Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεῖλος Καβάσιλας – Περὶ τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως

Νεῖλος Καβάσιλας

Ανασκευή του δέκατου πέμπτου συλλογισμού: Η αντικανονικότητα της προσθήκης στο Σύμβολο της Πίστεως

Συστηματικός ιστορικός και θεολογικός έλεγχος (Κεφάλαιο 49) του Φιλιόκβε με βάση τις Οικουμενικές Συνόδους, την αρχή της συνοδικότητας και την απαγόρευση αλλοίωσης του ιερού Συμβόλου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεῖλος Καβάσιλας

—

Κεφάλαιο 11 από 12

Λατίνων κεφάλαιον τεσσαρακοστὸν ἔνατον <Συλλογισμὸς πεντεκαιδέκατος> «Ὃ δὲ ἀντεπάγουσί τινες τὸ ἔν τινι τῶν συνόδων εὑρίσκεσθαι ὑπὸ ἀναθέματος ὅρῳ κεκωλυμένον ὥστε μηδὲν ἐν τῷ παρὰ ταῖς συνόδοις τεταγμένῳ συμβόλῳ προστίθεσθαι, ἐν ᾧ δὴ συμβόλῳ οὐδὲν περὶ τῆς ἐκ τοῦ Υἱοῦ τοῦ Ἁγίου Πνεύματος ἐκπορεύσεως περιέχεται. Ὅθεν ἀποδεικνύουσι τοὺς Λατίνους ἐνόχους ἀναθέματος εἶναι τοῦτο προσθέντας τῷ συμβόλῳ. Ἀλλὰ καὶ τοῦτο οὐδεμίαν ἰσχὺν ἔχει· λέγεται γὰρ ἐν τῷ ὅρῳ τῆς ἐν Χαλκηδόνι συνόδου ὅτι οἱ ἐν Κωνσταντινουπόλει συναθροισθέντες Πατέρες τὴν διδασκαλίαν ἐβεβαίωσαν τῆς ἐν Νικαίᾳ συνόδου, οὐχ ὡς ἐνδεῶς παρ’ ἐκείνων εἰρημένου αὐτοὶ πλέον τι συνεισφέροντες, ἀλλὰ τὴν ἐκείνων διάνοιαν περὶ τοῦ Ἁγίου Πνεύματος ἀναπτύσσοντες ταῖς τῶν γραφῶν μαρτυρίαις κατὰ τῶν τὸ Πνεῦμα τὸ Ἅγιον μὴ Κύριον εἶναι ὁμολογούντων. Ταὐτὸν τοίνυν λεκτέον καὶ περὶ τούτου, ὅτι ἡ ἐκ τοῦ Υἱοῦ τοῦ Ἁγίου Πνεύματος πρόοδος συνεπτυγμένως ἐν τῷ κατὰ τὴν Κωνσταντινούπολιν συμβόλῳ περιέχεται, ὡς ὅταν αὐτόθι λέγηται τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον· ἐπεὶ τὸ περὶ τοῦ Πατρὸς νοούμενον, ἀνάγκη καὶ περὶ τοῦ Υἱοῦ νοεῖσθαι, ὡς εἴρηται.

Πρὸς δὲ τὸ τοῦτο προσθεῖναι, ἤρκεσεν ἡ τοῦ τῆς Ῥώμης ἀρχιερέως ἐξουσία, παρ’ ἧς καὶ τὰς ἀρχαίας συνόδους εὕρηται βεβαιουμένας».

Λύσις τοῦ κεφαλαίου, καὶ περὶ τοῦ συμβόλου τῆς πίστεως Ἐνταῦθα ἀπολογεῖσθαι δοκεῖ ἐν οἷς ἐνέχεσθαι Λατίνους φαμὲν τῇ τοῦ ἀναθέματος αἰτίᾳ, ἐπειδὴ τῷ θείῳ προσετέθη συμβόλῳ τὸ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ Ἅγιον ἐκπορεύεσθαι· ἀπειρημένου παρὰ τῶν μακαρίων Πατέρων, μετὰ τὴν ἐν τῇ δευτέρᾳ συνόδῳ προσθήκην, μήδ’ ὁντινοῦν τολμῆσαι τῷ τῆς πίστεως ἐνοχλῆσαι συμβόλῳ καθ’ οἱονδήτινα λόγον, μήδ’ ἐναλλάξαι ἢ προσθεῖναι ἢ ἀφελεῖν τι τῶν ἐκεῖ, καὶ κατὰ τῶν ἀπειθούντων τῇ τοῦ ἀναθέματος ἀπειλῇ χρησαμένων.

Ἀλλ’ ἵν’ ἡμῖν ὁ λόγος τὴν γιγνομένην σῴζῃ τάξιν, καὶ ἅμα καὶ σαφὴς γένηται, μικρά τινα περὶ τοῦ συμβόλου τῆς πίστεως διαληπτέον ἂν εἴη. Ἐμάνη κατὰ τῆς ἀληθείας Ἄρειος, καὶ ὁ Πάπας Ἰούλιος οὐχ ἁρπάζει τὴν δίκην, οὐδὲ μόνον ἑαυτὸν καθίζει κριτήν, ἀλλὰ τοῖς ἄλλοις ἀδελφοῖς συνιών, ἀποστολικοῖς ἑπόμενος νόμοις, τὸν μὲν καθεῖλε, τὸν δὲ Υἱὸν τοῦ Θεοῦ τῶν πατρικῶν ἀποστερούμενον αὐχημάτων, τό γε εἰς ἐκεῖνον ἧκον, Θεόν τε ἀληθινὸν αὐτὸν ἀνεκήρυξε καὶ τὸν αὐτὸν τῷ Πατρὶ κατ’ οὐσίαν, καὶ Θεὸν ἕνα τὸν Πατέρα καὶ τὸν Υἱόν, οὐ τῷ ἀριθμῷ, τῇ δὲ φύσει καὶ οἷς ἡ φύσις χαρακτηρίζεται.

