Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὴν πρὸς Κορινθίους α' ἐπιστολήν (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Τυπολογία της Παλαιάς Διαθήκης, ειδωλόθυτα και ελευθερία της συνειδήσεως

Ερμηνεία των πειρασμών των Ισραηλιτών ως τύπων, προτροπές για την αποφυγή της κοινωνίας με τα είδωλα και την εναρμόνιση της προσωπικής ελευθερίας με την οικοδομή του πλησίον.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 6 από 9

καὶ τό τε τὰς τῶν ἀδελφῶν ἐπὶ τούτῳ τύπτοντας συνειδήσεις; 1 Kor 10,2—4 〈Εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο.〉 εἰς ἐκεῖνον, φησίν, ἀφορῶντες καὶ θαρρήσαντες ἀφῆκαν αὐτοὺς τῷ θαλασσίῳ ῥείθρῳ βαπτίζεσθαι, εἶτα καὶ ὑπὸ τῆς νεφέλης ὡσαύτως ἐκείνῳ κατακολουθοῦντες ἐσκιάζοντο· εἰ γὰρ καὶ μὴ τῷ ὕδατι ἐκαλύφθησαν, ἀλλ᾽ οὖν ἐν ἐκείνῳ τῷ χώρῳ τοῦ ὕδατος γεγονότες ἐπορεύοντο, ἐν ᾧ ἀνάγκη τοὺς διαπορευομένους ὅλῳ καταβαπτίζεσθαι τῷ ὕδατι. 〈Ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας.〉 αἰσθητὴ μὲν ἦν ἡ πέτρα δηλονότι, ἡ τὸ ὕδωρ τοῖς Ἰσραηλίταις ἀναβλύσασα, ἀλλ᾽ οὐχὶ τῇ οἰκείᾳ φύσει τοῦτο ἔβλυσεν, ἀλλὰ τῇ δυνάμει τῆς κατ᾽ ἐνέργειαν παρούσης αὐτῇ πνευματικῆς πέτρας καὶ ἀκολουθούσης τῇ χρείᾳ τῶν διψώντων, τοῦτ᾽ ἔστι πρὸς τὴν ἐκείνων σωτηρίαν καὶ ὠφέλειαν πάντα μεταποιούσης καὶ μεταπλαττούσης καὶ συνεπομένης αὐτῶν τῷ βουλήματι, καὶ ποτὲ μὲν τὸ ὕδωρ αὐτοῖς εἰς διάβασιν ἴσα πέτραις στερεούσης, ποτὲ δὲ τὸν οὐρανὸν εἰς βρῶσιν καὶ τροφὴν αὐτοῖς ἄφθονον γεωργούσης, ἄλλοτε δὲ τὴν πέτραν εἰς ὑδάτων γονὰς ἀναστομούσης. διὸ εἰκότως λέγοιντ᾽ ἂν 〈ἐκ τῆς πνευματικῆς πέτρας πιεῖν·〉 αὕτη γὰρ ἦν ἡ τὴν αἰσθητὴν εἰς ὑδάτων λύσασα πηγήν. τίς δὲ ἦν ἡ πνευματική, φησίν, ἐκείνη πέτρα, ἡ πᾶσι τούτοις παρακολουθοῦσα καὶ πρὸς τὴν ἑκάστου καιροῦ χρείαν τὰς φύσεις τῶν πραγμάτων μεταστοιχειοῦσα καὶ συμμεταβάλλουσα;

