Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὴν πρὸς Κορινθίους α' ἐπιστολήν (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Ο ρόλος των διδασκάλων, το γεώργιο του Θεού και η αποστολική διακονία

Ερμηνεία της διακονίας των αποστόλων ως συνεργών και οικονόμων του Θεού, του καθαρισμού διά του πυρός και της αντιμετώπισης των αποστόλων ως εσχάτων του κόσμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 2 από 9

Καθ᾽ ὑπερβατὸν τὸ 〈τίς ἔγνω νοῦν κυρίου;〉 ἐφ᾽ ἑξῆς γὰρ ὀφείλει συντάττεσθαι τοῦ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται. δύναται δὲ καὶ χωρὶς ὑπερβατοῦ ὡς ἔχει φράσεως τὸ χωρίον ἐκλαβεῖν. 1 Kor 3,4—9 Ἐπειδὴ πολλὰ κατέδραμε τῶν διδασκάλων λέγων· 〈τίς ἐστι Παῦλος; τίς δὲ Ἀπολλώς;〉 καὶ πάλιν· 〈ὥστε οὔτε ὁ ποτίζων ἔστι τι οὔτε ὁ φυτεύων〉—τοῦτο δὲ ἐποίει πραΰναι θέλων τὴν φλεγμονὴν τῶν ἐπὶ τῇ διδασκαλίᾳ καταλαζονευομένων καὶ εἰς ἔρεις καὶ στάσεις τὸν λαὸν τοῦ Χριστοῦ καταδιελόντων—· ἐπεὶ οὖν ἱκανῶς ἔδοξε καθαιρεῖν τὸν ἐκείνων τῦφον διὰ τὸ καὶ ἑαυτὸν συνευτελίσαι καὶ τὸν Ἀπολλώ, ἵνα μήτινες εἴπωσιν· οὐκοῦν μάτην διδάσκεις, μάτην τοὺς ὑπὲρ τοῦ κηρύγματος πόνους ἀναδεχόμεθα, ἐπήγαγεν τὰς τοιαύτας ἀποκρουόμενος λαβάς· 〈ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον,〉 μονονουχὶ λέγων· μηδὲν ἀθυμείτω ὁ καλῶς διδάσκων· εἰ γὰρ καὶ κεκώλυται μερίζειν τὸν λαὸν τοῦ Χριστοῦ καὶ ἰδιοποιεῖσθαι καὶ σεμνολογεῖσθαι ἐν αὐτοῖς ὡς διδάσκαλος, ἀλλ᾽ οὖν γε μισθὸν λήψεται, καὶ οὐχ ἁπλῶς, ἀλλὰ κατὰ τὸν ἴδιον κόπον. εἶτα ἐπαίρων ἐπὶ πλέον τὸ πρᾶγμα, καὶ πιστούμενος ὅτι πάντως ἔσται ὁ μισθός· 〈θεοῦ γάρ,〉 φησίν, 〈ἐσμὲν συνεργοί,〉 ἅμα μέν, ὥσπερ εἶπον, καὶ λαμπρύνων τὸ τῆς διδασκαλίας, ἅμα δὲ καὶ πάλιν ὑποδεικνὺς ὅτι θεοῦ ἐστι τὸ ἔργον.

