Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεῖλος Καβάσιλας – Περὶ τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως

Νεῖλος Καβάσιλας

Ανασκευή του έκτου συλλογισμού: Ο παραλληλισμός της νοήσεως με την αγάπη

Θεολογικός έλεγχος του τεσσαρακοστού κεφαλαίου των Λατίνων, το οποίο ταυτίζει αυθαίρετα τη γέννηση του Υιού με τη θεία νόηση και την εκπόρευση του Πνεύματος με την αγάπη ή θέληση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεῖλος Καβάσιλας

—

Κεφάλαιο 6 από 12

Λατίνων κεφάλαιον μʹ. Συλλογισμὸς ἕκτος «Ἔτι καὶ ἐξ αὐτοῦ τούτου τοῦ λέγειν τὸ μὲν Πνεῦμα τὸ Ἅγιον ὡς ἀγάπην προϊέναι, τὸν δὲ Υἱὸν ὡς λόγον, ἕπεται καὶ τὸ Πνεῦμα τὸ Ἅγιον εἶναι ἐκ τοῦ Υἱοῦ· ἡ γὰρ ἀγάπη πρόεισιν ἐκ τοῦ λόγου, ἐπεὶ μηδὲ δυνάμεθά τι ἀγαπᾶν, εἰ μὴ τῷ ἐνδιαθέτῳ λόγῳ πρότερον συλλάβοιμεν τοῦτο».

Λύσις τοῦ κεφαλαίου Ἐνταῦθα τὴν μὲν τοῦ Υἱοῦ γέννησιν νόησιν εἶναί φησι, τὴν δὲ τοῦ Πνεύματος προβολήν, ἀγάπην ἢ θέλησιν· τοῦτο γὰρ αὐτὸς ἐν τῷ πρὸ αὐτοῦ κεφαλαίῳ σαφέστερον εἴρηκεν, εἰπών· «Ὁ Πατὴρ τὸν μὲν Υἱὸν ὡς νοῦς λόγον γεννᾷ, τὸ δὲ Πνεῦμα τὸ Ἅγιον προβάλλει κατὰ τὸν τῆς βουλήσεως τρόπον, ὥσπερ ἀγάπην». Καὶ τούτων κειμένων, συνάγειν οἴεται τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι, καὶ τὴν τοῦ λόγου ἀνάγκην σαφῶς ἐκ τῶν ἡμετέρων καὶ ἀνθρωπίνων εἰληφέναι φησί, ἐπάγει γὰρ ὥσπερ αἰτίαν δή τινα· «Ἐπεὶ μηδὲ δυνάμεθά τι ἀγαπᾶν, εἰ μὴ τῷ ἐνδιαθέτῳ λόγῳ πρότερον συλλάβοιμεν τοῦτο».

Ἀλλὰ πρῶτον ἐρωτητέον ἂν εἴη Λατίνους, πόθεν αὐτοῖς νόησιν μὲν λέγειν τὴν τοῦ Υἱοῦ γέννησιν, ἀγάπην δὲ ἢ θέλησιν τὴν τοῦ Πνεύματος προβολήν· οὐ γὰρ ἔξεστι περὶ τῆς ὑπερουσίου θεότητος λέγειν, οὔτε μὴν ἐννοεῖν, ἃ μὴ ταῖς γραφαῖς εἴρηται. Ἀλλ’ οὐκ ἂν ἔχοιεν δεῖξαι, δῆλον δέ· καὶ γὰρ καὶ ψεύδους ἁλίσκονται, καὶ ἀδυνάτων κατατολμῶντες, καὶ ὁ πόλεμος αὐτοῖς πρὸς πάντας τοὺς θεολόγους σαφής. Οἱ μὲν γὰρ ὥσπερ ἐκ μιᾶς γλώττης καὶ ὑπὲρ τὴν τῶν ἄκρων ἀγγέλων διάνοιαν εἶναί φασιν οὐ μόνον τὴν προαιώνιον ἐκ τοῦ Πατρὸς τοῦ Υἱοῦ γέννησιν, ἀλλὰ καὶ τὴν ἐκ τῆς Παρθένου δι’ ἡμᾶς χθὲς καὶ πρῴην, εὐδοκίᾳ τοῦ Πατρὸς καὶ συνεργίᾳ τοῦ Πνεύματος, οἰκονομηθεῖσαν· οἱ δὲ καὶ τὴν πρώτην ἐκείνην εἰδέναι φασί, καὶ νόησιν αὐτὴν εἶναι ὁρίζονται. Καὶ οἱ μὲν τὴν τοῦ Πνεύματος προβολὴν ἄρρητόν φασι καὶ ἀνέκφραστον καὶ γνώμης ἀνθρωπίνης ἐπέκεινα, καὶ οὐδὲ συγχωροῦσι τὴν περὶ αὐτῆς ἐρώτησιν, διὰ τὸ τῆς ἀποκρίσεως ἀδύνατον· οἱ δὲ καὶ εἰδέναι οἴονται καὶ ἀγάπην ἢ θέλησιν ταύτην καλοῦσιν. Οὕτω δήλους κατέστησαν ἑαυτούς, πολλὴν κατεγνωκότες τῶν μακαρίων Πατέρων τὴν [ἔν]νοιαν.

