισμοῖς τὴν βάσανον ἐπιτρέψομεν, ἢ ἀποδεικτικοῖς πάντως ἢ διαλεκτικοῖς οὖσι (σοφιστικοῖς γὰρ καὶ ἀληθείᾳ οὐδέν τι κοινὸν οὐδαμοῦ), μή τί γε ἐν τοῖς περὶ Θεοῦ λόγοις.

Ἀλλ’ ὅτι μὲν τὸ ζήτημα ἀποδεικτικῷ οὐχ ὑποπίπτει συλλογισμῷ, πάρεστι καὶ δὴ κατιδεῖν· τὸν γὰρ ἀποδεικτικὸν συλλογισμόν, ὡς Ἀριστοτέλης ἐν τοῖς ὑστέροις δείκνυσιν Ἀναλυτικοῖς, ἀνάγκη ἐκ προτέρων εἶναι καὶ αἰτίων καὶ πρώτων καὶ γνωριμοτέρων τοῦ συμπεράσματος. Οὕτω γάρ φησιν· «Ἔσονται καὶ αἱ ἀρχαὶ οἰκεῖαι τοῦ δεικνυμένου». Καὶ τοῦτο δῆλον ἐκ τῶν ἐν τοῖς μαθήμασι συλλογισμῶν, καὶ μὴν καὶ <ἐκ> τῶν ἄλλων ἐν οἷς ἐστι τῷ ἀποδεικτικῷ συλλογισμῷ χώρα, χρωμένῳ μὲν ὑποθέσεσι καὶ αἰτήμασι, χρωμένῳ δὲ ἀξιώμασι καὶ ὅροις, ὡς Ἀριστοτέλης φησίν, ἃ πρότερα καὶ αἴτια καὶ γνωριμότερα τῶν δι’ αὐτῶν δεικνυμένων εἰσίν. Ἀλλὰ τῶν λόγων τῶν περὶ Θεοῦ, περὶ ὧν ἡ παροῦσα πρόθεσις, τίς ποτε ὑπόθεσις ἢ ὅρος ἢ ἀξίωμα ἢ αἴτιον πρεσβύτερον γένοιτ’ ἄν, ἐξ ὧν ἂν δειχθείη τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι; οὕτω γάρ, οὐκ ἂν εἴη κυρίως ἀρχὴ οὐδὲ κυρίως αἴτιον ὁ Θεός, ἀρχὴν ἔχων τὰ πράγματα, ὧν οἱ λόγοι ἀρχαὶ καὶ αἴτια τῶν περὶ αὐτοῦ λόγων εἰσίν· ἀνάλογον γάρ, ὡς οἱ λόγοι πρὸς τοὺς λόγους, οὕτω τὰ πράγματα πρὸς τὰ πράγματα.

Ἔτι εἰ μέλλοιμεν ἀποδεικτικῶς συνάγειν ὅτι τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ ἐκπορεύεται, ἀνάγκη τὸ μεῖζον ἄκρον τοῦ τε μέσου καθόλου κατηγορεῖσθαι, καὶ δὴ καὶ συνωνύμως λέγεσθαι, οὐ μόνον κατὰ τοῦ ἐλάττονος ἄκρου, ἀλλὰ καὶ κατ’ ἄλλων πολλῶν τοῦ αὐτοῦ γένους ὄντων αὐτῷ. Ἀλλὰ τί ἂν τοῖς θείοις ὁμογενὲς γένοιτο; τοῦτο γὰρ ἐπιεικῶς βλάσφημον. Οὐ μὴν ἀλλ’ οὐδὲ συνωνύμως ἄν τι Θεοῦ καί τινος ἑτέρου κατηγορηθείη, τοῦτο γὰρ ἀδύνατον· ὃ μὲν γὰρ συνωνύμως κατηγορεῖταί τινων, ἀνάγκη τῶν ὑποκειμένων ἕκαστον ἐκείνου μετέχειν, τό τε γὰρ εἶδος μετέχει τοῦ γένους καὶ τοῦ εἴδους τὸ ἄτομον· τοῦ Θεοῦ δὲ οὐκ ἂν κατηγορηθείη τι κατὰ μετοχήν, τοῦτο γὰρ καὶ σφόδρα γε ἄτοπον εἴ γε μετέχει Θεός τινος, ἐκεῖνο γὰρ ἂν εἴη θεὸς δικαιότερον. Οὐκ ἄρα ἔστιν ἀποδεικτικῶς ἐπὶ Θεοῦ συλλογίζεσθαι.

