Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεῖλος Καβάσιλας – Περὶ τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως

Νεῖλος Καβάσιλας

Ανασκευή του δεύτερου και τρίτου συλλογισμού: Οι θεολογικές αναλογίες και οι θείες ιδιότητες

Αντίκρουση των λατινικών κεφαλαίων 36-37 που βασίζονται στην εναλλάξ αναλογία γεννήσεως-εκπορεύσεως και στην ταύτιση των υποστατικών ιδιωμάτων με τις αιτιώδεις σχέσεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεῖλος Καβάσιλας

—

Κεφάλαιο 4 από 12

Λατίνων κεφάλαιον λϛʹ. Συλλογισμὸς δεύτερος «Ἔτι, ὡς ἔχει τὸ προβάλλον πρὸς τὸ προβαλλόμενον καὶ τὸ προβάλλειν πρὸς τὸ προβάλλεσθαι, οὕτως ἔχει καὶ τὸ γεννῶν πρὸς τὸ γεννώμενον καὶ τὸ γεννᾶν πρὸς τὸ γεννᾶσθαι. Ἐὰν δὲ τέσσαρά τινα ἀνάλογον ᾖ, καὶ ἐναλλὰξ ἀνάλογον ἔσται. Οὐκοῦν εἴη ἄν· ὡς τὸ προβάλλον πρὸς τὸ γεννῶν, οὕτω τὸ γεννώμενον πρὸς τὸ προβαλλόμενον· ἣν ἄρα διαφορὰν ποιήσει τὸ προβάλλον καὶ τὸ γεννῶν, τὴν αὐτὴν πάντως καὶ τὸ γεννώμενον καὶ τὸ προβαλλόμενον. Ἀλλὰ τὸ μὲν προβάλλον καὶ τὸ γεννῶν, εἰ καὶ διαφέρουσιν, ἀλλ’ οὖν οὐχ ἱκανὰ πρὸς Προσώπων διάκρισιν, θεωροῦνται γὰρ ἐν ἑνὶ καὶ τῷ αὐτῷ Προσώπῳ τῷ τοῦ Πατρός· ὥστε καὶ τὰ ἀντικείμενα τούτοις, τὸ γεννᾶσθαι καὶ ἐκπορεύεσθαι, οὐκ ἂν ἔχοιεν ἱκανῶς πρὸς τὸ διακρίνειν Πρόσωπα, εἰ καὶ πρὸς ἄλληλα διαφέρουσιν. Ἢ οὖν σχέσιν τινὰ διδόναι πᾶσα ἀνάγκη μεταξὺ Υἱοῦ καὶ Πνεύματος διακριτικὴν τῶν Προσώπων, ἢ πάντως τὸ ἕτερον ἕψεται, μὴ διακρίνεσθαι τοῦ Πνεύματος τὸν Υἱόν. Εἰ δὲ τοῦτο βλάσφημον κομιδῆ, θάτερον ἐξανάγκης δοτέον ἐστί, λέγω δὴ τὴν σχέσιν· αὕτη δ’ ἂν εἴη τὸ ἐξ Υἱοῦ τὸ Πνεῦμα ἐκπορεύεσθαι».

Λύσις τοῦ κεφαλαίου, καὶ περὶ διακρίσεως θείας Καὶ οὗτος ὁ λόγος ἐκ τῆς τοῦ κόσμου σοφίας εἰς τὴν τῶν χριστιανῶν θεολογίαν παρεισέδυ, λαθὼν μετά τινος αἰτίας, διασαλεύειν ἐπιχειρῶν τὴν θείαν παράδοσιν, ὡς ἀτελῆ καὶ μὴ τὸ αὔταρκες ἔχουσαν ὥστε τὸν Υἱὸν διαστεῖλαι τοῦ Πνεύματος. Καὶ πειρᾶται μὲν τὴν ἑαυτοῦ ἀμορφίαν καταχέειν τῆς πίστεως, ἁλίσκεται δὲ ψευδόμενος οὐ μόνον ἐπὶ τῶν ὑπερουσίων, ἀλλ’ ἤδη καὶ ἐπὶ τῶν ὄντων αὐτῶν. Δῆλον δέ· τὴν μὲν γὰρ ἐκτεθειμένην ἀντιστροφὴν ἐπί τινων ἀληθεύειν, καὶ πάνυ φημί, καὶ δέδεικται τοῦτο ἐπί τε μεγεθῶν καὶ ἐπ’ ἁριθμῶν, ἄν τε ἀριθμητικὴν μεσότητα, ἄν τε γεωμετρικήν τις ζητῇ.