ὥστε οὐ δεῖ ἰδιοποιεῖσθαι αὐτὸ καὶ κατατέμνειν αὐτό, μᾶλλον δὲ συνάπτειν καὶ ἑνοποιεῖν· τοῦτο γὰρ 〈συνεργῶν,〉 τὸ δὲ ἰδιοποιεῖσθαι καὶ μερίζειν ἐχθρῶν καὶ πολεμίων. εἶτα ἐπιμένει τῷ αὐτῷ τῆς ἀποδείξεως χρώμενος κανόνι, ὅτι οὐ χρὴ κατανέμεσθαι τὸν λαὸν προσώποις ὅλως· 〈θεοῦ γεώργιόν ἐστε,〉 φησίν, 〈θεοῦ οἰκοδομή.〉 τί κατευτελίζετε ἑαυτούς, ἐνὸν θεοῦ εἶναι τοῖς ὁμοδούλοις ἀνατιθέμενοι; 1 Kor 3,15 Τὸ 〈σωθήσεται,〉 τοῦτ᾽ ἔστιν οὐκ ἀφανισθήσεται, οὐδὲ εἰς τὸ μὴ ὂν χωρήσει ὥσπερ αἱ πράξεις αὐτοῦ αἱ πονηραί· αὗται γὰρ μέχρι μὲν τοῦ καιροῦ ἐκείνου τὴν ὕπαρξιν ἔχειν ἐδόκουν καὶ ἐπράττοντο, ἐλθούσης δὲ τῆς ἡμέρας ἐκείνης καὶ τοῦ πυρὸς αὗται μὲν φροῦδοι γεγόνασι, μήτε εἶναι μήτε πράττεσθαι δυνάμεναι. ὁ μέντοι καταπραξάμενος αὐτὰς ἄνθρωπος οὐ συναναιρεῖται ταύταις καὶ συναφανίζεται, ἀλλὰ μένει καὶ σώζεται τὴν 〈διὰ πυρὸς〉 δίκην τιννύς.

διὰ τοῦτο γὰρ καὶ εἰπὼν 〈σωθήσεται,〉 ἐπήγαγεν ἑρμηνεύων πῶς σωθήσεται, τοῦτ᾽ ἔστιν εἰς τοῦτο μένει καὶ σώζεται, εἰς τὸ διὰ πυρὸς τὸν αἰῶνα κολάζεσθαι. 1 Kor 3,19 Πῶς 〈ἐδράξατο τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν;〉 ἐνόμισαν διὰ τῆς προσούσης αὐτοῖς ἀνθρωπίνης γνώσεως τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν δύναμιν καταλήψεσθαι· οἱ δὲ οὐ μόνον οὐκ ἔτυχον ὧνπερ ἤλπισαν ἀνθρωπίνοις λογισμοῖς ἑαυτοὺς ἐπιτρέψαντες, ἀλλὰ καὶ εἰς τοὐναντίον ἢ ἔσπευδον τὰ τῆς πανουργίας αὐτῶν ἐχώρησεν, ἀγνοίᾳ καὶ ἀπορίᾳ πλείονι τῆς ἀπὸ τῶν λογισμῶν ἀσθενείας αὐτοὺς περιβαλούσης. 1 Kor 3,20—23 Εἰ οὖν 〈οἱ διαλογισμοὶ τῶν ἀνθρώπων μάταιοί〉 εἰσιν καὶ 〈οἱ σοφοὶ ἐν τῇ πανουργίᾳ〉 αὐτῶν μᾶλλον ἁλίσκονται ἤπερ τι κέρδος ἐξ αὐτῆς ἔχουσιν, δῆλον ὅτι οὔτε σοφία ἀνθρωπίνη οὔτε λογισμῶν δεινότης ἰσχύει τι ἢ συντελεῖ πρὸς τὴν τῶν πνευματικῶν διδασκαλίαν καὶ μάθησιν. εἰ δὲ μηδὲν τούτων πρὸς ταῦτα συντελεῖ, πῶς ἄν τις διδάσκων καυχήσαιτο, μηδὲν τῶν ἐν ἀνθρώποις δοκούντων ἰσχύειν ἀποδεδειγμένων, ὡς συντελοῦσι πρὸς ὄνησιν; δῆλον γὰρ ὡς, εἴ τίς τι καὶ διδάσκει, χάριτός ἐστι καὶ δωρεᾶς τῆς ἄνωθεν, ἀλλ᾽ οὐχὶ οἰκείας σοφίας ἔργον ἢ τῆς κατὰ διάνοιαν ὀξύτητος. τὰ δὲ χαρίσματα οὐχ ἵνα τούτοις ἐπαιρώμεθα λαμβάνομεν, ἀλλ᾽ ἐπὶ κοινῇ τῶν ἀνθρώπων ὠφελείᾳ.