Ἔτι αἱ μὲν ἀρχαὶ τοῦ ἀποδεικτικοῦ συλλογισμοῦ καθόλου λόγοι τινές εἰσι ἀπὸ τῶν αἰσθητῶν ὁρμώμενοι· «ἀδύνατον γάρ—καὶ Θωμᾶς οἴεται— τὰ τῇ αἰσθήσει μὴ ὑποπίπτοντα, ἀνθρωπίνῳ δύνασθαι περιλαμβάνεσθαι λογισμῷ».

Καὶ πάλιν ὁ αὐτὸς ἐν τριακοστῷ πρώτῳ κεφαλαίῳ <βιβλίου πρώτου> τοῦ Κατὰ Ἑλλήνων· «Ὁ ἡμέτερος νοῦς, ἀπὸ τῶν αἰσθητῶν τὴν τοῦ γιγνώσκειν κρίσιν λαμβάνων, οὐχ ὑπερβαίνει τὸν ἐν τοῖς αἰσθητοῖς πράγμασιν εὑρισκόμενον τρόπον». Αἱ δὲ ἀρχαὶ τῆς τῶν χριστιανῶν θεολογίας καὶ τὰ περὶ Τριάδος δόγματα καὶ ὅσα εἰς τὴν τοῦ Σωτῆρος ἧκεν οἰκονομίαν οὐκ ἀπὸ τῶν αἰσθητῶν τηναρχὴν ἔλαβον, οὐδὲ ἀνθρωπίνῳ λογισμῷ κατὰ τὴν ἔνφυτον αὐτοῦ δύναμιν ὑπέπεσον, ἀλλ’ ἐξ οὐρανοῦ τὰ τοιαῦτα ἡμῖν ἀφῖκται κατὰ θείαν ἀποκάλυψιν. Τί δ’ ἂν εἴη κοινὸν τούτοις τε κἀκείνοις τοῖς λόγοις; Οὐκ ἄρα ἀποδεικτικῷ τὸ ζήτημα ὑποπεσεῖται συλλογισμῷ.

Ἔτι τὸ ἀποδεικνύναι ψυχῆς ἐστι λογικῆς ἔργον, κατὰ διάνοιαν ἐνεργούσης ἐν τοῖς διανοητοῖς δηλαδή· τὰ δὲ θεῖα καὶ περὶ ὧν ὁ λόγος νυνὶ οὐ μόνον διανοίας ἐπέκεινα, ἀλλὰ καὶ νοῦ, οὐ λέγω τοῦ ἀνθρωπίνου μόνον, ἀλλὰ δὴ καὶ τοῦ ἄκρου τῶν ἀγγέλων. Καὶ οὐ κρείττω μόνον ἣ κατὰ νοῦν, ἀλλὰ καὶ ὄντος καὶ οὐσίας ἐπέκεινα, ὥστε πολλῷ πρότερον καὶ ὑπὲρ τὸν ἀποδεικτικὸν τὰ τοιαῦτα συλλογισμόν.

