Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὴν πρὸς Κορινθίους δευτέραν ἐπιστολήν (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Η αντιμετώπιση των ψευδαποστόλων, η καύχηση στις ασθένειες και οι θείες αποκαλύψεις

Υπεράσπιση του αποστολικού κύρους έναντι των ψευδαποστόλων, ερμηνεία της αναγκαστικής καυχήσεως του Παύλου και ανάλυση της αρπαγής στον τρίτο ουρανό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 4 από 5

εἰ δὲ ἐτολμῶμεν ἑαυτοὺς συνιστάνειν ὡς κἀκεῖνοι, οὐκ ἂν οἷοι ἦμεν τῷ λόγῳ δι᾽ ἐπιστολῶν ἀπόντες, τοιοῦτοι ἐτυγχάνομεν καὶ παρόντες, ἀλλὰ μετεβαλλόμεθα ἂν ὧδε κἀκεῖσε, καὶ ταῖς ἐπιστολαῖς ἄλλοι καὶ ἄλλοι γινόμενοι καὶ αὐτοὶ παρόντες καὶ ταῖς χρείαις καὶ τοῖς καιροῖς συναλλοιούμενοι, καὶ νῦν μὲν κόλακες, νῦν δὲ φοβεροί, καὶ τῶν μὲν δυναστευόντων δοῦλοι ὡς τοῦ θελήματος ὑπηρέται, τῶν δὲ ταπεινῶν δεσπόται καὶ νομοθέται· ὁ γὰρ συνιστῶν ἑαυτὸν πάντα εἰς τὸ οἰκεῖον κέρδος ἀφορῶν ποιεῖ, ἀεὶ πρὸς τὸ ἑαυτοῦ συμφέρον συναλλοιούμενος καὶ συμμεταμορφούμενος. ἀλλ᾽ οὔτε ὡς εἷς ἐξ αὐτῶν ἐσμεν, οὔτε πρὸς αὐτοὺς ἔχομεν κοινωνίαν ἢ ὁμοιότητά τινα· οὐ γὰρ τολμῶμεν τοιοῦτοι γενέσθαι. πῶς οὖν ἄλλοι ἐσμὲν ταῖς ἐπιστολαῖς ἀπόντες, ἄλλοι δὲ παρόντες; οὐ γάρ ἐστιν ἡμέτερον τοῦτο, ἀλλὰ τῶν ἑαυτοὺς συνιστανόντων. ἡμεῖς δέ τι οὐ συνιστῶμεν, ἀλλ᾽ 〈αὐτοὶ ἑαυτοὺς μετροῦμεν,〉 οἷον ἀκριβολογοῦμεν, ἐξετάζομεν, αὐτὸ τὸ συνειδὸς ἐξεταστὴν ποιοῦντες, μή τι πέπρακται ὧν οὐ δεῖ, μή τι διανενόηται ἀπρεπές. καὶ αὐτοὺς συγκρίνομεν, μή τι ἄρα ἐναντίον ὧν κηρύσσομεν, ὧν ἐπηγγειλάμεθα πράττωμεν, μή τι ἀσύμφωνον τῷ προτέρῳ βίῳ.

