Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὴν πρὸς Φιλιππησίους ἐπιστολήν (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Σχολιασμός στο δεύτερο κεφάλαιο: Θεολογία της ταπεινοφροσύνης και αποστολική διακονία

Εξήγηση των χωρίων Φιλιππησίους 2,3-30 σχετικά με το πρότυπο της θείας κένωσης του Χριστού, την κατεργασία της σωτηρίας και τη θυσιαστική προσφορά της αποστολικής διακονίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 2 από 4

Phil 2,3 〈Ἀλλὰ τῇ ταπεινοφροσύνῃ.〉 βούλεσθε εἰδέναι ὅτι ἡ ταπεινοφροσύνη οὐδὲν ὑμᾶς βλάπτει, οὐδὲ ζημιοῖ, οὐδὲ καταβιβάζει τοῦ παρόντος ὕψους, ἀλλὰ μᾶλλον ἀπόδειξις αὐτοῦ γίνεται; τὸν Χριστόν, φησίν, ἐννοήσατε· μάλιστα γὰρ ἐν τούτῳ δείκνυται φύσει θεὸς εἶναι, ἐν τῷ ταπεινωθῆναι καὶ φορέσαι τὸν ἄνθρωπον. ᾔδει γὰρ ὅτι ἐκ ταύτης τῆς ταπεινώσεως οὐδὲν ζημιωθήσεται τοῦ προσόντος αὐτῷ κατὰ φύσιν τῆς θεότητος ὕψους. εἰ δὲ ταύτην ἐπίκτητον εἶχεν, ἐδεδοίκει ἂν ἑαυτὸν ταπεινῶσαι, ἵνα μὴ ἐκπέσῃ τοῦ μόλις αὐτῷ ἐπικτηθέντος ἀξιώματος. ἀπόδειξις οὖν ἡ ταπείνωσις τοῦ κατὰ φύσιν ὕψους αὐτοῦ τῆς θεότητος. εἴ τις οὖν ὑψηλὸς κατ᾽ ἀρετὴν καὶ μέγας ἐφίεται εἶναι, ταπεινοφρονείτω· ἡ γὰρ ταπείνωσίς ἐστιν ἡ δεικνύουσα καὶ μαρτυροῦσα τὸ ὕψος τῆς ἀρετῆς. μιμείσθω τὸν Χριστόν· οὐδὲν ἀπολέσει ταπεινούμενος, μᾶλλον δὲ μεγάλα κερδανεῖ. ὁ πένης τὴν ἀρετὴν οὐ δύναται ταπεινωθῆναι· φοβεῖται γὰρ μὴ ἐκπέσῃ τοῦ ἐπιπλάστου καὶ κατεσχηματισμένου ὕψους. ὁ πλούσιος καὶ ὑψηλὸς τὴν ἀρετὴν ταπεινούσθω· ἐν τούτῳ γὰρ μᾶλλον ἑαυτὸν δείκνυσιν ὡς ἀληθῶς ὑψηλόν, ὅτι οὐ δέδοικε ταπεινωθῆναι, καὶ οἶδεν ὅτι ἥδρασται.

Phil 2,5 〈Τοῦτο γὰρ φρονείσθω.〉 ὁ γὰρ Χριστὸς καὶ θεὸς ἡμῶν οὐ τὸ ἑαυτοῦ ἐσκόπησεν, ἀλλὰ τὸ πάντων συμφέρον καὶ σωτήριον. διὰ τοῦτο ταπεινοῖ ἑαυτὸν διὰ σαρκώσεως, καὶ ὑψοῖ πάντας ἡμᾶς διὰ τῆς οἰκείας ταπεινώσεως. ὁ οὖν ἑαυτὸν ταπεινῶν Χριστοῦ γίνεται μιμητής, καίτοι αὐτὸς θεὸς ὢν φύσει καὶ ὑψηλὸς κατ᾽ οὐσίαν, οἱ δὲ παρ᾽ ἀνθρώποις ὑψηλοὶ ἐξ 〈ἁρπαγῆς,〉 ἐκ πλεονεξίας προσεκτήσαντο τὸ ἐν αὐτοῖς ὑψηλόν, ἐπεὶ ἥ γε φύσις κοινὴ καὶ ἴση καὶ ὁμότιμος ἀνθρώπων ἁπάντων. εἰ οὖν ὁ φύσει θεὸς καὶ φύσει ὑψηλὸς ἐταπείνωσεν ἑαυτὸν δι᾽ ἡμᾶς, οἱ φύσει ὁμότιμοι καὶ ὁμοίως ταπεινοὶ οὐκ ὀφείλομεν ἀλλήλοις ταπεινοῦσθαι καὶ τὰ οἰκεῖα συνεπίστασθαι μέτρα; ἐὰν δὲ ταπεινωθῶμεν, ὑπερυψοῖ καὶ ἡμᾶς ὁ θεὸς χαριζόμενος ἡμῖν ἃ 〈ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. μακάριοι〉 γάρ, φησίν, 〈οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.〉 καίτοι καὶ εἰ μὴ τοῦτο ἦν, αὐτόθεν ἐστὶν ὑψηλὸν καὶ μέγα τὸ ἀξιωθῆναι μιμητὰς γενέσθαι Χριστοῦ.