Ἔτι ἐκείνων τῶν πραγμάτων ἀποδείξεις εἰσίν, ὧν αἱ τῶν ἀποδείξεων ἀρχαὶ ὑπόκεινται· ἀρχαὶ δὲ τῶν ἀποδείξεων, οἱ ὅροι, ὡς Ἀριστοτέλης ἐν τοῖς ὑστέροις φησὶν Ἀναλυτικοῖς. «Οὐ μόνον γάρ—φησί—ἀπόδειξιν εἶναί φαμεν, ἀλλὰ καὶ ἀρχὴν ἀποδείξεως, ᾗ τοὺς ὅρους γνωρίζομεν». Ἀλλὰ Θεοῦ ὅρον καὶ ζητῆσαι ἀμήχανον, οὐ γάρ ἐστι τὸ θεῖον ἐν τῷ γένει τινί, οὕτω γὰρ ἐν μετοχῇ τοῦ γένους εἴη γ’ ἂν καὶ ὕστερον αὐτοῦ, καὶ μὴν καὶ κοινωνήσει πολλοῖς ἑτέροις κατὰ τὴν οὐσίαν τοῦ γένους· γένους δὲ μὴ ὄντος, οὐδὲ διαφορὰ πάντως, αἱ γὰρ διαφοραὶ ἐν τῷ γένει· καὶ ἅμα εἰ οὐσιώδεις διαφοραὶ ἐν <τῷ> Θεῷ, ἐξ ἐκείνης ἂν τῷ Θεῷ εἴη τὸ εἶδος, καὶ πολλῷ πρότερον ἐκεῖνο θεός· ἀλλ’ ἄτοπον. Εἰ δὲ μήτε γένος, μήτε διαφορά, οὐκοῦν οὐδὲ ὅρος, οὐδὲ ἀρχὴ ἀποδείξεως, ὥστ’ οὐδ’ ἀπόδειξις κατὰ πᾶσαν ἀνάγκην εἴη γε ἄν.

Ἔτι οὗ ἐστιν ἀπόδειξις, τούτου καὶ ἐπιστήμη καὶ γνῶσις· τοῦ δὲ ἀπείρου ἐπιστήμην εἶναι ἀμήχανον. Τοιοῦτον δὲ τὸ θεῖον· «τῆς γὰρ μεγαλωσύνης ἢ τῆς δυνάμεως αὐτοῦ οὐκ ἔστι πέρας»· οὐκοῦν οὐδ’ ἀπόδειξις τούτῳ γε ὑποπεσεῖται. Ἔτι ἐκεῖνα πάντως ὑπὸ τὸ πέρας καὶ τὸ ὅρον εἰσίν, ἃ καὶ τὸ δυνάμει μεθ’ ἑαυτῶν ἔχει· οὗ δὲ τὸ δυνάμει ἐξώρισται, ἐκεῖ καὶ πέρας καὶ ὅρος καὶ περιγραφὴ καὶ ὅσα τούτοις οἰκεῖα συνεῖναι ἀμήχανον.

Ἀλλ’ ἐν τῷ Θεῷ τὸ δυνάμει οὐκ ἔστιν, οὐδὲν γὰρ ἀτελὲς οὐδαμῶς ἐκεῖ· καὶ ἅμα εἰ τοῦτο δοίημεν, καί τι πρότερον εἴη ἂν τοῦ Θεοῦ, ἐνέργεια γὰρ προτέρα δυνάμεως, ὡς καὶ Ἀριστοτέλης φησί. Καὶ μὴν καὶ ὑπό τινος ἂν ἑτέρου ἐνεργείᾳ ὄντος προαχθείη ἐκ δυνάμεως εἰς ἐνέργειαν. Οὐ γὰρ τὸ ἀτελὲς ἑαυτῷ γε τελειότητος αἴτιον εἴη γ’ ἄν· οὐ μὴν ἀλλὰ καὶ τὸ δυνάμει ἐνδέχοιτ’ ἂν εἰς τελειότητα προελθεῖν, καὶ μή. Εἰ δὲ ταῦτα ἀδύνατα προσήκειν Θεῷ, πάντως ἐπέκεινα καὶ πέρατος καὶ ὅρου τὰ θεῖα, καὶ ἄπειρον τὸ θεῖον, καὶ τοῦ ἀπείρου ἐπιστήμην ἢ ἀπόδειξιν εἶναι ἀμήχανον.