Ὅτι δὲ εἰ ἐπί τινων ἀληθὴς ἡ ἀντιστροφή, ἤδη καὶ καθόλου, καὶ ἐὰν τέσσαρά τινα πρὸς ἄλληλα οὕτω σχέσεως ἔχῃ, ὥστ’ εἶναι ὡς τὸ πρῶτον πρὸς τὸ δεύτερον, οὕτω τὸ τρίτον πρὸς τὸ τέταρτον, δεήσει καὶ ἐναλλὰξ κατὰ πάντα ὡσαύτως ἔχειν, δηλονότι, ὡς τὸ πρῶτον πρὸς τὸ τρίτον, οὕτω τὸ δεύτερον πρὸς τὸ τέταρτον. Τοῦτο δὲ φορτικὸν καὶ μὴ ἀναγκαῖον εἶναι, πᾶς τις ἂν ὑγιαίνων εἴποι. Εἰ μὲν γὰρ ἡ ἀντιστροφὴ ἐπὶ πάντων ἁπλῶς ἀληθής, καὶ ἐπ’ ἐνίων ταύτην ἀληθεύειν ἀνάγκη· εἰ δ’ ἐπί τινων ἀνάγκη, οὔπω δοκεῖ καὶ εἰ καθόλου μετὰ τῆς ἀληθείας ὁ λόγος. Οὗ μὴ δειχθέντος μηδέπω μηδὲ εἰς ἐπιστήμην ἐληλυθότος, ἀμφίβολος μὲν ὁ λόγος καὶ ἐπὶ τῶν ὄντων, οὐκ ἂν ἀναγκαῖα δὲ πάντως τὰ ἐξ αὐτοῦ περαινόμενα. Εἰ δὲ ὅτι ἐπὶ μεγεθῶν ἢ ἀριθμῶν ἀληθὴς ἡ ἀντιστροφή, ἀληθὴς καὶ περὶ ὧν σκοποῦμεν νυνί, ἐπί τε τοῦ γεννᾶν καὶ γεννᾶσθαι, καὶ προβάλλειν καὶ ἐκπορεύεσθαι, ἄτοπος ὁ λόγος· οὔτε γὰρ ταῦτα μεγέθη ἢ ἀριθμός, οὔτε μὴν ἡ σχέσις ἐν λόγοις ἢ διαφοραῖς ἀριθμῶν. Λείπεται λοιπὸν χάριν ταῦτα αἰτεῖν τοὺς ἀκούοντας, ὃς δὴ τρόπος δείξεως καταγελαστότατος.

Ὅτι δὲ καὶ ἀνάγκη μὴ ἐπὶ πάντων ἁπλῶς τὴν ἀντιστροφὴν ἀληθεύειν, ἐνταῦθα ἂν γένοιτο δῆλον· ἀντίκειται γὰρ ὡς τὸ ἀγένητον τῷ γενητῷ οὕτω τὸ ἄφθαρτον τῷ φθαρτῷ, ἀλλ’ ἐναλλὰξ οὐκ ἂν σῴ[σ]ειε τὴν ὁμοίαν σχέσιν.

Οὐδὲ γὰρ ὡς τὸ ἀγένητον πρὸς τὸ ἄφθαρτον οὕτω δὴ πρὸς τὸ φθαρτὸν καὶ τὸ γενητόν· τὸ μὲν γὰρ ἀγένητον, καὶ ἄφθαρτον ἐξανάγκης, τὸ δὲ γενητὸν οὐ πάντως γε καὶ φθαρτὸν φαῖεν ἂν καὶ ἄγγελοι καὶ ψυχαί. Πάλιν ἔστω πρῶτον μὲν καὶ δεύτερον, ζῷον καὶ οὐ ζῷον, τρίτον δὲ καὶ τέταρτον, ἔμψυχον καὶ μὴ ἔμψυχον· ἀλλ’ ἐναλλὰξ ἀντιστρέφειν ταῦτα οὐκ ἔνι. Οὐ γὰρ ὡς ζῷον πρὸς ἔμψυχον, οὐ ζῷον πρὸς τὸ μὴ ἔμψυχον· τὸ μὲν γὰρ ἔμψυχον τῷ ζῴῳ ἐξανάγκης ἕπεται, τὸ δὲ μὴ ἔμψυχον οὐχ οὕτω γε τῷ μὴ ζῴῳ, τὰ γὰρ φυτὰ οὐ ζῷα μέν, ἔμψυχα δέ. Καὶ ἀστρονόμος δὲ πρὸς ἀστρονομικὰ οὕτως ἂν ἔχοι, ὥσπερ δὴ πρὸς τὰ στρατηγικὰ στρατηγός· ἀλλ’ οὐκέτι καὶ ἐναλλάξ, ὡς ἀστρονόμος πρὸς στρατηγόν, καὶ ἀστρονομικὰ πρὸς στρατηγικά. Στρατηγὸς μὲν γὰρ καὶ ἀστρονόμος γένοιτ’ ἂν ὁ αὐτός, ἀστρονομικὰ δὲ καὶ στρατηγικὰ παντάπασιν ἕτερα.

