Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὴν πρὸς Φιλιππησίους ἐπιστολήν (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Σχολιασμός στο τρίτο κεφάλαιο: Η υπεροχή της γνώσης του Χριστού και η εσχατολογική δόξα

Ανάλυση των χωρίων Φιλιππησίους 3,1-21, όπου αναλύεται η υπεροχή της εν Χριστώ ζωής έναντι του ιουδαϊκού νόμου, ο πνευματικός αγώνας και η τελική υποταγή των πάντων στον Χριστό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 3 από 4

Phil 3,1 〈Χαίρετε ἐν κυρίῳ.〉 καὶ ἔτι εἰ ὁ ἀπόστολος ὑμᾶς ἀνέρρωσε, καὶ ἀπεστάλη πάλιν πρὸς ὑμᾶς, καὶ ἐγὼ τῆς ἐπ᾽ αὐτῷ λύπης ἀπήλλαγμαι, καὶ τὸ ὑστέρημα ὑμῶν ἀναπεπλήρωται, χαίρειν ὀφείλετε χαρὰν πνευματικὴν καὶ ἀξίαν κυρίου.

Phil 3,4 〈Καίπερ ἐγὼ ἔχων πεποίθησιν.〉 εἰ ἐβουλόμην, φησί, καυχήσασθαι ὥσπερ ἐκεῖνοι, ἔχω μᾶλλον 〈πεποίθησιν κἀγὼ ἐν σαρκί,〉 οἷον· ἠδυνάμην κἀγὼ ὡς ἐκεῖνοι ἐπὶ τῇ τῆς σαρκός μου περιτομῇ καυχήσασθαι καὶ πλέον ἐκείνων.

Phil 3,7 〈Ἀλλ᾽ ἅτινά μοι ἦν κέρδη. κέρδος〉 λέγει τὰ ἀπὸ τοῦ νόμου αὐτῷ συλλεγέντα· ὥστε οὐ κακίζει τὸν νόμον, ὡς οἱ ἀπὸ Μαρκίωνος ληροῦσιν. εἰ δὲ καὶ 〈ἥγηται〉 αὐτὰ 〈ζημίαν,〉 οὐχ ἁπλῶς λέγει τοῦτο, ὅπερ ἦν ἂν κακίζοντος τὸν νόμον, ἀλλὰ 〈ζημίαν〉 αὐτὰ καλεῖ τῇ πρὸς Χριστὸν συγκρίσει καὶ παραθέσει, ὅπερ μᾶλλον εἰς ἐγκώμιον τοῦ νόμου τελεῖ, τὸ μὴ ἄλλως τολμᾶν 〈ζημίαν〉 αὐτὸν καλεῖν εἰ μὴ τῇ πρὸς Χριστὸν παραθέσει καὶ συγκρίσει.

Phil 3,8 〈Ἀλλὰ μὲν οὖν καὶ ἡγοῦμαι πάντα.〉 εἰ 〈ἡγῇ πάντα ζημίαν,〉 ὦ Παῦλε, καὶ αὐτὰ τὰ σωματικῶς φυλαττόμενα τοῦ νόμου 〈διὰ τὸ ὑπερβάλλον τῆς γνώσεως Χριστοῦ,〉 πῶς λέγεις εὐθύς· 〈δι᾽ ὃν πάντα ἐζημιώθην;〉 τὸ γὰρ λέγειν 〈ἐζημιώθην〉 οὐκ ἔστι ζημίαν ἀποβαλεῖν—τοῦτο γὰρ μᾶλλον κερδῆσαί ἐστιν, τὸ ἐλευθερωθῆναι ζημίας—ἀλλὰ μᾶλλον πραγμάτων λυσιτελῶν τινων σημαίνει ἀποβολήν. πῶς οὖν ἃ 〈ἥγησαι ζημίαν,〉 ταῦτα ἀποτιθέμενος λέγεις ὅτι 〈ἐζημιώθην;〉 καί φαμεν ὅτι οὐχ ἁπλῶς ταῦτα ἡγεῖτο ζημίαν, ἀλλὰ πρὸς σύγκρισιν τελειοτέρας 〈τῆς κατὰ Χριστὸν γνώσεως,〉 ἐπεὶ καθ᾽ αὑτὸ καὶ 〈κέρδος〉 αὐτὰ ἐνόμιζεν· διὸ τὸ μὲν 〈ἡγοῦμαι ζημίαν〉 πρὸς τὴν σύγκρισιν τῶν βελτιόνων, τὸ δὲ 〈ἐζημιώθην〉 καθ᾽ αὑτὸ πρὸς τὴν φύσιν τοῦ νόμου. Ἢ καὶ τοῦτο δεῖ εἰπεῖν, ὡς οὐ μέλει τῷ θεσπεσίῳ Παύλῳ περὶ ἐκλογῆς Ἑλληνικῶν ὀνομάτων, μόνον τὸ ὑποκείμενον δηλῶσαι σκοπεῖ.

