Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὴν πρὸς Ἑβραίους ἐπιστολήν (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Ο Χριστός ανώτερος του Μωυσή και η κατάπαυση του Θεού (Κεφάλαια 3-5)

Ερμηνεία της υπεροχής του Χριστού έναντι του Μωυσή, σχολιασμός περί της μελλούσης καταπαύσεως των πιστών και ανάλυση του αρχιερατικού αξιώματος και της υπακοής του Σωτήρος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 2 από 5

Hebr 3,2 〈Ὡς καὶ Μωϋσῆς,〉 φησίν· ὥστε μάτην διαλοιδοροῦνταί μοι πρὸς ὑμᾶς οἱ ἀποστασίαν με λέγοντες ἀπὸ Μωϋσέως διδάσκειν, καὶ πρὸς αὐτὸν δυσμενῶς διακεῖσθαι. λεληθότως δὲ τοῦτο καὶ οὐ κατὰ προηγούμενον λόγον εἰσάγει, ἵνα μᾶλλον πείσῃ· τὸ γὰρ εἰς ἀπολογίαν παρεσκευασμένον μᾶλλον ὕποπτον.

Hebr 3,3 〈Πλείονος γὰρ δόξης οὗτος ἠξίωται.〉 εἰπὼν τὴν πρὸς Μωϋσῆν ἰσότητα τοῦ Χριστοῦ, νῦν ἠρέμα τὴν ὑπεροχὴν λέγει. 〈πλείονος οὗτος.〉 τίς; ὁ κατὰ σάρκα νοούμενος Χριστός. 〈παρὰ Μωϋσῆν δόξης ἠξίωται καθ᾽ ὅσον,〉 φησί, 〈πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν.〉 νῦν τὴν ὑπερτάτην ὑπεροχήν, καὶ ὅση θεοῦ πρὸς ἄνθρωπον, λέγει καί φησιν· πιστὸς μὲν ἦν Μωϋσῆς ὑπὲρ πάντα τὸν οἶκον, τοῦτ᾽ ἔστι τὸν λαόν, πλὴν καὶ οὗτος τοῦ οἴκου ἦν καὶ τοῦ λαοῦ εἷς. τοσούτῳ οὖν 〈πλείονος δόξης〉 ὁ κατὰ σάρκα Χριστὸς 〈παρὰ Μωϋσῆν ἠξίωται〉 ὅσον εἰκός, φησί, τὸν δημιουργὸν τοῦ δημιουργήματος· 〈ὅσον〉 γάρ, φησί, 〈πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν· οἶκον〉 γὰρ ἐνταῦθα τὸν λαὸν σὺν τῷ Μωϋσεῖ λέγει, ἐπειδὴ καὶ Μωϋσῆς εἷς ἦν τοῦ λαοῦ καὶ τοῦ οἴκου, ποιητὴς δὲ τοῦ οἴκου ὁ Χριστός.

Hebr 3,9 Ἢ οὗ ἐπείρασαν πειρασμοῦ, ἵνα ἦ τὸ οὗ ἄρθρον, ἀλλὰ μὴ τόπου δηλωτικόν. Hebr 3,12 Πολλαὶ μέν εἰσι 〈καρδίαι πονηραὶ ἀπιστίας·〉 ἔστι γὰρ καρδία πονηρὰ ἀπιστίας τὸ μὴ πιστεύειν κακὸν εἶναι τὸ φιλοχρηματεῖν, τὸ ἄρχειν ὕβρεως, τὸ μεθύσκεσθαι, καὶ μυρία ἄλλα. μεῖζον δὲ καὶ ἀσυγκρίτως καρδία ἐστὶ πονηρὰ ἀπιστίας ἡ ἀφισταμένη τῆς πίστεως τῆς πρὸς τὸν θεόν. βλέπετε οὖν, φησί, μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας· ἀπιστίας δέ, φημί, τῆς ἀφεστώσης 〈ἀπὸ θεοῦ ζῶντος.〉 καλῶς δέ φησιν· 〈καρδία πονηρὰ ἀπιστίας·〉 ἔστι γὰρ καὶ καρδία ἀγαθὴ ἀπιστίας ὡς τὸ 〈μὴ πιστεύετε παντὶ πνεύματι, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ θεοῦ ἐστιν.〉 Hebr 4,2 〈Μὴ συγκεκραμένους,〉 φησί, 〈τοῖς ἀκούσασιν,〉 τοῦτ᾽ ἔστι τοῖς πεπιστευκόσιν. πῶς δὲ ἦν αὐτοῖς συγκραθῆναι; 〈ἐν τῇ πίστει,〉 φησί, τοῦτ᾽ ἔστι διὰ πίστεως· εἰ γὰρ ἐπίστευσαν οὗτοι ὥσπερ κἀκεῖνοι, εἰς ἓν ἂν συνηλαύνοντο, τῆς πίστεως οἷον κολλώσης αὐτοὺς καὶ συγκιρνώσης.