Ἵνα δὲ μὴ πολλὰ λέγωμεν, οὐδ’ ἐπὶ μεγεθῶν ἀπλῶς ἀληθὴς ἡ ἀντιστροφή, ἂν μὴ τὰ μεγέθη ὁμογενῆ ὑποκέηται. Εὐθεῖαν γὰρ καὶ περιφέρειαν ἄν τις διέλῃ, ἔσται μὲν ὡς ἡ εὐθεῖα πρὸς τὸ μέρος τὸ ἑαυτῆς, οὕτω πρὸς τὸ οἰκεῖον ἡ περιφέρεια· ἀλλ’ ἐναλλὰξ οὐκ ἂν σῴζοιτο τὸ ἀνάλογον.

Ποῦ γὰρ τοῦτο ἐνταῦθα, ὅπου γε οὐδὲ λόγον εἶναι ἐνδέχεται; εἴπερ ἐκεῖνα πρὸς ἄλληλα λόγον ἔχειν μεγέθη λέγεται, ἃ δύνανται πολλαπλασιαζόμενα ἀλλήλων ὑπερέχειν· τοῦτο δὲ οὐκ ἂν γένοιτο οὐδεμιᾷ μηχανῇ τῇ εὐθείᾳ καὶ τῇ περιφερείᾳ.

Καὶ μὴν καί, κατὰ τὸν λόγον τὸν ἐκείνων, ἐὰν λέγωμεν ὡς δημιουργὸς πρὸς δημιούργημα, καὶ μὴν καὶ δημιουργεῖν πρὸς τὸ δημιουργεῖσθαι, οὕτω γεννῶν πρὸς γεννώμενον καὶ τὸ γεννᾶν πρὸς τὸ γεννᾶσθαι, τί ἐροῦσι; πότερον καὶ ἐναλλὰξ τὴν ἀναλογίαν τηρεῖσθαι; Εἰ μὲν δὴ μηδαμῶς λέγοιεν, ἑάλωσαν πρὸς τὸ ψεῦδος βλέποντες· εἰ δὲ καὶ πάνυ φαῖεν, οὐδὲ τὸ γεννώμενον τῆς οἰκίας κατὰ τὸν ἐκείνων διακέκριται λόγον, ὅτι τὸ μὲν ἐγεννήθη, ἡ δὲ ἐποιήθη, ἐπεὶ περὶ ἕνα καὶ τὸν αὐτὸν καὶ ἀμφότερα θεωροῦνται, τό τε γεννᾶν καὶ κτίζειν. Ἀλλ’ ἄτοπον, καὶ τὸ ταῦτα ἀξιοῦν, βλασφημία σαφής· ἴσον γάρ ἐστι μηδὲ τῆς κτίσεως λέγειν τὸν Υἱὸν διενηνοχέναι ὅτι ὁ μὲν ἐγεννήθη, ἡ δὲ παρήχθη, ἐπεὶ τὸν αὐτὸν καὶ Θεὸν καὶ Πατέρα εἶναι ἀνάγκη.

