Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεῖλος Καβάσιλας – Περὶ τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως

Νεῖλος Καβάσιλας

Ανασκευή του τέταρτου και πέμπτου συλλογισμού: Ουσία, υπόσταση και θείες πρόοδοι

Αναίρεση των ισχυρισμών περί της ανάγκης ουσιώδους διαφοράς για τη διάκριση των προσώπων (Κεφάλαια 38-39) και περί της διακρίσεως των προόδων κατά την αρχή τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεῖλος Καβάσιλας

—

Κεφάλαιο 5 από 12

Λατίνων κεφάλαιον ληʹ. Συλλογισμὸς τέταρτος «Ἔτι, τὰ εἰς ἕν τι κοινὸν συνιόντα, εἰ πρὸς ἄλληλα διακρίνοιντο, ἀνάγκη διακρίνεσθαι διαφοραῖς τισι καθ’ αὑτάς, καὶ μὴ κατὰ συμβεβηκός, τὸ κοινὸν διαιρούσαις, ὥσπερ ὁ ἄνθρωπος καὶ ὁ ἵππος κοινωνοῦσιν ἀλλήλοις κατὰ τὸ ζῷον, καὶ διακρίνονται ἀλλήλων οὐ τῷ λευκῷ καὶ τῷ μέλανι, ὃ κατὰ συμβεβηκός ἐστι τῷ ζῴῳ, ἀλλὰ τῷ λογικῷ καὶ ἀλόγῳ, ὃ καθ’ αὑτό ἐστι τῷ ζῴῳ· ἐπεὶ γὰρ ζῷόν ἐστι τὸ ἔχον ψυχήν, ἀνάγκη τούτῳ διακρίνεσθαι τῷ τοιάνδε ἢ τοιάνδε ἔχειν ψυχήν, λογικὴν δηλονότι ἢ ἄλογον. Φανερὸν δὲ ὡς ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον κατὰ τὸ ἀφ’ ἑτέρου εἶναι κοινωνοῦσιν, ἄμφω γὰρ παρὰ τοῦ Πατρός εἰσι, καὶ κατὰ τὸ κοινόν, εἰς ὅπερ συνίασιν, ἀμφοτέρων ὁ Πατὴρ διαφέρει τῷ εἶναι ἀγέννητος. Εἰ τοίνυν τὸ Πνεῦμα τὸ Ἅγιον τοῦ Υἱοῦ διακρίνεται, ἀνάγκη τοῦτο διαφοραῖς τισι γίνεσθαι, καθ’ ἑαυτὰς διαιρούσαις τὸ ὂν ἀφ’ ἑτέρου· ἃς δὴ διαφορὰς ἀδύνατον εἶναι πλὴν τοῦ αὐτοῦ γένους, τουτέστι, πρὸς τὸ κατ’ αἰτίαν ἀναφερομένας, ὥστε δηλονότι τὸ ἕτερον αὐτῶν εἶναι ἐκ τοῦ ἑτέρου. Λείπεται τοίνυν πρὸς τὸ διακρίνεσθαι τὸ Πνεῦμα τὸ Ἅγιον τοῦ Υἱοῦ, ἀναγκαῖον εἶναι παρὰ τοῦ Υἱοῦ εἶναι».

Λύσις τοῦ κεφαλαίου Καὶ οὗτος ὁ λόγος ἐκ τοῦ αὐτοῦ γυμνασίου φασί. Κοινωνεῖ μὲν γὰρ ὁ Υἱὸς τῷ Πνεύματι κατὰ τὸ ἀφ’ ἑτέρου εἶναι, ἐκ τοῦ Πατρὸς δηλαδή· καὶ κοινὸν αὐτοῖς τὸ ἐκ τοῦ Πατρός, καὶ πρὸς ἄλληλα δὲ τὸ Πνεῦμα καὶ ὁ Υἱὸς διακρίνονται. Ὅτι δὲ τὰ εἰς ἕν τι κοινὸν συνιόντα, εἰ πρὸς ἄλληλα διακρίνοιντο, ἀνάγκη διακρίνεσθαι διαφοραῖς τισι καθ’ αὑτάς, καὶ μὴ κατὰ τὸ συμβεβηκός, τὸ κοινὸν διαιρούσαις, καὶ ὅτι ἐπὶ Υἱοῦ καὶ Πνεύματος ἀδύνατον τὰς διαφορὰς εἶναι πλὴν τοῦ αὐτοῦ γένους, τουτέστι, πρὸς τὸ κατ’ αἰτίαν ἀναφερομένας, τοῦτο δὲ πόθεν ἔχει λαβών; ἐκ ποίας ἀνάγκης, ἢ γραφικῆς, ἢ λογισμῶν;

Ἀλλ’ ὅτι μὲν οὐδαμῶς ταῦτα ἐκ τῆς γραφῆς, οὐδ’ ἂν Λατῖνοι ἀρνήσαιντο· λείπεται δὴ πρὸς τὰ καθ’ ἕκαστα ἀπιδόντας γυμνάσαι τὸν λόγον. Τοῦτο γὰρ ἀληθὲς μὲν ἐπί τε ἀνθρώπου καὶ ἵππου κοινωνούντων ἀλλήλοις τῷ ζῴῳ, καὶ διακρινομένων διαφοραῖς τισι, τῷ λογικῷ καὶ ἀλόγῳ, καθ’ αὑτάς, καὶ μὴ κατὰ συμβεβηκός, τὸ κοινὸν διαιρούσαις, λέγω δὴ τὸ ζῷον.

Καὶ μὴν καὶ ἐπ’ ἄλλων ἀληθεύειν ἔνι τὸν λόγον· εἰ δὲ καὶ ἐν πᾶσιν ἀνάγκη τὸν λόγον σώσεσθαι, τοῦτο δὴ ζητητέον ἂν εἴη. Αὐτίκα κριὸς καὶ τράγος, καὶ ἵππος καὶ ὄνος καὶ εἰς ἕν τι κοινόν, τὸ ζῷον, πάντα ἔρχεται, καὶ οὐ δή που διακρίνονται διαφοραῖς τισι, καθ’ ἃς ἂν διαιρεθείη τὸ κοινὸν καθ’ αὑτὸ καὶ οὐ κατὰ συμβεβηκός· ἕκαστον γὰρ τούτων ἄλογον, καὶ ἀνάγκη ταῦτα μὴ διακρίνεσθαι τῷ τοιάνδε ἢ τοιάνδε ἔχειν ψυχήν, καὶ ἣν ἐκεῖνος διαφοράν φησι καθ’ αὑτό. Ὥστε ἢ λέγειν ἂν εἴη δίκαιος αὐτὸς τὰς τοιαύτας διαφοράς, ἢ μὴ διακρίνεσθαι κατὰ τὸν λόγον τὸν ἐκείνου μήτε τὸν κριὸν τοῦ τράγου, μήτε τὸν ἵππον τοῦ ὄνου.

