Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὴν πρὸς Κολοσσαεῖς ἐπιστολήν (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Ερμηνευτικά σχόλια στο πρώτο κεφάλαιο (Κολ. 1,17-24)

Θεολογική ανάλυση της προαιωνιότητας του Χριστού, του έργου της καταλλαγής διά του σταυρού και της αναπληρώσεως των θλίψεων από τον απόστολο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 1 από 3

Kol 1,17 〈Καὶ αὐτός ἐστι πρὸ πάντων.〉 οὐκ εἶπεν· ἐγένετο πρὸ πάντων, ἀλλ᾽· 〈ἔστι πρὸ πάντων,〉 τοῦτ᾽ ἔστιν ὃ ἂν ἐννοήσῃς, αὐτὸν προόντα καὶ προϋφεστῶτα εὑρήσεις ἀϊδίως συνυπάρχοντα τῷ πατρὶ καὶ τῷ πνεύματι.

Kol 1,20 〈Εἰρηνοποήσας.〉 τὸ ὑπερβατόν· 〈εἰρηνοποιήσας δι᾽ ἑαυτοῦ,〉 τοῦτ᾽ ἔστιν αὐτουργήσας, ἀλλ᾽ οὐ δι᾽ ἑτέρων ἡμῖν πραγματευσάμενος τὴν εἰρήνην. ποίῳ δὲ τρόπῳ ταύτην εἰργάσατο; 〈διὰ τοῦ αἵματος,〉 φησί, 〈τῆς σταυρώσεως αὐτοῦ·〉 σταυρωθεὶς γὰρ ὑπὲρ ἡμῶν καὶ διὰ τῆς σταυρώσεως τὸ οἰκεῖον αἷμα ἐκχέας ὑπὲρ ἡμῶν, εἰρήνευσε καὶ κατήλλαξεν ἡμᾶς.

Kol 1,21 〈Καὶ ἐχθροὺς τῇ διανοίᾳ.〉 ἀντὶ τοῦ οὐκ ἄκοντες ἐπράττομεν τὰ ἔργα τὰ πονηρὰ καὶ κατά τινα συναρπαγήν, ἀλλὰ μετὰ μελέτης καὶ τὴν ἔχθραν τὴν πρὸς θεὸν τοῖς λογισμοῖς προτυπώσαντες· οὕτως ἐπὶ τὰς ἐχθρὰς αὐτῷ πράξεις ἐχωροῦμεν. διὸ ἄφατος ἡ θεία φιλανθρωπία, ὅτι καὶ τοιούτους ὄντας καὶ κατήλλαξε καὶ προσεδέξατο.

Kol 1,24 〈Καὶ ἀνταναπληρώσω.〉 ὁ Χριστὸς ῥαπισθεὶς καὶ ἐμπαιχθεὶς καὶ μαστιχθεὶς καὶ σταυρωθεὶς ὑπὲρ ἡμῶν, οὐχ ἁπλῶς ἐπλήρωσε πάντα ἀλλὰ καὶ ὑπὲρ νοῦν, καὶ ἀφράστῳ λόγῳ ἐξεπλήρωσεν. χρεῶσται οὖν πάντες καθεστήκαμεν ἀντὶ τῶν μυρίων ἐκείνων καὶ σωσικόσμων παθῶν καὶ αὐτοὶ ὑπομένειν καὶ ἀντεισάγειν παθήματα. καὶ θλίψεις ὑπὲρ 〈Χριστοῦ καὶ τοῦ σώματος αὐτοῦ,〉 ἵνα ἀνταναπληρώσωμεν ἃ ἔπαθεν ὁ Χριστὸς ὑπὲρ ἡμῶν. ἀλλὰ μὴν 〈ἀνταναπληρῶσαι〉 αὐτά, τοῦτ᾽ ἔστιν ἴσως καὶ ὁμοίως παθεῖν καὶ μηδὲν ἐλλείψειν, ἀδύνατον. ἀλλ᾽ ὅσα ἂν πάθωμεν, 〈ὑστέρημά〉 ἐστι πρὸς τὰς θλίψεις τοῦ Χριστοῦ. πῶς γὰρ ἂν καὶ ἀνταναπληρωθείη τὸ δεσπότην ὑπὲρ δούλου παθεῖν διὰ τοῦ δοῦλον ὑπὲρ δεσπότου; οὐ γὰρ ἴσον τοῦτο οὐδὲ ὅμοιον, πολλοῦ γε καὶ δεῖ. ἢ τὸ ἀναμάρτητον ὑπὲρ ἁμαρτωλῶν καὶ προσκεκρουκότων διὰ τοῦ τοὺς ἐν ἁμαρτίαις ὑπὲρ εὐεργέτου καὶ ἀναμαρτήτου; καὶ μυρία. διὸ ὅσα ἄν τις πάσχοι ἀνταναπληρῶσαι θέλων, 〈ὑστέρημα τῶν〉 〈θλίψεων τοῦ Χριστοῦ ἀνταναπληροῖ.〉 διὸ καὶ ὁ μακάριος Παῦλος ὁ πάντων πλέον ὑπὲρ Χριστοῦ δραμών, ὁ καθ᾽ ἑκάστην ἡμέραν μυρία πάσχων δεινά, τοῦτο εἰδὼς καὶ διδάσκων ἔλεγεν.