Εἰ δέ τις τὴν διαφορὰν ἐνταῦθα τὴν ὕλην λέγει ποιεῖν, ἄτοπος ὁ λόγος. Ἕπεται γὰρ ὡς, εἴ γε μὴ ὕλη ἦν, μὴ διακεκρίσθαι τῆς κτίσεως τὸν Υἱόν. Ἀλλὰ τί ἂν λέγοιεν περὶ τοῦ Υἱοῦ καὶ τῆς νοητῆς κτίσεως; ἐν οὐδετέρῳ γὰρ ὕλη. Οὐκοῦν δεήσει, τῆς ἀντιστροφῆς σῳζομένης, μὴ διακρίνεσθαι τὸν Υἱὸν τῆς νοητῆς κτίσεως, ἃ μηδ’ ἂν ὁ διάβολος εἴποι ποτέ. Καὶ γεωμέτρης μὲν καὶ ἀριθμητικὸς ὁ αὐτὸς ἂν γένοιτο, τὰ δὲ γεωμετρικὰ οὐκ ἔστιν ἐφαρμόσαι τοῖς ἀριθμητικοῖς, ὡς καὶ Ἀριστοτέλης φησίν. Εἰ δὲ ταῦτα ἄτοπα καὶ παρὰ τὴν τῶν πραγμάτων ἀκολουθίαν καὶ πρὸς ἀσέβειαν φέροντα, ἔστιν ἐξανάγκης, κατὰ τὰς θείας παραδόσεις, καὶ διακρίνεσθαι τὸν Υἱὸν τοῦ Πνεύματος ταῖς διαφόροις προόδοις, καὶ εἰ τὸ γεννᾶν καὶ προβάλλειν περὶ ταὐτὸ θεωρεῖται πρόσωπον, τὸν Πατέρα, ἐπεὶ καὶ ἀπόστολοι καὶ οἱ ἐκείνων διάδοχοι καὶ ἁπλῶς οἱ τῆς ἡμετέρας θεολογίας διδάσκαλοι καὶ αὐτὸς ὁ Κύριος, ὡς ἐδείξαμεν, ἑαυτὸν καὶ τὸ Πνεῦμα τῇ γεννήσει διέκρινε καὶ τῇ προβολῇ, καὶ ταῦτα εἰδότες ὡς τὸ γεννᾶν καὶ προβάλλειν περὶ ἓν θεωρεῖται πρόσωπον, τὸν Πατέρα.

Ἔτι καὶ ψεῦδος τὰ θεωρούμενα ἐν ἑνὶ καὶ τῷ αὐτῷ προσώπῳ μὴ πρὸς διάκρισιν εἶναι αὐτάρκη. Περὶ ἕκαστον γὰρ σχεδὸν τῶν ἀνθρώπων καὶ τὸ γεννᾶν καὶ <τὸ> γεννᾶσθαι θεωρεῖται. Οὐκοῦν, τούτου τοῦ λόγου κρατοῦντος, οὐκ ἂν διακρίνοιμεν ἄνθρωπον ἀνθρώπου κατὰ τὸ αἴτιον καὶ τὸ ἐξ αὐτοῦ· διαβήσεται δὲ ἡ ζημία καὶ ἐπὶ τῶν θείων, καὶ οὐδὲ τὸν Πατέρα καὶ τὸν Υἱόν, ἢ τὸν Πατέρα καὶ τὸ Πνεῦμα τῇ ἀναφορᾷ διελοῦμεν, ἐπεὶ Θωμᾶς καὶ Λατῖνοι ἐκ τῶν ὄντων καὶ καθ’ ἡμᾶς τὰς ἀφορμὰς τῶν προτάσεων τῶν οἰκείων συλλογισμῶν λαμβάνειν ἔγνωσαν.

Καὶ μὴν εἰ τὸ γεννᾶν καὶ ἐκπορεύεσθαι διακρίνει τὸν Πατέρα καὶ τὸ Πνεῦμα, καὶ ἀδύνατον τὰ τοιαῦτα συνδραμεῖν, διατί, βέλτιστε ἀνδρῶν Θωμᾶ, εἴποι ἄν τις, κατὰ τὴν σὴν ὑπόθεσιν, καὶ τὰ ἀντικείμενα οὐ διακρίνει τὸν Πατέρα καὶ τὸν Υἱόν, λέγω δὴ τὸ προβάλλειν καὶ τὸ γεννᾶσθαι; καὶ τὸ ἀδύνατον κἀν τούτοις ὥστε συνιέναι τὰ τοιαῦτα εἰς ἕν.