Τὸ 〈ἐν ἀνθρώποις〉 ἢ ἐπὶ τοῖς διδασκάλοις—οὐ γάρ τι ἔχουσιν αὐτοὶ οἴκοθεν—, ἢ ἐπὶ τοῖς ἀνθρωπίνοις λογισμοῖς—οὐ γάρ ἐστι δι᾽ αὐτῶν καταλαβεῖν τὴν ἀλήθειαν. μᾶλλον δὲ ἡ ἀνωτέρω ἐκδοχὴ καὶ τῇ λέξει τοῦ χωρίου καὶ τοῖς ἐφεξῆς ἐστιν ἐφαρμόζουσα. 〈Ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ θεοῦ. πάντα ὑμῶν〉 ὡς εὐεργεσίαι καὶ δωρεαί, 〈ὑμεῖς δὲ Χριστοῦ〉 ὡς κτήματα καὶ ποιήματα, 〈Χριστὸς δὲ θεοῦ〉 ὡς γέννημα καὶ υἱός. καλῶς δὲ τοῦτο προσέθηκεν· ἐπειδὴ γὰρ εἶπεν· 〈πάντα ὑμῶν, ὑμεῖς δὲ Χριστοῦ,〉 ἵνα μὴ στάντος αὐτοῦ ἐνταῦθα, ἀγέννητον καὶ ἀναίτιον νομίσωσι τὸν υἱόν, ἐπήγαγεν· 〈Χριστὸς δὲ θεοῦ.〉 1 Kor 4,1—5 Τοῦτο γάρ ἐστι, φησί, τὸ ζητούμενον καὶ ὀφεῖλον παντὶ τρόπῳ φυλάττεσθαι παρὰ τῶν οἰκονόμων, τὸ πιστοὺς εἶναι καὶ ὑπηρέτας ἡγεῖσθαι ἑαυτούς, καὶ μὴ ἰδιοποιεῖσθαι καὶ σφετερίζεσθαι τὰ τοῦ δεσπότου. ἢ καὶ οὕτως· 〈λογιζέσθω ἡμᾶς ἄνθρωπος·〉 τά τε ἄλλα ἅπερ, φησίν, εἶπον, καὶ ὃ λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις, κἀκεῖνο ἡμᾶς λογιζέσθω, —ἵνα ᾖ ἀπὸ κοινοῦ τὸ 〈λογιζέσθω.〉 τί δέ ἐστι τοῦτο τὸ ἐν τοῖς οἰκονόμοις ζητούμενον; 〈ἵνα πιστός,〉 φησίν, 〈εὑρεθῇ.〉 εἶτα πρὸς τοὺς ἀναισχυντεῖν μέλλοντας καὶ λέγειν ἐπιχειροῦντας· τί οὖν; σὺ τοιοῦτος εἶ; προαπαντῶν φησιν· 〈ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ᾽ ὑμῶν ἀνακριθῶ.〉 τοῦτο δέ φησιν οὐκ ἐπαίρων ἑαυτόν, ἀλλὰ τὸ πρέπον ἀξίωμα τῷ κηρύγματι καὶ τῇ διδασκαλίᾳ φυλάττων.