Hebr 4,3—11 Ὥσπερ ἡ πρώτη 〈κατάπαυσις〉 οὐκ ἐνεπόδισεν τὸ καὶ δευτέραν γενέσθαι, οὕτως οὐδὲ κωλύει καὶ δευτέρας ἐπιγενομένης τρίτην ἄλλην τελεωτέραν ὑπάρξαι. Ἐπειδὴ ἀπέδειξεν ὡς ἔστι τρίτη 〈κατάπαυσις〉 καὶ ὡς ἐλεύσονταί τινες ἐν αὐτῇ, ἐπὶ τὸ συμπέρασμα ἧκε καί φησιν· 〈ἐξ ὧν εἴρηται.〉 φανερὸν ἄρα ὅτι ἔστι τις κατάπαυσις ἄλλη παρὰ τὰς εἰρημένας, καὶ αὕτη οὐ τοῖς τυχοῦσιν ἀλλὰ 〈τῷ λαῷ τοῦ θεοῦ〉 ἀφιερωμένη. λαὸς δὲ ἀληθῶς τοῦ θεοῦ 〈οἱ πιστεύσαντες〉 εἰς αὐτὸν καὶ φυλάττοντες τὰ προστάγματα αὐτοῦ.

Hebr 4,15 Διχόθεν κατασκευάζει ὅτι 〈συμπαθήσει ταῖς ἀσθενείαις ἡμῶν·〉 καθ᾽ ἕνα μὲν τρόπον, ὅτι μέγας ἐστὶ καὶ δυνατὸς ὡς υἱὸς θεοῦ καὶ θεός· καθ᾽ ἕτερον δέ, ὅτι καὶ αὐτὸς ὡς ἄνθρωπος ἔπαθεν καὶ πεῖραν ἔχει τῶν θλίψεων καὶ τῆς κατὰ τὴν σάρκα ἀσθενείας. καὶ δι᾽ ἄμφω ταῦτα πάντως συμπαθὴς ἔσται ταῖς ἀσθενείαις ἡμῶν.

Hebr 5,6 Ὅτι καὶ ὁ Χριστὸς ἀναίμακτον θυσίαν προσήνεγκεν· πρότερον γὰρ ταύτην προσήνεγκεν, εἰθ᾽ ὕστερον καὶ τὸ ἑαυτοῦ σῶμα. διὰ τοῦτο οὖν ἀναλόγως εἴρηται 〈ἱερέα〉 εἶναι τὸν Χριστὸν 〈κατὰ τὴν τάξιν Μελχισεδέκ.〉 Hebr 5,7—9 Δύο ζητεῖται μάλιστα ἐνταῦθα· ἓν μέν· πῶς φησιν ὅτι 〈εἰσηκούσθη,〉 καίτοι αὐτὸς μὲν παρελθεῖν ἐδεῖτο τὸν θάνατον; ὁ δὲ οὐ παρῆλθεν, καὶ γὰρ ἐσταυρώθη καὶ ἀπέθανεν. δεύτερον δέ· ἀπὸ ποίας 〈εὐλαβείας〉 εἰσακουσθῆναι αὐτόν φησιν; καὶ τρίτον· τὸ 〈καίπερ ὢν υἱός,〉 τίνι συναπτέον; τῷ 〈εἰσηκούσθη ἀπὸ τῆς εὐλαβείας;〉 ἢ τοῖς ἐφεξῆς, ἵνα ᾖ· 〈καίπερ ὢν υἱός, ἔμαθεν ἀφ᾽ ὧν ἔπαθε τὴν ὑπακοήν;〉 διαφορὰ γὰρ τούτων οὐκ ὀλίγη.