Καὶ Πέτρου δὲ καὶ Ἀνδρέου διακεκριμένων καὶ εἰς ἕν τι κοινὸν συνιόντων, ἢ τὸν ἄνθρωπον ἢ τὸν Ἰωνᾶν, ὑφ’ οὗ δὴ γεγέννηνται, τὰς διαφορὰς Λατῖνοι λεγέτωσαν καθ’ ἃς διαιρεθείη τὸ κοινὸν ὁ ἄνθρωπος ἢ ὁ Ἰωνᾶς, καθ’ αὑτὸ καὶ οὐ κατὰ συμβεβηκός. Καὶ φαιοῦ δὲ καὶ λευκοῦ καὶ διακεκριμένων καὶ εἰς ἕν τι κοινὸν συνιόντων, τὸ χρῶμα, οὐκ ἂν ἔχοιμεν ῥᾳδίως δεικνύναι τὰς διαφοράς, καθ’ ἃς ταῦτα διενηνόχατον, αἳ γένοιντ’ ἂν τῷ χρώματι καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός. Καὶ μὴν καὶ τὸ γεννᾶν καὶ τὸ προβάλλειν καὶ τὸ δημιουργεῖν καὶ ἀλλήλων ἕτερα τῷ λόγῳ καὶ εἰς ἕν τι κοινόν, τὸν Πατέρα, συνίασι, καὶ οὐδέπω καὶ τήμερον τὰς διαφορὰς τούτων ἠκούσαμεν, καθ’ ἃς ἂν διαιρεθείη τὸ κοινόν, ὁ Πατὴρ δηλαδή, καθ’ αὑτὸ καὶ οὐκ κατὰ συμβεβηκός.

Ἔτι εἰ πάντα ἀληθεύειν νομιοῦμεν τὸν λόγον, οὐκ ἂν φθάνοιμεν τῇ μανίᾳ συνηγοροῦντες τοῦ Ἀρείου. Ὁ γὰρ Υἱὸς τῷ Πατρὶ ἢ τῷ Πνεύματι ᾗ Θεὸς κοινωνῶν, εἰ διακριθείη ἑκατέρου τούτων τῇ καθ’ αὑτὸ διαφορᾷ τοῦ κοινοῦ, λέγω δὴ τῆς θεότητος, ἄλλη μὲν ἂν εἴη θεότης Πατρός, ἄλλη δὲ Πνεύματος, Υἱοῦ δὲ ἑτέρα. Οὐκ ἄρα πάντα ἀληθεύειν τὸν λόγον τοῦτόν ἐστιν, οὔτ’ ἐπὶ τῶν ὑπερουσίων, οὔτ’ ἐπὶ τῶν ὄντων. Εἰ δὲ μήτε τις ἀνάγκη θεία καὶ γραφικὴ τῷ προεκτεθειμένῳ λόγῳ συνηγορεῖ, μήτε μὴν ἐκ λογισμῶν ἔστι τὰ τοιαῦτα περαίνειν, τί ποτε ἐροῦμεν περὶ τοῦ συμπεράσματος;

Οὐ μὴν ἀλλ’ εἰ καὶ πάντα ἀληθεύειν τὸν λόγον ἐνῆν, οὐδ’ οὕτως ἂν ἡμῖν δικαίαν μέμψιν ἐμέμφοντο, ἀποποιουμένοις τὸν λόγον οὕτω τῶν προειρημένων παραδειγμάτων ἀνομοίως ἐχόντων τῇ κοινότητι τῶν ὑπερουσίων· οὐκοῦν τῶν μὲν ὄντων καὶ ψευδομένων καὶ τὸ ἀνόμοιον πάντῃ γε ἐχόντων, ἑτέρων δὲ ὁμοίων μήτε ὄντων μήτε ἐλπιζομένων, πόθεν αὐτοῖς ἡ τοῦ συμπεράσματος ἀνάγκη; ἀνάγκη γὰρ μήδε συλλογίζεσθαι μήδε συμπεραίνειν, εἴ γε μηδὲν καθόλου προϋποκέοιτο.

Ἔτι γέννησις καὶ προβολὴ διάφοροι τρόποι ὑπάρξεων· ταῦτα δὲ οἷς δὴ καὶ πρόσεστιν οὐκ ἂν εἴη κατὰ συμβεβηκός, καὶ μὴν καὶ συμβεβηκότι οὐδεμία χώρα ἐν τοῖς ὑπερουσίοις· ὥστε καὶ διάφορα ταῦτα καὶ ἥκιστα κατὰ συμβεβηκὸς ἡ διαφορά. Εἰ δὲ ταύτην ἴσασι Λατῖνοι κυρίως διαφοράν, οὐκ ἂν εἶεν δίκαιοι ἑτέραν ζητεῖν, τὴν κυρίως ἐν χεροῖν ἔχοντες. Ἔτι τῶν διακρινομένων ταῖς καθ’ αὑτὸ διαφοραῖς τοῦ κοινοῦ καὶ μὴ κατὰ συμβεβηκός, ἑτέρων ὄντων τῷ εἴδει καὶ τῇ οὐσίᾳ, πᾶσα ἂν εἴη συμφορὰ ἐπὶ Υἱοῦ καὶ Πνεύματος διαφορὰν ζητεῖν, καθ’ ἣν ἂν τὸ κοινὸν αὐτῶν, ὁ Πατήρ, διαιρεθείη οὐσιωδῶς· τοῦτο γὰρ ἀδιανόητον κομιδῆ, καί, ὃ νοεῖν ἔχομεν, ἀπωλείας σαφῆς ἀφορμή. Εἶεν· τὰ δ’ ἐφεξῆς οἷα;