εἰ γὰρ αὐτὸν ἐπολυπραγμόνουν καὶ ἐξήταζον καὶ ἐν δισταγμῷ εἶχον, σχολῇ γ᾽ ἂν τὰ παρ᾽ αὐτοῦ κηρυσσόμενα καὶ διδασκόμενα παρεδέξαντ᾽ ἄν. εὐλόγως ἄρα καὶ σοφῶς καὶ ἐπὶ τῇ σφῶν αὐτῶν σωτηρίᾳ τὴν τοιαύτην ὑπόληψιν καὶ περιπέτειαν αὐτῶν προαναστέλλει καὶ ἐπιρραπίζει καὶ ἐπιμόνως ἀναιρεῖ. εἶτα ἵνα μὴ δόξῃ οὐχὶ τοῦ κηρύγματος ἕνεκα ταῦτα εἰπεῖν καὶ τῆς κοινῆς ὠφελείας, ἀλλὰ σεμνολογῶν καὶ ἐπαίρων ἑαυτόν, ἐπάγει· 〈ἀλλ᾽ οὐκ ἐν τούτῳ δεδικαίωμαι.〉 εἰ γὰρ καὶ μὴ ἔξεστιν ὑμῖν ἀνακρίνειν ἐμὲ μήτε ἁπλῶς ἄλλοις ἀνθρώποις, ἀλλὰ πεπιστευκόσιν ὑμῖν καὶ ἀναμφιβόλως διακειμένοις πρὸς ἐμέ, δεῖ καρποῦσθαι τοῦ κηρύγματος τὴν ὠφέλειαν καὶ διδασκαλίαν, καὶ τοσοῦτον πιστῶς καὶ ἀναμφιβόλως ὡς εἰδότας ὅτι οὐδὲ ἐμαυτὸν αὐτὸς ἀνακρίνειν ἔχω· ὅπερ ἐστὶ μέγιστον καὶ ἀπαράγραπτον ἀρετῆς μαρτύριον, εἴπερ κατ᾽ ἀλήθειαν 〈οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ οἰκοῦν ἐν αὐτῷ.〉 ἀλλ᾽ εἰ καὶ ταῦτά ἐστί μοι, φησίν, οὐκ ἐν τούτῳ δεδικαίωμαι· ἔτι γὰρ τοῦ κοινοῦ κριτοῦ δέομαι, ἐκείνου δὲ μήπω πάσης ἀφέντος αἰτίας ἐν ἀγῶνι καὶ ἐν φόβῳ εἰμί, ὡς μήπω δεδικαιωμένος.

ἀλλ᾽ οὐδὲ διὰ τοῦτο προσῆκεν ὑμᾶς τοὺς ὑποδεχομένους τὸ κήρυγμα ἀμφιβόλως ἔχειν περὶ ἐμέ, ἢ κρίνειν καὶ ἀνακρίνειν κατατολμᾶν, καὶ ὃ μόνον ἐστὶ τοῦ κοινοῦ κριτοῦ, εἰς τοῦτο ἑαυτοὺς ἀναισθητοῦντας συνωθεῖν καὶ τὸν καιρὸν ἑαυτοῖς προαρπάζειν τῆς κρίσεως. εἰ δὲ τὸ 〈ζητεῖτε〉 ὡς προστακτικὸν ἐκληφθῇ, ἥτε σύμφρασις ὡς δῆλον οὐδὲν ἀσαφὲς ἕξει καὶ ὁ νοῦς πρόχειρος. 1 Kor 4,6 Διὰ τί 〈δι᾽ ὑμᾶς μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλώ;〉 δι᾽ ὑμᾶς, φησίν, ἵνα μὴ ἀνιάσω ὑμᾶς ὀνομαστὶ καθαπτόμενος· διορθοῦσθαι μὲν γὰρ ἔσπευδεν, ἀνιᾶν δὲ ἐφυλάττετο. διὰ δὲ τοῦ μετασχηματισμοῦ, φησίν, ἀμφότερα ὑμῖν βουλομένοις ἔσται, καὶ τὸ διορθωθῆναι καὶ τὸ ἀλυπότερον ἀκοῦσαι τῶν ἐπὶ τῇ διορθώσει ἐλέγχων. ἐποίει δὲ τοῦτο καὶ ἵνα μὴ ὡρισμένα πρόσωπα τῷ ἐλέγχῳ καθυποβάλλων, δόξῃ ἀνθρωπίνῃ τινὶ προσπαθείᾳ ἢ ἀντιπαθείᾳ τοὺς μὲν ἐᾶν, τῶν δὲ κατατρέχειν. ἄλλως τε δέ· καὶ ἵνα μὴ ἐν τῇ τοιαύτῃ διακρίσει ὧν μὲν καθήψατο, τούτους εἰς ἀπόγνωσιν ἐμβάλλῃ, ἢ εἰς ὀργὴν καὶ φιλονεικίαν μείζονα ἀνάψῃ, ὧν δ᾽ ἐπὶ τοῖς ἐλέγχοις οὐκ ἐμνήσθη, τούτους δὲ ἄρα διὰ τοῦτο τύφου μᾶλλον καὶ ἀπονοίας ἐμπλήσῃ.