Ἀλλὰ πρὸς μὲν τὸ πρῶτόν φαμεν ὅτι οὐκ ἦν ἡ δέησις μία, ἀλλὰ διπλῆ τις· ἡ μὲν παραιτουμένη τὸν θάνατον, ἡ δὲ αἰτουμένη· καὶ γάρ φησιν ἐν τῇ αὐτῇ εὐχῇ καὶ δεήσει· 〈πλὴν μὴ τὸ ἐμὸν θέλημα ἀλλὰ τὸ σὸν γενέσθω.〉 καὶ τοῦτο σαφέστερον δηλῶν ὁ Ἰωάννης φησὶν αἰτεῖσθαι τὸν υἱὸν λέγοντα· 〈πάτερ, δόξασόν σου τὸν υἱόν, ἵνα καὶ ὁ υἱός σου δοξάσῃ σε,〉 δόξαν τὸν σταυρὸν καὶ τὸν θάνατον, ὡς δῆλον, ὀνομάζοντα. ὥστε καλῶς φησιν ὁ θεῖος Παῦλος· 〈εἰσηκούσθη.〉 Τὸ δὲ 〈ἀπὸ τῆς εὐλαβείας〉 ἐγγὺς γέγονεν ἐκ τῶν εἰρημένων τοῦ σεσαφηνίσθαι. δύο γὰρ ἔφημεν αἰτήσεις, τὴν μὲν παραιτήσεως τοῦ θανάτου, τὴν δὲ συγκατανεύσεως, ὅπερ ἦν ὡς ἀληθῶς πολλῆς 〈εὐλαβείας· πλὴν μὴ τὸ ἐμὸν θέλημα ἀλλὰ τὸ σόν. εἰσηκούσθη〉 τοίνυν ὁ Χριστὸς οὐκ ἀπὸ τῆς παραιτήσεως, ἀλλ᾽ 〈ἀπὸ τῆς εὐλαβείας,〉 τοῦτ᾽ ἔστιν ἐκείνη ἡ αἴτησις αὐτοῦ ἐξέβη, οὐχὶ ἡ κατὰ τὴν παραίτησιν, ἀλλ᾽ ἡ κατὰ τὴν εὐλάβειαν. διό φησιν· 〈καὶ τελειωθείς,〉 τοῦτ᾽ ἔστι διὰ παθημάτων καὶ σταυροῦ καὶ θανάτου τέλειος ἡμῖν ἐπιγνωσθεὶς καὶ ὑπὲρ λόγον ἀγαθὸς καὶ φιλάνθρωπος. τοῦτο δὲ καὶ ἄνωθεν ὑπεδήλου, 〈δεήσεις〉 λέγων 〈καὶ ἱκετηρίας〉 τὸ διπλοῦν τῆς αἰτήσεως αἰνιττόμενος.

εἶτα καὶ 〈δεήσεις〉 εἰπὼν 〈καὶ ἱκετηρίας〉 οὐκ ἐπήγαγεν ὑπὲρ τοῦ παρελθεῖν τὸν θάνατον, ἀλλὰ 〈πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου,〉 καλῶς καὶ πανσόφως τοῦτο προσθείς, ἵνα ὅταν ἐννοῇς αὐτὸν σταυρούμενον καὶ θαπτόμενον, μὴ ἀδυναμίᾳ τοῦ πατρὸς αὐτὸν τοῦτο νομίσῃς ὑπομεμενηκέναι, ἀλλ᾽ ὅτι κοινὸν θέλημα ἦν τὸ ταῦτα παθεῖν τὸν Χριστὸν ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας. δύναται δὲ τοῦτο εἰρῆσθαι καὶ διὰ τὴν ἀνάστασιν· πολλαχοῦ γὰρ ταπεινότερα ὁ θεῖος Παῦλος φθεγγόμενος, τὸν πατέρα φησὶν ἀναστῆσαι τὸν Χριστόν. ἀναστήσας οὖν αὐτόν, ἐρρύσατο αὐτὸν ἐκ τοῦ θανάτου καὶ διέσωσεν. ἀλλ᾽ οὕτως μὲν κατ᾽ ἐμὴν γνώμην ταῦτα.