Ἀλλ’ ἐκείνων ἐκ παντὸς τρόπου μετὰ τῆς ἀληθείας ἑστώτων, καὶ ἀνεπινόητον εἰδότων τὴν θείαν καὶ ἀπόρρητον γέννησιν καὶ τὴν ὑπερφυᾶ τοῦ Πνεύματος πρόοδον, οὐδεὶς αὐτοὺς ἐξαιρήσεται λόγος, μὴ οὐ τοῖς ἀδυνάτοις ἐγχειρεῖν. Ὅτι δὲ τὰ προειρημένα ἀληθῆ, καὶ εἴρηταί γε μετρίως καὶ αὐτίκα ἐροῦμεν, ἀναγνόντες ὀλίγα, ἃ τοῖς Πατράσι περὶ τούτων ἐνθέως εἴρηται.

Αὐτίκα ὁ θεῖος Διονύσιος ἐν τοῖς προοιμίοις τῆς θεολογικῆς πραγματείας αὐτοῦ· «Ὅτι μέν ἐστι—φησί—πηγαία θεότης ὁ Πατήρ, ὁ δὲ Υἱὸς καὶ τὸ Πνεῦμα τῆς θεογόνου θεότητος, εἰ οὕτω χρὴ φάναι, βλαστοὶ θεόφυτοι καὶ οἷον ἄνθη καὶ ὑπερούσια φῶτα, πρὸς τῶν ἱερῶν λογίων παρειλήφαμεν· ὅπως δὲ ταῦτά ἐστιν, οὔτε εἰπεῖν οὔτε ἐννοῆσαι δυνατόν». Λατῖνοι δὲ καὶ συνιέναι φασὶ καὶ πειρῶνται λέγειν οὐ μόνον ὅτι διενηνόχασιν αἱ πρόοδοι, ἥ τε θεῖα γέννησις καὶ ἐκπόρευσις, ἀλλὰ καὶ τίνι τὸ διάφορον ἔχουσιν.

Ὁ δὲ θεολόγος Γρηγόριος τῶν περὶ Μακεδόνιον ἐρομένων περὶ τῶν προόδων Υἱοῦ καὶ Πνεύματος, καὶ τίς ἂν ἑκατέρου γένοιτο τρόπος ὑπάρξεως, καὶ πῶς τὰ μὴ ὡσαύτως προϊόντα ἔπειτά φαμεν ὁμοούσια, «Εἰπέ, φησί, σὺ τὴν ἀγεννησίαν τοῦ Πατρός, κἀγὼ τὴν γέννησιν τοῦ Υἱοῦ φυσιολογήσω καὶ τὴν ἐκπόρευσιν τοῦ Πνεύματος, καὶ παραπληκτίσομεν ἄμφω εἰς Θεοῦ μυστήρια παρακύπτοντες. Καὶ ταῦτα τίνες; οἱ μηδὲ τὰ ἐν ποσὶν ἀκριβῶς εἰδότες». Καὶ ἐν τοῖς Περὶ Πνεύματος ὁ αὐτός· «Δός μοι, φησί, Θεὸν ἄλλον καὶ φύσιν Θεοῦ, καὶ δώσω σοι τὴν αὐτὴν Τριάδα μετὰ τῶν αὐτῶν ὀνομάτων τε καὶ πραγμάτων. Εἰ δὲ εἷς Θεὸς μία φύσις ἡ ἀνωτάτω, πόθεν παραστήσω σοι τὴν ὁμοίωσιν; Ἢ ζητεῖς πάλιν ἐκ τῶν κάτω καὶ περί σε; λίαν μὲν αἰσχρόν, καὶ οὐκ αἰσχρὸν μόνον, ἀλλὰ καὶ μάταιον ἐπιεικῶς, ἐκ τῶν κάτω τὴν εἰκασίαν τῶν ἄνω λαμβάνειν, καὶ τῶν ἀκινήτων ἐκ τῆς ῥευστῆς φύσεως, καί, ὅ φησιν Ἡσαΐας, ζητεῖσθαι τὰ ζῷντα ἐν τοῖς νεκροῖς».