Phil 2,12—14 〈Μετὰ φόβου καὶ τρόμου.〉 καλῶς· δεῖ γὰρ φοβεῖσθαι καὶ τρέμειν ἐν τῷ ἐργάζεσθαι τὴν ἰδίαν σωτηρίαν ἕκαστον, μή ποτε ὑποσκελισθεὶς ἐκπέσῃ ταύτης. πολλοὶ γάρ εἰσιν οἱ πειρασμοὶ καὶ πολλοὶ οἱ ἐπιβουλεύοντες, ὅπου γε καὶ αὐτὸ τὸ τὴν ἀρετὴν ἀσκῆσαι ἐνίοις εἰς τοὐναντίον ἐκβέβηκεν, ἀπονοίας καὶ ὑπερηφανίας ὑπόθεσις γενόμενον. δεῖ οὖν διὰ ταῦτα δεδοικότας καὶ τρέμοντας τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθαι. εἰ μὴ γὰρ ὁ θεὸς τὸν ἀγῶνα καὶ τὴν μετὰ φόβου σπουδὴν βλέπων συναντιλαμβάνηται, καὶ τὸ θέλειν αὐτὸ οὐκ εἰς ἀγαθὸν ἀποβήσεται τέλος, καὶ τὸ ἐνεργεῖν οὐκ ἂν κριθείη πρᾶξις ἀγαθή. ἠθέλησε γὰρ ὁ Κάϊν θυσίαν θεῷ προσαγαγεῖν, πρᾶγμα θελήσας τότε μάλιστα ἐπαινετόν, καὶ ἐνήργησεν—ἔθυσε γάρ—, ἀλλ᾽ οὐδέτερον ἀπεδέχθη παρὰ θεοῦ· οὐ γὰρ ἦν 〈μετὰ φόβου καὶ τρόμου.〉 διὸ οὐδὲ συναντελάβετο τὸ θεῖον, οὐδ᾽ εἰς τέλος αὐτῷ ταῦτα ἐξέβη χρηστόν. αὐτὸς δὲ 〈ἐνεργεῖν〉 φησι 〈τὸν θεὸν〉 εἰκότως· καὶ γὰρ συναντιλαμβανόμενος ἡμῶν αὐτός ἐστιν ὁ τελειῶν καὶ οἱονεὶ μορφοποιῶν τὴν ἡμετέραν καὶ θέλησιν καὶ ἐνέργειαν. δύναται δὲ τὸ 〈ὁ θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν〉 καὶ ἑξῆς, καὶ ὡς αἰτία εἰρῆσθαι τοῦ 〈χωρὶς γογγυσμῶν καὶ λογισμῶν.〉 τί γὰρ γογγύζεις, φησί, ὡς κοπιῶν; ὁ 〈θεός ἐστιν〉 ὁ πάντα 〈ἐνεργῶν·〉 καὶ τί διαλογίζῃ τὸ ἐπίπονον τῆς ἀρετῆς, θεὸν ἔχων συνεργόν;