Λατίνων κεφάλαιον λθʹ. Συλλογισμὸς πέμπτος «Ἔτι εἴ τις λέγει τὸ Πνεῦμα τὸ Ἅγιον δύνασθαι διακρίνεσθαι τοῦ Υἱοῦ οὐ τῷ ἀπὸ τοῦ Υἱοῦ εἶναι, ἀλλὰ ταῖς ἐκ τοῦ Πατρὸς ἑκατέρου διαφόροις προόδοις, πάλιν εἰς ταὐτὸ περιελθεῖν ἀναγκαῖον. Εἰ γὰρ ὁ Υἱὸς ἄλλος ἐστὶ παρὰ τὸ Πνεῦμα τὸ Ἅγιον, ἀνάγκη καὶ ἄλλην εἶναι πρόοδον ἑκατέρου· δύο δὲ προόδους οὐ δύνατον διακρίνεσθαι, εἰ μὴ ἢ τοῖς ὅροις, ἢ τῇ ἀρχῇ, ἢ τῷ ὑποκειμένῳ. Τοῖς μὲν ὅροις· ὥσπερ ἡ μὲν τοῦ ἵππου πρόοδος ἀπὸ τοῦ ζῴου διαφέρει τῆς τοῦ βοὸς τοῖς ὅροις, καθόσον αἱ δύο αὗται πρόοδοι τελευτῶσιν εἰς διαφόρους τῷ εἴδει φύσεις. Τῇ δὲ ἀρχῇ· ὥσπερ ἂν εἴ τις ὑπόθοιτο τῶν ὑπὸ τὸ αὐτὸ εἶδος ζῴων τινὰ μὲν γίνεσθαι ἐκ τῆς ποιητικῆς δυνάμεως τοῦ ἡλίου μόνον, τινὰ δὲ ἐκ ταύτης τε καὶ τῆς ποιητικῆς τοῦ σπέρματος δυνάμεως. Τῷ δὲ ὑποκειμένῳ· ὥσπερ ἡ τούτου τοῦ ἵππου γένεσις ἢ ἐκείνου, καθόσον τὸ τῆς φύσεως εἶδος διάφοροι ὑπεδέξαντο ὕλαι. Ἡ μὲν οὖν ἐκ τοῦ ὑποκειμένου διάκρισις ἐν τοῖς θείοις Προσώποις τόπον οὐκ ἔχει, ὅτι πάντῃ εἰσὶν ἄϋλοι· ὁμοίως δὲ οὐδὲ ἐκ τῶν ὅρων, εἰ οὕτω θεμιτὸν φάναι, δύναται εἶναι τῶν προόδων διάκρισις, ἐπεὶ τὴν αὐτὴν καὶ μίαν θείαν φύσιν, ἣν ὁ Υἱὸς τῷ γεννᾶσθαι λαμβάνει, λαμβάνει καὶ τὸ Ἅγιον Πνεῦμα τῷ προιέναι. Λείπεται τοίνυν ἑκατέρας προόδου τὴν διάκρισιν εἶναι τῇ ἀρχῇ.

Φανερὸν δὲ ὡς ἀρχὴ τῆς προόδου τοῦ Υἱοῦ ὁ Πατὴρ μόνος ἐστίν· εἰ τοίνυν καὶ τῆς τοῦ Ἁγίου Πνεύματος προόδου μόνος ὁ Πατὴρ ἀρχή ἐστιν, ἡ τοῦ Ἁγίου Πνεύματος πρόοδος οὐχ ἑτέρα ἔσται τῆς τοῦ Υἱοῦ γεννήσεως, οὕτω δὲ οὐδὲ ὁ Υἱὸς τοῦ Ἁγίου Πνεύματος διακεκριμένος. Πρὸς τὸ τοίνυν καὶ τὰς προόδους καὶ τοὺς προϊόντας διακεκρίσθαι, ἀνάγκη λέγειν τὸ Πνεῦμα τὸ Ἅγιον μὴ ἐκ τοῦ Πατρὸς εἶναι μόνον, ἀλλὰ καὶ ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ. —εἰ δέ τις πάλιν λέγοι ὅτι διαφέρουσιν αἱ πρόοδοι τῇ ἀρχῇ, καθόσον ὁ Πατὴρ τὸν μὲν Υἱὸν ὡς νοῦς λόγον γεννᾷ, τὸ δὲ Πνεῦμα τὸ Ἅγιον κατὰ τὸν τῆς βουλήσεως τρόπον ὥσπερ ἀγάπην, ἀνάγκη πάντως κατὰ τὴν ἐν τῷ Θεῷ καὶ Πατρὶ τῆς βουλήσεως πρὸς τὸν νοῦν διαφοράν, τοὺς δύο προϊόντας διακρίνεσθαι καὶ τὰς δύο προόδους· ἀλλ’ ἡ βούλησις καὶ ὁ νοῦς ἐν τῷ Θεῷ καὶ Πατρὶ οὐ πραγματικῶς διακρίνονται, ἀλλὰ λόγῳ μόνῳ, ὡς ἐν τῷ πρώτῳ βιβλίῳ δέδεικται.

Ἕπεται τοίνυν καὶ τὰς δύο προόδους καὶ τὰ δύο προϊόντα λόγῳ μόνῳ διαφέρειν. Τὰ δὲ λόγῳ μόνῳ διαφέροντα ἀλλήλων ἀντικατηγοροῦνται, ἀληθὲς γάρ ἐστι λέγειν τὴν τοῦ Θεοῦ βούλησιν τὸν νοῦν εἶναι αὐτοῦ, καὶ τὸ ἀνάπαλιν· ἀληθὲς ἄρα ἔσται καὶ τὸ λέγειν τὸ Πνεῦμα τὸ Ἅγιον εἶναι Υἱόν, καὶ τὸ ἀνάπαλιν, ὅπερ ἐστὶ τῆς σαβελλιανῆς ἀθεΐας. Οὐκ ἄρα πρὸς τὸ διακρίνειν τὸν Υἱὸν καὶ τὸ Πνεῦμα ἀρκεῖ τὸ λέγειν τὸν μὲν Υἱὸν ὡς λόγον ἐκ νοῦ προϊέναι, τὸ δὲ Πνεῦμα τὸ Ἅγιον κατὰ τὸν τῆς βουλήσεως τρόπον, εἰ μὴ μετὰ τούτου λέγοιτο καὶ ἐκ τοῦ Υἱοῦ εἶναι τὸ Πνεῦμα τὸ Ἅγιον».