Εἰ δὲ ἀκίνητον Θωμᾶς νομίζει τὸν λόγον τὸν ἑαυτοῦ, καὶ οἴεται μὴ δύνασθαι τὸ γεννᾶσθαι καὶ ἐκπορεύεσθαι διακρίνειν τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, ὅτι καὶ τὰ ἀντικείμενα, τὸ γεννᾶν καὶ προβάλλειν, οὐ διακρίνει Πρόσωπα, περὶ ἕνα γὰρ τὸν Πατέρα ἀμφότερα· οὐκοῦν ἑπέσθω τοῖς νόμοις τοῖς αὐτὸς αὐτοῦ. Καὶ ἐπεὶ περὶ ἕνα τὸν Υἱὸν καὶ ἀμφότερα ἀξιοῖ, τό τε γεννᾶσθαι, τό τε προβάλλειν, καὶ ἀδύνατον ταῦτα Πρόσωπα διακρίνειν, μηδὲ τὰ ἀντικείμενα τούτοις, τὸ γεννᾶν καὶ ἐκπορεύεσθαι, τὸν Πατέρα καὶ τὸ Πνεῦμα διακρινέτωσαν· ὡς ἐνδεχομένου συνιέναι ταῦτα εἰς ἕν, ἢ τὸν Πατέρα δηλονότι μὴ μόνον γεννᾶν, ἀλλὰ καὶ ἐκπορεύεσθαι, ἢ τὸ Πνεῦμα μὴ προιέναι μόνον, ἀλλὰ δὴ καὶ γεννᾶν.

Εἰ δὲ ἄτοπον καὶ αὐτοῖς τὸ τοιοῦτον δοκεῖ, καὶ τῆς τῶν χριστιανῶν θεολογίας λύσις σαφής, καὶ ἀδύνατον καὶ αὐτοῖς νομίζεται τὰ τοιαῦτα συνδραμεῖν, οὐκοῦν καὶ τὰ ἀντικείμενα τούτοις, τό τε προβάλλειν καὶ τὸ γεννᾶσθαι, ἀδύνατον περὶ τὸν Υἱὸν θεωρεῖσθαι ἀμφότερα. Ἀλλὰ τὸ μὲν γεννᾶσθαι ἀπὸ τοῦ Υἱοῦ ἀφαιρεῖν, ἴσον ἐστὶ μηδὲ λέγειν εἶναι Υἱὸν τὸν Υἱόν.

Οὐκοῦν ἀνάγκη πᾶσα μηδαμῶς τὸ προβάλλειν νομίζειν αὐτοῦ. Εἰ δὲ ψευδὴς μὲν ὁ καθόλου τῆς ἀντιστροφῆς ἐξέληκται λόγος, ἀδύνατον δὲ Λατίνοις ἐξ ἑτέρων τὸν λόγον δεῖξαι τὸν ἑαυτῶν, ὥς ἐστιν, ὡς τὸ γεννᾶν πρὸς τὸ προβάλλειν, οὕτω γεννᾶσθαι πρὸς ἐκπορεύεσθαι, συνάγεται δὲ οὐδὲν ἄνευ καθολικοῦ τινος ἀξιώματος, οὐκ ἄρα ἐξανάγκης, ἀλλὰ μετὰ μόνον τοῦ βούλεσθαι, ἐπὶ τὰ τοιαῦτα τῶν συμπερασμάτων ἦλθον Λατῖνοι.

Ἔτι, εἰ καὶ τὴν ἐναλλὰξ ἀντιστροφήν, περὶ ἧς ἡμῖν ὁ λόγος, ἐπί γε τῶν ὄντων πάντα ἀληθεύειν δοίημεν, οὐδ’ οὕτως ἂν ἡμῖν Λατῖνοι δικαίαν ἐπῆγον ἀνάγκην τὸ συμπέρασμα καταδέξασθαι, οὔτε γὰρ αἱ προτάσεις οἰκεῖαι καὶ συγγενεῖς τῇ θεολογίᾳ, ὥς γε ἐν τοῖς ἔμπροσθεν εἴρηται, τοῦτο δὲ τὴν ἀνάγκην καὶ σφόδρα κωλύειν ἐδείξαμεν· καὶ τοῖς οὕτω δὲ ἔχουσι τῶν συλλογισμῶν, οἱ τὰς μὲν τῶν ὑποθέσεων ἐκ τῆς γραφῆς, τὰς δὲ ἐκ κοινῶν ἐννοιῶν εἰλήφασιν, εἰ πάντα πιστεύσαιμεν, ὅτι περὶ τῶν ἐσχάτων ὁ κίνδυνος καὶ εἴρηται καὶ δέδεικται.