ὥσπερ γὰρ ἀλλαχοῦ τὴν ἐξουσίαν τὴν τοῦ θανάτου τὴν καθ᾽ ἡμῶν δηλῶσαι θέλων οὐδὲν περὶ τὴν λέξιν ἠκριβώσατο, ἀλλ᾽ ἀντὶ τοῦ εἰπεῖν ‹ἐτυράννησεν› ἢ ‹ἐβιάσατο›, εἶπεν· 〈ἐβασίλευσεν,〉 ὀνόματι εὐφήμῳ τὴν δύσφημον αὐτοῦ τυραννίδα σημαίνων, οὕτω καὶ νῦν τὴν ἀποβολὴν τῶν ἐπιζημίων εὔφημον οὖσαν λέξει παρεδήλωσεν οὐκ εὐφήμῳ εἰπών· 〈ἐζημιώθην.〉 Phil 3,13a 〈Ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληφέναι,〉 ἅμα διὰ τοῦ καθ᾽ ἑαυτὸν ὑποδείγματος κἀκείνους διδάσκων μετριοφρονεῖν καὶ μὴ φυσιοῦσθαι ὡς κατειληφότας.

Phil 3,13b 〈Ἓν δέ, τὰ μὲν ὀπίσω.〉 τὸ 〈ἓν δέ,〉 ἢ κατ᾽ ἔλλειψιν εἰρῆσθαι νομιστέον, ὡς οἱ πρὸ ἡμῶν ἐξειλήφασιν—καὶ γὰρ καὶ ἐν τούτῳ τῷ σχήματι πλεονάζει—, ἵνα λείπῃ· ἓν δὲ φροντίζω, ἓν μελετῶ καὶ διαμεριμνῶ. τί τοῦτο; 〈τὰ μὲν ὀπίσω,〉 φησί, καὶ ἑξῆς. Ἢ οὖν οὕτως ἐκληπτέον ἢ ἑτέρῳ μᾶλλον ὑποπίπτειν σχήματι τῷ ἀπὸ κοινοῦ—πολὺς γάρ ἐστι καὶ ἐν τούτῳ ὁ θεῖος Παῦλος—ἵνα ᾖ τὸ 〈λογίζομαι κατειληφέναι〉 ἀπὸ κοινοῦ, οἷον· οὐδὲν λογίζομαι κατειληφέναι ἀλλ᾽ ἢ ἕν. ποῖον δέ ἐστιν ὃ λογίζῃ κατειληφέναι; ὅτι 〈τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω〉 καὶ ἑξῆς. ἔδει γὰρ αὐτὸν κατειληφέναι, ὅτι κατὰ σκοπὸν διώκει, καὶ οὐκ ἔστιν αὐτῷ μάταιος ὁ δρόμος. διὸ καὶ ἀλλαχοῦ φησιν· 〈οὕτως τρέχω ὡς οὐκ ἀδήλως, οὕτως πυκτεύω ὡς οὐκ ἀέρα δέρων,〉 καὶ πάλιν· 〈οὕτως τρέχετε, ἵνα καταλάβητε.〉 Phil 3,16—17a 〈Πλὴν εἰς ὃ ἐφθάσαμεν.〉 τέως, φησίν, ἕως ἂν ὑμῖν ἀποκαλύψῃ τὸ ἀληθές, ὃ κατελάβομεν μὴ ἀπολέσωμεν. ἀπόλλυται δὲ πῶς; ἂν ἀμελήσωμεν καὶ τῆς προτέρας σπουδῆς καὶ τοῦ δρόμου παρατραπῶμεν.

ἀλλὰ δεῖ 〈τῷ αὐτῷ κανόνι στοιχεῖν,〉 τοῦτ᾽ ἔστι τὸν αὐτὸν ἀγῶνα συντηρεῖν, τὸν αὐτὸν ἐπιδείκνυσθαι τρόπον, τὸ αὐτὸ φρονεῖν περί τε τῆς πολιτείας περί τε τῶν δογμάτων· ὥσπερ γὰρ ὅ τι τῶν δογμάτων ἀλλοιώσας ἅπαντα κατέλυσε καὶ τὰ ἔμπροσθεν, οὕτω καὶ τῆς πολιτείας ὅ τι μεταθέμενος καὶ καθυφεὶς καὶ μὴ τὴν αὐτὴν φυλάττων ἀκρίβειαν καὶ τὰ προλαβόντα ἐλυμήνατο. εἶτα ἵνα μὴ δόξῃ δυσκατόρθωτον καὶ δύσκολον ἐπιτάττειν τὸ δι᾽ ὅλου τοῦ βίου ἀρεταῖς καὶ εὐσεβείᾳ συνασκεῖσθαι, ἐπάγει· 〈μιμηταί μου γίνεσθε.〉 ῥᾷστον, φησίν, οὐδὲν ἀδύνατον ἀπαιτῶ· 〈ἄνθρωπος〉 κἀγὼ 〈ὁμοιοπαθής·〉 ὡς ὁρᾶτέ με, οὕτω καὶ αὐτοὶ ἀγωνίζεσθε. 〈Τῷ αὐτῷ στοιχεῖν κανόνι, τὸ αὐτὸ φρονεῖν.〉 τὸ χωρίον τοῦτο ἢ προτροπῆς ἐστιν ἢ εὐχῆς. ἀλλ᾽ εἰ μὲν προτροπῆς, λείπει τὸ δεῖ· δεῖ ὑμᾶς 〈στοιχεῖν τῷ αὐτῷ κανόνι, τὸ αὐτὸ φρονεῖν·〉 ἢ ὀφείλετε 〈στοιχεῖν τῷ αὐτῷ κανόνι, ὀφείλετε τὸ αὐτὸ φρονεῖν.〉 εἰ δὲ εὐχή, ἀπὸ κοινοῦ ληφθήσεται τὸ 〈ἀποκαλύψει,〉 οἷον· 〈ἀποκαλύψει ὑμῖν τῷ αὐτῷ κανόνι στοιχεῖν〉 καὶ ἑξῆς· οἶδε γὰρ ἄνευ θείας ῥοπῆς μηδὲν κατορθούμενον.