Εἰ δὲ ὁμοίωσις οὐκ ἔστιν ἐν τοῖς ὑπερουσίοις τε καὶ τοῖς οὖσι, καὶ σφόδρα αἰσχρὸν καὶ ἐπιεικῶς μάταιον τὰ τοιαῦτα ζητεῖν, καὶ ἴσον ἐστὶ ταῦτά τε περιεργάζεσθαι καὶ τὰ τῆς ἕξεως ἐν τῇ στερήσει ζητεῖν, καὶ τὰ τοῦ φωτὸς ἐν τῷ σκότει, τοῦτο γάρ ἐστι τὸ ζητεῖσθαι τὰ ζῷντα ἐν τοῖς νεκροῖς, τί ποτε ἐροῦμεν περὶ τῶν παρὰ Λατίνοις συλλογισμῶν; πόθεν αὐτοῖς αἱ τῶν προτάσεων μείζους; πῶς δὲ ὅλος συλλογισμός, ὁ μὴ μέσον ἔχων τῶν ἄκρων διαλλακτήν; πῶς δ’ ἂν συναφθεῖεν ὁμοιότητος ἀνῃρημένης;

Οὐκ ἄρα οὐδὲ συλλογισμοὺς τοὺς τοιούτους χρὴ προσειπεῖν. Καὶ πάλιν ὁ μακάριος Διονύσιος οὕτω περὶ τῆς θείας φύσεως τοὺς λόγους ποιεῖσθαι προτρέπεται, «ὡς αὐτή, φησί, περὶ ἑαυτῆς ἐν τοῖς ἱεροῖς λογίοις παραδέδωκεν»· ἀπεσιώπησε δὲ τὸν τρόπον τῆς διαφορᾶς τῆς θείας γεννήσεως καὶ τῆς ὑπερφυοῦς ἐκπορεύσεως. Φησὶ γὰρ ὁ θεῖος Δαμασκηνὸς ἐν τῷ περὶ τῆς Ἁγίας Τριάδος κεφαλαίῳ· «Ὅτι μέν ἐστι διαφορὰ γεννήσεως καὶ ἐκπορεύσεως μεμαθήκαμεν, τίς δὲ ὁ τρόπος τῆς διαφορᾶς, οὐδαμῶς». Λατῖνοι δὲ καὶ ἅπερ ἀπεκρύψατο τὸ Πνεῦμα τὸ Ἅγιον, ἑαυτῷ μόνῳ τὴν γνῶσιν τούτων τηρῶν, ταῦτα καὶ εἰδέναι φασί, καὶ ἡμᾶς μὴ πειθομένους ἀσεβείας γράφονται· νῦν μὲν γάρ φασι γέννησιν ἐκπορεύσεως διαφέρειν τῷ τὴν μὲν ἐκ μόνου τοῦ Πατρὸς προϊέναι, τὴν δὲ ἐκπόρευσιν ἐκ Πατρὸς καὶ Υἱοῦ, νῦν δὲ τὴν μὲν τοῦ Πνεύματος προβολὴν ἀγάπην καλοῦσιν ἢ θέλησιν, τὴν δὲ τοῦ Υἱοῦ γέννησιν, νόησιν, καὶ προϊέναι μὲν τὸ Πνεῦμα τὸ Ἅγιον ὡς ἀγάπην, τὸν δὲ Υἱὸν ὡς λόγον. Τί τις ἂν ποιήσειε πρὸς τοσοῦτον πόλεμον;