Ἀρείου δὲ τῆς Ἐκκλησίας ἀπεληλαμένου, ὁ τῆς πίστεως παρὰ τῶν μακαρίων Πατέρων ὅρος ἐκτίθεται, ἔχων ἐπὶ λέξεως οὕτως. Ἔκθεσις πίστεως τῶν ἐν Νικαίᾳ τριακοσίων ὀκτωκαίδεκα ἁγίων καὶ μακαρίων Πατέρων· «Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ· τὸν γεννηθέντα ἐκ τοῦ Πατρὸς μονογενῆ, τουτέστιν, ἐκ τῆς οὐσίας τοῦ Πατρός·

Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ· γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ· τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα, καὶ σαρκωθέντα, καὶ ἐνανθρωπήσαντα, παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ· καὶ ἀνελθόντα εἰς τοὺς οὐρανούς, [καὶ ἐν δεξιᾷ τοῦ Πατρὸς καθήμενον,] καὶ ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς.

Καὶ εἰς τὸ Ἅγιον Πνεῦμα. Τοὺς δὲ λέγοντας ὅτι ἦν ποτε ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, <ἢ κτιστόν,> ἢ τρεπτόν, ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τούτους ἀναθεματίζει ἡ ἁγία τοῦ Θεοῦ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία».

Οὗτος μὲν ὁ τῆς πίστεως ὅρος, ὁ κατὰ Νίκαιαν ἐκτεθεὶς παρὰ τῶν μακαρίων Πατέρων τῆς ἁγίας καὶ οἰκουμενικῆς πρώτης συνόδου. Χρόνου δὲ ἐνιαυτῶν παρερρυηκότος *** ὁ κατὰ τοῦ Πνεύματος κεκίνηται πόλεμος, καὶ Θεοδοσίου βασιλέως κελεύοντος, ἀθροίζεται σύνοδος οἰκουμενική, καὶ ὁ Δάμασος, Ῥωμαίων ἐπίσκοπος ὤν, ἐπῄνει τὰ πεπραγμένα. Οὗτοι μετὰ τοῦ Πνεύματος τὰ περὶ τοῦ Πνεύματος διερευνησάμενοι, Μακεδόνιον μὲν τιμῶνται τῷ ἀναθέματι, τὸ δὲ Πνεῦμα τὸ Ἅγιον Πατρὶ καὶ Υἱῷ συνέταξαν, ἕνα τὰ τρία προσειπόντες Θεόν. Δεῆσαν δὲ καὶ ὅρον ἐκθέσθαι τῶν ζητηθέντων· ἕτερον μὲν οὐ λογογραφοῦσι σύμβολον, τὸ δὲ παρὰ τῶν ἐν Νικαίᾳ Πατέρων ἐκτεθὲν ἀναγνόντες, ἐπειδήπερ εἶδον τὸν περὶ τοῦ Πνεύματος λόγον συνεπτυγμένον ὄντα καὶ διατοῦτο καὶ ἀσαφῆ, πρὸς τὸ σαφέστερον αὐτὸν διὰ τῆς προσθήκης ἤγαγον, «Κύριον τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ ζῳοποιόν, καὶ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, καὶ συμπροσκυνούμενον Πατρὶ καὶ Υἱῷ καὶ συνδοξαζόμενον» διορίσαντες. Ἔστιν ἃ καὶ μεταποιήσαντες, ὡς ἐνίοις μὲν προσθεῖναι, τινὰ δὲ καὶ ἀφελεῖν· σαφηνείας ἕνεκεν, δῆλον δέ.

Ἐν μὲν γὰρ τῇ πρὸς Κληδόνιον ἐπιστολῇ ὁ θεῖός φησι Γρηγόριος, κορυφαῖος ὢν τῆς ἱερᾶς ἐκείνης τῶν Πατέρων χορείας· «Ἡμεῖς τῆς κατὰ Νίκαιαν πίστεως τῶν ἁγίων Πατέρων τῶν ἐκεῖσε συνελθόντων ἐπὶ καθαιρέσει τῆς ἀρειανικῆς αἱρέσεως, οὐδὲν οὔτε προετιμήσαμεν πώποτε, οὔτ’ αὖ προτιμᾶν δυνάμεθα, ἀλλ’ ἐκείνης ἐσμὲν τῆς πίστεως, σὺν Θεῷ, καὶ ἐσόμεθα· προσδιαρθροῦντες τὸ ἐλλιπῶς εἰρημένον ἐκείνοις περὶ τοῦ Ἁγίου Πνεύματος». Ἐν δὲ τοῖς πεπραγμένοις τῇ τετάρτῃ συνόδῳ Διογένης, ὁ εὐλαβέστατος Κυζίκου, εἶπε· «Δολερῶς προέταξεν (ὁ Εὐτυχὴς δηλαδὴ) τὴν ἐν Νικαίᾳ τῶν ἁγίων Πατέρων σύνοδον. Ἐδέξατο δὲ προσθήκας παρὰ τῶν ἁγίων Πατέρων διὰ τὴν ἔννοιαν τὴν κακὴν Ἀπολιναρίου καὶ Οὐαλεντίνου καὶ Μακεδονίου. Καὶ προστέθειται τῷ συμβόλῳ τῶν ἁγίων Πατέρων ‘Τὸν κατελθόντα καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου’· τοῦτο γὰρ παρέλιπεν Εὐτυχὴς ὡς ἀπολιναριστής. Καὶ Ἀπολινάριος γὰρ δέχεται τὴν ἐν Νικαίᾳ ἁγίαν σύνοδον, κατὰ τὴν οἰκείαν παρανομίαν ἐκλαμβάνων τὸ ῥητόν, καὶ φεύγει τὸ ‘Ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου’, ἵνα πανταχοῦ μὴ τὴν ἕνωσιν τῆς σαρκὸς ὁμολογήσῃ. Οἱ γὰρ ἅγιοι Πατέρες, οἱ μετὰ ταῦτα, τὸ ‘Ἐσαρκώθη’, ὃ εἶπον οἱ ἐν Νικαίᾳ ἅγιοι Πατέρες, ἐσαφήνισαν εἰπόντες ‘Ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου’».

Καὶ ἡ ἕκτη δὲ σύνοδος, ἓν σύμβολον πίστεως εἰδυῖα παρὰ μὲν τῆς πρώτης ἐκτεθέν, παρὰ δὲ τῆς δευτέρας βεβαιωθέν, οὕτως ἐν τῷ ὅρῳ τῷ ἑαυτῆς φησι· «Τὸ παρὰ τῶν τριακοσίων ὀκτωκαίδεκα Πατέρων ἐκτεθέν, καὶ αὖθις παρὰ τῶν ἑκατὸν πεντήκοντα θεοφρόνως βεβαιωθέν, ὅπερ καὶ αἱ λοιπαὶ ἅγιαι σύνοδοι ἐπ’ ἀναιρέσει πάσης ψυχοφθόρου αἱρέσεως ἀσπασίως ἐδέξαντο, <κτλ.>».

