Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὴν πρὸς Γαλάτας ἐπιστολήν (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Η θεία προέλευση του Ευαγγελίου και η υπεράσπιση της αποστολικής αυθεντίας (Γαλ. 1-2)

Ερμηνεία της κλήσης του Παύλου, της ανεξαρτησίας του από ανθρώπινη διδαχή, της επικύρωσης του κηρύγματός του στα Ιεροσόλυμα και του ελέγχου προς τον Πέτρο στην Αντιόχεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 1 από 3

Gal 1,16—22 〈Οὐ προσανεθέμην σαρκί.〉 οὐκ ἀπέκλινα εἰς ἄνεσιν καὶ ἡδυπάθειαν, οὐδ᾽ ὡς μέγα τι κατωρθωκὼς εἰς ῥᾳστώνην καὶ ὀλιγωρίαν ἀνέπεσα, ἀλλὰ σύντονον τὸν τοῦ εὐαγγελίου δρόμον ἐποιούμην. —Ἢ οὕτως· οὐ προετίμησα ἰδεῖν συγγενεῖς ἢ οἰκίαν ἢ πατρίδα, ἀλλὰ πάντα λιπών—οὐδὲ γὰρ ἐν τούτῳ τῶν περὶ Πέτρον καὶ Ἰωάννην ἐλαττοῦμαι —εὐθέως 〈εἰς Ἀραβίαν〉 καὶ 〈Δαμασκὸν〉 καὶ εἰς τὸ κήρυγμα ἔτρεχον. 〈Οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα.〉 οὐκ ἀνῆλθον, φησίν, εἰς Ἱεροσόλυμα πρὸς τὸ θεάσασθαι 〈τοὺς πρὸ ἐμοῦ ἀποστόλους〉 καὶ μαθεῖν τι ἐξ αὐτῶν· ἀνῆλθε μὲν γὰρ εἰς Ἱεροσόλυμα ἀπὸ Δαμασκοῦ, ὡς δηλοῦσιν αἱ Πράξεις, ἀλλ᾽ οὐκ ἐπὶ τῷ μαθητεῦσαι, ἀλλ᾽ ἐπὶ τῷ καὶ αὐτὸν κηρύσσειν τὸν Χριστὸν καὶ διδάσκειν τὴν πίστιν. καὶ γὰρ ὃν τρόπον, φησίν, εἰς Ἀραβίαν ἀπῄειν κηρύξων, καὶ πάλιν εἰς Δαμασκὸν τὸν αὐτὸν τρόπον καὶ εἰς Ἱεροσόλυμα. 〈μετὰ δ᾽ ἔτη τρία〉 τοῦ κηρύσσειν με καὶ διδάσκειν ἀνῆλθον ἰδεῖν Πέτρον, οὐ μαθεῖν τι παρ᾽ αὐτοῦ —ἤδη γὰρ ἐγὼ εὐηγγελιζόμην καὶ ἐκήρυττον. —Ἢ οὕτως· παρὰ Πέτρου οὐκ ἔμαθον, μόνον εἶδον αὐτόν. παρὰ Ἰακώβου οὐκ ἔμαθον, κἀκεῖνον γὰρ μόνον εἶδον. ἄλλον τῶν ἀποστόλων οὐκ εἶδον. ἀλλὰ μὴ ἀπό τινος ἑτέρου ταπεινοτέρου καὶ οὐχ οὕτως ἐπισήμου προσώπου;

καὶ πῶς τοῦτο χώραν ἔχει, μαθεῖν ἐξ ἐκείνων οἳ οὐδὲ τὸ πρόσωπόν μου ἑωράκασιν; 〈ἀγνοούμενος γὰρ ἤμην τῷ προσώπῳ ταῖς ἐν Χριστῷ ἐκκλησίαις τῆς Ἰουδαίας.〉 οἱ γὰρ λοιποὶ ἐδέοντο διδασκαλίας, ἀλλ᾽ οὐκ ἐδίδασκον. οὐκοῦν οὐκ ἀπ᾽ ἀνθρώπου ἔμαθον.