Καὶ χωρὶς δὲ τῶν εἰρημένων, εἰ μὲν τοῦ Πατρὸς νοοῦντος τὸν Υἱόν, ὁ Υἱὸς οὔτε τὸν Πατέρα οὔτε μὴν ἑαυτὸν οὔτε τὸ Πνεῦμα εἶχε νοεῖν, ἀλλ’ οὐδὲ τὸ Πνεῦμα ἢ τὸν Πατέρα ἢ τὸν Υἱὸν ἢ ἑαυτό, ἴσως ἂν ἦν συγγνώμη Λατίνοις νόησιν οἰομένοις τὴν θείαν γέννησιν. Εἰ δὲ νοοῦντος τοῦ Πατρὸς τὸν Υἱόν, τὸν αὐτὸν τρόπον κἀκεῖνος οἶδεν αὐτὸν («καθῶς γὰρ γινώσκει με ὁ Πατήρ, κἀγὼ γινώσκω τὸν Πατέρα»), ἢ οὐκ ἔστι ταὐτὸν γεννᾶν τε καὶ νοεῖν, οὐδὲ γέννησις καὶ νόησις, καὶ οἴχεται Λατίνοις ἡ τοῦ συμπεράσματος ἀφορμή, ἢ πᾶσα ἀνάγκη, τῆς νοήσεως ἀντιστρεφούσης κατὰ τὸ ἀπαράλλακτον, γεννᾶσθαι παρὰ τοῦ Υἱοῦ τὸν Πατέρα, ὥσπερ δὴ καὶ τὸν Υἱὸν παρὰ τοῦ Πατρός· καὶ μὴν καὶ τὸ Πνεῦμα γεννᾶσθαι παρὰ Πατρὸς καὶ Υἱοῦ, καὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν παρ’ αὐτοῦ τοῦ Πνεύματος, τῆς αὐτῆς οὔσης ἐν ἑκάστῳ πρὸς τὰ λοιπὰ νοήσεως, ᾗ καὶ ὁ Πατὴρ νοεῖ τὸν Υἱόν. Καὶ ὅσα δὲ ἄλλα ἄτοπα, τί ἄν τις ἀριθμοίη; Καὶ σιωπῶ τὸ καὶ τὸν Πατέρα ἕπεσθαι γεννᾶν ἑαυτόν, ἐπειδὴ νοεῖ ἑαυτὸν ὥσπερ δὴ καὶ τὸν Υἱόν, ὅτιπερ ταὐτὸν γέννησις καὶ νόησις.

Καὶ ταῦτα μὲν περὶ τῆς θείας γεννήσεως λέγειν ἔχομεν, ἐξηρημένην αὐτὴν εἰδότες, καὶ εἰκασίας πάσης ἐπέκεινα. Ἀλλὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ Ἅγιον ἀγαπώντων, ὡσαύτως καὶ τοῦτο τὸν Πατέρα καὶ τὸν Υἱὸν ἀγαπᾷ, ἐκπορευόμενον δὲ ἐξ αὐτῶν, ὡς ἂν φαῖεν Λατῖνοι, οὐκ ἂν αὐτοῖς ὑπάρξεως μεταδοίη, οὔκουν γε. Πῶς οὖν ταὐτὸν ἂν γένοιτο ἀγαπᾶσθαι καὶ ἐκπορεύεσθαι; Καὶ μὴν καὶ περὶ τῆς θελήσεως. εἰ μὲν ὁ Πατὴρ καὶ ὁ Υἱὸς μόνοι τὸ θέλειν εἶχον, τὸ Πνεῦμα δὲ οὐδαμῶς, ἴσως ἄν τις ἔπαθε πρὸς τὸ σημαινόμενον τῆς θελήσεως καὶ τῆς προβολῆς· εἰ δὲ θέλει μὲν ὁ Πατήρ, θέλει δὲ καὶ ὁ Υἱός, θέλει δὲ καὶ τὸ Πνεῦμα ὡσαύτως, καὶ ἅμα καὶ τὰ αὐτά, μία γὰρ θέλησις Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος, διατί ἐκ μὲν τῆς θελήσεως Πατρὸς καὶ Υἱοῦ τὸ Πνεῦμα, ἐξ ἑαυτοῦ δὲ οὐδαμῶς; ἢ διατί ἐκ μὲν τῆς θελήσεως Πατρὸς καὶ Υἱοῦ Πρόσωπον ἓν ἀνεφάνη, τὸ Πνεῦμα, ἐκ δὲ τῆς τῶν τριῶν θελήσεως, τῆς αὐτῆς οὔσης, ἕτερον οὐκ ἀνίσχει πρόσωπον;

Ὁ γὰρ τὰ ἡγούμενα ἀξιῶν, πάντως δήπου καὶ τὰ ἑπόμενα ἢ συγχωρήσει ἤ, φεύγων ὡς ἄτοπα, ἑαυτῷ τῆς αἰσχύνης αἴτιος ἔσται. Εἰ δὲ καὶ ταὐτὸν ἦν γέννησις καὶ νόησις, καὶ θέλησις καὶ ἐκπόρευσις, πόθεν ἡ τῆς ἀνάγκης ἀφορμή, ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα ἐκπορεύεσθαι, ὅτι φησὶ ὁ θαυμαστὸς συλλογισμός· «Μηδὲ δυνάμεθά τι ἀγαπᾶν, εἰ μὴ τῷ ἐνδιαθέτῳ λόγῳ πρότερον συλλάβοιμεν αὐτό»; Οὐκοῦν διότι τοῦτο ἐν ἡμῖν θεωρεῖται, θεωρηθείη ἂν καὶ ἐν τῷ Θεῷ; ἀλλ’ ἔστι δικαιότερον λέγειν· διότι τοῦτο ἐπὶ τῶν ἀνθρωπίνων, οὐκ ἂν εἴη ἐπὶ τῶν θείων. Οὐ γὰρ ἀνάγκη· ἀνθρώπων γὰρ καὶ Θεοῦ τὸ μὲν διάφορον ἄπειρον, τὸ δὲ ὅμοιον ἢ οὐδαμῶς ἢ μετρίως, καὶ ὥστε μόνον εἰκάσαι.