Ἔχει δὲ οὔτω πρὸς λέξιν τὸ σεπτὸν τοῦτο τῆς πίστεως σύμβολον· «Πιστεύομεν εἰς ἕνα Θεόν, Πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο· τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν, καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου, καὶ ἐνανθρωπήσαντα· σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα, καὶ ταφέντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφάς, καὶ ἀνελθόντα εἰς τοὺς οὐρανούς, καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός· καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ ζῳοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συνπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Εἰς μίαν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογοῦμεν ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶμεν ἀνάστασιν νεκρῶν, καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν».

Τούτων οὕτως ἐχόντων, ἐπειδὴ τὸ Πνεῦμα τὸ Ἅγιον κατὰ Νεστορίου τοὺς ὑπὲρ τῆς ἀληθείας ἐκάλει πνεύσαντας, καὶ ἡ τρίτη συνεκροτεῖτο σύνοδος, δικαστήριον τὴν Ἔφεσον ἔχουσα, παρῆσαν μὲν ἐκ πάσης τῇς οἰκουμένης οἱ τοῦ Θεοῦ ἱερεῖς, παρῆν δὲ ὁ θεσπέσιος Κύριλλος, τὸν ἀποστολικὸν ἄνδρα ἐν πᾶσι δεικνύς. Οὗτοι δυνάμει λόγου καὶ Πνεύματος, τῆς ἀσεβείας δίκας Νεστόριον ἀπαιτήσαντες, ὅρον μὲν περὶ τῶν πεπραγμένων αὐτοῖς ἐξέθηκαν, ὅντινα δὴ ἐξέθηκαν, τῷ δὲ συμβόλῳ τῆς πίστεως οὐκέτι δέον ἐνόμισαν ἐνοχλεῖν, τοιάδε ὁρίσαντες γέμοντα πολλῆς ἀπειλῆς καὶ θυμοῦ· «Ὥρισεν ἡ ἁγία σύνοδος αὕτη ἑτέραν πίστιν μὴ ἐξεῖναί τινι προφέρειν, ἢ συγγράφειν, ἢ συντιθέναι παρὰ τὴν ὁρισθεῖσαν παρὰ τῶν ἁγίων Πατέρων τῶν ἐν Νικαίᾳ συναχθέντων ἐν Ἁγίῳ Πνεύματι· τοὺς δὲ τολμῶντας ἑτέραν πίστιν συντιθέναι, ἤγουν προκομίζειν, ἢ προφέρειν τοῖς ἐθέλουσιν ἐπιστρέφειν εἰς ἐπίγνωσιν ἀληθείας, ἢ ἐξ ἑλληνισμοῦ ἢ ἐξ ἰουδαϊσμοῦ, ἤγουν αἱρέσεως οἱασδηποτοῦν, τούτους, εἰ μὲν εἶεν ἐπίσκοποι ἢ κληρικοί, ἀλλοτρίους εἶναι τοὺς ἐπισκόπους τῆς ἐπισκοπῆς καὶ τοὺς κληρικοὺς τοῦ κλήρου, εἰ δὲ λαϊκοὶ εἶεν, ἀναθεματίζεσθαι».

Καὶ ταῦτα μὲν ἡ τρίτη περὶ τοῦ συμβόλου τῆς πίστεως. Ἡ δὲ ἁγία καὶ οἰκουμενικὴ τετάρτη, αὐτά τε ταῦτα ἐκτίθησι, καὶ ἔτι φησὶν ἐν τῷ ὅρῳ αὐτῆς· «Κατ’ οὐδένα τρόπον σαλεύεσθαι πρός τινων ἀνεχόμεθα τὴν ὁρισθεῖσαν πίστιν, ἤτοι τὸ τῆς πίστεως σύμβολον τὸ παρὰ τῶν ἁγίων Πατέρων τῶν ἐν Νικαίᾳ συνελθόντων κατὰ καιρούς· οὔτε μὴν ἐπιτρέπομεν αὐτοῖς ἢ ἑτέροις ἢ λέξιν ἀμεῖψαι τῶν ἐγκειμένων ἐκεῖσε, ἢ μίαν γοῦν παραβῆναι συλλαβήν, μεμνήμενοι τοῦ λέγοντος· ‘Μὴ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου’, οὐ γὰρ ἦσαν αὐτοὶ οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Θεοῦ καὶ Πατρός, ὃ ἐκπορεύεται μὲν ἐξ αὐτοῦ, ἔστι δὲ οὐκ ἀλλότριον τοῦ Υἱοῦ κατὰ τὸν τῆς οὐσίας λόγον». Οὕτω καὶ ὁ μακάριος Κύριλλος, τοῖς εἰρημένοις συμβαίνων, περὶ τοῦ συμβόλου φησὶ τῆς πίστεως Ἀκακίῳ γράφων· «Ἐπ’ αὐτῷ οὐκ ἔνι προσθεῖναι, καὶ ἀπ’ αὐτοῦ οὐκ ἔστιν ἀφελεῖν».

Καὶ ἡ ἕκτη δὲ σύνοδος μετὰ τῆς προσθήκης τῆς δευτέρας συνόδου τὸ ἐν Νικαίᾳ σύμβολον ἀναγνοῦσα, ἐν τῷ ὅρῳ ἑαυτῆς τοιάδε φησίν· «Ὁρίζομεν ἑτέραν πίστιν μηδενὶ ἐξεῖναι προφέρειν, ἤγουν συγγράφειν, ἢ συντιθέναι, ἢ φρονεῖν, ἢ διδάσκειν ἑτέρως· τοὺς δὲ τολμῶντας ἢ συντιθέναι πίστιν ἕτεραν, ἢ προκομίζειν, ἢ διδάσκειν, ἢ παραδιδόναι ἕτερον σύμβολον τοῖς ἐθέλουσι ἐπιστρέφειν εἰς ἐπίγνωσιν τῆς ἀληθείας ἐξ ἑλληνισμοῦ ἢ ἐξ ἰουδαϊσμοῦ, ἢ γοῦν αἱρέσεως οἱασοῦν, ἢ καινοφωνίαν ἤτοι λέξεως ἐφεύρεσιν πρὸς ἀνατροπὴν εἰσάγειν τῶν νυνὶ παρ’ ἡμῶν διορισθέντων, τούτους, εἰ μὲν ἐπίσκοποι εἶεν ἢ κληρικοί, ἀλλοτρίους εἶναι τοὺς ἐπισκόπους τῆς ἐπισκοπῆς καὶ τοὺς κληρικοὺς τοῦ κλήρου· εἰ δὲ μονάζοντες εἶεν ἢ λαϊκοί, ἀναθεματίζεσθαι αὐτούς».