Λύσις τοῦ κεφαλαίου, καὶ περὶ θείας διακρίσεως Οἱ μὲν δὴ Λατῖνοι τοιαῦτα, ἡμεῖς δὲ ὥσπερ ἐν διαγράμματι τὸν συλλογισμὸν ἐκθέμενοι πρότερον, οὕτω τὴν δύναμιν τὴν αὐτοῦ καὶ δὴ σκοπῶμεν. Ἔχει γὰρ οὕτως· ἡ τοῦ Υἱοῦ γέννησις καὶ ἡ τοῦ Πνεύματος προβολὴ πρόοδοί εἰσι διαφέρουσαι· αἱ διάφοροι πρόοδοι ἢ τῇ ἀρχῇ, ἢ τοῖς ὅροις, ἢ τῷ ὑποκειμένῳ διενηνόχασι· καὶ τὸ συμπέρασμα δῆλον. Ἀλλὰ τοῖς ὅροις ἢ τῷ ὑποκειμένῳ τὰς θεαρχικὰς τῶν προόδων διακρίνειν, πανχάλεπον, καί, αὐτοῖς δοκεῖ, δέει τῶν ἑπομένων ἄτοπον· λείπεται δὴ τῇ ἀρχῇ τὰ τοιαῦτα διενηνοχέναι, δηλονότι, τῷ τὴν μὲν τοῦ Υἱοῦ πρόοδον ἐκ μόνου τοῦ Πατρὸς εἶναι, τὴν δὲ τοῦ Πνεύματος ἐκ Πατρὸς καὶ Υἱοῦ.

Ἀλλ’ ὁ μὲν συλλογισμός, οὗτος· ἡμεῖς δὲ πρὸς ταῦτα τί μὲν πρῶτον, τί δὲ δεύτερον, τί δὲ μεταταῦτα ἐροῦμεν; Αὐτίκα τὸ καὶ ἡμᾶς τὰ ἴσα λέγοντας ἐξεῖναι συνάγειν τὸν Υἱὸν ἐκ Πατρὸς γεννᾶσθαι καὶ Πνεύματος, ὑποθεμένους πρότερον διὰ τὰ προδεδειγμένα τὸ Πνεῦμα ἐκ μόνου τοῦ Πατρὸς προϊέναι, ὥστε οἷς λόγοις ταῦτα ἐκεῖνοι λύσουσι, τοῖς αὐτοῖς καὶ ἡμῖν ἐξέσται χρωμένοις τὰ παρ’ ἐκείνων λύειν. Τοῦτο δὲ πᾶς τις, οἶμαι, δίκαιόν γε ἐρεῖ. Οὐκοῦν εἰ μὲν τὰ παρ’ ἡμῶν τὸ ἄτοπον ἔχουσι, διατί μὴ καὶ τὰ ἐκείνων; εἰ δὲ μετὰ τοῦ ἀληθεύειν ἐκεῖνοι, πάντως δήπου καὶ τὰ ἡμέτερα.

Ἀλλ’ ἔστω ταῦτά γε. Πάλιν δὴ τοῦ συλλογισμοῦ τούτου τὴν μὲν τῶν προτάσεων ἐλάττονα παρὰ τῆς γραφῆς Θωμᾶς εἴληφε, κατὰ θείαν ἀποκάλυψιν δηλαδή, σημείοις καὶ τέρασι βεβαιωθεῖσαν, ὡς τὸ ἱερόν φησιν εὐαγγέλιον, τὴν δὲ μείζονα οὔτε παρὰ τῆς διδασκαλίας τοῦ Πνεύματος ἔχει λαβών, οὔτε του τῶν τῆς Ἐκκλησίας διδασκάλων ἤκουσε λέγοντος.

Ἀλλὰ Λατίνοις καὶ τῇ δόξῃ τῇ αὐτοῦ χαριζόμενος, ἐκ τῶν αἰσθητῶν ἢ καί τινων ἀναπλασμάτων ἢ ὀνειράτων, εἰ δεῖ γε εἰπεῖν, ταύτην ἁρπάσας (τὰ γὰρ γένη καὶ τὰ εἴδη ἐπινοίαις τισίν, οὐ πραγματικῶς, ὑφέστηκεν, ὡς καὶ Ἀριστοτέλης φησίν), οὕτω προσαρμόζειν ταύτην πειρᾶται τῇ διδασκαλίᾳ τοῦ Πνεύματος, τὰ θεῖα καὶ ἀπερινόητα καὶ ὑπερφυᾶ τοῖς αἰσθητοῖς καὶ ὑλαίοις συντάττων, καὶ τὴν ἐλευθερίαν τὴν αὐτῶν ἀφαιρούμενος, καὶ ὑπὸ τὴν τούτων ἀνάγκην κἀκεῖνα ὑπάγων, καὶ πάντα ὁμοῦ μιγνύς, καὶ μὴ διαστέλλων, ὃ δή φασιν, ἱεροῦ μεταξὺ καὶ βεβήλου. Τοῦτο δὲ καὶ παρὰ τὰς θείας καὶ πνευματικὰς παραδόσεις ἐδείξαμεν, καὶ παρὰ τὸ τῶν διδασκάλων βούλημα, καὶ παρ’ αὐτὰ τὰ πράγματα, καὶ παρὰ τὰς μεθόδους τὰς λογικάς, ἃς Ἀριστοτέλης μετὰ τοῦ ἀληθεύειν ἐξέθετο.

Ἔτι τοῦ συλλογισμοῦ τούτου οὕτω προϊόντος ὡς ἔφημεν, εἰ μὲν ἐκ τοιούτων λόγων οὐδὲ Λατίνοις δοκεῖ ἀναγκαῖον συνάγεσθαι δύνασθαι, οὐδ’ ἡμεῖς γε πρὸς ταῦτα ἔτι ἐροῦμεν, ἀρκοῦσαν ἔχοντες τὴν εὐγνωμοσύνην τὴν αὐτῶν· εἰ δὲ πρὸς ταῦτα ἀντιβοήσουσιν, οὐδὲ ἕξουσιν οὗ στήσονται, ἀλλήλοις πολεμοῦντες καὶ παρὰ πάντων ἐλαυνόμενοι καὶ πρὸς τοὺς διδασκάλους τοὺς ἑαυτῶν κακῶς ἔχοντες. Θωμᾶς γάρ, ὁ ταῦτα ἐκθέμενος, μεθ’ ἡμῶν ἵσταται τούτῳ τῷ μέρει· ἐδείξαμεν γὰρ αὐτὸν οὕτω περὶ τούτων γνώμης ἔχοντα, ὡς πάντα μᾶλλον ἢ καὶ ἀνάγκην ἡντινοῦν ἐκ τοιούτων λόγων ἀφικνουμένην οἴεσθαι. Φησὶ γάρ· «Εἰσαχθήσονται δὲ παρ’ ἡμῶν πρὸς τὴν δήλωσιν ταύτης τῆς ἀληθείας καί τινες πιθανοὶ λόγοι, ὅσον μέντοι πρὸς διατριβὴν τῶν πιστῶν καὶ γυμνάσιον». Εἶτα τὴν αἰτίαν ἐπάγων, φησί· «Τὸ γὰρ τῶν ἀποδείξεων ἐνδεὲς μᾶλλον αὐτοὺς εἰς τὸ τῶν αἱρέσεων ἔχεσθαι βεβαιώσει». Καὶ πάλιν· «Τὰ αἰσθητὰ τῶν πραγμάτων, ἐξ ὧν ἡ ἀνθρωπίνη ἀπόδειξις τὴν ἀρχὴν λαμβάνει, ἔχουσί τι ἐν ἑαυτοῖς τῆς θείας ὁμοιότητος ἴχνος, οὕτω μέντοι ἀτελές, ὥς τε πρὸς τὸ τὴν τοῦ Θεοῦ οὐσίαν δεικνύναι εὑρίσκεσθαι παντάπασιν ἀδρανῆ». Καὶ πάλιν ἐν τῷ αὐτῷ κεφαλαίῳ· «Ἔστι μέντοι χρήσιμον ἐν ταῖς τοιαύταις τῶν ἀποδείξεων ἀσθενέσιν ἀμηγέπη οὔσαις γυμνάζειν ἑαυτὴν τὴν ἡμετέραν διάνοιαν, ἐφόσον ἄπεστιν ἡ τοῦ καταλαμβάνειν ἢ ἀποδεικνύναι τὰ τοιαῦτα δύνασθαι οἴησις».

