Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεῖλος Καβάσιλας – Περὶ τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως

Νεῖλος Καβάσιλας

Επίλογος και προσευχή

Δοξολογική κατακλείδα του έργου και δέηση προς το Άγιο Πνεύμα για την παύση των εκκλησιαστικών ερίδων και την αποκατάσταση της ενότητας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεῖλος Καβάσιλας

—

Κεφάλαιο 12 από 12

Ἀλλὰ μήτε τοῦτο γένοιτο, Παράκλητε ἀγαθέ!, μήθ’ ἡμᾶς περιΐδοις εἰς ὦτα κωφῶν ἄδοντας· ἀλλὰ τοῖς μὲν τὴν σὴν ἐπίγνωσιν δίδου κατὰ τὰς ἱερὰς παραδόσεις, ἃς αὐτὸς τοῖς ἀποστόλοις ἐνέπνευσας, ἡμῖν δὲ μὴ ζημιωθῆναι τούτους, ὧν ὁ χωρισμὸς οὕτως ἑκατέρους διέθηκεν, ὡς ἀγνοῆσαι μὲν ἀλλήλους, ἐλεεινῶς δὲ κατ’ ἀλλήλων ὁπλίζεσθαι, κέρδος δὲ οἰκεῖον ἑκατέρους νομίζειν τὰς ἀλλήλων συμφοράς. Ὁρᾷς, Κύριε, τὸν χρόνιον τῶν Ἐκκλησιῶν σου πόλεμον· βράβευσον ἡμῖν εἰρήνην! στῆσον τὴν καταιγίδα!

Ἐπιγνοίημεν ἀλλήλων τῇ χάριτί σου, μὴ διατέλους ἀγνοήσαιμεν τὸ τῆς ἀγάπης μυστήριον μηδὲ τὴν οἰκονομίαν τοῦ ὁμοουσίου σου καὶ συμφυοῦς Λόγου. Μηδὲ διαπέσοιμεν τῆς θειοτάτης εὐχῆς, ἣν αὐτὸς ὑπὲρ ἡμῶν ηὔξατο ἐπὶ τὸ ἑκούσιον ἐρχόμενος πάθος· ἵνα ὧμεν ἕν, ἵνα συνῶμεν ἀλλήλοις, ἵνα φρονῶμεν ταὐτά, ἵνα ζῶμέν σοι καὶ τῷ ἀνάρχῳ προβολεῖ σου, Πατρί, καὶ τῷ Μονογενεῖ αὐτοῦ, Λόγῳ. Σὺ γὰρ εἶ ἡ ζωή, ἡ ἀγάπη, ἡ εἰρήνη, ἡ ἀλήθεια, ὁ ἁγιασμός· καὶ παρά σου πᾶσι ταῦτα πλουσίως ἐκκέχυται, καί σε προσκυνοῦντες δοξάζομεν εἰς τοὺς αἰῶνας. Ἀμήν.

Δόξα σοι, ὁ Θεός!