Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὴν πρὸς Φιλιππησίους ἐπιστολήν (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Σχολιασμός στο τέταρτο κεφάλαιο: Αποστολική αυτάρκεια και υλική συνδρομή

Ερμηνεία του χωρίου Φιλιππησίους 4,11-18 με αναφορά στην αυτάρκεια του αποστόλου Παύλου στις θλίψεις και την αποδοχή της έμπρακτης συμπαράστασης των Φιλιππησίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 4 από 4

Phil 4,11—18 〈Οὐχ ὅτι καθ᾽ ὑστέρησιν.〉 εἶπον ὅτι 〈ἐχάρην ἐν κυρίῳ μεγάλως ὅτι ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν.〉 ἀλλὰ μὴ νομίσητε, φησίν, εἰπεῖν με τοῦτο διὰ τὴν 〈ὑστέρησιν〉 ἣν εἶχον· 〈ἐγὼ γάρ,〉 φησί, 〈ἔμαθον〉 καὶ ἑξῆς. γεγυμνασμένος, φησίν, εἰμὶ ἐν πᾶσιν, καὶ οὐδὲ ὑστερούμενος δυσχεραίνω. ἐχάρην δὲ ὅμως ἐφ᾽ ὑμῖν, ὅτι καλῶς ἐποιήσατε· κοινωνοὺς γὰρ ἑαυτοὺς τῆς ἐμῆς θλίψεως ποιήσαντες καὶ τῶν βραβείων κοινωνήσοιτε. διὰ τοῦτο 〈ἐχάρην μεγάλως.〉 Ἐπειδὴ εἶπεν ὅτι 〈ἐχάρην μεγάλως,〉 διότι ὑμεῖς καλῶς ἐποιήσατε συγκοινωνοὶ γεγονότες μου τῆς θλίψεως, ἐπαναμιμνήσκει αὐτοὺς ὅτι ἀπ᾽ ἀρχῆς ταύτην αὐτοῖς τὴν χάριν καὶ τὴν εὐεργεσίαν κατετίθετο, τὸ ἐξ αὐτῶν λαμβάνειν τὰ πρὸς τὴν χρείαν, καὶ κοινωνοὺς αὐτοὺς διὰ τούτου παρασκευάζειν καὶ τῶν διὰ Χριστὸν θλίψεων καὶ τῶν ἐπὶ τούτοις ἀποκειμένων βραβείων. μὴ γὰρ νομίσητε, φησίν, ὅτι νῦν διὰ τὸ 〈μακράν〉 με γενέσθαι καὶ ἐν τόπῳ ἐν ᾧ τὸ κήρυγμα ὥσπερ ἐν ὑμῖν οὐκ ἐπλατύνθη, οὐδ᾽ εἰσὶν οἱ προθύμως οὕτως τὰ πρὸς χρείαν ἐπιχορηγοῦντες, διὰ τοῦτο τὴν ὑμῶν χορηγίαν ἀπεδεξάμην καὶ ἠξίωσα ὑμᾶς κοινωνοὺς καὶ τῆς θλίψεώς μου καὶ τῆς μισθαποδοσίας γενέσθαι. καὶ γὰρ καὶ 〈ἐγγὺς〉 ἔτι ὢν καὶ πολλοὺς ἔχων εἴπερ ἤθελον τοὺς χορηγοῦντας, ὑμᾶς προέκρινα· καὶ 〈ἐξερχόμενος〉 γὰρ 〈ἀπὸ Μακεδονίας〉 καὶ 〈ἐν Θεσσαλονίκῃ〉 ὑμᾶς ἠξίουν χορηγοὺς εἶναι τῆς χρείας μου.

μὴ νομίσητε δὲ ταῦτα λέγειν με καὶ ἐπαίρειν τὴν πρᾶξιν ὑμῶν ταύτην, ἵνα ἔτι καὶ ἔτι χορηγῆτε καὶ ταῖς χρείαις μου ὑπουργῆτε· τοσοῦτον γὰρ δέω διὰ τοῦτο εἰπεῖν αὐτά, ὅτι ἰδοὺ ἐγὼ λέγω· 〈ἀπέχω πάντα,〉 ἀντὶ τοῦ ἀπήλλαγμαι πρὸς πάντα τὰ πρὸς χρείαν. ἀπήλλαγμαι δὲ οἷον οὐκέτι χρείαν ἔχω τούτων. εἶτα ἵνα μὴ λυπήσῃ ὡς ἀπαξιῶν· οὐχί, φησίν, ἀλλ᾽ ὅτι 〈περισσεύω〉 καὶ ἑξῆς.