Gal 1,24 〈Καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν θεόν.〉 ἐδόξαζον ἐν ἐμοὶ τὸν θεόν, οὐχὶ τὸν δεῖνα ἢ τὸν δεῖνα διδάσκαλον, ἀλλ᾽ αὐτὸν τὸν θεόν. αὐτὸς ἦν ὁ ἀποκαλύψας ἐν ἐμοὶ τὸ κήρυγμα καὶ διδάξας. Gal 2,2 Διὰ τί 〈κατ᾽ ἰδίαν;〉 ἵνα μὴ 〈ἔμπροσθεν πάντων〉 ἀναθεὶς σκανδαλίσω νεοπαγεῖς ὄντας τότε τοὺς ἐκ περιτομῆς, καὶ ἀποστῆναι αὐτοὺς παρασκευάσω δι᾽ ὅλου τῆς πίστεως τοῦ Χριστοῦ, καὶ ἀπολέσω τὸν δρόμον μου, καὶ κενὸς δειχθῇ ὁ ἀγών μου καὶ ἡ σπουδή μου. πῶς γὰρ οὐκ ἔστι κενὸν τρέχειν καὶ δεδραμηκέναι, ὅταν τρέχων ἵνα σώσω ἑτέρους, πάλιν διὰ τῆς ἀπερισκέπτου ἀκριβείας ἀπολλύω; πῶς οὖν νῦν δημοσίᾳ ἐλέγχει; ὅτι προκοπὴ ἦν, καὶ ὅτι δόγμα τινὲς τὴν οἰκονομίαν ἐτόλμων ποιεῖν. 〈ἢ τὸ μήπως〉 δύναται καὶ κατ᾽ ἐρώτησιν εἰρῆσθαι ὡς βεβαιωτικὸν ὂν τοῦ ὅτι 〈οὐκ εἰς κενὸν τρέχω ἢ ἔδραμον,〉 ἀλλὰ πάντα σὺν ἀσφαλείᾳ ἔπραττον καὶ προνοίᾳ.

Gal 2,3—5 〈Ἀλλ᾽ οὐδὲ Τίτος ὁ σὺν ἐμοὶ Ἕλλην.〉 οὐδὲ Τίτον, φησί, καίτοι ἐπίδηλον ὄντα ἐξ Ἑλληνικῆς σπορᾶς γεγεννημένον, ἠνάγκασαν οἱ ἀπόστολοι περιτμηθῆναι, καίτοι παρόντας ὁρῶντες καὶ τοὺς ψευδαδέλφους· τὸ γὰρ 〈ἀλλ᾽ οὐδὲ〉 ἀπὸ κοινοῦ ἐκληπτέον, οἷον· ἀλλ᾽ οὐδὲ Τίτος ἠναγκάσθη, φησί, περιτμηθῆναι οὐδὲ 〈διὰ τοὺς παρεισάκτους ψευδαδέλφους.〉 τί οὖν; διὰ τί τὸν Τιμόθεον περιέτεμεν, εἰ λόγον οὐ ποιεῖται τῶν ψευδαδέλφων; οὐδ᾽ ἐκεῖνον διὰ τούτους περιέτεμεν—μὴ γένοιτο—ἀλλ᾽ ἵνα κερδήσῃ τοὺς δι᾽ ἀσθένειαν λογισμῶν σκανδαλιζομένους. τοῖς μὲν γὰρ ἀσθενοῦσι δεῖ συγκαταβαίνειν ἐπὶ θεραπείᾳ πραείᾳ τοῦ ἀρρωστήματος, τοῖς δ᾽ ἐκ κακουργίας καὶ πονηρᾶς γνώμης ὁρμωμένοις οὐδὲ τὸ ἐλάχιστον ὑπείκειν· οὗτοι γὰρ οὐ μόνον οὐ δέονται θεραπείας κρείττονος ἁπάσης θεραπείας τοῦ πάθους αὐτοῖς ἐνστηριχθέντος, ἀλλὰ καὶ τοὺς πλησίον ζητοῦσι τῆς οἰκείας νόσου ἀναπλῆσαι. διὸ 〈οὐδὲ πρὸς ὥραν αὐτοῖς εἴξαμεν,〉 καὶ ὁ θεῖος ἀποφαίνεται Παῦλος.

Gal 2,6 〈Ἐμοὶ γὰρ οἱ δοκοῦντες οὐδέν.〉 οὐδὲν προσελαβόμην, οὐδέν μοι προσεκτήθη, ἀλλ᾽ ὥσπερ ἐκείνους ὁ θεὸς ἀποστόλους ἐχειροτόνησεν, οὕτως κἀμέ. καὶ οὐ προέκρινεν ἐκείνους ἐμοῦ· οὐ γὰρ 〈λαμβάνει πρόσωπον ὁ θεὸς〉 ὡς ὑμεῖς.