καὶ συγκρίνομεν δὲ ἑαυτοὺς οὐχὶ τοῖς συνιοῦσιν, οὐχὶ θέατρον, φησί, τοὺς ἔξωθεν συνιόντας ποιούμενοι τῆς ἰδίας συγκρίσεως καὶ ἐξετάσεως, ἀλλὰ αὐτοῖς ἑαυτοὺς κριτὰς καὶ δικαστὰς προκαθίζοντες, ὅπερ ἐστὶν ἀδεκάστου κρίσεως. οἱ δὲ ψευδαπόστολοι καὶ ἑαυτοὺς συνιστάνοντες ἅπαν τοὐναντίον πρὸς ἐπίδειξιν καὶ ἀρέσκειαν τοῦ πλήθους πάντα ποιοῦσιν. διὸ οὐδὲ μετροῦσιν ἑαυτοὺς οὐδὲ ἐξετάζουσιν ἑαυτούς, ἀλλ᾽ ἀρκεῖ αὐτοῖς εἰς πᾶσαν εὐδαιμονίαν τῷ πλήθει τῶν συνιόντων αὐτοῖς ἀρέσκειν. διὰ τοῦτο ἡμεῖς 〈οὐδὲ εἰς τὰ ἄμετρα〉 ὥσπερ ἐκεῖνοι οὔτε ἐκαυχησάμεθα οὔτε καυχησόμεθα, ἀλλ᾽ εἴ τι ἐροῦμεν καὶ πράττομεν καὶ ἐπιστέλλομεν, 〈κατὰ τὸ μέτρον τοῦ κανόνος〉 ἡμῶν καὶ λέγομεν καὶ πράττομεν καὶ ἐπιστέλλομεν. αὐτὸς δὲ οὐ λέγει ‹μέτρον ἡμῶν›, ἀλλὰ 〈μέτρον〉 εἰπὼν ἐπάγει· 〈οὗ μέτρου ἐμέρισεν ἡμῖν,〉 δεικνὺς ὅτι καὶ αὐτὸ τὸ μέτρον αὐτοῦ ἐκ τοῦ θεοῦ ἐστιν. —Ἢ καὶ οὕτως· μὴ νομίσῃς ὅτι 〈μέτρον〉 εἰπὼν 〈κανόνος〉 αὐτὸς ἐμαυτῷ τὸ μέτρον ὥρισα, ἀλλ᾽ ἐκεῖνο λέγω τὸ μέτρον, 〈οὗ μέτρου,〉 τοῦτ᾽ ἔστι δι᾽ οὗ, 〈ἐμέρισεν ἡμῖν ὁ θεός.〉 τί δέ ἐστιν ἐκεῖνο; καὶ ἄλλα μὲν πολλά, τέως δὲ τὸ διὰ τοῦ κηρύγματος ἐλθεῖν μέχρις ὑμῶν καὶ καταλαβεῖν ὑμᾶς, τοῦτο τὸ μέτρον ἐκ τοῦ θεοῦ ἔχομεν, δι᾽ οὗ ἐμέρισεν καὶ ἔταξεν ἡμᾶς μέχρις ὑμῶν φθάσαι καὶ κηρύξαι τὸ εὐαγγέλιον.

Ἢ δύναται τὸ χωρίον ὅλον ἀπὸ τοῦ 〈οὐ γὰρ τολμῶμεν〉 μέχρι τοῦ 〈οὐ συνιοῦσιν〉 κατ᾽ ἐκείνων εἰρῆσθαι τῶν ἀλαζόνων, καὶ τὸ 〈ἀλλ᾽ αὐτοὶ ἐν ἑαυτοῖς〉 ὡς αἰτία εἰρῆσθαι τῶν ἑαυτοὺς συνιστανόντων, οἷον· αὐτοὶ γὰρ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες καὶ συγκρίνοντες οὐ συναισθάνονται ἀλαζονευόμενοι καὶ ἀπατῶντες ἑαυτούς· ὥσπερ γὰρ ὁ παρ᾽ ἑαυτῷ φρόνιμος ἰσχυρῶς ἄφρων ἐστίν, οὕτως καὶ ὁ παρ᾽ ἑαυτῷ μέγας καὶ ὑψηλὸς καταγέλαστος καὶ ἔσχατος πάντων. 2 Kor 11,4—7 〈Ἄλλον Ἰησοῦν κηρύσσει,〉 ὃν ἔδει κηρυχθῆναι καὶ οὐκ ἐκηρύξαμεν. 〈Ἢ εὐαγγέλιον ἕτερον,〉 ὃ ἔδει λαβεῖν ὑμᾶς καὶ οὐκ ἐλάβετε. 〈Ὃ οὐκ ἐδέξασθε,〉 ὃ ἔδει δέξασθαι ὑμᾶς καὶ οὐκ ἐδέξασθε.