Οὐ τοίνυν εἶπον μὲν οἱ μακάριοι Πατέρες ταῦτα, αὐτοὶ δὲ ἑτέρως τοῖς λεγομένοις ἐχρήσαντο· ἀλλὰ περὶ ὧν μὲν ἑκάστοτε ἡ ζήτησις ἦν, ἴδιόν τινα λόγον ἐξέθεντο, περὶ δὲ τοῦ συμβόλου τῆς πίστεως ἅπερ τε ἀνωτέρω γέγραπται ἐκύρωσαν, καὶ δὴ καὶ ἀπειλὴν προσέθηκαν, ἣν ἀνωτέρω ἀνέγνωμεν.

Οὕτως ἡ πέμπτη, οὕτως ἡ ἕκτη, οὕτως ἡ ἑβδόμη, οὕτως ἑκάστη τῶν συνόδων τῶν οἰκουμενικῶν ἀπαρεγχείρητον ἀφῆκαν τὸ τῆς πίστεως σύμβολον, ἐν αἷς καὶ ὁ τῆς Ῥώμης ἐπίσκοπος, ἄλλοτε ἄλλως διὰ τῶν πρέσβεων τοῖς πεπραγμένοις παρών, συνέβαινεν. Ὁ δὲ μακάριος Ἀγάθων, ἐπίσκοπος Ῥώμης ὤν, καὶ τῆς ἕκτης συνόδου καθηγεμῶν, ἐν οἷς ἐπιστέλλει πρὸς τοὺς βασιλέας Ῥωμαίων καὶ ἐν εὐχῆς μέρει ποιεῖται, «ἵνα μηδὲν παρὰ τὰ κανονικῶς ὁρισθέντα σημειωθῇ, μηδὲν ἀλλαγῇ ἢ προστεθῇ, ἀλλὰ ταῦτα καὶ ῥήμασι καὶ νοήμασιν ἀπαράτρωτα φυλαχθῶσιν».

Οὕτω δὲ τούτων ἐχόντων, εἰ μὲν τῶν εἰρημένων Λατίνοις λόγος οὐδείς, εἰπάτωσαν καὶ οὐκέτ’ ἐνοχλήσομεν· εἰ δὲ τοῦτό γε οὐκ ἂν φαῖεν, ἕως ἂν ὦσι χριστιανοί, δειξάτωσαν τοῖς ἔργοις τοὺς λόγους, καὶ τὸ σύμβολον ἀναγιγνωσκέσθω καὶ παρ’ αὐτῶν, μηδεμιᾶς ἐνοχλούσης προσθήκης. Ὡς ἐὰν μὴ τοῦτο γένηται, ἀναιρεῖται μὲν ἡ πρὸς τοὺς Πατέρας αἰδώς, φόβος δὲ περὶ τοῦ ἀναθέματος οὐ μικρός· κοινωνεῖ δὲ τῆς ὕβρεως καὶ Θεός. Ὁμονοίας δὲ ἐλπὶς οὐδεμία· ἴσμεν δὲ ὅσου τιμᾶται τὴν τῶν Ἐκκλησιῶν εἰρήνην Θεός.

Ἀλλὰ τί πρὸς ταῦτα Λατῖνοι; ἀναιρεῖτε, φασί, τό γε εἰς ἡμᾶς ἧκον· ἢ μὴ διδόναι λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, προτεθέντος καινοῦ τινος, ἢ διδόναι μέν, ἀσαφῆ δέ τινα καὶ τεθνηκότα καὶ σκοτεινόν· οὐ γὰρ ἔξεστιν, ὥς φατε, περὶ τῶν ἑκάστοτε ζητουμένων τελείους ἀποδιδόναι τοὺς λόγους, ἀλλὰ πρὸς μόνον βλέπειν τὸ σύμβολον. —οὐ τοῦτο, λέγω· οὐδὲ γὰρ οὕτως ἀγνοῶ τὸ περίεργον τῆς καθ’ ὑμᾶς φύσεως, χαιρούσης ἀεὶ τοῖς καινοῖς καὶ ζητούσης ἄλλα ἐπ’ ἄλλοις. Οὐδὲ ταῦτα εἰδώς, κωλύω τὴν δίκαιαν θεραπείαν, ἣ γένοιτ’ ἂν διὰ τῶν λογίων τοῦ Πνεύματος, τηρεῖσθαι δυναμένης καὶ τῆς πρὸς τοὺς γονέας αἰδοῦς. Ἀλλὰ τολμηρὸν ἡγοῦμαι τὴν ἐν τῷ συμβόλῳ προσθήκην, οὕτω τοῖς Πατράσιν ἀπειρημένην.

Ἀλλὰ οἱ τῶν Πατέρων θεσμοί, φασίν, οὐ κωλύουσιν ἁπλῶς τῷ συμβόλῳ προσθεῖναι, ἀλλὰ τῷ συμβόλῳ τῷ κατὰ Νίκαιαν· ἡμῖν δὲ τὸ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα εἶναι καὶ σφόδρα δοκοῦν ὑγιές, οὐ τῷ κατὰ Νίκαιαν προσετέθη συμβόλῳ, ἀλλ’ ἐν τῷ κατὰ τὴν Κωνσταντίνου γραφέντι. —Πρῶτον μὲν εἴτε ἀληθ[ῆ]ς ἡ προσθήκη, εἴτε μὴν τοὐναντίον, δέδεικται, καὶ οὐκέτι λόγος ἡμῖν· νυνὶ δὲ ἡ τοῦ λόγου πρόθεσις, εἰ ὅλως ἔξεστι Λατίνοις, καὶ ἀληθῆ λέγουσι, τῷ συμβόλῳ προσθεῖναι τῆς πίστεως, καὶ εἰ καθαρεύουσιν ἀναθέματος μετὰ προσθήκης ἐπιόντες αὐτό.