Ἔτι ὁ ἀποδεικτικὸς συλλογισμὸς δείκνυσί τί τινι ὑπάρχει διὰ μέσου τοιούτου, ὃ ἂν ᾖ αἴτιον τοῦ τὸ κατηγορούμενον ὑπάρχειν τῷ ὑποκειμένῳ· τοῦ δὲ ἀμέσως τινὶ ὑπάρχοντος οὐδεὶς ἂν γένοιτο συλλογισμὸς ἀποδεικτικός.

Ἀλλὰ μὴν εἴ γε ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα ἐκπορεύεται, τό γε οἴεσθαι μὴ ἀμέσως ἐξ αὐτοῦ εἶναι, ἀλλ’ εἶναί τι μέσον καὶ αἴτιον αὐτῷ τοῦ εἶναι προβολέα τοῦ Πνεύματος, μὴ λίαν ᾖ πλημμελές; Ἔτι δεῖ τὰς προτάσεις τοῦ ἀποδεικτικοῦ συλλογισμοῦ αἰτίας εἶναι τοῦ συμπεράσματος οὐ μόνον κατὰ τὴν συλλογιστικὴν ἀκολουθίαν, ἀλλὰ καὶ κατὰ τὸ πρᾶγμα· τοῦ δὲ τὸ Πνεῦμα τὸ Ἅγιον λέγοντος ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι ποίαν χρὴ πρότασιν αἰτίαν ἡγεῖσθαι, οὐ ῥᾴδιον ἀποδοῦναι.

Ἔτι δεῖ τὴν πρότασιν τοῦ ἀποδεικτικοῦ συλλογισμοῦ ἐπιστητὴν εἶναι καὶ οὐ δοξαστὴν μόνον· ἐπιστητὴ δέ ἐστιν ὅταν καὶ τοῦ ὑποκειμένου καὶ τοῦ κατηγορουμένου ἐφαπτώμεθα διὰ τούτου τοῦ κριτηρίου, ᾧ πέφυκεν ἑκάτερον γιγνώσκεσθαι. Ἀλλὰ τοῦ δεικνύντος τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι ἐπιστητὰς εἶναι τὰς προτάσεις, ἀμήχανον· οὐ γὰρ ἔχομεν κριτήριον, ἄνθρωποι ὄντες, δι’ οὗ τούτου ἂν τύχοιμεν, ὥστ’ οὐκ ἂν εἶεν αἱ προτάσεις αὗται ἐπιστηταί γε ἡμῖν· πῶς οὖν ἀποδεικτικὸς ὁ τοιοῦτος ἂν συλλογισμὸς γένοιτο;

Ὅτι μὲν οὖν περὶ ὧν ἡμῖν τε καὶ Λατίνοις ὁ λόγος τὸν ἀποδεικτικὸν συλλογισμὸν διαπέφευγεν, ἱκανὰ καὶ ταῦτα· ὅτι δὲ οὐδὲ διαλεκτικῶς τὰ τοιαῦτα περαίνειν ἐστί, δέδεικται μὲν ἡμῖν πολλαχόθεν καὶ πρότερον, τάς τε ἀποστολικὰς ἀποφάσεις ἐκθεμένοις, καὶ τὰς τῶν διδασκάλων τῆς Ἐκκλησίας, τὰς μὲν τοῦ μυστηρίου κένωσιν οἰομένας, τὰς δὲ τῆς πίστεως ἀλλοτρίωσιν τὴν ἐκ τῶν συλλογισμῶν συμμαχίαν. Καὶ μὴν καὶ Θωμᾶν συνειρηκότα ταύταις ἐδείξαμεν, πολλὰ καὶ ἄτοπα συνάγοντα καὶ μὴν καὶ τῶν ἀδυνάτων ἐφίεσθαι λέγοντα, εἴ τις μετὰ τῶν συλλογισμῶν ἐπὶ τὴν θεολογίαν ἀπαντᾷ. Φησὶ δὲ καὶ ἐν οἷς γράφει περὶ τῶν τῆς πίστεως λόγων πρὸς τὸν Ψάλτην Ἀντιοχέα· «Οὔτως ἡ ἡμετέρα πίστις ἀναγκαίοις λόγοις δείκνυσθαι οὐ δύναται, ὅτι τὴν ἀνθρωπίνην διάνοιαν ὑπερβαίνει».