Ἢ καὶ οὕτως· διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς αὐτοὺς τῆς πρὸς τοὺς ψευδαποστόλους προσοχῆς ἀποτρέπει, οἷον· εἰ γὰρ ἄλλον Ἰησοῦν ὁ ψευδαπόστολος—τοῦτον γὰρ 〈ἐρχόμενον〉 λέγει, οἷον ἐπεισερχόμενον καὶ ἔξωθεν ἐπεισιόντα—, εἰ οὖν οὗτος, φησίν, ἄλλον Ἰησοῦν κηρύσσει ὃν ἔδει κηρυχθῆναι παρ᾽ ἡμῶν καὶ οὐκ ἐκηρύξαμεν, ἢ ἄλλο πνεῦμα ἔδει λαβεῖν ὑμᾶς παρ᾽ ἡμῶν καὶ οὐκ ἐλάβετε, ἢ ἄλλο εὐαγγέλιον ἔδει δέξασθαι ὑμᾶς καὶ παρ᾽ ἡμῶν οὐκ ἐδέξασθε, εὐλόγως ἂν αὐτοῖς προσείχετε. εἰ δὲ τοῦτο ἀδύνατον—οὔτε γὰρ αὐτοὶ οἱ ψευδαπόστολοι θαρρήσουσι τοῦτο εἰπεῖν, οὔτε δὲ ὑμεῖς αὐτοί—, πῶς οὐ λίαν ἄτοπον ἡμῶν ἐκείνους προκρίνειν τῶν μηδὲν ὑστερησάντων, μηδὲ 〈τῶν ὑπερλίαν ἀποστόλων;〉 〈Καλῶς ἀνείχεσθε.〉 τὸ 〈καλῶς ἀνείχεσθε〉 οὐκ ἐπαινοῦντός ἐστι τὴν τοιαύτην γνώμην—ἄπαγε—ἀλλ᾽ ἐκ περιουσίας ἐλέγχοντος· 〈φθορὰν〉 γὰρ πρὸ μικροῦ τὸ ἀνέχεσθαι τούτων καὶ προσέχειν αὐτοῖς ἀπεκάλεσεν. τί οὖν ἐστιν ὃ λέγει; ἀπροφάσιστος ὑμῶν ἐστι, φησίν, ἡ ἀπάτη, ὅταν ἄμφω ἡμῶν τε καὶ τῶν ψευδαποστόλων τὰ αὐτὰ δοκούντων λέγειν, ἡμῶν μὲν ἀφίστασθε, ἐκείνοις δὲ προστίθεσθε· οὐ γὰρ ἕξετε πρόφασιν τῆς ἀπάτης τὴν καινότητα καὶ τὸ ἐξηλλαγμένον εἰς τελειότητα τῶν δογμάτων. εἴωθε γὰρ ἡ καινότης ὑπογαργαλίζειν καὶ ἐφέλκεσθαι τοὺς ἁπλουστέρους· ὑμῖν δὲ οὐδ᾽ αὕτη ἡ πρόφασις ὑπελείφθη. 〈Εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ᾽ οὐ τῇ γνώσει.