Καὶ ὁ θεῖος δὲ Γρηγόριος εἴποι ἂν πρὸς ταῦτα, καὶ λίαν κατὰ καιρόν· «Πόθεν παραστήσω σοι τὴν ὁμοίωσιν; Ἢ ζητεῖς πάλιν ἐκ τῶν κάτω καὶ περί σε; λίαν μὲν αἰσχρόν, καὶ οὐκ αἰσχρὸν μόνον, ἀλλὰ καὶ μάταιον ἐπιεικῶς, ἐκ τῶν κάτω τὴν εἰκασίαν τῶν ἄνω λαμβάνειν, καὶ τῶν ἀκινήτων ἐκ τῆς ῥευστῆς φύσεως, καί, ὅ φησιν Ἡσαΐας, ζητεῖσθαι τὰ ζῷντα ἐν τοῖς νεκροῖς».

Εἰ δὲ τοὺς τρόπους τῶν ὑπάρξεων τῶν θείων Προσώπων ἀνεπινοήτους φήσουσι καὶ αὐτοί, δυσωπούμενοι χωρεῖν ὁμόσε κατὰ τῆς ἀποστολικῆς καὶ πατρικῆς παραδόσεως, καὶ δὴ καὶ τὰς τῶν τρόπων διαφοράς, τὴν δὲ νόησιν καὶ τὴν θέλησιν, ἀντὶ εἰκόνων δή τινων ἢ παραδειγμάτων παραλαβεῖν, ὥστε τοὺς ἀσθενέστερον περὶ τὴν πίστιν ἔχοντας μεταβιβάζειν, ὡς οἷόν τε ἐπὶ τὸ τῆς ἀληθείας φῶς, ὥσπερ εἴ τις λέγει, τὴν θείαν γέννησιν [ἐ]οικέναι νοήσει, κατὰ ἀμυδρὰν εἰκόνα, διά τε τὸ ἀπαθὲς (ἀπαθῶς γὰρ ἡ νόησις ἐκ τοῦ νοῦ), καὶ μὴν καὶ διὰ τὸ ἀδιαίρετον (οὔτε γὰρ ὁ Υἱὸς τοῦ Πατρὸς κεχώρισται οὔτε τῶν νοουμένων ὁ νοῦς), —ἂν δὴ ταῦτα λέγωσιν, ἐπαινέσομεν μὴν τῆς ἐπινοίας ταύτης αὐτούς; Καὶ γὰρ πόρρωθεν τοῖς θεολόγοις τὰ τοιαῦτα ἐν χρήσει, νῦν μὲν ἀνθέων τινῶν μεμνημένοις καὶ θεοφύτων βλαστῶν, νῦν δὲ ἡλίου καὶ φωτὸς καὶ ἀκτίνων, καὶ δὴ καὶ ὀφθαλμοῦ καὶ ποταμοῦ καὶ πηγῆς. Ταῦτα μὲν ὡς εἴρηται ἀποδεξόμεθα, καταδεξόμεθα δὲ οὐδαμῶς καὶ εἰς ἀπόδειξιν ταῦτα παραλαβεῖν, ὅτι ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα. Τὰ γὰρ παραδείγματα καὶ τὰς εἰκόνας οὐκ εἰς ἀπόδειξιν, ἀλλὰ σαφηνείας χάριν παραλαμβάνομεν, προϋποκειμένων τῶν πραγμάτων οὕτως ἔχειν, ἀμφιβολίας πάσης ἐκτός. Τούτων δὲ τὸ ἄδηλον ἐχόντων, καὶ διατοῦτο καὶ ζητουμένων, ἐκ τῶν παραδειγμάτων ἀποδεικνύναι ταῦτα πειρᾶσθαι οὐδὲν ἄλλο ἐστίν, ἢ τὰ ζητούμενα ὑποτιθέναι ὥσπερ ὁμολογούμενα.