Τὸ δὲ 〈καίπερ ὢν υἱός,〉 εἴ τις καθ᾽ ὑπερβατὸν ἐκλάβοι— ἄπειρος δὲ ἡ τούτου χρῆσις τῷ θεσπεσίῳ ἀποστόλῳ—ἀβίαστος ἂν ἡ ἔννοια προσαχθείη οἷον· 〈ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, καίπερ ὢν υἱός, δεήσεις καὶ ἱκετηρίας〉 καὶ ἑξῆς, τοῦτ᾽ ἔστι καίπερ προνόμιον μέγιστον ἔχων ὡς υἱός, τὸ χωρὶς δεήσεως καὶ αἰτήσεως αὐτοδεσπότῳ γνώμῃ πάντα ποιεῖν ἃ καὶ ὁ πατὴρ ποιεῖ, ὅμως ἐπειδὴ ἐν ἡμέραις ἦν τῆς σαρκός, δεήσεις καὶ ἱκετηρίας προσέφερεν.

Δύναται δὲ καὶ κατ᾽ ἀκολουθίαν ὡς ἔχει τάξεως συναφθῆναι τῷ 〈καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας,〉 οἷον· εἰσηκούσθη, φησί, καίπερ υἱὸς ὤν, καὶ μὴ δεόμενος εἰσακουσθῆναι, ἅτε σύνδρομον ἔχων τὸ θέλημα τῷ πατρικῷ βουλήματι καὶ χωρὶς πάσης ἐκπληρούμενον αἰτήσεως. Εἰ δὲ καὶ τοῖς ἐφεξῆς αὐτὸ συνάψεις, ὁ νοῦς καὶ οὕτως εὐοδωθήσεται. ἀλλὰ πρότερον τί δηλοῖ σκεπτέον τὸ 〈ἔμαθεν ἀφ᾽ ὧν ἔπαθε τὴν ὑπακοήν.〉 ἆρα γὰρ ὅτι ἔμαθεν αὐτὸς ἀφ᾽ ὧν ἔπαθε τῷ πατρὶ ὑπακούειν, καὶ πείρᾳ τὴν γνῶσιν ἔσχε τοῦ πειθαρχεῖν αὐτῷ; ἢ μᾶλλον ὅτι πείρᾳ ἔμαθε τὸ μέγεθος τῆς ὑπακοῆς ἡλίκον, ἣν ὑπήκουσεν αὐτῷ ὁ πατήρ, οἷον τὸ σταυρωθῆναι αὐτὸν καὶ ἀποθανεῖν καὶ ἀναστῆναι καὶ ἐν δεξιᾷ τοῦ πατρὸς τὸ ἀνθρώπινον φύραμα ἀνυψῶσαι καὶ σῶσαι τὸ γένος ἡμῶν; ταῦτα γὰρ ἐκείνης ἐστὶ τῆς ὑπακοῆς τῆς γεγενημένης ἐν τῷ λέγειν· 〈πάτερ, δόξασόν σου τὸν υἱόν.〉 ταύτην γὰρ τὴν ὑπακοὴν ἡλίκη καὶ ὅση, καὶ πρὸ τοῦ ὑπακοῦσαι τὸν πατέρα, ᾔδει μὲν ὁ Χριστὸς ὡς υἱὸς καὶ θεὸς καθάπερ καὶ ὁ πατήρ, 〈ἐξακουσθεὶς〉 δὲ ἔμαθεν αὐτὴν δι᾽ ὧν ἔπαθε καὶ πείρᾳ.