Ἔτι τὰ μὲν προϊόντα, δηλαδὴ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, κατὰ τὰς προόδους διαφόρους οὔσας διενηνοχέναι, καὶ σφόδρα οἱ θεολογοῦντές φασι, καὶ οὐδείς ἐστιν ὃς τὸν Υἱὸν τοῦ Πνεύματος ἑτέρως διακρίνειν ἐνόμισεν· αὐτὰς δὲ τὰς προόδους τίνι τὸ διάφορον ἔχουσιν, οὔτ’ εἶπεν οὐδεὶς οὐδέπω, καὶ ἀγνοεῖν δὲ ὁμολογοῦσι πάντες κοινῇ, καὶ ἡμᾶς ταῦτα περιεργάζεσθαι βουλομένους καὶ σφόδρα ἀπείργουσι, Θεῷ μόνῳ τῆς τούτων ἐπιστήμης παραχωροῦντες.

Φησὶ γὰρ ὁ θεῖος Γρηγόριος· «Ἀκούεις γέννησιν; τὸ πῶς μὴ περιεργάζου· ἀκούεις Πνεῦμα τὸ προϊὸν ἐκ τοῦ Πατρός; τὸ ὅπως μὴ πολυπραγμόνει». Καὶ ὁ Δαμασκηνὸς ἐν τῷ περὶ Τριάδος κεφαλαίῳ· «Ὅτι μέν ἐστι διαφορὰ γεννήσεως καὶ ἐκπορεύσεως μεμαθήκαμεν, τίς δὲ ὁ τρόπος τῆς διαφορᾶς οὐδαμῶς». Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ αὐτῷ κεφαλαίῳ· «Εἰ γὰρ καὶ τὸ Πνεῦμα ἐκ τοῦ Πατρός, ἀλλ’ οὐ γεννητῶς λέγομεν, ἀλλ’ ἐκπορευτῶς· ἄλλος τρόπος ὑπάρξεως οὗτος ἄρρητός τε καὶ ἀνέκφραστος».

Καὶ πάλιν ὁ θεῖος Γρηγόριος ἐν τῷ πρὸς Ἥρωνα· «Εἰ δὲ τὸν τρόπον ἐπιζητεῖς, τί καταλείψεις τοῖς μόνοις γιγνώσκειν ἄλληλα καὶ γιγνώσκεσθαι ὑπ’ ἀλλήλων μαρτυρουμένοις;» Καὶ ἡ ἕκτη δὲ σύνοδος ἐν ταῖς πράξεσι ταῖς ἑαυτῆς· «Τῶν αἱρετικῶν, φησί, ἴδιον τὸν τρόπον περιεργάζεσθαι τῶν προόδων Υἱοῦ καὶ Πνεύματος».

Ἡ μὲν τῆς Ἐκκλησίας δόξα, τοιαύτη· Λατῖνοι δὲ τὴν τῶν θείων προόδων διαφορὰν διαρρήδην ζητοῦντες καὶ τί ποτε διαφέρει πρόοδος Υἱοῦ καὶ πρόοδος Πνεύματος πρόβλημα ποιούμενοι ἄντικρυς, πάντως ταῖς εἰρημέναις αἰτίαις ἔνοχοι· ἀδυνάτων τε γὰρ ἐφίενται καὶ ἃ μὴ παραδέδοται παρὰ τῆς γραφῆς, καὶ οὐ πόρρω τῆς τῶν αἱρετικῶν τὰ τοιαῦτα γνώμης. Καὶ μὴν εἰ τὸ μὲν ζητούμενον τοῦτό γέ ἐστιν εἰ καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα ἐκπορεύεται, τοῦτο δὲ πειρῶνται δεικνύναι ἀδύνατα ὑποτιθέμενοι πρότερον, πῶς οὐ γελοῖος ὁ οὕτως ἀποδεικνύς;

Ἔτι εἰ ὁ μὲν τῆς διαφορᾶς τῶν προόδων τρόπος οὐδαμῶς εἰς τὴν τῶν θεολόγων ἀφῖκται διάνοιαν, καὶ Θεῷ μόνῳ τὸ τοιοῦτον γνωστόν, καὶ διανοίαις ἀνθρωπίναις ἀνεπινόητον καὶ λόγοις ἄρρητον, ὁ δὲ τῆς διαφορᾶς τῶν προόδων τρόπος, ὃν ἐξεῦρε Θωμᾶς, ὅτι διενηνόχασι τῇ ἀρχῇ, ἐφόσον ἡ μὲν τοῦ Υἱοῦ πρόοδος ἐκ μόνου τοῦ Πατρός ἐστιν, ἡ δὲ τοῦ Πνεύματος ἐκ Πατρὸς καὶ Υἱοῦ, καὶ ἀνθρώποις ἔγνωσται καὶ δὴ καὶ ῥητὸν τὸ τοιοῦτον, πῶς οὐ πᾶσα ἀνάγκη ὡς οὐχ οὗτός ἐστιν ὁ τρόπος, ᾧ κατὰ ἀλήθειαν αἱ ὑπερφυεῖς διεστήκασι πρόοδοι, ἀλλὰ τερατώδης τις καὶ περιττὸς τὴν ἀπάτην, καὶ ἱκανὸς Θεοῦ καὶ τῆς ἀληθείας τοὺς πειθομένους ἀπαγαγεῖν;