Phil 2,17—18 〈Ἀλλ᾽ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ.〉 τὸ χωρίον τοῦτο, ἢ ὡς οἱ πρὸ ἡμῶν ἐξηγήσαντο ἐκληπτέον, ἢ καὶ οὕτως· ἀλλ᾽ εἰ καὶ θύομαι τὴν 〈θυσίαν καὶ λειτουργίαν τῆς πίστεως ὑμῶν〉 ἣν ἱερούργησα τῷ θεῷ, 〈χαίρω〉 μὲν ὡς ἀληθῶς—χαρὰ γὰρ διδασκάλου ἡ τῶν μαθητευθέντων τελειότης—〈συγχαίρω〉 δέ, ὅτι καὶ αὐτοὶ τελειούμενοι χαρᾶς ἀπολαύετε μεγίστης· ὥστε ἐγὼ μὲν διὰ τοῦτο 〈χαίρω καὶ συγχαίρω ὑμῖν.〉 καὶ ὑμεῖς δὲ ὀφείλετε 〈χαίρειν,〉 ὅτι γίνεσθε ἐν τελειότητι, καὶ 〈συγχαίρειν ἐμοί,〉 ὅτι ηὐφράνατε τὸν διδάσκαλον. δοκεῖ δὲ ἴσως τὸ 〈ἀλλ᾽ εἰ καὶ σπένδομαι〉 ἔννοιαν παρεισάγειν, ὅτι εἰ μὴ 〈ἐπὶ τῇ θυσίᾳ〉 αὐτῶν ἐσπένδετο, ἐλυπεῖτο ἄν· τοῦτο γὰρ ὑποφαίνει ὁ τοῦ λόγου σχηματισμός.

καί φαμεν ὅτι οὐδὲ τοῦτο ἄτοπον· εἰ γὰρ αὐτὸς προέφη 〈ἀναγκαιότερον ἡγεῖσθαι τὸ ἐπιμένειν〉 αὐτὸν 〈τῇ σαρκὶ〉 διὰ τὴν προκοπὴν καὶ τελείωσιν τῶν μαθητῶν, πάντως ἂν ἐλυπήθη θυόμενος ἐκείνους μήπω τελειώσας μηδὲ τὴν πίστιν αὐτῶν ὡς 〈θυσίαν〉 ἔχων 〈καὶ λειτουργίαν〉 προσαγαγεῖν τῷ Χριστῷ. —Καὶ ἄλλως δέ· οὐχ ἁπλῶς ἂν ᾑρετίσατο θύεσθαι, εἰ μὴ ἐφ᾽ ᾧ σπουδαῖος καὶ θερμὸς κῆρυξ τῆς πίστεως γέγονεν, καὶ ἐφ᾽ ᾧ τοὺς μαθητὰς οὕτω κατήρτισεν ὥστε δύνασθαι αὐτῶν ὡς 〈θυσίαν καὶ λειτουργίαν〉 τὴν πίστιν προσαγαγεῖν τῷ θεῷ· ὁ γὰρ διὰ ταῦτα θυόμενος οὗτος ὡς ἀληθῶς χαίρει καὶ ἀγάλλεται θυόμενος· οὐδεὶς γὰρ μάτην αἱρεῖται σφάττεσθαι. —Δυνατὸν δὲ καὶ οὕτως· σπένδομαι νῦν τοῖς πειρασμοῖς καὶ ταῖς θλίψεσιν—καὶ γὰρ ἀλλαχοῦ φησιν· 〈καθ᾽ ἡμέραν ἀποθνῄσκω〉—· ἀλλ᾽ εἰ καὶ θύομαι, φησί, ταῖς θλίψεσι καὶ τοῖς πειρασμοῖς—δεσμὰ γὰρ περιέκειτο αὐτῷ—ἀλλ᾽ οὖν 〈ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν χαίρω〉 καὶ ἑξῆς. —Ἢ καὶ οὕτως· ἀλλ᾽ οὖν ὅτι 〈ἐπὶ τῇ θυσίᾳ,〉 τοῦτ᾽ ἔστιν ἕνεκεν ὑμῶν καὶ τοῦ εἰς ὑμᾶς κηρύγματος χαίρω καὶ ἑξῆς.

Phil 2,30 〈Ὅτι διὰ τὸ ἔργον τοῦ Χριστοῦ.〉 καλῶς 〈ἔργον Χριστοῦ〉 αὐτὸ καλεῖ· εἰ γὰρ ὁ δεχόμενος τοὺς μαθητὰς αὐτὸν δέχεται τὸν Χριστόν—ὁ 〈γὰρ δεχόμενος ὑμᾶς,〉 φησίν, 〈ἐμὲ δέχεται〉—· καὶ ὁ ὑπηρετῶν ἔν τινι τοῖς μαθηταῖς Χριστῷ ὑπηρετεῖ. καὶ ἄλλως δὲ ἔργον ἐστὶ Χριστοῦ· ὅτι ἐντολῆς ἐστι Χριστοῦ τὸ 〈τιθέναι ὑπὲρ τῶν φίλων τὴν〉 ἰδίαν 〈ψυχήν.〉 εἰ δὲ ὑπὲρ φίλων, πόσῳ μᾶλλον ὑπὲρ διδασκάλων;