τίς, φησίν, ἢ δηλονότι ὁ Χριστός, ὁ καὶ νῦν εἰς ἡμᾶς τὰ ὅμοια καὶ μείζω ἐπιδεικνύμενος. ἔστι δὲ τὸ 〈ἀκολουθούσης〉 καὶ ἑτέρως ἐκλαβεῖν· ἡ γὰρ νοητὴ πέτρα ἤτοι ὁ Χριστὸς οὐ μόνον τὰ εἰρημένα αὐτοῖς παραδόξως ἐβράβευσεν, ἀλλὰ καὶ ἐν τοῖς ἐφεξῆς ἠκολούθει καὶ εἵπετο, παραπλήσια τούτοις καὶ μείζονα τὸν Ἰσραηλίτην εὐεργετῶν, ἀλλὰ καὶ νῦν ἡμῖν τοῖς πιστοῖς 〈ἀκολουθούσης·〉 ὥστε εἶναι κατὰ συνέχειαν τῆς αὐτῆς προνοίας καὶ τοῦ αὐτοῦ δεσπότου καὶ θεοῦ τά τε ἐν τῇ παλαιᾷ θαυματουργήματα καὶ τὰς εὐεργεσίας καὶ τὰ ἐν τῇ καινῇ. 1 Kor 10,13 〈Τὸ ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν〉 διχῶς ἐστιν ἐκλαβεῖν· ἢ ὅτι τὸν πειρασμὸν συγχωρῶν ἐπελθεῖν, αὐτίκα καὶ διασκεδάζει καὶ παύει αὐτόν, ὥστε καὶ ὑμᾶς δύνασθαι διὰ τὸ ὀλίγον χρόνον ἐνοχλεῖν ὑμᾶς ὑπενεγκεῖν αὐτόν· ἢ ὅτι σὺν τῷ πειρασμῷ ποιήσει καὶ τὴν ἐπὶ τῇ ὑπομονῇ καὶ καρτερίᾳ ἔκβασιν, τοῦτ᾽ ἔστι ποιήσει ὑμᾶς αὐτίκα καρτερικοὺς καὶ ὑπομένειν ἱκανούς, ὥστε μηδὲν ὑμᾶς ἐκ τοῦ πειρασμοῦ βλάπτεσθαι, ἀλλὰ καὶ μᾶλλον πολλὰ κερδαίνειν. 1 Kor 10,16—17 Ἀπόδειξίς ἐστι τοῦ εἰρημένου τὸ ἐπαγόμενον. πόθεν γὰρ δῆλον, φησίν, ὅτι 〈τὸν ἄρτον ὃν κλῶμεν κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν,〉 τοῦτ᾽ ἔστιν ὅτι εἰς κοινωνίαν τοῦ σώματος ἡμᾶς συνάγει τοῦ Χριστοῦ;

πόθεν δῆλον ὅτι 〈ἓν σῶμά ἐσμεν〉 καὶ καλούμεθα οἱ πάντες, Χριστῷ συναπτόμενοι ὡς τοῦ κοινοῦ σώματος κεφαλῇ; εἰ οὖν μὴ τῷ σώματι αὐτοῦ καὶ τῷ αἵματι εἰς κοινωνίαν συνηγόμεθα, τίνι ἂν ἑτέρῳ 〈ἓν σῶμα〉 ἦμεν καὶ ἐκαλούμεθα; 1 Kor 10,19—21 Οὐχ ὅτι τί ἐστι 〈τὰ εἴδωλα,〉 διὰ τοῦτο κωλύω τῶν εἰδωλοθύτων γεύεσθαι—προείρηται γὰρ ὅτι τῶν μὴ ὄντων ἐστὶν καὶ ἀνυπάρκτων κατ᾽ οὐσίαν, καὶ οὔτε βλάβην οὔτε ὠφέλειαν ἔχουσιν ἰσχὺν προξενῆσαί τινι—, ἀλλὰ διὰ τοῦτο κωλύω, ὅτι διὰ τῶν εἰδώλων τοῖς δαίμοσι προσάγεται ἡ θυσία. πῶς οὖν οὐκ αὐτόθεν βδελυκτὸν καὶ φευκτὸν τὸ μεταλαμβάνειν δαιμονικῆς θυσίας καὶ δι᾽ αὐτῆς αὐτοῖς ἐκείνοις ἔρχεσθαι εἰς κοινωνίαν; εἶτα καὶ διὰ τῆς παραθέσεως τῆς κυριακῆς τραπέζης καὶ τοῦ κυριακοῦ ποτηρίου μᾶλλον ἐλέγχει τὸ ἄτοπον τῶν γευομένων ἅ ἐστιν εἰδωλόθυτα. καὶ ὅρα τὸ σοφόν· κατ᾽ ἀρχὰς μὲν ἠρέμα πως ἥπτετο τῶν ἐλέγχων, προϊὼν δὲ ὡς ἐνταῦθα λίαν πικρῶς ἐπεμβαίνει. 1 Kor 10,25—28 Ἀντιπίπτειν δοκοῦν λύει. ἐπειδὴ γὰρ μετὰ σφοδρότητος τῶν εἰδωλοθύτων κατέδραμε καὶ τοὺς ἐσθίοντας ἐπετίμησεν, ἵνα μή τις εἴπῃ· τί οὖν; ἀποσχέσθαι ἄρα δεῖ ἡμᾶς καὶ τῶν ἐν ἀγορᾷ κρεῶν προκειμένων; ἢ ἀνάγκην σχοίημεν ἂν περιϊέναι τὰς ἀγορὰς καὶ ἐπερωτᾶν καὶ ἀνακρίνειν, μή ποτε εἰδωλόθυτον εἴη; εἰς τοιαῦτα ἡμῶν συγκλείσομεν καὶ συνελάσομεν τὸν βίον;

