Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεῖλος Καβάσιλας – Περὶ τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως

Νεῖλος Καβάσιλας

Ανασκευή του δέκατου τέταρτου συλλογισμού: Το παπικό αλάθητο και η κοσμική σοφία

Αντίκρουση της προσφυγής στην αυθεντία της ρωμαϊκής εκκλησίας (Κεφάλαιο 48) μέσω ιστορικών παραδειγμάτων παπικών πλανών και απόρριψη της κοσμικής σοφίας έναντι της αληθούς πίστεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεῖλος Καβάσιλας

—

Κεφάλαιο 10 από 12

Λατίνων κεφάλαιον μηʹ. Συλλογισμὸς τεσσαρεσκαιδέκατος Ἔτι καὶ ἀπὸ τοῦ μὴ δύνασθαι τὸν Πάπαν τῆς ἀληθείας διαμαρτεῖν, ὡς καὶ ὁ μακάριος Ἀγάθων φησὶ πρὸς τοὺς βασιλέας Ῥωμαίων γράφων, οὗ τὴν ἐπιστολὴν ὡς ἀποστολικὰς φωνὰς ἡ τῶν οἰκουμενικῶν συνόδων ἕκτη ἐδέξατο, φανερὸν ὡς ὑγιῶς ἂν ἔχοι ἄν τις οἴηται καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ Ἅγιον ἐκπορεύεσθαι. Οὐ μὴν ἀλλὰ καὶ τὸ ποικίλον καὶ παντοδαπὸν τῆς σοφίας, ὅπερ ἡ τῆς Ῥώμης Ἐκκλησία πλουτεῖ, μεθ’ ἧς ἐπὶ τὴν τῶν γραφῶν ἦλθεν ἔρευναν κατὰ τὴν τοῦ Κυρίου φωνήν, μαρτύριον ἱκανὸν μετὰ τῆς ἀληθείας αὐτῆς ἵστασθαι. Οὐ γὰρ τοῖς ἰδιώταις καὶ ῥαθύμοις καὶ μηδὲν εἰδόσι τὰ τοιαῦτα ἐπιστρέψομεν.

Λύσις τοῦ κεφαλαίου Καὶ περὶ τούτων κατὰ μέρος διὰ πολλῶν ἡμῖν εἴρηται ἐν οἷς ἐσκοπούμεθα περὶ τῆς τοῦ Πάπα ἀρχῆς. Δέδεικται γὰρ ἐκεῖ πάντα ἄτοπα καὶ δράσαι καὶ παθεῖν τὸν τῆς Ῥώμης ἐπίσκοπον δύνασθαι, ὥσπερ καὶ τῶν ἀνθρώπων ἕκαστον. Καὶ [Ὁ]νώριος δὲ μαρτύριον ἐγεγόνει τῷ λόγῳ, Ῥώμης ἐπίσκοπος ὤν, καὶ ὑπὸ τῆς ἕκτης συνόδου τῷ ἀναθέματι καθυποβληθείς, ὡς αἱρέσεως ἔξαρχος, ᾗ συνεῖπε καὶ ὁ τῆς Ῥώμης ἐπίσκοπος, ὁ μετὰ τὸν Ἀγάθωνα Λέων. Καὶ Πάπας δὲ ἕτερος ἐν τοῖς ἄνω χρόνοις, <Λιβέριον> ἐκεῖνον καλοῦσι, τῆς ἀρειανικῆς μανίας ἐμφορηθείς, οὕτω τὸν βίον κατέλυσε.

Καὶ Κελεστῖνον δέ τινα Λατῖνοί φασι ἐπιθυμῆσαι μὲν ἐκτόπως τῆς Ῥωμαίων ἐπισκοπῆς, πᾶσαν δὲ συμμαχίαν εἰς τοῦτο φέρουσαν ἀτιμάσαντα, τὴν μὲν πρὸς τὸν Θεὸν ἐξομόσασθαι πίστιν, μάγοις ὁδηγοῖς χρώμενον, δαίμοσι δὲ ὀλεθρίοις ἑαυτὸν παραδόντα, οὕτω τῆς ἐπιθυμίας τυχεῖν.

Τὸ δὲ ποικίλον καὶ παντοδαπὸν τῆς σοφίας, παρὸν μέν, οὐκ ἂν ἀτιμασθείη· ἀπὸν δέ, ζητηθείη μὲν ἄν, οὐ μὴν οὕτω γε ὥστε, τούτου γε χωρίς, μὴ ἂν δύνασθαι ὑγιαίνειν περὶ τὴν πίστιν. Οἵ τε γὰρ τῆς ἡμετέρας εὐσεβείας καθηγεμόνες «οὐκ ἐν πειθοῖ σοφίας ἀνθρωπίνης» τὰς συνουσίας τὰς ἑαυτῶν ἐποιοῦντο, καὶ τὴν τοῦ κόσμου σοφίαν κένωσιν ἡγοῦντο τῆς δυνάμεως τοῦ σταυροῦ. Καὶ νῦν μὲν ἡ τῆς Ῥώμης Ἐκκλησία, περιττὴ τὴν τοῦ κόσμου σοφίαν καὶ ταύτῃ θαρροῦσα, τὴν ἔρευναν τῶν θείων λόγων ποιεῖται.