Εἰ δὲ συλλογισμοῖς χρῆσθαι καὶ ὁπωσοῦν καὶ ἀδύνατον καὶ βλασφημία σαφὴς καὶ τῶν ἀποστολικῶν δογμάτων καταστροφή, πάντως οὐδὲ ἀποδεικτικῶς οὐδὲ διαλεκτικῶς περὶ τοιούτων ἔξεστι διαλέγεσθαι. Ταῦτα μὲν οὖν δέδεικται, προσήκει δὲ καὶ ἐντεῦθεν σκοπεῖν. Φησὶ γὰρ Ἀριστοτέλης ἐν τοῖς Τοπικοῖς τοιάδε· «Διαλεκτικὴ πρότασίς ἐστι πυνθανομένῳ μὲν ἐρώτησις ἀντιφάσεως, συλλογιζομένῳ δὲ λῆψις τοῦ φαινομένου καὶ ἐνδόξου· φαινόμενον καὶ ἔνδοξον λέγων τὸ καὶ τῷ ἀποκρινομένῳ δοκοῦν». Καὶ πάλιν· «Ἔνδοξα—φησί—τὰ δοκοῦντα πᾶσι πρὸς οὓς ὁ λόγος γίνεται ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς, καὶ τούτοις ἢ πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς μάλιστα γνωρίμοις καὶ ἐνδόξοις». Καὶ πάλιν· «Χρήσιμός ἐστιν ἡ διαλεκτικὴ καὶ πρὸς τὰς ἐντεύξεις διότι τὰς τῶν πολλῶν κατηριθμημένοι δόξας, οὐκ ἐκ τῶν ἀλλοτρίων, ἀλλ’ ἐκ τῶν οἰκείων *** πρὸς αὐτοὺς μεταβιβάζοντες ὅ τι ἂν μὴ καλῶς φαίνωνται λέγειν ἡμῖν».

Ταῦτα μὲν Ἀριστοτέλης περὶ τοῦ διαλεκτικοῦ συλλογισμοῦ. Ἀλλ’ ἡμῖν γε οὔτε δοκεῖ οὔτε δόξει ἃ συλλογιζόμενοι Λατῖνοι παραλαμβάνουσιν ἀντὶ μειζόνων προτάσεων, ὥστε δεῖξαι τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι· οὔτε πᾶσιν οὔτε τοῖς πλείστοις οὔτε τοῖς μάλιστα ἐπὶ σοφίᾳ γνωρίμοις. Διατί; ὅτι πολλὰς τῶν ὁμολογουμένων ὑποθέσεων ἐν τῇ θεολογίᾳ ἀναιρεῖσθαι συμβαίνει ἐκ τοῦ νομίζειν προβολέα τοῦ Πνεύματος τὸν Υἱόν· ὅτι κρεῖττον ἢ κατὰ ἀπόδειξιν προσέχομεν ταῖς ἀποστολικαῖς παραδόσεσιν, αἳ διακρίνουσι τῇ πηγαίᾳ θεότητι τὸν Πατέρα καὶ τὸν Υἱόν· ὅτι τὰς οἰκουμενικὰς τῶν συνόδων εὑρήκαμεν μὴ ἐκπορεύεσθαι οἰομένας τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ. Διαταῦτα καὶ πάντα λόγον καὶ πᾶσαν πρότασιν ἐξ ὧν τοὐναντίον συνάγειν ἐστίν, εἰς ψεῦδος καὶ εἰς ἀπάτην φέροντα, οὐδαμῶς προσιέμεθα.