Gal 2,8—14 〈Ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολήν.〉 εἰ εἶπεν ὁ Παῦλος κατ᾽ οἰκονομίαν πράττειν τὴν περιτομὴν τοὺς περὶ Πέτρον, ἔδοξεν ἂν καὶ αὐτὸς ταύτην συγχωρεῖν, καὶ οὕτως μᾶλλον συντρέχων ἐδείκνυτο ἂν οἷς ἔργον εἶχε πολεμεῖν· εἰ γὰρ Πέτρος καλῶς ποιεῖ συγχωρῶν, τί μὴ καὶ σύ; φασίν. τί δὲ καὶ μέμφῃ πικρῶς ἣν οἰκονομίαν καλεῖς; ἔα πράττειν καὶ μὴ ἐπιτίμα· καὶ ὡς ἄν σοι φίλον ὀνόμαζε, εἴτε οἰκονομίαν εἴτε δόγμα καὶ ἀκρίβειαν. ταῦτα ἂν καὶ ἐλογίζοντο καὶ ἔλεγον πρὸς τὸν Παῦλον, εἰ κατ᾽ οἰκονομίαν εἶπε τοὺς περὶ Πέτρον τὴν περιτομὴν καταδέχεσθαι· ψυχὴ γὰρ ἐπτοημένη περί τι, μικρᾶς καὶ τῆς τυχούσης ἀφορμῆς λαβομένη, πλέον αὐτῷ οἰκειοῦται καὶ περιπλέκεται. διὸ σοφῶς ἄγαν ὁ Παῦλος τὸ μὲν τῆς οἰκονομίας ὅλως ἀποσιωπᾷ, δριμέως δὲ καθάπτεται τῆς πράξεως, καὶ ὡς παρανομοῦντας δῆθεν ἐλέγχει τοὺς συγχωρήσαντας, ἵνα τῷ σφοδρῷ τῆς περὶ ἐκείνους ἐπιτιμήσεως τοὺς ἀληθῶς παρανομοῦντας πτοήσῃ καὶ διορθώσηται. διὸ καὶ 〈δοκοῦντας〉 αὐτοὺς καὶ 〈κατεγνωσμένους〉 καὶ 〈ὑποκρινομένους〉 καὶ μὴ 〈ὀρθοποδοῦντας〉 οὐ παραιτεῖται καλεῖν, ἵνα μόνον τὸ τοῦ Χριστοῦ κήρυγμα βεβαιώσῃ. οὕτως ἀλλήλοις ὑπὲρ τοῦ κηρύγματος ἐθάρρουν, καὶ τηλικούτῳ ἐδέδεντο συνδέσμῳ ὡς δεῆσαν, ἂν οὕτω τύχῃ, διὰ τῆς ἀλλήλων καταγνώσεως τὸν τοῦ κηρύγματος κραταιοῦσθαι λόγον, μηδὲ τοῦτο παραιτεῖσθαι.

καὶ ἵνα τοῦτο μάθῃς ἀκριβῶς, σκόπει· Παῦλος διὰ τῶν ἐπιστολῶν καταγινώσκει Πέτρου, καὶ Πέτρος διὰ τῆς ἐπιστολῆς ἐγκωμιάζει Παῦλον, καὶ τὰς ἐπιστολὰς 〈σοφίας〉 θεοῦ καὶ χάριτος ταύτας εἶναι μαρτυρεῖ πλήρεις, καὶ τοὺς 〈ἀστηρίκτους〉 τὸν ἐν αὐταῖς κεκρυμμένον νοῦν οὐ συνιέναι ἀλλὰ καὶ διαστρέφειν ἀναβοᾷ ἄλλως δὲ καὶ Παῦλος ὑπὲρ τοῦ κηρύγματος ταῦτα περὶ Πέτρου λέγων, κατὰ πολὺ πλέον ἑαυτοῦ περιέπει τοῦτον καὶ τιμᾷ. τί γάρ ἐστιν εἰς λόγον ὕβρεως τὸ 〈δοκεῖν〉 καὶ 〈μὴ ὀρθοποδεῖν〉 πρὸς τὸ 〈ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ;〉 Gal 3,4 〈Τοσαῦτα ἐπάθετε εἰκῇ; εἴγε καὶ εἰκῇ.〉 ἀλλὰ μὴ καὶ ἐπιζημίως; 〈εἰκῇ〉 μὲν γάρ ἐστι τὸ μηδὲν μήτε προσλαβεῖν μήτε ἀποθέσθαι, ὁ δὲ 〈ἐναρξάμενος πνεύματι〉 καὶ διὰ τοῦτο πολλοῖς περιπεσὼν πειρασμοῖς, εἶτα μεταβαλλόμενος, οὐ μόνον εἰκῇ ἔπαθεν ἅπερ ἔπαθεν, ἀλλὰ καὶ ἐπιζημίως, ἀπολέσας ἃ ἀπέκειτο αὐτῷ διὰ τὰς ὑπὲρ Χριστοῦ θλίψεις καὶ τοὺς πειρασμοὺς ἔπαθλα.