Πρῶτον μὲν μὴ εἶναι θέμις—φασί—τὴν ἀπόδειξιν ἐκ τῆς θεολογίας ἐλαύνειν· ἴσον γάρ ἐστι καὶ τὴν ἀλήθειαν ἐκ μέσου ποιεῖσθαι. —Ἔπειτα καὶ ὑγιῶς ἐστιν ἀποδεικνύναι ἢ ἀμφοτέρων τῶν προτάσεων ἐκ τῶν ἱερῶν εἰλημμένων γραφῶν, ἢ τῆς μὲν ἑτέρας ἐκ τῶν λογίων, τῆς δὲ λοιπῆς ἐξ ἀναγκαίων καὶ φυσικῶν ἀρχῶν· τοῦτο δὲ εἶναι καὶ εἰς τὸν Ἀριστοτέλην ἀνενεγκεῖν, μεταβαίνειν γὰρ ἐπ’ ἐνίων τὰς ἀποδείξεις, ἐν τοῖς ὑστέροις Ἀναλυτικοῖς καὶ αὐτὸς βούλεται. —Καὶ μὴν καὶ τρίτον αὐτοῖς· τῆς γὰρ ἀποδείξεως ἐνίοτε προχωρούσης καὶ ἐκ τῶν ὑστέρων καὶ αἰτιατῶν, ὡς καὶ Ἀριστοτέλει δοκεῖ, ἄγνωμον κομιδῆ ἐπὶ τῶν θείων ἐκ προτέρων καὶ αἰτίων αὐτὴν ἀπαιτεῖν, τὴν μὲν δυνατὴν διαπτύοντας, τὴν δὲ μὴ τοιαύτην ζητοῦντας. —Τέταρτον, συλλογισμῶν θεωρουμένων ἐν τοῖς τῶν θεολόγων λόγοις περὶ Θεοῦ, οὓς οἱ τῆς Ἐκκλησίας καθηγεμόνες ἐξέθεντο, πάντως ἀνάγκη ἢ ἀποδεικτικοὺς τούτους, ἢ διαλεκτικούς, ἢ σοφιστικοὺς καλεῖν· ἀλλὰ σοφιστικοὺς μέν, ἄτοπον, οὐ γὰρ μετὰ τῆς ἀπάτης οἱ τῶν διδασκάλων λόγοι· ἀλλὰ μὴν οὐδὲ διαλεκτικούς, οἱ γὰρ διαλεκτικοὶ περὶ μόνα ἂν γένοιντο τὰ πιθανὰ καὶ ἐνδεχόμενα καὶ ἄλλοτε ἄλλως ἔχοντα, οἷς οὐδὲν κοινὸν καὶ τοῖς θείοις· λείπεται λοιπὸν ἀποδεικτικοὺς τοὺς τοιούτους οἴεσθαι. — Πέμπτον ἐκείνοις, ὅτι μὴ χρὴ θαυμάζειν εἰ μὴ κοινῶν τινων Θεῷ καὶ τοῖς ἄλλοις προσόντων ὥστε συνωνύμως γίνεσθαι τὰς κατηγορίας, ὅπερ ὁ ἀποδεικτικὸς συλλογισμὸς βούλεται, ἡμεῖς τοὺς περὶ Θεοῦ συλλογισμοὺς ἀποδεικτικοὺς καλοῦμεν· ποιοῦμεν γὰρ τοὺς περὶ αὐτοῦ λόγους ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων τῶν μοναδικῶν, ἡλίου δηλαδὴ καὶ σελήνης καὶ οὐρανοῦ. —Τὸ δὲ ἕκτον, κατ’ οὐσίαν ὑπὲρ ἐπιστήμην καὶ ἀπόδειξίν φασι τὸν Θεόν, αὐτοὺς δὲ οὐ τὴν οὐσίαν, ἀλλὰ τὰ περὶ αὐτὴν ἀποδεικνύναι. —Τὸ δὲ ἕβδομον, ἄτοπον αὐτοῖς καὶ λίαν νομίζεται συνεχῶς τῶν τῆς Ἐκκλησίας διδασκάλων συλλογισμοῖς χρωμένων ἐπὶ Θεοῦ, καὶ ἄνω καὶ κάτω τῶν λόγων τῶν ἑαυτῶν πυκνὰ τὸ τῆς ἀποδείξεως στρεφόντων ὄνομα, καὶ «ὡς ἀποδέδεικται τὰ καὶ τά», καὶ «ὡς ἐδείξαμεν», καὶ «ὡς δείξομεν μίκρον ὕστερον», ἡμᾶς ὥσπερ τὴν ἐναντίαν ἐκείνοις ἐξεπίτηδες ἰόντας ἀπὸ τῶν θείων τὴν ἀπόδειξιν ἀφαιρεῖν.