Ἔτι χρηστέον τοῖς παραδείγμασι καὶ ταῖς εἰκόσιν ἐπὶ τῶν θείων τοσούτων ὅσον τὸ δέον ἐκ τῆς ὁμοιότητος λαβόντας, ἐκ τῆς ἀνομοιότητος ζημιωθῆναι μηδέν. Φησὶ γὰρ ὁ μὲν θεῖος Χρυσόστομος ἐν Ὁμιλίᾳ πεντεκαιδεκάτῃ τῆς πρὸς Ῥωμαίους ἐπιστολῆς· «Τοῦτο πανταχοῦ δεῖ παρατηρεῖν, ὅτι τὰ ὑποδείγματα οὐ πάντα καθόλου δεῖ λαμβάνειν, ἀλλὰ τὸ χρήσιμον αὐτῶν ἐκλεξαμένους καὶ δι’ ὃ παρείληπται, τὸ λοιπὸν ἅπαν ἐᾶν». Ὁ δὲ θεῖος Γρηγόριος ἐν τῷ Περὶ τοῦ Ἁγίου Πνεύματος λόγῳ τοσαύτην κατέγνω τῶν παραδειγμάτων ἀνομοιότητα ἐν τοῖς περὶ Θεοῦ λόγοις, καὶ ταῦτα πολλὴν εἰς τὴν περὶ τούτων ζήτησιν τὴν μέριμναν προκαταβαλλόμενος, ὥστε· «Ἔγωγε, φησί, πολλάκις διασκεψάμενος πρὸς ἐμαυτὸν τῇ φιλοπραγμοσύνῃ τοῦ λόγου, καὶ πανταχόθεν τὸν λόγον εὐθύνας, καὶ ζητῶν εἰκόνα τινὰ τοῦ τοσούτου πράγματος, οὐκ ἔσχον ᾧτινι χρὴ τῶν κάτω τὴν θείαν φύσιν παραβαλεῖν· κἂν γὰρ μικρά τις ὁμοίωσις εὑρεθῇ, φεύγει τὸ πλεῖον, ἀφέν με κάτω μετὰ τοῦ ὑποδείγματος». Καὶ πάλιν· «Οὐδέν ἐστιν ὅ μοι τὴν διάνοιαν ἵστησιν ἐπὶ τῶν ὑποδειγμάτων θεωροῦντι τὸ φανταζόμενον, πλὴν εἴ τις ἕν τι λαβῶν τῆς εἰκόνος, μετ’ εὐγνωμοσύνης τὰ λοιπὰ ῥίψειεν».

Εἶτα μετὰ ἀκριβείας δοκιμάζων τὸν περὶ τῶν εἰκόνων λόγον, δῆλός ἐστι μηδὲ τούτῳ πάνυ τοι θαρρῶν τῷ ἑνί, ἀλλὰ καθόλου τὰς εἰκασίας μετὰ τῆς φαινομένης ὁμοιότητος, ὡς πολλὴν ἀπάτην ταῖς ψυχαῖς ἐνιείσας, τῶν θεολογικῶν ἀπελαύνων προθύρων, καὶ μόνοις ἀρκούμενος τοῖς λεγομένοις παρὰ τοῦ Πνεύματος, καὶ εἰ βραχέα τὰ εἰρημένα. Ἐπάγει γάρ· «Τέλος οὖν ἔδοξέ μοι κράτιστον εἶναι τὰς μὲν εἰκόνας χαίρειν ἐᾶσαι καὶ τὰς σκιάς, ὡς ἀπατηλὰς καὶ τῆς ἀληθείας πλεῖστον ἀποδεούσας· αὐτὸν δὲ τῆς εὐσεβεστέρας ἐννοίας ἐχόμενον, ἣν ἐντεῦθεν ἔλλαμψιν ἐδεξάμην, ταύτην εἰς τέλος διαφυλάττοντα ὡς γνησίαν κοινωνὸν καὶ συνόμιλον, τὸν αἰῶνα τοῦτον διαπορεύεσθαι διατέμνοντα».