Ἔτι τὰς προόδους Λατῖνοι ἢ τοῖς ὅροις ἢ τῇ ἀρχῇ ἢ τῷ ὑποκειμένῳ διαφέρειν λέγοντες, περὶ ποίων προόδων φασί; πότερον περὶ ἐκείνων, αἳ καὶ εἰς ἀνθρωπίνην γνῶσιν ἀφίκοντο ἐκ τῶν καθ’ ἕκαστα ἀνειληφυῖαι τὰς ἀφορμάς, ἢ περὶ τῶν ἀπερινοήτων καὶ ὧν οὔτε ἐπιστήμη οὔτε νόησις οὔτε αἴσθησις οὔτε τις ἐπαφή, αἳ καὶ τὸν ἀγγελικὸν νοῦν κατόπιν ἀφῆκαν; Εἰ μὲν δὴ περὶ τούτων, καὶ πῶς ἀπερινόητα καὶ κρείττω ἢ κατ’ ἐπιστήμην καὶ ἐπαφήν, ἃ καὶ ὑπὸ τὸν διαιρετικὸν ἐτέλεσαν τρόπον; εἰ δὲ περὶ ἐκείνων, οὐκοῦν οὐδαμῶς ὁ λόγος περὶ τῶν προόδων Υἱοῦ καὶ Πνεύματος. Ὥστε οὕτω τοῦ λόγου τὸ ἀναγκαῖον ἔχοντος· εἰ μὲν ἡ ἐλάττων τοῦ συλλογισμοῦ ἀληθής, ψευδὴς ἡ μείζων, αἱ γὰρ ἀπερινόητοι πρόοδοι, ἕως ἂν ἀληθῶς τοῦτό γε ὦσιν, ἀπερινοήτους καὶ τὰς διαφορὰς τὰς αὐτῶν ἔχουσι, καὶ οὐδενὶ συγχωρήσουσι ῥᾳδίως οὐδὲ εἰς ζήτησιν αὐτῶν ἀφικέσθαι. Εἰ δὲ ἀληθὴς ἡ μείζων, τοῦ λόγου γε ὄντος περὶ τῶν ἐν τοῖς οὖσι προόδων, ψευδὴς ἡ ἐλάττων· γέννησις γὰρ Υἱοῦ καὶ προβολὴ Πνεύματος, εἰ καὶ πρόοδοι καὶ διαφέρουσαι, ἀλλ’ ὑπερούσιοι δή τινες καὶ οἷαι μηδὲ εἰς ἐπιστήμην ἐλθεῖν.

Οὐκ ἄρα τὸ συμπέρασμα ἀναγκαῖον. Ἔτι τὸν συλλογισμὸν ἐγγυτέρω γενομένους θεωρητέον ἐστίν. Ἔστι γὰρ αὐτοῖς τὸ συμπέρασμα συλλογισμὸς ὑποθετικός, οὐκ ἐξ ἀκολουθίας προιών, ἀλλ’ ἐκ διαζευκτικοῦ, τῇ ἀναιρέσει τῶν δύο τὸ λοιπὸν μετ’ ἀνάγκης εἰσάγων. Ἁμαρτάνει δέ, οὐχ ὥστε καὶ συγγνώμης τυχεῖν. Τῶν γὰρ οὕτως ἐχόντων συλλογισμῶν ἢ ἐν τοῖς ἀμέσοις ἐναντίοις, ἢ ἐν τοῖς ἐμμέσοις μέν, τὸ δὲ μέσον ὡρισμένον ἔχουσι θεωρουμένων· οὕτω γὰρ τῶν ἄλλων ἀναιρουμένων, ἐξανάγκης εἰσάγεται τὸ καταλειπόμενον. Οὗτος <δέ>, καθάπερ τύραννος ὑπερήφανος, πάντα πρὸς τὴν βούλησιν στρέφων τὴν αὐτοῦ, οὐδαμῶς ἐξ ἐναντίων εἴληφε τὸ ἑπόμενον· τίς γὰρ ἐναντιότης ἐν τοῖς ὅροις καὶ τῷ ὑποκειμένῳ καὶ τῇ ἀρχῇ;

Ἀλλ’ ἔστω τοῦτο. Ἔπειτα καὶ τὴν τοῦ ἑπομένου διαίρεσιν οὐ πάντα ὑγιαίνειν φαμέν· τρεῖς γὰρ τρόπους προόδων Θωμᾶς εἰληφώς, προάγει τούτους μετὰ τοῦ διαζευκτικοῦ, ὥσπερ ἀνάγκης οὔσης πᾶσαν πρόοδον ὑπὸ τὰ εἰρημένα τελεῖν, καὶ μηδεμίαν οὕτως ἰσχυρὰν εἶναι, ὥστε τὴν διαίρεσιν τὴν αὐτῶν διαφεύγειν δύνασθαι. Τοῦτο δὲ πολλοῦ μὲν ἱδρῶτος, πολλῆς δὲ γυμνασίας, πολλῶν δὲ ἀποδείξεων δεῖ, εἰ μέλλοιμεν πιστεύειν μηδεμίαν ἐν τοῖς οὔσι πρόοδον τὰ προειρημένα διαδιδράσκειν, μήτε μὴν εἰς ἐλάττω πάντα ἀναφέρεσθαι δύνασθαι. Ὅτι δ’ ἐγχωρεῖ πλείω εἶναι τὰ τῆς διακρίσεως τῶν προόδων αἴτια, δῆλον ἐκεῖθεν· δύο γὰρ ψυχῶν πρόοδοι καὶ δύο ἀγγέλων ἐκ τῆς οἰκείας ἀρχῆς καὶ διαλλάττουσί [πῃ] καὶ οὔτε τῇ ἀρχῇ διενηνόχασιν, ἐκ τῆς αὐτῆς γὰρ προῆλθον· οὔτε τοῖς ὅροις, οὐ γὰρ κατ’ εἶδος ψυχὴ ψυχῆς οὐδὲ ἄγγελος ἀγγέλου διακρίνεται· οὔτε μὴν τῷ ὑποκειμένῳ, οὐ γὰρ ἐν ὕλῃ τὰ τοιαῦτα. Καὶ περὶ τοῦ ἑβδόμου δὲ καὶ πέμπτου καὶ τρίτου ἀριθμοῦ εἴ τις τὰς προόδους τούτων τὰς ἐκ τῆς μονάδος ἢ τοῦ ἀριθμοῦ σκοποίη, οὔτε τῇ ἀρχῇ διϊσταμένας ἂν ἴδοι, οὔτε τοῖς ὅροις, οὐ γὰρ κατ’ εἶδος διάφορον ἕβδομον καὶ πέμπτον καὶ τρίτον· ἕκαστον γὰρ τούτων καὶ ἀριθμὸς καὶ περιττὸς καὶ δὴ καὶ πρῶτος καὶ ἀσύνθετος. Καὶ μὴν οὐδὲ κατὰ τὸ ὑποκείμενον ἡ διαφορά, οὐ γὰρ τὰ τοιαῦτα διὰ τὴν ὕλην διακριθεῖεν ἄν.