Ἔπειτα δέδεικται μήδε δυσὶ συμβόλοις τὴν Ἐκκλησίαν σεμνυνομένην, ἀλλ’ ἑνί τινι τῷ κατὰ Νίκαιαν ἑρμηνευθέντι διὰ τῆς προσθήκης παρὰ τῶν ἐν Κωνσταντινουπόλει Πατέρων. Καὶ χωρὶς δὲ τούτου, αἰνίγματι παραπλήσιον κωλύειν πάσῃ σπουδῇ τὰς μετὰ τὴν δευτέραν σύνοδον οἰκουμενικὰς συνόδους τῷ συμβόλῳ προσθεῖναι τῷ ἐν Νικαίᾳ, προγεγενημένης προσθήκης, ὡς ἐδείξαμεν, παρὰ τῆς δευτέρας συνόδου· τοῦτο γὰρ μήδε ἑαυτοῖς συμβαίνειν ἐστὶν ἀδιανόητα φθεγγομένοις, καὶ ἅμα καὶ πρὸς τὴν δευτέραν σύνοδον ἀναιρουμένοις τὸν πόλεμον.

Οὐ μὴν ἀλλὰ καὶ ἐδείξαμεν τὴν ἕκτην τῶν οἰκουμενικῶν συνόδων τὴν προσθήκην κωλύουσαν, ἀναγνοῦσαν πρότερον τὸ σύμβολον τὸ κατὰ Νίκαιαν μετὰ τῆς προσθήκης, ἣ μετὰ τὴν Κωνσταντινούπολιν ἐγεγόνει. Εἰ δὲ τῆς προσθήκης καὶ τὸ ἀληθὲς ἐχούσης μεθ’ ἑαυτῆς, οὐ δίκαιοι ἂν εἶεν Λατῖνοι τὴν τοῦ ἀναθέματος ἐπιτιμίαν διαφυγεῖν, τίνες ἂν εἶεν τὸ βλάσφημον αὐτῆς ἐχούσης καὶ ἄτοπον, ὡς ἐδείξαμεν, καὶ πολὺ τὸ μαχόμενον πρὸς τὰς θείας γραφὰς καὶ τὰς παραδόσεις τὰς ἀποστολικὰς καὶ πρὸς τὰ ἐκ τῶν συνόδων τῶν οἰκουμενικῶν;

Τούτων ταύτῃ γε διωρισμένων, οὐ δίκαια ἂν λέγοι Θωμᾶς, ἤ τις ἕτερος, ὑπὲρ Λατίνων τοὺς λόγους ποιούμενος, ὡς ἡ παρὰ τούτων ἐν τῷ συμβόλῳ προσθήκη εἰς ἴσον ἔρχεται ὅπερ τῇ δευτέρᾳ συνόδῳ πέπρακται πρὸς τὸ κατὰ τὴν Νίκαιαν ἐκτεθέν. Τοῖς μὲν γὰρ μακαρίοις ἐκείνοις καὶ προσθεῖναι καὶ ἀφελεῖν ἐξῆν, οἰκουμενικῇ γε οὔσῃ συνόδῳ· τῷ δὲ Ῥώμης ἐπισκόπῳ μόνῳ πόθεν τὸ ταῦτα δύνασθαι; Εἰ δὲ λέγοιεν διὰ τὸ πρωτεῖον, ἀλλ’ οὐ τοῦτο τοῖς ἀποστόλοις δοκεῖ· ἀπείρηται γὰρ τῷ πρώτῳ μηδέν τι ποιεῖν τῶν ἐν τῇ Ἐκκλησίᾳ κοινῶν, ἀγνοούντων τῶν ἄλλων, ὥσπερ δὴ καὶ τοῖς ἄλλοις, ἂν μὴ καὶ ὁ πρῶτος παρῇ.

Φασὶ γὰρ ἐν τετάρτῳ καὶ τριακοστῷ αὐτῶν κανόνι· «Τοὺς ἐπισκόπους ἑκάστου ἔθνους εἰδέναι χρὴ τὸν ἐν αὐτοῖς πρῶτον, καὶ ἡγεῖσθαι αὐτὸν ὡς κεφαλήν, καὶ μηδέν τι πράττειν περιττόν, ἄνευ τῆς ἐκείνου γνώμης, ἐκεῖνα δὲ μόνον πράττειν ἕκαστον, ὅσα τῇ ὑπ’ αὐτὸν παροικίᾳ ἐπιβάλλει καὶ ταῖς ὑπ’ αὐτὴν χώραις· ἀλλὰ μήδε ἄνευ τῆς πάντων γνώμης ποιείτω τι. Οὕτω γὰρ ὁμόνοια ἔσται, καὶ δοξασθήσεται ὁ Θεὸς διὰ Κύριον ἐν Ἁγίῳ Πνεύματι, ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον».

Οὐκοῦν οἱ μὲν ἐν Κωνσταντινουπόλει Πατέρες προσθέντες, κατὰ τὰς ἀποστολικὰς παραδόσεις πεποιηκότες φαίνονται· πάντες γὰρ τοῦτο ποιοῦσι, καὶ οὐκ ἄνευ τῆς τοῦ Πάπα γνώμης, οἰκουμενικὴ γὰρ ἡ σύνοδος. Ῥωμαῖοι δὲ τῶν ἄλλων ἀπόντων καὶ μὴ καταδεχομένων τὴν γνώμην, πάντως μετὰ τοῦ παραβῆναι τὰς τῶν ἀποστόλων παραγγελίας, ἐπὶ τὴν προσθήκην ἦλθον.