ὁ λόγος〉 καὶ 〈ἡ γνῶσις〉 οὐκ ἀεὶ τὰ αὐτὰ παρὰ τῷ θεσπεσίῳ Παύλῳ σημαίνει, ἀλλ᾽ ἐνίοτε μὲν 〈λόγον〉 λέγει τὸ ἔχειν χάρισμα διδασκαλικόν, 〈γνῶσιν〉 δὲ τὸ συνιέναι μὲν τὸν τοῦ κηρύγματος λόγον, μὴ μέντοι δύνασθαι καὶ ἑτέρους ὠφελεῖν καὶ διδάσκειν. ἐνίοτε 〈λόγον〉 μὲν λέγει τὸ ἐγγεγυμνάσθαι τῇ Ἑλληνικῇ σοφίᾳ, μηδὲν δὲ τῆς θείας μετέχειν, μόνον δὲ κατεστωμυλῶσθαι, 〈γνῶσιν〉 δὲ τὸ τετελειῶσθαι ἐν τῇ θεοσοφίᾳ, ὥστε καὶ αὐτὸν ἀκριβῶς εἰδέναι καὶ ἑτέρους ἱκανὸν εἶναι διδάσκειν καὶ Χριστῷ προσάγειν. ἀλλαχοῦ δὲ πάλιν 〈λόγον〉 μὲν ἁπλῶς, ὡς εἰώθαμεν, τὸν προφορικόν, 〈γνῶσιν〉 δὲ τὴν ἐν τοῖς δόγμασιν εἴδησιν. παράδειγμα τοῦ μὲν πρώτου· ᾧ μὲν 〈γὰρ δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως,〉 τοῦ δὲ δευτέρου τὸ νῦν προκείμενον· 〈ἰδιώτης τῷ λόγῳ, ἀλλ᾽ οὐ τῇ γνώσει,〉 τοῦ δὲ τρίτου· 〈ἐπλουτίσθητε ἐν αὐτῷ ἐν παντὶ λόγῳ καὶ γνώσει πάσῃ.〉 〈Ἀλλ᾽ ἐν παντὶ φανερωθέντες〉 ἐσμέν—λείπει γὰρ τὸ ἐσμέν—οἷον· ἐν παντὶ πεφανερωμένοι ἐσμέν. τί δὲ πεφανερώμεθα ὑμῖν; ὅτι 〈οὐδὲν τῶν ὑπερλίαν ἀποστόλων ὑστερήσαμεν,〉 ὅτι 〈οὐκ ἐσμὲν ἰδιῶται τῇ γνώσει,〉 ἀλλ᾽ ἱκανοὶ διδάξαι καὶ τελειῶσαι ἐν τῇ πίστει. καὶ ἁπλῶς ἐν παντὶ ἐγνώσμεθα ὑμῖν, καὶ οὐκ ἔστιν ὑμῖν οὐδεμία ἔγκλησις καθ᾽ ἡμῶν οὐδ᾽ ἀγνοίας πρόφασις, εἰ μὴ ἄρα βούλεσθε τοῦτο 〈ἁμαρτίας〉 πρόφασιν λαβεῖν, τὸ μηδὲν λαβεῖν ἐμὲ ἐξ ὑμῶν.

τοῦτο δὲ ἐντρέπων φησὶν ἀντὶ τοῦ· εἰ μὴ ἄρα τὰ κατορθώματα ἡμῶν καὶ ἐφ᾽ ᾧ ἄλλοι καυχῶνται, ταῦτα ἡμῶν εἰς 〈ἁμαρτίαν〉 λογίζεσθαι ἐγνώκατε, καὶ ἐφ᾽ ᾧ 〈ὑψῶσαι ὑμᾶς〉 ἐπετήδευσα, τοῦτο εἰς κατηγορίαν ἡμῶν περιτρέπεται. τοῦτο δὲ καὶ Παύλου ἐστὶ λίαν θαρροῦντος τῷ βίῳ καὶ τῇ κατὰ θεὸν πολιτείᾳ, ὅτι αὐτοὺς ἐκείνους δείκνυσι μηδὲν ὅλως ἔχοντας εἰπεῖν κατ᾽ αὐτοῦ καὶ ἐκείνων ἐλέγχοντος τὴν ἀγνωμοσύνην καὶ πονηρίαν, ὅτι μηδὲν ὅλως ἔχοντες ἐγκαλεῖν, ἀλλὰ καὶ ὑπερθαυμάζειν ὄντες δίκαιοι, ὅμως τοὺς ψευδαποστόλους οὐδὲν ἔλαττον, εἰ μὴ καὶ μᾶλλον Παύλου ἔστεργον. 2 Kor 11,11—12 〈Τί οἶδεν ὁ θεός;〉 ὅτι ἀγαπῶ ὑμᾶς, φησίν. διὰ τί οὖν οὐ λαμβάνεις; 〈ἵνα ἐκκόψω〉 καὶ ἑξῆς. 2 Kor 11,14 〈Οὐ θαυμαστόν,〉 φησίν· διά τί; ὅτι μιμεῖσθαι πάντως χρεωστοῦσι τὸν διδάσκαλον, ὃς ἄγγελος ὢν σκότους, 〈φωτὸς〉 εἶναι σχηματίζεται. 2 Kor 11,16 Ἔστιν ἀφροσύνης ῥῆμα εἰπεῖν μὴ ὄντα ἄφρονα μηδὲ τὰ τοῦ ἄφρονος ποιοῦντα. 〈ἄφρων〉 μὲν γάρ ἐστιν ὁ μάτην μεγαλορημονῶν καὶ εἰς κενὸν ἀλαζονευόμενος, ὃς μετὰ τοῦ εἶναι ἄφρων καὶ ἀφροσύνης λέγει ῥήματα καὶ τὰ τοῦ ἄφρονος ποιεῖ.