Οὐ μὴν ἀλλ’ ἐνταῦθα ἄν τις κατίδοι καὶ λίαν σαφῶς τὴν φαυλότητα τῆς ὑπερηφάνου ταύτης ἀντιστροφῆς. Κινδυνεύει γὰρ αὐτὴν ὑφ’ ἑαυτῆς ἀναιρεῖσθαι ὅ φασι περὶ τοῦ κακοῦ, ὅτι τὸ τοιοῦτον καὶ ἑαυτῷ κακόν. Εἰ γάρ τις ἀνάπαλιν τῇ σχέσει χρησάμενος οὑτωσὶ λέγει· ὡς γεννώμενον πρὸς γεννῶν, οὕτως ἐκπορευόμενον πρὸς προβάλλον, οὐκέτι καὶ ἐναλλὰξ ἀντιστρέφειν ἕξει, ὡς εἶναι· ὡς γεννώμενον πρὸς ἐκπορευόμενον, οὕτω τὸν γεννῶντα πρὸς τὸν προβάλλοντα. Τὸ μὲν γὰρ γεννητὸν ἐκπορευτὸν εἶναι, ἀδύνατον· τὸν δὲ γεννήτορα καὶ προβολέα εἶναι, ἀνάγκη.

Ἔτι ὅπερ ἐν τῷ πρὸ αὐτοῦ κεφαλαίῳ εἴρηται, εἰρήσεται καὶ νυνί· καὶ τὸν λόγον δὲ τὸ εὔλογον ἔχειν φαμὲν καὶ ἐν ἑκάστῳ σχεδὸν τῶν συλλογισμῶν περὶ ὧν ἡ πρόθεσις. Εἰ γάρ τις συγχωρήσειε καὶ τὴν ἀντιστροφὴν πανταχῇ χωρεῖν, καὶ μὴν καὶ χώραν κἀν τοῖς ὑπερουσίοις αὐτῇ μεταδοίη, καὶ ἄτοπον μηδὲν ἐκ τῶν λόγων ἕπεσθαι λέγοι, μήτε μὴν μηδεμίαν θεολογικὴν ἀπόφασιν ἀναιρεῖσθαι, συνάγοιτο μὲν ἂν ἔκ γε τῶν λόγων μὴ σφόδρα ἀρκεῖν πρὸς διάκρισιν τοὺς διαφόρους τῆς ὑπάρξεως Υἱοῦ καὶ Πνεύματος τρόπους· εἶναι δὲ τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ, οὕτω ζητεῖται καὶ τούτων ὑποκειμένων, ὥσπερ ἂν εἴ τις ζητοίη εἴ γε καὶ ὁ Υἱὸς ἐκ τοῦ Πνεύματος.

Ὥστε καὶ εἰ μηδὲν ἄλλο περὶ τῶν συλλογισμῶν τούτων λέγειν εἴχομεν, ἱκανόν γε καὶ τοῦτο Λατίνους πεῖσαι σιγῆσαι, καὶ πᾶσι μᾶλλον ἢ τοῖς λόγοις τούτοις θαρρεῖν. Οὐκ ἄρα μέτα τοῦ λογιζομένου ἐπὶ ταῦτα ἀφίκοντο.

Λατίνων κεφάλαιον λζʹ. Συλλογισμὸς τρίτος «Ἔτι, ἐκ τοῦ Πατρός ἐστιν ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· ἀνάγκη τοίνυν τὸν Πατέρα πρὸς ἑκάτερον ἀναφέρεσθαι, ὡς τὴν ἀρχὴν πρὸς τὰ ἐκ τῆς ἀρχῆς· ἀναφέρεται δὲ πρὸς τὸν Υἱὸν τῇ τῆς πατρότητος ἀναφορᾷ, οὐ μέντοι πρὸς τὸ Πνεῦμα τὸ Ἅγιον· οὕτω γὰρ υἱὸς ἂν ἦν τὸ Πνεῦμα τὸ Ἅγιον, ἡ γὰρ πατρότης πρὸς τὸν υἱὸν μόνον λέγεται. Ἀνάγκη τοίνυν ἐν τῷ Πατρὶ εἶναί τινα σχέσιν ἑτέραν, δι’ ἧς πρὸς τὸ Πνεῦμα τὸ Ἅγιον ἀναφέρεται, καὶ καλεῖται αὕτη πνοή. Ὁμοίως δὲ οὔσης σχέσεώς τινος ἐν τῷ Υἱῷ, ᾗ πρὸς τὸν Πατέρα ἀναφέρεται, καὶ λεγομένης υἱότητος, ἀνάγκη κἀν τῷ Ἁγίῳ Πνεύματι εἶναι σχέσιν ἑτέραν, ᾗ πρὸς τὸν Πατέρα ἀναφέρεται, καὶ λέγεται αὕτη ἐκπόρευσις. Καὶ οὕτω κατὰ τὴν ἀπὸ τοῦ Πατρὸς τοῦ Υἱοῦ γέννησιν δύο σχέσεις εἰσί, μία μὲν ἐν τῷ αἰτίῳ, ἄλλη δὲ ἐν τῷ αἰτιατῷ, ἡ πατρότης δηλονότι καὶ ἡ υἱότης, καὶ ἕτεραι δύο κατὰ τὴν τοῦ Ἁγίου Πνεύματος πρόοδον, πνοὴ δηλονότι καὶ ἐκπόρευσις. Ἡ δὲ πατρότης αὕτη καὶ ἡ πνοὴ δύο πρόσωπα οὐ ποιοῦσιν, ἀλλ’ ἐν ἐνὶ Προσώπῳ, τῷ τοῦ Πατρός, ἄμφω εἰσίν, ἐπεὶ μὴ ἔχουσιν ἀντίθεσιν πρὸς ἀλλήλας.