Καὶ οἱ μὲν Πατέρες ἐκεῖνοι, μηδεμιᾶς ἀπειλῆς προκειμένης, τὴν προσθήκην ἐπῆγον· Λατῖνοι δὲ τῆς τοῦ ἀναθέματος ἐπιτιμίας καὶ σφόδρα δεδιττομένης, μυρίων ἀντιβοώντων, ἐπὶ τὸ τόλμημα ἀφίκοντο. Κἀκεῖνοι μὲν προσέθηκαν ὅτε καὶ αὐτοῖς ἐξῆν καὶ ἄλλοις ὁμοίως ἐκείνοις ἔχουσι· Λατῖνοι δὲ ὅτε οὐχ ἑνὶ μόνῳ, ἀλλ’ οὐδὲ συνόδῳ οἰκουμενικῇ συγκεχώρηται. Ὥστε πῶς ἐστι ταῦτα εἰς ἴσον ἐκείνοις ἔρχεσθαι;

Καὶ μὴν ἃ μὲν τοῖς Πατράσιν ἐπῆλθε τῷ κατὰ Νίκαιαν προσθεῖναι συμβόλῳ, εἰ δεῖ καὶ τοῦτο εἰπεῖν, σαφῶς ἀνάπτυξις ἦν τῆς διανοίας τῶν ἐν Νικαίᾳ συνεληλυθότων ἁγίων, ὡς καὶ Θωμᾶς μαρτυρεῖ, τὰ αὐτὰ περὶ τούτου τῇ τετάρτῃ συνόδῳ λέγων· ἃ δὲ Λατῖνοι προσθήκην ἑαυτῶν ποιοῦνται, πρὸς τοὐναντίον φέρει τοῖς ὑπὸ τῶν οἰκουμενικῶν διωρισμένοις συνόδων, ὡς διὰ πολλῶν ἐν τοῖς ἄνω δέδεικται λόγοις. Οὐκ ἄρα ταῦτα τὸ ἴσον ἐκείνοις δύναται.

Εἰ δὲ λέγοιεν τὸ περὶ τοῦ Πατρὸς λεγόμενον ἀνάγκη καὶ περὶ τοῦ Υἱοῦ νοεῖσθαι, σόφισμα τὸ τοιοῦτον καὶ σκηνὴ καὶ ἀπάτη λαμπρά. Εἰ μὲν γὰρ περὶ τῶν οὐσιωδῶν ὁ λόγος, καὶ πάνυ γε τὸ τοιοῦτον δοίημεν ἄν· εἰ δὲ περὶ τῶν προσωπικῶν, ὁποῖον δὴ καὶ τὸ προβάλλειν ἐστίν, οὐδεμίαν ὁρῶμεν ἀνάγκην Πατρὶ καὶ Υἱῷ ταὐτὰ προσήκειν προσωπικά. Μᾶλλον δὲ πᾶσα ἀνάγκη μὴ τὸ προβάλλειν ἀμφοτέροις προσήκειν οἴεσθαι, ἕως ἂν ᾖ οὐ ταὐτὸν καθ’ ὑπόστασιν, ἀλλ’ ἕτερον, Πατὴρ καὶ Υἱός. Ὥσπερ γὰρ τὰ προσωπικά, ἀκοινώνητα διαμένοντα, προσώπων ἐμφαίνουσιν ἑτερότητα, οὕτω τῶν αὐτῶν ὄντων, ἕπεται νοεῖν προσώπων ταὐτότητα· διατί γὰρ τὰ μὲν φυσικὰ ταὐτὰ ὄντα καὶ φύσιν χαρακτηρίζουσι τὴν αὐτήν, τὰ δὲ προσωπικὰ ὡσαύτως ἔχοντα οὐκ ἂν δείξαιεν προσώπων ταὐτότητα; Οὐκ ἄρα ἀληθὲς ἁπλῶς, ὡς ἄρα πᾶν τὸ περὶ τοῦ Πατρὸς λεγόμενον, ἀνάγκη καὶ περὶ τοῦ Υἱοῦ νοεῖσθαι.

Τὸ δὲ λέγειν πρὸς τὸ τοῦτο προσθεῖναι ἤρκεσεν ἡ τοῦ τῆς Ῥώμης ἀρχιερέως ἐξουσία, παρ’ ἧς καὶ τὰς ἀρχαίας συνόδους εὕρηται βεβαιουμένας, πῶς οὐ φορτικόν, καὶ πολέμιον μὲν ταῖς ἀποστολικαῖς διατάξεσι, πολέμιον δὲ τῇ κοινῇ τῆς Ἐκκλησίας εἰρήνῃ; Βεβαιοῦσθαι μὲν γὰρ τὰς ἀρχαίας συνόδους καὶ τῇ τοῦ Ῥώμης ψήφῳ, καὶ πάνυ τοι δίκαιον, οὐδὲ γὰρ ἔξεστι πράττειν οὐδὲν τῶν κοινῶν ἄνευ τῆς τοῦ πρώτου γνώμης· ἀλλ’ ἐκ τοῦ ἴσου οὐκ ἂν εἴη τὰ τοῦ Πάπα κύρια, ἂν μὴ καὶ ἡ κοινότης τῶν ἄλλων συναναιρῇ, ἀμφότερα γὰρ ὁ ἀποστολικὸς διέξεισι νόμος.

Ἂν δὲ τὸν νόμον, ὃς τὴν ἀρχὴν αὐτῷ δίδωσιν, ἀτιμάσας ὁ πρῶτος, τὴν ἑαυτοῦ γνώμην νόμον ἡγῆται, οὐκέτι διὰ τὸ δόγμα τῶν ἀποστόλων δίκαιος ἂν εἴη τὴν ἀρχὴν ἀπαιτεῖν, ἀλλὰ πάντα μᾶλλον ἢ τοῦτο χρὴ προβαλέσθαι.

Ἀφειμένων δὲ ἡμῶν τῆς ἀνάγκης τῆς ἐκ τῶν νόμων, κατὰ τίνων τὸ πρωτεῖον τῷ ἐπισκόπῳ τῆς Ῥώμης; ἢ πῶς ἄν τις δίκαια λέγοι ὅτι πρὸς τὸ τοῦτο προσθεῖναι ἤρκεσεν ἡ τοῦ Ῥώμης ἀρχιερέως ἐξουσία; μᾶλλον γὰρ ἂν εἴη δίκαιον λέγειν ὅτι πρὸς τὸ λυθῆναι τὴν τῶν Ἐκκλησιῶν εἰρήνην ἤρκεσεν ἡ προσθήκη διὰ τὴν αὐτονομίαν τοῦ πρώτου, εἴπερ ἀληθὴς ὁ ἀποστολικὸς λόγος, τό· «οὕτω γὰρ ὁμόνοια ἔσται», ἂν μήθ’ ἡμεῖς μήτ’ ἐκεῖνος ἀπολίπῃ τὴν τάξιν.

