Καὶ ὁ θεῖος δὲ Ἰουστῖνος, ὁ μάρτυς καὶ φιλόσοφος, ἐπὶ τῶν διαδόχων τῶν ἀποστόλων γεγονώς, «Ὡς ὁ Υἱός—φησίν—ἐκ τοῦ Πατρός, οὕτω καὶ τὸ Πνεῦμα ἐκ τοῦ Πατρός, πλήν γε δὴ τοῦ τρόπου τῆς ὑπάρξεως».
Ὁ δὲ θεῖος Γρηγόριος ὁ Θεολόγος ἐν μὲν τῷ Περὶ Καταστάσεως ἐπισκόπων· «Πάντα ὅσα τοῦ Υἱοῦ—φησί—καὶ τοῦ Πατρός, πλὴν τῆς υἱότητος», ἐν δὲ τῷ Εἰς τὴν Πεντηκοστήν· «Πάντα ὅσα ὁ Υἱός, τοῦ Πνεύματος, πλὴν τῆς γεννήσεως», ἐν δὲ τῷ Εἰς τὰ Ἅγια Θεοφάνια λόγῳ· «Πνεῦμα Ἅγιον ἀληθῶς τὸ Πνεῦμα, προιὸν μὲν ἐκ τοῦ Πατρός, οὐχ υἱκῶς δέ, οὐδὲ γὰρ γεννητῶς, ἀλλ’ ἐκπορευτῶς», ἐν δὲ τῷ πρὸς Ἥρωνα· «Κοινόν— φησίν—Υἱῷ καὶ Ἁγίῳ Πνεύματι τὸ ἐκ τοῦ Πατρός, ἴδιον δὲ Υἱοῦ μὲν ἡ γέννησις, Πνεύματος δὲ ἡ ἐκπόρευσις». Καὶ ὁ θεῖος Ἰωάννης τὰ τοιαῦτα παραλαβών· «Εἰ γὰρ καὶ τὸ Πνεῦμα τὸ Ἅγιον—φησίν—ἐκ τοῦ Πατρὸς ἐκπορεύεται, ἀλλ’ οὐ γεννητῶς, ἀλλ’ ἐκπορευτῶς· ἄλλος τρόπος ὑπάρξεως οὗτος, ἄληπτός τε καὶ ἄγνωστος», καὶ πάλιν· «Ὅτι μέν ἐστι διαφορὰ γεννήσεως καὶ ἐκπορεύσεως, μεμαθήκαμεν, τίς δὲ ὁ τρόπος τῆς διαφορᾶς, οὐδαμῶς».