ἵνα οὖν μὴ τοιαῦτά τινες ἀντιτείνειν ἔχοιεν, προφθάσας αὐτὸς δίδωσι τὰς λύσεις, καί φησιν μήτε τὰ ἐν ἀγορᾷ ἀνάγκην εἶναι παραιτεῖσθαι, μήτε ἀνακρίνειν καὶ ἐπερωτᾶν· ἆρα εἰδωλόθυτόν ἐστιν ἢ οὔ; ἀλλ᾽ ἐκείνων ἀπέχεσθαι μόνων, περὶ ὧν τις φθάσας ἐμήνυσεν εἰδωλόθυτα εἶναι. 〈Πᾶν τὸ ἐν μακέλλῳ,〉 φησίν, 〈ἐσθίετε〉 μηδὲν διστάζοντες κατὰ συνείδησιν, μηδὲ ἀνακρίνοντες καὶ ἐπερωτῶντες δι᾽ αὐτήν, ἵνα ταύτην ἀμφίβολον οὖσαν θεραπεύσητε· οὐ γὰρ ἐβούλετο δύσκολον αὐτοῖς τὴν μετάληψιν παρασκευάσαι τῆς τροφῆς, ἵνα μὴ ἐκ τούτου ὀλιγωρήσαντες τὸ πᾶν τῆς ἀκριβείας ὡς ἀδυνάτου οὔσης τῆς ἐντολῆς εἰς τὸ φυλαχθῆναι παραλύσωσιν. 〈Μηδὲν διὰ τὴν συνείδησιν ἀνακρίνοντες,〉 τοῦτ᾽ ἔστι μηδὲν ἕνεκεν αὐτῆς ἐπερωτῶντες καὶ ἀνακρίνοντες· δεῖ γὰρ αὐτὴν καθαρὰν καὶ ἀδίστακτον ἐσθίοντας ἔχειν καὶ μὴ δεῖσθαι πληροφορίας ἄλλης τῆς ἀπὸ τῆς ἀνακρίσεως.