Καὶ μὴν τοῦ μὲν πρώτου τῷ συμβόλῳ προσθέντος, οὐ μετὰ τῆς τῶν ἀποστόλων γνώμης, οὐδὲ γὰρ καὶ τοῖς ἄλλοις τὸ πρᾶγμα δοκεῖ· ἡμῶν δὲ τὴν ἀρχαίαν πολιτείαν ποθούντων, καὶ ὑπ’ ἐκείνῳ τετάχθαι προθυμουμένων, μετὰ τῶν ἀποστολικῶν δηλαδὴ διατάξεων, ὡς μήτ’ ἐκεῖνον μηδέν τι ποιεῖν ἄνευ τοῦ καὶ ἡμᾶς βούλεσθαι, μήθ’ ἡμᾶς ἂν μὴ καὶ αὐτῷ συνδοκῇ. Ἂν ὁ πρῶτος ἀντιλέγῃ καὶ ὕβριν τὸ πρᾶγμα νομίζῃ, τίς ὁ τὴν διαίρεσιν εἰσάγων καὶ τὴν ὁμόνοιαν λύων, καὶ τὸ πρῶτον, καὶ τὸ δεύτερον, καὶ ὅλως τὴν τάξιν ἐκ τοῦ μέσου ποιούμενος; Οὐκ ἄρα ὅσα γε ἐκ τούτων τῶν λόγων, οἷς θαρρῶν Θωμᾶς ἤ τις ἕτερος ἐπὶ τὴν ἀπολογίαν ἔδραμεν, ἐλεύθεροι Λατῖνοι τῆς ἐπιτιμίας τοῦ ἀναθέματος δείκνυνται.

Καὶ τί λέγομεν ταύτην ἢ ἐκείνην σύνοδον, καὶ ὡς τάδε περὶ τοῦ συμβόλου διείλεκται, καὶ ὡς τάδε ἠπείλησε κατὰ τῶν καινοτομῆσαι προελομένων καὶ μέχρι λέξεως, ἀφέντες τὰ περὶ τῆς προσθήκης αὐτῆς πραχθέντα, περὶ ἧς ὁ λόγος νυνί; Ἡ γὰρ μετὰ τὴν ἑβδόμην οἰκουμενικὴ σύνοδος, ἧς τὸ πλήρωμα Πατέρων ἀριθμὸς ὀγδοήκοντα καὶ τριακοσίων, ὡς Λατῖνοι ἐν τοῖς κανόσι τοῖς ἑαυτῶν φασι, τὴν μὲν τῶν Ἐκκλησιῶν εἰρήνην τέλος τῶν ἀγώνων τῶν ἑαυτῆς ποιεῖται, τὴν δὲ προσθήκην ὅτι ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα, ὡς αἰτίαν τῶν σκανδάλων ὑπερόριον ἐκ τοῦ θείου συμβόλου πόρρω που τίθησι. Καὶ οἱ τὸν τόπον δὲ ἐν τῇ οἰκουμενικῇ ταύτῃ συνόδῳ τοῦ Πάπα ἀναπληροῦντες, Παῦλος, φημί, καὶ Εὐγένιος, οἱ ἐπίσκοποι, καὶ Πέτρος καδδηνάλιος καὶ πρεσβύτερος ἡγεμόνες τῶν πραγμάτων τούτων κατέστησαν· καὶ ὁ Πάπας δὲ Ἰωάννης, ἐφ’ οὗ τὰ τοιοῦτα, ἐπιστολαῖς καὶ διατάγμασι μετά τινος ἀπολογίας τὰ πεπραγμένα κυροῖ. Ὧν ἁπάντων Λατῖνοι ἀργίαν κατέγνωσαν μέν, οὐκ οἶδα ἀνθ’ ὅτου, μετέγνωσαν δὲ οὐδέπω. Καὶ ὅτι ταῦτα ἀληθῆ, δῆλον ἐκεῖθεν.

Ἀπὸ τῆς ἕκτης πράξεως τῆς ἁγίας καὶ οἰκουμενικῆς ταύτης συνόδου· «Οἱ ἁγιώτατοι πρέσβεις καὶ τοποτηρηταὶ τῆς πρεσβυτέρας Ῥώμης ἐβόησαν· πρέπον ἐστὶ μὴ ἕτερον ὅρον καινουργηθῆναι, ἀλλ’ αὐτὸν τὸν ἀρχαῖον καὶ ἀνὰ πᾶσαν τὴν οἰκουμένην κρατούμενόν τε καὶ δοξαζόμενον ἀναγνωσθῆναί τε καὶ ἐπιβεβαιωθῆναι». Καὶ πάλιν ἀπὸ τῶν αὐτῶν ἐν τῇ παρούσῃ ἕκτῃ πράξει ἐξεφωνήθη ὁ κοινὸς ὅρος, ἤτοι τὸ ἅγιον τῆς πίστεως σύμβολον, καὶ ἔχει οὔτως ὡς ἔχει σήμερον· καὶ παρόντων τῶν ἀπὸ Ῥώμης καὶ τῶν λοιπῶν μεγάλων θρόνων, οὐδαμοῦ παραβλαβῇ εἰς τὸ «τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον». Καὶ πάλιν· «Διὸ τὸν ἐξ ἀρχῆς τῆς πίστεως ὅρον πόθῳ θείῳ καὶ διανοίας εὐθύτητι ἡ ἁγία καὶ οἰκουμενικὴ αὕτη σύνοδος ἐνστερνιζομένη τε καὶ θειάζουσα καὶ τὸ τῆς σωτηρίας στερέωμα ἐν αὐτῷ θεμελιοῦσά τε καὶ ἀνεγείρουσα, οὕτω φρονεῖν καὶ κηρύσσειν πᾶσιν ἐκβοᾷ· ‘Πιστεύω εἰς ἕνα Θεὸν ....’ καὶ τὰ [ἑ]ξῆς τοῦ θείου συμβόλου ἄχρι τέλους».

Καὶ πάλιν· «Μετὰ τὴν ἀνάγνωσιν τοῦ θείου συμβόλου ὁ παρὼν ἱερὸς σύλλογος ἐξεβόησεν· πάντες οὕτω φρονοῦμεν, οὕτω πιστεύομεν, ἐν ταύτῃ τῇ ὁμολογίᾳ ἐβαπτίσθημέν τε καὶ τοῦ ἱεροῦ βαθμοῦ ἠξιώμεθα. Τοὺς ἑτέρως παρὰ ταῦτα φρονοῦντας ὡς ἐχθροὺς Θεοῦ καὶ τῆς ἀληθείας ἡγούμεθα.