Καὶ μὴν καὶ ὅτι ὑπὲρ ἀνθρωπίνην διάνοιαν οἰόμεθα τὸ πρόβλημα εἶναι, καὶ διατοῦτο καὶ ὑπὲρ πάντα συλλογισμὸν καὶ πᾶσαν ἣν ἂν εἴποις ἀπόδειξιν. Ἔτι γε μὴν καὶ ἐπεὶ μηδένα συλλογισμὸν παρὰ Λατίνοις μέχρι καὶ τήμερον ἔστιν ἰδεῖν ἐκ τῶν λογίων ἀμφοτέρας ἔχοντα τὰς προτάσεις, ἀλλὰ τὴν μὲν ἐκ τῆς γραφῆς, τὴν δὲ ἑτέραν ἐκ λογισμῶν ἀνθρωπίνων· κεῖσθαι δὲ παράδοσιν ἀποστολικὴν περὶ τῆς ὑπερουσίου θεότητος μήδ’ ἐννοῆσαι τολμῆσαι παρὰ τὰ παραδεδομένα ἐν ταῖς γραφαῖς. Καὶ ἅμα καὶ διὰ τὸ μὴ ἀνάγκην εἶναι εἰδέναι ὅσα ἐπὶ τῶν ὄντων εἰσὶν ἀληθῆ, τούτοις χώραν εἶναι καὶ ἐπὶ τῶν ὑπερουσίων.

Τὸ δὲ μέγιστον, διὰ τὸ φρίττοντας ἀκούειν μὴ βούλεσθαι τὸν Χριστὸν ἐν σοφίᾳ λόγου τὸ τῆς πίστεως μυστήριον καταγγέλλεσθαι. Εἰ δέ τις καὶ τὴν τῶν συλλογισμῶν ἀσθένειαν (ὅ φησι Θωμᾶς, ὅτι πρὸς ἀπιστίαν μᾶλλον παρακαλοῦσι τοῦ μυστηρίου ἢ πρὸς βεβαίωσιν) αἰτίαν τις νομιεῖ τοῦ μὴ ἀληθῆ δοξάζειν ὅσα Λατῖνοι ἐξ ἀνθρωπίνων λογισμῶν ἥκουσιν ἡμῖν φέροντες, οὐδὲ τοῦτο πόρρω τῆς ἡμετέρας διανοίας ἐστίν.

Εἰ δὲ ὁ μὲν διαλεκτικὸς συλλογισμὸς ἐκ τούτων ἐστίν, ἃ καὶ τῷ προσδιαλεγομένῳ δόξειεν ἄν, ἡμῖν δὲ οὔτε δοκεῖ οὔτε δόξει, ὥς γε εἴρηται, ἃ Λατῖνοι συλλογιζόμενοι ἀντὶ μειζόνων ἀξιοῦσι προτάσεων, οὐκ ἄρα οὐδὲ διαλεκτικῶς περὶ τοῦ προκειμένου ἔξεστι συλλογίζεσθαι; δέδεικται δὲ μηδὲ ἀποδεικτικῶς· παρὰ ταῦτα δὲ τὰ τοῦ συλλογισμοῦ εἴδη οὐκ ἔστιν ὑγιῶς συλλογίζεσθαι· οὐκοῦν σοφίσματα καὶ σαφῆ γέλωτα καὶ λαμπρὰν ἀπάτην ἔξεστι καὶ δὴ καλεῖν ὅσα Λατίνοις συλλογιστικῶς περὶ ὧν ὁ λόγος ἐπῆλθε λογίζεσθαι.