Ἐπειδὴ ἀνωτέρω ὅτε 〈τὰ ἐν μακέλλῳ πωλούμενα〉 οὐκ ἐκώλυεν ἐσθίειν, ἐπήγαγεν· 〈τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς,〉 τοῦτ᾽ ἔστι τὰ ἐν αὐτῇ πάντα· ταῦτα γάρ εἰσι τὰ πληροῦντα αὐτὴν καρποὶ καὶ ζῷα καὶ τὰ ὅμοια. εἶτα προϊὼν λέγει· 〈ἐὰν δέ τις ὑμῖν εἴπῃ ὅτι εἰδωλόθυτόν ἐστιν, μὴ ἐσθίετε.〉 ἵνα μή τις εἴπῃ· τί οὖν; νῦν οὐκ ἔστιν ἡ γῆ τοῦ κυρίου καὶ τὸ πλήρωμα αὐτῆς; ἄλλ᾽ ὅτε μὲν οὐκ ἐκώλυες ἐσθίειν, τοῦ κυρίου ἦν, νῦν δὲ οὐκ ἔστιν; ἵνα οὖν μὴ ἐξῇ τοῦτο λέγειν τινί, πάλιν τίθησι τὸ αὐτὸ καί φησιν· τοῦ κυρίου μὲν ἡ γῆ καὶ τὰ ἐν αὐτῇ, ὅπερ καὶ πρόσθεν εἶπον, ἀλλὰ 〈διὰ τὸν μηνύσαντα καὶ τὴν συνείδησιν〉 αὐτοῦ οὐ δεῖ γεύσασθαι τῶν εἰδωλοθύτων ἐκείνων. εἰ γὰρ τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, αὐτὸς οὐδενὸς ποιήσει ὑμᾶς ἔχειν ἐνδεῶς, κἂν ταύτης δι᾽ αὐτὸν ἀπόσχησθε τῆς εἰδωλοθύτου θοίνης. ἢ ἐπεὶ τοῦ κυρίου ἡ γῆ καὶ τὰ ἐν αὐτῇ, πολλῷ μᾶλλον καὶ ὁ ἄνθρωπος ὁ ἐν αὐτῇ· διὰ γοῦν τοῦτον τὸν μηνύσαντα ὅς ἐστι τοῦ κυρίου, καὶ τοὺς ἄλλους ἴσως τοὺς μηνύοντος ἀκούσαντας ἵνα μὴ βλαβῶσιν, μὴ ἐσθίετε· τοῦ γὰρ κυρίου ἡ γῆ καὶ τὰ ἐν αὐτῇ, καὶ δεῖ ὡς ὁμοδούλων φροντίζειν τῶν ἐν αὐτῇ.

οὐ γὰρ ὅτε μὲν ἔδει φαγεῖν τοῦτο ἔδει ἐννοεῖν, ὅτε δὲ μὴ ἐσθίειν τοῦτο παρορᾶν, ἀλλ᾽ ἀεὶ ὡσαύτως ἔχοντας καὶ τότε εὐχαρίστως ἐσθίειν ὡς τοῦ κυρίου παρασχόντος ἡμῖν εἰς βρῶσιν ταῦτα, καὶ νῦν εἰκότως μὴ ἐσθίειν ὡς φυλαττομένους σκανδαλίζειν τοὺς τοῦ κυρίου δούλους καὶ ὁμοδούλους ἡμῶν. 1 Kor 10,30—31 Εἰ σύ, φησίν, ἐκ χάριτος γέγονας τέλειος ὥστε εἰδέναι μηδὲν εἶναι τὰ εἴδωλα, καὶ κατηρτισμένην ἔχεις ψυχὴν εἰς τὸ μηδὲν παραβλάπτεσθαι, κἂν μετασχεῖν βουληθῇς τῶν εἰδωλοθύτων, τί βλασφημεῖσθαι σαυτὸν παρασκευάζεις, καὶ διὰ σοῦ τὴν πίστιν καὶ τὸν θεόν; καὶ τό τε ἐπ᾽ ἐκείνῳ ὑπὲρ οὗ μᾶλλον ὤφειλες εὐχαριστεῖν τελειωθεὶς τὴν διάνοιαν; αὐτὸς δὲ ἐφ᾽ ἑαυτοῦ τὸν λόγον ἐσχημάτισεν μετριώτερον τὸν ἔλεγχον ποιῶν. εἶτα ἐπάγει· 〈εἴτε ἐσθίετε〉 καὶ ἑξῆς.