Τούτων τοῦτον εἰρημέν[ω]ν τὸν τρόπον, ἵνα τὸ πᾶν συνέλωμεν ἐν βραχεῖ, εἰ μὲν οὐδὲν ἄλλο τὴν θείαν γέννησιν καὶ τὴν ἀπόρρητον πρόοδον ἢ νόησιν καὶ θέλησιν εἶναι φήσουσι, μετὰ τῶν μαινομένων τετάξονται καὶ οἷς ἔργον τοξεύειν εἰς οὐρανόν. Εἰ δὲ εἰκόνος ἢ παραδείγματος λόγον τὰ τοιαῦτα ἐπέχειν, ἢ ζητείτωσαν δι’ ὃ παρείληπται, ὁμολογουμένου πρότερον ὑποτιθέντος τοῦ πράγματος, καὶ περὶ τῶν ἄλλων ἔστω λόγος μηδείς, ἢ μηδὲ τοῦτο, ἀλλὰ τὰς μὲν εἰκόνας καὶ αὐτοὶ καθόλου καὶ τὰς σκιὰς χαίρειν λεγέτωσαν, ὡς ἀπατηλὰς καὶ τῆς ἀληθείας ἀποδεούσας· ἐκ δὲ τῶν θεοπαραδότων λογίων μετὰ τοῦ Πνεύματος ζητείτωσαν τὰ περὶ τοῦ Πνεύματος, καὶ ἐκ τούτων, ἕως ἂν ἐξῇ, καὶ ἑαυτοὺς καὶ τοὺς ἄλλους πειθέτωσαν, οὕτω γὰρ τοῖς τεχνίταις τῆς θεολογικῆς ἐπιστήμης περὶ τῶν θεολογικῶν ὑγιῶς ἔχειν ἔδοξεν.

Εἰ δὲ ὅτι Λόγος ὁ Υἱὸς εἴρηται, τοῦτο θορυβεῖ τοὺς οἰομένους νόησιν εἶναι τὴν θείαν γέννησιν, οὐκ ἀναγκαῖος ὁ λόγος. Πρῶτον μέν, ὅτι οὐκ ἀνάγκη διὰ τὸν Λόγον εὐθὺς καὶ γέννησιν ἐννοεῖν· οὐ γὰρ διότι Λόγος διατοῦτο καὶ Υἱός, οὐδὲ γὰρ ὁ Υἱὸς μόνον Λόγος, ἀλλὰ καὶ ὁ Πατὴρ καὶ τὸ Πνεῦμα, οὔτε δὲ ὁ Πατὴρ οὔτε μὴν τὸ Πνεῦμα ἐγεννήθη· καὶ αὐτὴ δὲ ἡ Τριάς, ὁ εἷς Θεός, λόγος προσείρηται ὥσπερ καὶ φῶς καὶ Θεὸς καὶ ζωή, καὶ οὐδεὶς ἂν φαίη τὴν Τριάδα Υἱόν. Μαρτύριον δὲ τοῦ λόγου ὁ μακάριος Διονύσιος ἐν τῷ Περὶ θείων Ὀνομάτων τὴν ἐπωνυμίαν ἀναπτύσσων τοῦ «λόγου».

Φησὶ γάρ· «Λόγος ὁ Θεὸς λέγεται ὡς τῶν πάντων αἴτιος, πάντας τοὺς τῶν ὄντων λόγους ἐν ἑαυτῷ ἔχων, καὶ προειληφὼς κατὰ μίαν ἁπλότητος ὑπερβολήν, καὶ ὡς λόγου καὶ γνώσεως πᾶσι τοῖς λογικοῖς αἴτιος». Καὶ πάλιν· «Εἰ τὴν ὑπερούσιον κρυφιότητα, ζωὴν ἢ οὐσίαν ἢ Θεὸν ἢ λόγον ὀνομάσαιμεν». Ὅτι δὲ τοῦτο κοινῶς ἐπὶ πάσης τῆς θεότητος ἀξιοῖ, αὐτὸς ἂν εἴποι τῆς Περὶ τῶν θείων Ὀνομάτων πραγματείας ἀρχόμενος. Φησὶ γάρ· «Ὁποίαν ἂν εὕρωμεν θεωνυμικὴν ἐπωνυμίαν ἐφ’ ἑνὸς τῶν τριῶν, ταύτην ὁλικῶς ἀπαρατηρήτως καὶ ἐπὶ τῆς ὅλης θεότητος ἐκλειψόμεθα».