Εἴ τις παρὰ τοῦτο τὸ ἱερὸν σύμβολον τολμήσει ἕτερον ἀναγράψασθαι ἢ ὑφελεῖν, καὶ ὅρον ὀνομάσαι ἀποθρασυνθείη, κατάκριτος καὶ πάσης χριστιανικῆς ὁμολογίας ἀπόβλητος· τὸ γὰρ ἀφαιρεῖν τι ἢ προστιθέναι, ἀτελῆ τὴν εἰς τὴν ἁγίαν καὶ ὁμοούσιον Τριάδα μέχρι σήμερον ἀνέκαθεν κατιοῦσαν ὁμολογίαν ἡμῶν δείκνυσι, καὶ τῆς τε ἀποστολικῆς παραδόσεως καὶ τῆς τῶν Πατέρων διδασκαλίας καταγιγνώσκει. Εἴ τις τοίνυν εἰς τοῦτο ἀπονοίας ἐλάσας τολμήσει, ὡς ἀνωτέρω λέλεκται, ἕτερον ἐκθέσθαι σύμβολον καὶ ὅρον ὀνομάσαι, ἢ προσθήκην ἢ ὑφαίρεσιν ἐν τῷ παραδεδομένῳ ἡμῖν παρὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς μεγάλης συνόδου ποιῆσαι, ἀνάθεμα ἔστω». Καὶ ταῦτα μὲν ἡ σύνοδος, καὶ οὔτω φανερὰ καὶ φρίκης μεστά, περὶ τῆς ἐν τῷ συμβόλῳ προσθήκης, περὶ ἧς ἡμῖν τε καὶ Λατίνοις ὁ λόγος· ὁ δὲ τῆς Ῥώμης ἐπίσκοπος, ὁ μακάριος Ἰωάννης, ἐφ’ οὗ τοιαῦτα γέγονε, Φωτίῳ γράφων περὶ τῶν τοιούτων τοιάδε φησίν.

Ἀπὸ τῆς ἐπιστολῆς τοῦ Πάπα Ἰωάννου πρὸς τὸν ἁγιώτατον Φώτιον, πατριάρχην Κωνσταντινουπόλεως· «Καὶ γὰρ ἡ σὴ ἀδελφότης ἐπίσταται ὡς, ὅταν παρεγένετο πρὸς ἡμᾶς ὁ μικρὸν ἔμπροσθεν ἀποσταλεὶς παρ’ αὐτῆς, καὶ περὶ τοῦ ἁγίου συμβόλου ἡμᾶς ἐδοκίμασεν, εὗρεν ἀπαράτρωτον καθὼς ἀρχῆθεν παρεδόθη ἡμῖν διατηροῦντας, καὶ μήτε προστιθέντας τι ἢ ἀφαιροῦντας, ἀκριβῶς εἰδότας ὡς τοῖς τὰ τοιαῦτα τολμῶσι βαρεία καταδίκη ἀναμένουσα ἀπόκειται. Καὶ πάλιν οὖν παραδηλοῦμεν τῇ αἰδεσιμότητί σου, ἵνα περὶ τοῦ ἄρθρου τούτου, δι’ ὃ συνέβη τὰ σκάνδαλα μέσον τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ, ἔχῃ πληροφορίαν εἰς ἡμᾶς ὅτι οὐ μόνον λέγομεν τοῦτο, ἀλλὰ καὶ τοὺς πρῶτον θαρρήσαντας τῇ ἑαυτῶν ἀπονοίᾳ τοῦτο ποιῆσαι, παραβάτας τῶν θείων λόγων κρίνομεν, καὶ μεταποιητὰς τῆς θεολογίας τοῦ δεσπότου Χριστοῦ καὶ τῶν λοιπῶν Πατέρων, οἳ συνοδικῶς συνελθόντες παρέδωκαν τὸ ἅγιον σύμβολον· καὶ μετὰ τοῦ Ἰούδα αὐτοὺς τάττομεν, ὅτι καὶ ταὐτὸν ἐκείνῳ τετολμήκασιν, οὐ παραδόντες εἰς θάνατον τὸ κυριακὸν σῶμα, ἀλλὰ τοὺς πιστούς, οἵτινές εἰσιν ὡς μέλη τοῦ σώματος αὐτοῦ, διασχίσαντες καὶ διατεμόντες ἀλλήλων, καὶ οὕτως αἰωνίῳ παραπέμψαντες θανάτῳ, καὶ μᾶλλον ἑαυτούς, ὡς ἐποίησεν ὁ ῥηθεὶς οὐκ ὀρθὸς μαθητής, ἀποπνίξαντες».

Ἔστιν οὖν ὅστις ἔτι τὴν τοῦ Πάπα γνώμην καὶ τὸ πρωτεῖον καὶ τὴν ἀρχὴν τὴν αὐτοῦ προβαλεῖται, οὕτω τῆς προσθήκης ἀπεληλαμένης παρὰ τῆς ἁγίας συνόδου; Οὐκ ἄρα δόξουσι Λατῖνοι νοῦ καὶ φρενῶν ἄνδρες εἶναι, οὐδ’ ὑγιαίνειν τὸν νοῦν, οὐδὲ πρὸς ἑαυτοὺς συμβαίνειν, καταλύειν ἐπιχειροῦντες ἃ καλῶς ᾠκοδόμησαν· ἀλλὰ παίζειν ἐν οὐ παικτοῖς καὶ ἄντικρυς κατὰ τῆς ἑαυτῶν κεφαλῆς. Οὐκοῦν ἢ τὴν προσθήκην διαγραψάτωσαν, ἢ φροντιστέον ἐστὶ τίς ἂν αὐτοῖς δικαία πρόφασις γένοιτο ἐν τῇ κοινῇ τῆς ἀπολογίας ἡμέρᾳ, προφέροντος αὐτοῖς τοῦ δικάζοντος τὴν αὐτονομίαν καὶ τὸ σῶμα διεσπασμένον τὸ ἑαυτοῦ, ἥτις ἐστὶν ἡ τοῦ Θεοῦ Ἐκκλησία, καὶ τοὺς τῶν ἀποστόλων νόμους, καὶ τὸν ἀπ’ αὐτοῦ χωρισμόν, ὃν αὐτοὶ καθ’ ἑαυτῶν ηὔξαντο ἐν τοῖς κοινοῖς συνεδρίοις, τὴν ἡγεμονίαν τῶν ἐκκλησιαστικῶν πραγμάτων ἀναδεχόμενοι.