Ὅλως δὲ εἰ μὲν Λατῖνοι μετὰ λογισμῶν ἀνθρωπίνων ἐπὶ τὸν χριστιανισμὸν ἀφίκοντο, καὶ τούτοις πιστεύοντες οἴονται τὸ Πνεῦμα τὸ Ἅγιον ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι, αὐτό τε τοῦτο πρῶτον λεγέτωσαν, καὶ τὸν μακάριον Πέτρον (ᾧ τὰ καθ’ ἑαυτοὺς ἀνάπτουσιν) οὕτω δεικνύτωσαν τὰς συνουσίας ποιούμενον, καὶ οὕτω γε καὶ ἡμᾶς πειράσθωσαν ἐπὶ τὰς ὁμοίας ἕλκειν ἀνάγκας· εἰ δὲ τοῦτο οὐδ’ ἂν αὐτοὶ καταδέξαιντο, ἴσασι γὰρ ὡς ἐπισφαλεῖς καὶ δειλοὶ οἱ τῶν ἀνθρώπων εἰσὶ λογισμοί, ἐξ ὧν ὁ συλλογισμός, καὶ ὡς παντάπασιν ὑπεραίρει τὸν ἀνθρώπινον νοῦν περὶ ὧν ὁ λόγος νυνί, καὶ μὴν οὐδὲ βούλονται περιπατεῖν «ὥσπερ τὰ λοιπὰ ἔθνη—ὅ φησιν ὁ Ἀπόστολος—ἐν ματαιότητι τοῦ [νοῦ] αὐτῶν ἐσκοτισμένου τῇ διανοίᾳ», καὶ διατοῦτο τοῖς λογίοις θαρροῦντες τοῦ Πνεύματος ἐπὶ τὴν πίστιν ἐπείγονται καὶ τῶν συλλογισμῶν κατεγνωκότες ἀσθένειαν πρὸς τοὺς ἁλιέας βλέπουσιν, ἀδικούντων ἂν εἴη τὴν θείαν ἀλήθειαν μετὰ συλλογισμῶν ἀπαντᾶν, καὶ μὴ προθυμεῖσθαι θηρεύειν ταύτην δι’ ὧν ἂν καὶ ἄδηλος οὖσα περιφανὴς γένοιτο, ἀλλὰ δι’ ὧν ἀπέκρυψεν ἂν ἑαυτὴν εἰκότως, καὶ εἰ δήλη καὶ σαφὴς οὖσα ἔτυχε.

Ταύτῃ τοι καὶ ἡμεῖς, ὅσα γε ἴσμεν, οὐδαμῶς λογισμοῖς ἐχρησάμεθα ὥστε δεῖξαι μόνον τὸν Πατέρα προβολέα τοῦ Πνεύματος, οὐδὲ ἐκ τῶν αἰσθητῶν ἀφελόντες λόγους τῇ θεολογίᾳ τοῦ Πνεύματος θρασέως καὶ ἀμαθῶς αὐτοὺς ἀπερρίψαμεν (μηδὲ γὰρ ἁμαρτολῶν ἐλαίῳ, ὅ τις ἔφη τῶν πρὸ ἡμῶν, τὴν κεφαλὴν λιπανθείημεν)· ἀλλ’ ἢ ὑποτιθέντες τὸ παρὰ τῶν ἐναντίων συμπέρασμα, τὰ κατὰ πᾶσαν ἀνάγκην ἑπόμενα ἐσκοπούμεθα, ὡς καὶ ὁ Μέγας φησὶ Βασίλειος ἐν τῷ πρώτῳ τῶν πρὸς Εὐνόμιον, ἢ αὐτόθεν τὸ ζητούμενον ἔχοντες καὶ ἄμεινον ἢ κατὰ ἀπόδειξιν ἔκ τε τῶν ἀποστολικῶν παραδόσεων καὶ ἐκ τῶν συνοδικῶν ἀποφάσεων, ἐπὶ τὸ πρόσω προήλθομεν, λύοντες ἅμα καὶ παρεξηγήσεις, δεικνύντες ὅσα τοῖς ἐναντίοις ἐξηγουμένοις δῆθεν τὰς ἱερὰς ἀποφάσεις ἐπῆλθεν εἰπεῖν. Εἰ δέ ποτε καὶ συλλογιστικῶς ἡμῖν ἐγένετο φθέγξασθαι, ἢ λόγος ἀντὶ λόγου παρείληπται, σαφηνείας ἕνεκεν καὶ τοῦ ὥσπερ ὑπ’ ὄψιν τὸν λόγον ἐλθεῖν, ἢ μετὰ τοῦ τῆς ἀντιφάσεως ἀξιώματος, ὥστε μηδὲ τοὺς σφόδρα ἀντιλογικοὺς ἀντερεῖν.