Phil 3,17b—18 〈Σκοπεῖτε τοὺς οὕτως περιπατοῦντας. τὸ σκοπεῖτε〉 νῦν οὐχὶ ἀντὶ τοῦ παραφυλάττεσθαι, ἀλλ᾽ ἀντὶ τοῦ παραδείγματος· καὶ σκοπὸν ἑαυτοῖς τούτους ποιεῖσθε καὶ ἔχετε. 〈Περιπατεῖν〉 ἐνταῦθα τὸ βιοῦν καὶ πολιτεύεσθαι λαμβάνει ἁπλῶς. ἐπειδή, φησί, 〈πολλοὶ περιπατοῦσιν,〉 εἰς διάκρισιν τῶν ὀρθῶς περιπατούντων καὶ μή, σκοπεῖτε τίνες περιπατοῦσι κατὰ τὸν τύπον ὃν περιεπατήσαμεν ἡμεῖς καὶ τούτοις ἕπεσθε.

Phil 3,21 〈Ὃς μετασχηματίσει.〉 ἰσχυρὰν καὶ ἀναμφίλεκτον πίστιν τίθησι τοῦ πάντως 〈μετασχηματισθῆναι τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν,〉 ἂν μόνον βουλώμεθα, εἰς τὸ γενέσθαι αὐτὸ 〈σύμμορφον τῆς δόξης αὐτοῦ.〉 εἰ γάρ, φησίν, ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐπὶ τούτῳ παραγίνεται, τίς ἀμφισβητήσει ὅτι οὐ πάντως ἔσται τοῦτο; εἶτα θέλεις καὶ ἑτέραν ἀπόδειξιν; 〈ὑποτάξαι ἑαυτῷ〉 βούλεται 〈πάντα· δεῖ γὰρ αὐτόν,〉 φησί, 〈βασιλεύειν ἄχρις ἂν ὑποταγῇ αὐτῷ τὰ πάντα,〉 καί· 〈ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα.〉 εἰ οὖν αὐτὸς ὁ υἱὸς βασιλεύει, ἵνα ὑποτάξῃ αὐτῷ τὰ πάντα, καὶ πάντα ὑποταγήσεται αὐτῷ πάντως, δηλονότι καὶ 〈τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν,〉 ἄνπερ μόνον ἡμεῖς θελήσωμεν, ὑποταγήσεται αὐτῷ. ὑποτάσσεται δέ, ὅτε μηδὲν στασιῶδες καὶ πολέμιον πρὸς τὸν ὑποτάξαντα ἐν ἑαυτῷ φέρει, ἀλλὰ πάντα σύμφωνα καὶ συνᾴδοντα ἔν τε πίστει καὶ ἐν πολιτείᾳ. ὅταν δὲ οὕτως ὑποταγῇ αὐτῷ 〈τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν,〉 μετασχηματίζεται δηλονότι ἀπὸ τῆς ταπεινώσεως τῆς κατὰ τὴν ἁμαρτίαν καὶ τὴν φθοράν, καὶ γίνεται 〈σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ.〉 μάταιος ὁ φόβος.

οὐ δεῖ δὲ λέγειν ὅτι τῷ σώματι τοῦ υἱοῦ ὁ υἱὸς ὑποτάξει τὰ πάντα, ἀλλ᾽ ὅτι αὐτὸς ἑαυτῷ, ὁ εἰπών· 〈ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς,〉 ὡς καὶ ὁ Παῦλος ἀλλαχοῦ φησιν· 〈δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ,〉 καί· 〈ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα.〉 τῶν οὖν θείων λογίων τρανῶς ταῦτα λεγόντων, πῶς οὐ δεῖ λέγειν ὅτι ὁ κύριος ἡμῶν καὶ σωτὴρ Ἰησοῦς ὁ Χριστὸς αὐτός ἐστιν ὁ καὶ τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν μετασχηματίζων, καὶ ὁ ἐνεργῶν τὴν εἰς αὐτὸν τῶν πάντων ὑποταγήν; τοῦ δὲ υἱοῦ ὑποτάσσοντος καὶ ὁ πατὴρ ὑποτάσσει· κοινὰ γὰρ τὰ πατρὸς καὶ υἱοῦ.