Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὴν πρὸς Γαλάτας ἐπιστολήν (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Η υπεροχή της θείας επαγγελίας έναντι του Νόμου (Γαλ. 3-4)

Θεολογικός σχολιασμός για τη φύση των διαθηκών, τον παιδαγωγικό χαρακτήρα του Νόμου και την εκπλήρωση των επαγγελιών μέσω της ενανθρώπησης και της υιοθεσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 2 από 3

Gal 3,15 〈Ὅμως ἀνθρώπου κεκυρωμένην.〉 καλῶς 〈κεκυρωμένην〉 φησίν· ὅρκῳ γὰρ ἐκεκύρωτο. ἀκριβῶς δὲ τὸ 〈κεκυρωμένην〉 φησίν· ἡ γὰρ ἄκυρος καὶ μετατίθεται, ὥσπερ ὁ νόμος αὐτὸς εἰς τὸ εὐαγγέλιον. Gal 3,17 Οἱ τετρακόσιοι τριάκοντα χρόνοι συνάγονται οὕτως· ἀπὸ οεʹ ἔτους Ἀβραὰμ ἕως ρʹ ψηφίζεται ἔτη κεʹ, Ἰσαὰκ ἔτη ξʹ, Ἰακὼβ ἔτη Ϟεʹ, Ἰωσὴφ ἔτη ριʹ, ἐν Αἰγύπτῳ ἔτη ρμδʹ, ὁμοῦ ἔτη υλʹ.

Gal 3,20—21 〈Ὁ δὲ θεὸς εἷς ἐστιν.〉 ὁ δὲ θεὸς εἷς ἐστιν ὁ καὶ τὸν νόμον καὶ τὸ εὐαγγέλιον δούς, καὶ μεσιτεύσας καὶ ἀποκαταλλάξας τῷ πατρί, τοῦτ᾽ ἔστιν ὁ αὐτός ἐστιν ὅς ἐστι Χριστός. εἰ γὰρ καὶ δύο τὰ μεσιτευόμενα, ἀλλ᾽ ὁ μεσίτης εἷς ἐστιν· εἷς γὰρ καὶ ὀφείλει εἶναι. 〈Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ θεοῦ; μὴ γένοιτο.〉 ἀντίθησιν λύει· ἥρπασε γάρ, φαῖεν ἄν τινες, ὁ νόμος τὸ δικαίωμα τῶν ἐπαγγελιῶν καὶ γέγονε κατ᾽ αὐτῶν. ἀλλὰ μὴ γένοιτο· εἰ μὲν γὰρ ἠδύνατο 〈ζωοποιεῖν,〉 εἰκότως ἄν τις ἐνόμιζε 〈κατὰ τῶν ἐπαγγελιῶν〉 ἐκτεθεῖσθαι καὶ τὸ ἐκείνων δικαίωμα ὑφαρπάσαι ἅτε αὐτὸν ἰσχύοντα δικαιῶσαι. ἐπεὶ δὲ οὐδὲν τοιοῦτον ἰσχύει ποιῆσαι, οὔτε ζωοποιῆσαι οὔτε δικαιῶσαι, δῆλον ὅτι οὐκ ἐδόθη 〈κατὰ τῶν ἐπαγγελιῶν·〉 αὗται γὰρ τὸ οἰκεῖον ἐπιδείξονται δικαίωμα σώζουσαι καὶ δικαιοῦσαι τὸν 〈ἐκ πίστεως.〉 καὶ ὅρα σοφίαν· ὅπερ γὰρ ἄν τις ἕτερος εἰς διαβολὴν τοῦ νόμου προήνεγκεν, ὅτι οὐ ζωοποιεῖ οὐδὲ δικαιοῖ, τοῦτο αὐτὸς εἰς ἀπολογίαν ἐγκλήματος καὶ εἰς ἐγκώμιον συνεστήσατο. διὰ τοῦτο γάρ, φησίν, ὁ νόμος οὐ γέγονε κατὰ τῶν ἐπαγγελιῶν, ὅτι μηδὲ σώζειν μηδὲ δικαιοῦν ἴσχυσεν.

οὐ μόνον δὲ οὐ γέγονε κατ᾽ αὐτῶν, ἀλλά γε τρόπον τινὰ καὶ συνήργησε καὶ ὑπηρετήσατο αὐταῖς· δι᾽ ὧν γὰρ οὐκ ἔσωσεν οὐδὲ ἐδικαίωσεν, ἐπὶ τὴν πίστιν καταφυγεῖν προετρέψατο· δι᾽ ὧν δὲ ἐπὶ τὴν πίστιν συνήλασεν, τὰς ἐπαγγελίας τελειωθῆναι συγκατειργάσατο.