Ἦν δὲ ὅτε πολλῇ συνέζων ἀγροικίᾳ Ῥωμαῖοι, καὶ τὰ ἡμέτερα ἤνθει· ἀλλ’ οὔτε τότε διὰ τὸ φαύλως περὶ λόγους ἔχειν τὴν Ἐκκλησίαν τὴν ἐκείνων καὶ περὶ τὴν πίστιν εἶχον οὐχ ὑγιῶς, οὔτε νῦν διὰ τὴν τῆς σοφίας χύσιν πᾶσα ἀνάγκη καὶ τὸν Υἱὸν προβολέα νομίζειν τοῦ Πνεύματος.

Καὶ ὅτι ταῦτα ἀληθῆ, δῆλον ἐκεῖθεν. Ἐκ τῆς ἐπιστολῆς τοῦ Πάπα Ἀγάθωνος πρὸς τοὺς βασιλέας Ῥωμαίων· ».... στέλλομεν τοὺς παρόντας συνδούλους ἡμῶν (τὸν δεῖνα καὶ τὸν δεῖνα)». Εἶτ’ εὐθὺς ἐπάγει· «Παρὰ γὰρ ἀνθρώποις ἐν μέσῳ ἐθνῶν τυγχάνουσι καὶ ἀπὸ σωματικοῦ μόχθου τὴν τροφὴν μετὰ μεγάλου δισταγμοῦ ποριζομένοις, πῶς εἰς τὸ πλῆρες δυνήσεται εὑρεθῆναι ἡ τῶν γραφῶν εἴδησις, εἰ μὴ ὅτι κανονικῶς ἀπὸ τῶν Ἁγίων τῶν προηγησαμένων καὶ τῶν ἁγίων πέντε συνόδων ἅπερ ὡρισμένα εἰσίν, ἐν ἁπλότητι καρδίας καὶ ἀναμφιβόλως ἀπὸ τῆς παραδοθείσης παρὰ τῶν Πατέρων πίστεως φυλάττομεν, ἓν καὶ ἐξαίρετον διαπαντὸς ἔχειν εὐχόμενοι καὶ σπεύδοντες, ἵνα μηδὲν παρὰ τὰ κανονικῶς ὁρισθέντα σημειωθῇ, μηδ’ ἐναλλαγῇ ἢ προστεθῇ, ἀλλὰ ταῦτα καὶ ῥήμασι καὶ νοήμασιν ἀπαράτρωτα φυλαχθῶσιν;» Εἰ δὲ νῦν διὰ τὸν τῆς σοφίας πλοῦτον πᾶσα ἀνάγκη Λατίνους μὲν μετὰ τῆς ἀληθείας ἑστάναι, ἡμᾶς δὲ τῆς ἐναντίας γενέσθαι μοίρας, διατί μὴ τότε κακῶς εἶχον Λατῖνοι, οὕτω περὶ λόγους ἔχοντες ἐνδεῶς, ὡς μηδὲ τὴν τῶν γραφῶν ἁπλοϊκὴν γνῶσιν τελείως εἰδέναι δύνασθαι;

Καὶ μὴν καὶ [Ὠ]ριγένης, σοφώτατος ἐν χριστιανοῖς γεγονὼς καὶ περὶ τὰς γραφὰς σπουδαιότατος, οὐδὲν ἀπώνατο τῆς σοφίας, ὥστε καθαρὰν καὶ ἄδολον διατηρῆσαι τὴν πίστιν. Καὶ ἐπὶ τὴς ἁγίας δὲ καὶ οἰκουμενικῆς πρώτης συνόδου Εὐσέβιος ὁ Καισαρείας πάντων ἐπισκόπων ἐν λόγοις ἐκράτει, ὡς ὁ θεολόγος φησὶ Γρηγόριος, καὶ τῆς ἁγίας ἐκείνης χορείας μέρος καὶ αὐτὸς ἦν· ἀλλὰ τοσαῦτα πράγματα τοῖς ἁγίοις πάρεσχε βλασφημῶν εἰς τὸ ὕψος, ὥστε ἀποροῦσι πότερον ἐκεῖνον προσήκει καλεῖν, ἀσεβῆ δογματιστὴν ἢ φιλόνεικον ἐχθρόν. Τί δ’ ἄν τις περὶ τῶν ἐν τοῖς χρόνοις ἐκείνοις φιλοσόφων λέγοι, οἵ, τὴν ἀλήθειαν ἀγνοήσαντες, Ἀρείῳ διετέλεσαν συμμαχοῦντες, καὶ διαχρόνου μόλις ἐνίοις πρὸς τὴν ἀλήθειαν ἐγένετο διαβλέψαι, τῶν μαθητῶν τῶν ἁλιέων ἡγουμένων αὐτοῖς; Οὐκ ἄρα πᾶσα ἀνάγκη Λατίνους, σοφίᾳ περιρρεομένους πολλῇ, καὶ περὶ τὴν πίστιν ἐρρῶσθαι, οὕτω τῶν πραγμάτων ἀντιβοώντων.