διὸ εἰκότως ἐξ ὀνόματος οὐ καθήψατο, ἀλλ᾽ εἰς ἑαυτὸν καὶ Ἀπολλὼ τὸν ἔλεγχον μετασχηματίσας, καθαρὰν καὶ εὐπρόσοδον τὴν νουθέτησιν κοινὴν ἅπασιν ἐποιήσατο. 1 Kor 4,8—9 Δυνατὸν κατ᾽ ἀπόφασιν καὶ ἐξ εὐθείας λαβεῖν τὸ ῥητόν. 〈δοκῶ γάρ,〉 φησίν, ὅτι 〈ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους〉 κήρυκας καὶ διδασκάλους ὑμῶν προεστήσατο, μεθ᾽ οὓς οὐκ ἄν τις ἄλλους ἀλλαχόθεν ποθὲν ἀναφανέντας ὀφείλει προσδέχεσθαι· οὐ γὰρ ἂν εἴποιεν ὅτι καὶ αὐτοὶ ἀπὸ Χριστοῦ ἀπεστάλησαν, ἡμεῖς γάρ ἐσμεν οἱ ἐπιθανάτιοι ἀποσταλέντες. τὸ δὲ 〈οἱ ἐπιθανάτιοι〉 διχῶς ἂν νοηθείη· ἢ ὅτι οἱ κατ᾽ αὐτὸν τὸν θάνατον κυρωθέντες εἶναι μαθηταί, συντάττων καὶ ἑαυτὸν τοῖς ἄλλοις μαθηταῖς, καὶ ἀπὸ τῶν πλειόνων οὕτω πάντας ὀνομάζων· ἢ μεταφορικῶς τὸ 〈ἐπιθανάτιοι〉 οἷον οἱ βέβαιοι, οἱ ἀληθινοί, μεθ᾽ οὓς οὔκ εἰσιν ἄλλοι, ἀπὸ τῶν ‹ἐπιθανατίων διαθηκῶν›· αὗται γάρ εἰσι βέβαιοι καὶ ἀμετακίνητοι. αἵ τε γὰρ πρὸ αὐτῶν κινοῦνται, καὶ αἱ μετὰ ταύτας πλασταὶ καὶ κίβδηλοι καὶ ἀπόβλητοι νόμῳ τυγχάνουσιν. καὶ τὸ 〈δοκῶ〉 δὲ οὐ δισταγμοῦ, ἀλλ᾽ ἤθους ἐστὶν ἐμφαντικόν. εἶτα καὶ πόθεν δῆλον, φησίν, ὅτι ἔσχατοι καὶ τελευταῖοι καὶ μεθ᾽ οὓς οὐκ ἔστιν ἄλλους ἄλλα κηρύσσοντας ἀποδειχθῆναι· 〈θέατρον ἐγενήθημεν τῷ κόσμῳ,〉 φησίν. ὁ κόσμος, φησίν, αὐτὸς καὶ ἡ οἰκουμένη τοῦτο μαρτυρεῖ, καὶ οὐ μόνον ἄνθρωποι ἀλλὰ καὶ αἱ ἄνω τῶν 〈ἀγγέλων〉 τάξεις.