Ὁ δὲ τὸν τοῦ Θωμᾶ λόγον συγγνώμης πάσης ἀποστερεῖ, ἐκεῖνο καὶ δὴ λέγειν καὶ σφόδρα εἰκός. Ἡ τούτου τοῦ ἀνθρώπου γέννησις ἢ ἐκείνου ἤ, φέρε εἰπεῖν, ἀδελφῶν δύο ἐκ τοῦ αὐτοῦ πατρός, τῇ μὲν ὑπάρξει οὐκ ἂν διαλλάττοιεν, γεννήσεως γὰρ πρὸς γέννησιν οὐδεμία διαφορά, ᾗ γέννησίς ἐστιν ἑκατέρα· ὅτι δὲ τὸ τῆς φύσεως εἶδος, ἵνα τοῖς τοῦ Θωμᾶ χρήσωμαι, διάφοροι ὑπεδέξαντο ὕλαι, κατ’ αὐτό γε τοῦτο, καὶ πάνυ διαφέρειν ταύτας ἐροῦμεν. Πάλιν αἱ ἐκ τοῦ γένους τῶν οἰκείων εἰδῶν πρόοδοι, οἷον ἵππου καὶ βοὸς ἐκ τοῦ ζῴου, εἴ γε καὶ ὅλως χρὴ τὰ τοιαῦτα λογίζεσθαι ἐπινοίᾳ καὶ οὐ πράγματι ὑφεστῶτα, τοῖς μὲν ὅροις τῶν προϊόντων διαφέροιεν ἄν, καθόσον αἱ δύο αὗται πρόοδοι τελευτῶσιν εἰς διαφόρους τῷ εἴδει φύσεις, ὡς ὁ Θωμᾶς ἀξιοῖ· αὗται δὲ πρὸς ἀλλήλας οὐκ ἂν λέγοιντο τῇ ὑπάρξει διαφέρειν, ἑκατέρα γὰρ ἐκ τῆς ἀρχῆς ὡσαύτως, καὶ τὸ ζῷον δὲ γένος τῶν εἰδῶν ἑκατέρου παραπλησίως λέγεται, καὶ ἵππος δὲ καὶ βοῦς ὡς εἶδος ἑκάτερος ἐκ τοῦ ζῴου προῆλθεν.

Ἀλλὰ ταῦτα μὲν οὕτω. Γέννησις δὲ <Υἱοῦ> καὶ δὴ καὶ προβολὴ Πνεύματος πάντως οὐ ταὐτὰ τῇ ὑπάρξει· ἀλλ’ ὁ τρόπος ἑκατέρᾳ τοῦ εἶναι καὶ πάντῃ διάφορος, ὥσπερ δὴ καὶ διδασκαλία καὶ γέννησις· ταύτῃ τοι οὐδὲ τὸ πρῶτον αἴτιον ἢ πατὴρ τοῦ Πνεύματος ἢ προβολεὺς τοῦ Υἱοῦ, οὐδὲ ἢ τὸ Πνεῦμα υἱὸς ἢ ὁ Υἱὸς πρόβλημα. Ἵνα δὲ καὶ ὡς ἐπὶ σκηνῆς τινος τὰ τοιαῦτα θεωρῶμεν, ἐκ τοῦ Ἀδὰμ καὶ ἡ Εὔα καὶ ὁ Σήθ, ἀλλ’ οὐχ ὡσαύτως· ὁ μὲν γὰρ γεννητῶς ἐξ ἐκείνου, ἡ δὲ ἐκ τοῦ αὐτοῦ μέν, ἀλλὰ τρόπον ἕτερον, ὥστε καὶ τὴν πρόοδον ἑκατέρου τῇ ὑπάρξει διαφέρειν εἰκότως ἂν λέγοιμεν, ἐπεὶ καὶ τὸν Ἀδὰμ πατέρα μὲν ἴσμεν τοῦ Σήθ, τῆς Εὔας δὲ οὐδαμῶς. Ταύτην δὲ τὴν κατὰ τοῦς τρόπους τῶν ὑπάρξεων προόδων διαφοράν, μεγάλην οὖσαν καὶ ἀξιόλογον καὶ μόνην ἱκανὴν τὰς ὑπερουσίους διακρῖναι προόδους, ἐν τῇ ἑπομένου διαιρέσει ἑκὼν παραλιπὼν Θωμᾶς δείκνυται, οὐκ οἶδα ἀνθ’ ὅτου.