Gal 3,22 〈Ἀλλὰ συνέκλεισεν ἡ γραφή.〉 ὁ νόμος, φησίν, οἱονεὶ περιέλαβε καὶ περιέκλεισε πάντας εἰς 〈ἁμαρτίαν,〉 ἁμαρτωλοὺς ἀπέδειξεν. πῶς; εἶπε γάρ· 〈ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς γεγραμμένοις τοῦ ποιῆσαι αὐτά.〉 τοῦτο δὲ ἀδύνατον· οὐ μόνον γὰρ οὐχὶ πάντες ἐποίησαν ἅπαντα, ἀλλ᾽ οὐδ᾽ ἔνιοί τινες αὐτῶν ἅπαντα, ἀλλὰ μόλις οἱ ἐπιφανέστεροι αὐτῶν τὰ πλείονα, ὥστε τῷ μὴ πάντα ποιῆσαι κἀκεῖνοι ὑπὸ κατάραν καὶ ἁμαρτίαν ἦσαν. ἅπαντες ἄρα συγκεκλεισμένοι ἐτύγχανον εἰς τὴν ἁμαρτίαν. διὸ ἐκ μόνης πίστεως δύνανται τυχεῖν τῆς ἐπαγγελίας· ἐκ γὰρ τοῦ νόμου μᾶλλον καὶ εἰς ἁμαρτίαν συνελαθέντες ἀπεδείχθησαν ἅπαντες.

Gal 4,4 〈Γενόμενον ὑπὸ νόμον.〉 οὕτω γὰρ ὑπὸ νόμον ἐγένετο, ὅτι καὶ περιετμήθη, 〈ἵνα,〉 φησί, 〈τοὺς ὑπὸ νόμον〉 ὄντας καὶ τὴν κατάραν αὐτοῦ 〈ἐξαγοράσῃ〉 τῷ σταυρῷ καὶ τῷ ὅλως ὑπὸ νόμον γενέσθαι. Gal 4,15 〈Τίς οὖν ἦν ὁ μακαρισμός;〉 τίς ἦν; οὐκ ἐρωτῶντός ἐστιν, ἀλλ᾽ οἷον θαυμάζοντος καὶ ἐπαίροντος τὴν τότε πίστιν αὐτῶν καὶ τὸν ἐπὶ ταύτης μακαρισμόν. τίς ἦν; ἡλίκος ἦν, φησί, θαυμαστός; ἡλίκου μακαρισμοῦ ἐξεπέσετε; ἢ κατ᾽ ἐρώτησιν· τίς ἦν; ἀναμνήσθητε, φησί, τίς ἦν ὁ μακαρισμὸς ὑμῶν· λίαν γὰρ ἐμακάριζον, νῦν δὲ τί ἐλέγχω; διὰ τοῦτο μισοῦμαι. διὰ τί δὲ ἐλέγχω; διὰ τὴν σωτηρίαν ὑμῶν. ἐπεὶ εἰ μὴ τοῦτο ἦν, πῶς ἂν μηδεμίαν ἄλλην παρασχόντων πρόφασιν ὑμῶν, ὁ ἐπαινῶν καὶ μακαρίζων εἰς τὸ ψέγειν ἦλθον;

Gal 4,23 〈Ἀλλ᾽ ὁ μὲν ἐκ τῆς παιδίσκης.〉 μὴ οὖν τὸ 〈κατὰ σάρκα〉 εἶναι ὑμᾶς συγγενεῖς τοῦ Ἀβραάμ, τοῦτο φυσιούτω καὶ πειθέτω ὅτι καὶ τῆς ἐπαγγελίας ἔσεσθε κληρονόμοι. μᾶλλον δὲ αὐτὸ τοῦτο διδασκέτω, ὅτι εἰ μὴ γένησθε τέκνα 〈κατ᾽ ἐπαγγελίαν〉 τοῦ Ἀβραάμ, τοῦτ᾽ ἔστι 〈μέλη〉 καὶ 〈σύσσωμοι Χριστοῦ〉—οὗτος γὰρ ἐξ ἐπαγγελίας 〈σπέρμα〉 τοῦ Ἀβραάμ—ἔξω ἐστὲ τῆς ἐπαγγελίας.