ὅτε τῶν ἐλέγχων ἔπαυσε, τότε τὸν εἰς ἑαυτὸν λύσας μετασχηματισμόν, ἐξ εὐθείας αὐτοῖς παραινεῖ λέγων· 〈εἴτε ἐσθίετε〉 καὶ ἑξῆς. 1 Kor 10,33 〈Τὸ τῶν πολλῶν,〉 φησί, 〈συμφέρον〉 ἤπερ 〈τὸ ἐμαυτοῦ.〉 ἐπειδὴ ἔνιοι ζητοῦσι μὲν τὸ τῶν πολλῶν, ἀλλ᾽ οἱ μὲν ἵνα κερδήσωσιν αὐτῶν τὴν εὔνοιαν ἐπὶ τὸ σφίσι λυσιτελοῦν, οἱ δὲ ἵνα παρ᾽ αὐτῶν ἐπαινεθῶσιν, οἱ δὲ ἵνα ἄλλου τινὸς τύχωσι τοιούτου, αὐτὸς δείκνυσιν ἐφ᾽ ὅτῳ αὐτοῖς ἐσπούδασεν ἀρέσκειν, καί φησιν ὅτι ἐπὶ τὸ ἐκείνοις συμφέρον, καὶ οὐχ ἁπλῶς συμφέρον, ἀλλ᾽ ἔτι σαφέστερον, 〈ἵνα σωθῶσιν,〉 φησίν. 1 Kor 11,3 Κεφαλὴ μὲν ἡμῶν τῶν πιστῶν ἐστιν ὁ Χριστός, ὡς συσσώμων καὶ συμμετόχων αὐτῷ γεγενημένων διὰ τῆς κοινωνίας τοῦ σώματος καὶ αἵματος αὐτοῦ· δι᾽ αὐτὸν γὰρ ἅπαντες 〈ἓν σῶμα〉 χρηματίσαντες κεφαλὴν ἔχομεν αὐτόν. 〈κεφαλὴ δὲ τοῦ Χριστοῦ ὁ θεὸς〉 καὶ πατήρ, ὡς γεννήτωρ καὶ προβολεὺς καὶ ὁμοούσιος αὐτοῦ. 〈κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ,〉 ὅτι καὶ αὐτὸς γεννήτωρ αὐτῆς καὶ προβολεὺς καὶ ὁμοούσιος ὑπάρχει αὐτῇ. ἀκόλουθος καὶ ἁρμόδιος ἡ ἀναλογία.

εἰ δὲ τὸ 〈παντὸς ἀνδρὸς〉 καὶ ἐπὶ τῶν ἀπίστων ἐκλάβοις, κατὰ τὸν τῆς δημιουργίας λόγον μόνον ἐγχωρεῖ· τῶν γὰρ ἄλλων ἄρχειν τὸν ἄνθρωπον ἐπιτρέψας αὐτὸν ὑπὸ τὴν ἰδίαν μόνον εἴασε μένειν ἐξουσίαν καὶ ἀρχήν, μὴ ἐπιστήσας αὐτῷ ἕτερον δεσπότην καὶ ἐξουσιαστήν. 1 Kor 11,5 〈Ἓν γάρ ἐστι καὶ τὸ αὐτό,〉 ὅσον ἐπὶ τὸ ἀκόσμως καὶ ἀνυποτάκτως ἑλέσθαι βιοῦν. 1 Kor 11,7—10 Εἰς γὰρ δόξαν θεοῦ ὑποτετάχθαι ὀφείλει ὁ ἀνὴρ τῷ θεῷ, καὶ εἰς δόξαν ἀνδρὸς ἡ γυνὴ τῷ ἀνδρί. τί δέ ἐστιν 〈εἰς δόξαν;〉 εὐπειθῶς καὶ ἑκουσίως καὶ μετὰ χαρᾶς πράττειν τὰ ἀρέσκοντα θεῷ· ὡσαύτως καὶ ἡ γυνὴ τὰ ἀρέσκοντα τῷ ἀνδρί. ὡς ὅ γε κατὰ βίαν καὶ ἄκων ποιῶν καὶ δυσφορῶν οὐχ ὑποτάσσεται εἰς δόξαν θεοῦ, ὡσαύτως οὐδὲ ἡ γυνὴ εἰς δόξαν ἀνδρός. ὥστε δεῖ προθύμως ἀκαταλύπτως προσιέναι θεῷ, καὶ τὴν γυναῖκα ὡσαύτως κατακαλυπτομένην. 〈Δόξα θεοῦ〉 τῆς ἀρχῆς αὐτοῦ καὶ ἐξουσίας τὸ τιμιώτατον· δι᾽ αὐτὸν γὰρ μᾶλλον ἢ δι᾽ ἄλλο τι τῶν ἐν κόσμῳ δεδόξασται, καὶ τὸ ὑπερβάλλον τῆς χρηστότητος αὐτοῦ καὶ φιλανθρωπίας πεφανέρωται.