Οὐδ’ ἄρα ἡ υἱότης καὶ ἡ ἐκπόρευσις δύο ποιήσουσι πρόσωπα, ἀλλὰ πρὸς ἓν ἂν ἀνεφέροντο, εἰ μή τινα εἶχον πρὸς ἀλλήλας ἀντίθεσιν· οὐκ ἔστι δὲ ἄλλη παρὰ τὴν κατ’ αἰτίαν ἐν τοῖς θείοις ἀντίθεσις· ἀνάγκη τοίνυν ἐν τῷ Υἱῷ καὶ τῷ Πνεύματι τὴν κατ’ αἰτίαν εἶναι ἀντίθεσιν οὕτως, ὥστε θάτερον ἐκ τοῦ ἑτέρου εἶναι».

Λύσις τοῦ κεφαλαίου Οὗτος ὁ λόγος τῷ πρὸ αὐτοῦ σχεδὸν ὁ αὐτός ἐστι, ταύτῃ τοι καὶ τὰ εἰρημένα πρὸς ἐκεῖνον καὶ πρὸς τοῦτον ἀρκέσει· τοσούτῳ δὲ διαφέρει, ὅτι ἐν ἐκείνῳ μὲν καὶ ἀνάγκης πρόσχημα ἦν, τὸ τῆς ἀντιστροφῆς ἀξίωμα, ἐνταῦθα δὲ οὐδὲ τοῦτο. Οἴεται δὲ ὅμως συνάγειν μὴ δύνασθαι τὴν υἱότητα καὶ τὴν προβολὴν διακρίνειν τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, ὅτι περ μηδὲ ἡ πατρότης καὶ ἡ πνοή, δηλαδὴ τό τε γεννᾶν καὶ προβάλλειν, δύο ποιεῖ πρόσωπα· παραπλήσιον ποιῶν, ὥσπερ ἂν εἴ τις ἠξίου μὴ δύνασθαι τὰ θεολογικὰ τῶν μαθηματικῶν διακρίνεσθαι, ὅτι περ Ἱερόθεος ἢ Διονύσιος καὶ μαθηματικὸς καὶ θεολόγος ἑκάτερος. Ἔχει γὰρ οὕτως.

Τὸ μὲν αὐτὸ διαφόρως προάγειν, καὶ πάνυ τοι δυνατόν, καὶ δῆλον τοῦτο οὐ μόνον ἐπὶ Θεοῦ, οὐ τὸν αὐτὸν τρόπον τὰ ἐξ αὐτοῦ προάγοντος, ἀλλὰ κἀπὶ τῶν κτισμάτων· τὰ δὲ διαφόρως προαγόμενα καὶ ἓν εἶναι, ὅτι ὑφ’ ἑνὸς ἀξιοῦν, ἄλογον καὶ τοῖς φαινομένοις πολέμιον. Κτίζει μὲν γὰρ καὶ γεννᾷ ὁ Θεός· Υἱῷ δὲ καὶ ποιήματι τί ἂν γένοιτο κοινόν; Καὶ γεωργεῖ μὲν καὶ οἰκοδομεῖ ὁ αὐτὸς ἄνθρωπος· καρπὸς δὲ καὶ οἰκία παντάπασι διακέκριται.