Εἰ μὲν γὰρ ἐξῆν ἅμα τε λέγειν τὸν μὲν Υἱὸν ἐκ τοῦ Πατρός, τὸ δὲ Πνεῦμα ἐκ Πατρὸς καὶ Υἱοῦ, καὶ μηδέν τι πλέον περιεργάζεσθαι, εἰκός γε προβολὴν καὶ γέννησιν κατὰ τὰς θέας ταύτας διεστηκέναι· εἰ δέ, καὶ τούτου κειμένου, ὁ τῆς ὑπάρξεως διάφορος τρόπος καὶ σφόδρα ἐν τῇ τῶν χριστιανῶν θεολογίᾳ ζητεῖται, ὥστε δηλονότι προϋποκεῖσθαι τὸν μὲν Υἱὸν γεννητῶς προελθεῖν ἐκεῖθεν, τὸν δὲ Παράκλητον οὐ γεννητῶς, ἀλλ’ ἐκπορευτῶς, οὐδὲν ἕτερον ἢ κακουργία σαφὴς ἐν τῇ τοῦ ἑπομένου διαιρέσει τὰ τοιαῦτα παραδραμεῖν. Ἵνα δὲ ὃ λέγομεν σαφέστερον γένηται, ὥσπερ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς λεγόντων οὐ μέχρι τούτων ἡ πίστις ἡμῶν, ἀλλ’ ἀνάγκη πᾶσα τὸν μὲν γεννητῶς προϊέναι λέγειν, τὸ δὲ Πνεῦμα οὐχ οὕτως, ἀλλὰ τρόπον ἕτερον, ἐκπορευτῶς δηλαδή, ἵνα μήτε τὸ Πνεῦμα υἱὸς νομίζηται, μήτε μὴν ὁ Υἱὸς Υἱὸς μέν, οὐ Μονογενὴς δέ· τὸν αὐτὸν τρόπον ἂν λέγωμεν τὸ Πνεῦμα ἐκ Πατρὸς καὶ Υἱοῦ, οὐχ ἡ τυχοῦσα ζημία ἂν μὴ προσκέηται καὶ ὁ τῆς ὑπάρξεως τρόπος, ἕως ἂν ἐνδέχηται νοεῖν εἶναι μὲν τὸ Πνεῦμα ἐξ ἀμφοῖν, εἶναι δὲ ὡσαύτως ὥσπερ ἐκ τοῦ Πατρὸς ὁ Υἱός. Εἰ τοίνυν ἡ τοῦ ἑπομένου διαίρεσις κακῶς Λατίνοις εἴληπται, καὶ τῶν ἀναγκαίων πολλὰ παρεῖται, τί δὴ λοιπὸν ἢ μηδὲ ἀναγκαῖον εἶναι τὸ συναγόμενον;

Ἔτι δεδόσθω καὶ τὸ ἑπόμενον πάντα ὑγιῶς ἔχειν, καὶ τὰς ὑπερφυεῖς προόδους τῇ ἀρχῇ διενηνοχέναι, ὥστε τῆς μὲν τοῦ Υἱοῦ γεννήσεως τὸν Πατέρα μόνον εἶναι ἀρχήν, τῆς δὲ τοῦ Πνεύματος <προβολῆς> οὐ τὸν Πατέρα μόνον, ἀλλὰ τὸν Πατέρα καὶ τὸν Υἱόν· τούτων κειμένων, πῶς οὐ πᾶσα ἀνάγκη καὶ δύο θεότητος ἀρχὰς Λατίνους ὁμολογεῖν; Εἰ γὰρ ἑκατέρα πρόοδος ὑπὸ διάφορον ἀρχήν, καὶ διάφορον οὐ τῷ λόγῳ, ὡς αὐτοί φασιν ἄντικρυς, διαφορὰν δὲ εἶναι χωρὶς ἀριθμοῦ ἀδύνατον, ὡς ὁ θεῖός φησι Μάξιμος ἐν τοῖς Θεολογικοῖς, πάντως ἐν τῇ ἀρχῇ ἀριθμός. Καὶ μὴν εἰ ἑκατέρα πρόοδος ὑπὸ διάφορον ἀρχὴν τελεῖ, ὡς αὐτοί φασι, πάντως οὐδαμῶς ὑπὸ τὴν αὐτήν· εἰ δὲ τοῦτο, ὑφ’ ἑτέραν καὶ ἑτέραν πάντως· ταῦτα δὲ εἰ μὴ δύο ἀρχαί, θαῦμα ἂν εἴη. Ὥστε εἰ μὲν οὐδὲν ἄτοπον αὐτοῖς νομίζεται δύο θεότητος ἀρχὰς ἀξιοῦν, μὴ δυσχεραινέτωσαν εἴ τις αὐτοῖς τοιαῦτα προφέροι· εἰ δὲ καὶ αὐτοῖς ἀκοῦσαι τοῦτό γε δυσχερές, πάντως ᾧ γε ἄτοπον ἕπεται, κἀκεῖνο τοιοῦτον εἶναι πᾶσα ἀνάγκη. Οὐκ ἄρα ἡ τοῦ Πνεύματος πρόοδος ἐκ Πατρὸς καὶ Υἱοῦ.

Καὶ μὴν εἰ τὴν θείαν γέννησιν καὶ δὴ καὶ τὴν ὑπερφυᾶ πρόοδον τῇ ἀρχῇ διενηνοχέναι φαῖμεν, οὐχ ὥσπερ Λατῖνοί φασι, τῷ τὴν μὲν ἐξ ἑνὸς εἶναι, τὴν δὲ ἐκ δυοῖν, ἀλλὰ καθόσον τὸ πρῶτον αἴτιον, ᾗ μὲν Πατήρ, ἀρχή ἐστι τοῦ Υἱοῦ, ᾗ δὲ Προβολεύς, τοῦ Πνεύματος, τί ἄτοπον ἡμῖν ἕψεται; οὐ γὰρ δὴ φοβηθησόμεθα διὰ τὸ μὴ πραγματικῶς τὸν προβολέα καὶ τὸν Πατέρα διακεκρίσθαι, τοῦτο λογίζεσθαι καὶ περὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος· δέδεικται γὰρ μὴ ἀνάγκην ἔχειν τὸ γεννᾶσθαι καὶ ἐκπορεύεσθαι πάντα ἕπεσθαι τῷ προβάλλειν τε καὶ γεννᾶν. Καὶ μὴν καὶ ψεῦδος μὴ διακεκρίσθαι τὰ συνιέναι δυνάμενα· τά τε γὰρ συμβεβηκότα τῶν οὐσιῶν παντὸς μᾶλλον καὶ διακρίνονται καὶ μὴν καὶ οὕτω συνίασιν, ὡς μὴ ἂν ἑτέρως ταῦτα ὑφεστηκέναι δύνασθαι, εἴ τις αὐτὰ διέλοι τῶν οὐσιῶν. Καὶ τὰς τεκούσας δὲ καὶ τὰς παρθένους οὐκέτι διακρινοῦμεν, Λατίνοις ἑπόμενοι, ὅτι περὶ τὴν Μακαρίαν Παρθένον ἀμφότερα; καὶ μὴν οὐδὲ τὴν θείαν καὶ ἀπόρρητον οὐσίαν τῆς ἐπικήρου τε καὶ ῥεούσης, ὅτι τὸν αὐτὸν καὶ ἕνα Χριστὸν καὶ Θεὸν ἀνάγκη καὶ Ἄνθρωπον τὸν αὐτὸν νομίζειν; Οὐκ ἄρα οὐδὲ τοῦτο κατὰ σκοπὸν τοῖς πολεμοῦσιν ἡμῖν ἐξέβη· κἀκεῖνο δὲ Λατίνοις τραχὺ καὶ οὐχ ἥμερον.