Εἰ δὲ λέγοιεν· ἀλλὰ τῷ Χριστῷ καὶ ἀμφότερα πρόσεστι, καὶ γὰρ καὶ Λόγος καὶ Υἱὸς εἴρηται, καὶ δὴ καὶ Λόγος Κυρίου, οὐδ’ οὕτως ἀνάγκη διατοῦτο τὴν θείαν γέννησιν νόησιν εἶναι, οὐδὲ διὰ τὸ ταῦτα λέγεσθαι, καὶ ὁ τρόπος τῆς τοῦ Υἱοῦ ὑπάρξεως καθέστηκε γνώριμος. Τὸ μὲν γὰρ Υἱός, ἰδιάζον αὐτῷ· τὸ δὲ Λόγος, καὶ τοῖς ἄλλοις κοινόν. Πῶς δ’ ἂν τὸ κοινὸν τῷ ἰδιάζοντι ταὐτὸν γένοιτο; Ἔπειτα εἰ καὶ τὴν τοῦ Λόγου φωνὴν ἰδιαζόντως ἀποδοίημεν τῷ Υἱῷ, οὐδ’ οὕτως ἡ γέννησις νόησις· ἔξεστι γὰρ Λόγον αὐτὸν καλεῖν, ὅτιπερ τὰ τοῦ Πατρὸς πάντα ἡμῖν ἀνήγγειλεν, ὡς ἡ θεσπεσία τοῦ Σωτῆρος φωνή· «Πάντα γάρ, φησί, ὅσα ἤκουσε παρὰ τοῦ Πατρός, ἀνήγγειλεν ἡμῖν», οὕτω καὶ τοῦ μακαρίου Χρυσοστόμου τὴν τοῦ «Λόγου» σημασίαν ἀκούσαντος.

Εἰ δέ τισιν ἔδοξε καὶ διὰ τὸ ἀπαθῶς ἐκ τοῦ Πατρὸς προελθεῖν, καὶ διὰ τὸ μὴ διαιρεῖσθαι ἐκεῖθεν (οὕτω γὰρ ἐκ τοῦ λέγοντος καὶ ὁ λόγος), —ὑγιὴς μὲν ἡ διάνοια, ἰδιάζουσα δὲ τῷ Υἱῷ οὐκ ἂν εἴη· κοινὴ γὰρ αὕτη καὶ τῷ Πνεύματι, καὶ γὰρ καὶ τὸ Πνεῦμα Λόγος, καὶ ἀπαθῶς προῆλθεν ἐκ τοῦ Πατρός, καὶ ἀδιαιρέτως ἐκείνῳ σύνεστι· καὶ εἴη ἂν ταύτῃ γε καὶ ἡ ἐκπόρευσις νόησις, ὥσπερ δῆτα καὶ ἡ γέννησις. Ἀλλ’ ἄτοπον, οὐ γὰρ ἂν εἴη ταὐτὸν γέννησις καὶ ἐκπόρευσις.

Ἔτι πῶς ἂν γένοιτο διὰ τοῦ Λόγου γνώριμος ὁ τρόπος τῆς ἀπορρήτου γεννήσεως; οὐ γὰρ λέγων καὶ λόγος ταὐτὸν ἂν εἴη Πατρὶ καὶ Υἱῷ. Πατὴρ μὲν γὰρ καὶ Υἱὸς δύο Πρόσωπα τέλεια· λόγος δὲ καὶ λέγων, οὐδαμῶς. Καὶ Πατὴρ μὲν ὁμοούσιος τῷ Υἱῷ· ὁ δὲ λόγος τῷ λέγοντι, πῶς; Καὶ ὁ μὲν λόγος τοῦ λέγοντος ἕξις ἂν εἴη τελειωτική· τοῦ δὲ Πατρὸς ὁ Υἱός, τοῦτό γε οὐδαμῶς. Καὶ χωρὶς δὲ τούτων, οἱ μακάριοι Πατέρες, καὶ σφόδρα εἰδότες τὸν Υἱὸν καὶ ὡς Λόγον παρὰ τῆς γραφῆς ἀνυμνούμενον, οὐκ ἐπαύσαντο διαμαρτυρόμενοι ἀνεπινόητον καὶ ἄγνωστον εἶναι τὸν τρόπον τῆς θείας αὐτοῦ γεννήσεως. Οὐκ ἂν εἴ γε ἡ τοῦ «λόγου» φωνὴ τὴν αὐτοῦ γέννησιν ἥτις ποτέ ἐστιν ἐδείκνυ.

Καὶ μὴν καὶ «ἀπαύγασμά» φησιν αὐτὸν ἡ γραφὴ «τῆς δόξης καὶ χαρακτῆρα τῆς ὑποστάσεως», καὶ φῶς ὡς ἐκ φωτὸς οὐκ αὐτὸν μόνον, ἀλλὰ δὴ καὶ τὸ Πνεῦμα. Εἰ τοίνυν διὰ τὸν λόγον καὶ τὸν νοῦν ἡ γέννησις νόησίς ἐστι, διὰ τὸ ἀπαύγασμα καὶ τὴν δόξαν καὶ τὸν χαρακτῆρα καὶ τὴν ὑπόστασιν ἄλλο τι πάλιν ἂν λέγοιεν τὴν ὑπερφυᾶ γέννησιν. Οὐκ ἄρα ταῖς εἰκόσι πάντα πιστέον ἐστί, εἰ μέλλοιμεν εὐσεβεῖν.