Καὶ τὸ πῦρ καὶ θερμαίνει καὶ φωτίζει καὶ τήκει καὶ ξηραίνει· δεκτικὰ δὲ φωτὸς καὶ τηκτὰ καὶ ξηρὰ καὶ θερμὰ οὐκ ἂν εἴη ταὐτά. Ἔτι τὸ μὲν διαφόρως ἀλλοιούμενον κατὰ συμβεβηκὸς καὶ οὐκ καθ’ αὐτὸ ἓν εἶναι, καὶ πάνυ φαμέν· δύναται γὰρ τὸ αὐτὸ καὶ θερμαίνεσθαι καὶ λευκαίνεσθαι, ἐπεὶ οὐ τῆς οὐσίας, ἀλλὰ περὶ τὴν οὐσίαν, τὸ πάθος. Οὕτω γὰρ καὶ Ἀριστοτέλης ἐν τοῖς Ἀναλυτικοῖς τὸ μουσικὸν καὶ λευκὸν ἓν εἶναί φησιν, ὅτι τῷ αὐτῷ ταῦτα συμβέβηκε, καθ’ αὑτὸ δὲ οὐδαμῶς· λευκότης γὰρ καὶ θερμότης ἕτερα τῷ εἴδει, εἴπερ καὶ ὄψις καὶ ἀφὴ οὐ ταὐτόν. Εἰ δ’ ἐπὶ τῶν συμβεβηκότων τὰ διαφόρως ἐνεργούμενα ἓν εἶναι καθ’ αὐτὸ ἀμήχανον, σχολῇ γε ἂν τοῦτο δοίημεν ἐπὶ Υἱοῦ καὶ Πνεύματος, ἐκ τοῦ Πατρὸς διαφόρως εἰληχότων τὴν ὕπαρξιν· οὐδὲ γὰρ ἂν ἔχοι τὸ ἓν διαφόρους ὑπάρξεις, ἐπεὶ ἑκάστῳ ἑνὶ πάντως δήπου καὶ μία ὕπαρξις.

Ἔτι καὶ Θωμᾶς αὐτὸς διάφορον εἴρηκε τὸν τρόπον τῆς θείας γεννήσεως τοῦ τρόπου τῆς προβολῆς· τοῦτο γάρ φησι διὰ τῆς πατρότητος καὶ τῆς πνοῆς, μηδαμῶς συγχωρῶν τῇ πατρότητι καὶ πρὸς τὸ Πνεῦμα τὸν Πατέρα ἀναφέρεσθαι, ἵνα μὴ γένηται τὸ Πνεῦμα υἱός. Οἱ δὲ διάφοροι τρόποι πάντως δήπου καὶ πρὸς διαφορὰν αὐτάρκεις ἂν εἶεν.

Εἰ δὲ λέγοιεν οὐ πάντα τὰ διάφορα καὶ πρὸς διάκρισιν ἱκανά, τὸ γὰρ λευκὸν καὶ θερμὸν καὶ μουσικὸν εἰ καὶ ἕτερα, ἀλλ’ οὖν οὐχ ἱκανὰ πρὸς διάκρισιν, ἕως ἂν ᾖ τὸν αὐτὸν καὶ λευκὸν καὶ θερμὸν καὶ μουσικὸν εἶναι, — ἀλλὰ πρῶτον μὲν οὐκ εἴρηται ἡμῖν ἁπλῶς τὰ διάφορα, ἀλλ’ αἱ διάφοροι ὑπάρξεις. Ἔπειτα τὸ εἶναι ταὐτὸ θερμὸν καὶ λευκὸν καὶ μουσικὸν κατὰ συμβεβηκὸς τοῦτό γε, καὶ οὐκ καθ’ αὑτό. Οὗ δὲ παντάπασιν οὐδεμία χώρα συμβεβηκότι, πάντως οὐδεμίᾳ μηχανῇ ἢ τὸν Υἱόν ἐστι φαντάζεσθαι πρόβλημα, ἢ τὸ Πνεῦμα υἱόν. Οὐκ ἄρα οὐδ’ οὗτος πρὸς ἀλήθειαν Λατίνοις ὁ λόγος εἴργασται, εἴ γε καὶ ἐν τοῖς οὖσί ἐστι τὸ αὐτὸ διαφόρως προάγειν, τῶν ἐξ ἐκεῖνον προϊόντων μὴ συνιόντων εἰς ἕν.