ὁ δὲ λέγων περὶ ἑαυτοῦ καὶ μεγάλα καὶ ἀληθῆ καὶ ἕνεκεν ὠφελείας ψυχικῆς, ἀφροσύνης μὲν δόξει ῥήματα λέγειν ὅσον ἐπὶ τῇ ὁμοιότητι τῆς προφορᾶς τῶν λόγων, οὐ μὴν ἄφρων, ἀλλὰ καὶ λίαν ἔμφρων, καὶ τὰ τοῦ ἐμφρονεστάτου πράττων, ὅτι καὶ διαβολῆς ἀλόγου κατεφρόνησεν ἐπὶ τῇ ἑτέρων σωτηρίᾳ καὶ ὠφελείᾳ. διὸ οὐκ ἔστιν ἐναντίον τὸ εἰπεῖν πρὸ ὀλίγων· 〈ὤφελον ἀνείχεσθέ μού τι ἀφροσύνης〉 ῥῆμα εἰπεῖν μέλλοντος, καὶ τῷ νῦν λέγειν· 〈μή τίς με δόξῃ ἄφρονα εἶναι.〉 μή τις οὖν, φησί, δόξῃ ἄφρονα εἶναι· οὐ γὰρ δι᾽ ἐμαυτὸν ἀλλὰ δι᾽ ὑμᾶς ἐρεῖν μέλλω ἃ μέλλω λέγειν. εἰ δὲ μή, καὶ ὡς ἄφρονά με ἡγήσασθε καὶ παραδέξασθε· οὐκ ἀποστρέφομαι γὰρ οὐδὲ τὸ ἄφρων νομισθῆναι διὰ τὴν ὑμετέραν σωτηρίαν, καὶ γὰρ ἃ μέλλω ἐρεῖν εἰς στήριγμα ὑμῶν καὶ ὠφέλειαν ψυχῆς συντελεῖ. 2 Kor 11,23 〈Παραφρονῶν λαλῶ,〉 ἀντὶ τοῦ· εἰ καὶ δόξω τισὶ παραφρονεῖν ἐν τῷ λέγειν με. 〈ὑπὲρ ἐγώ·〉 ποία γὰρ ὅλως παραφροσύνη τὸ ὑπὲρ τοὺς ψευδαποστόλους λέγειν ἑαυτὸν 〈διάκονον〉 εἶναι 〈Χριστοῦ;〉 2 Kor 11,25 〈Τὸ τρὶς ἐναυάγησα〉 ἑρμηνεύων φησίν, ὅτι τρὶς ἡ ἀνθρωπότης ἐναυάγησεν· ἅπαξ ἐν τῷ παραδείσῳ διὰ τῆς παραβάσεως, δεύτερον ἐν τῷ κατακλυσμῷ, τρίτον μετὰ τὸ δέξασθαι τὸν νόμον. 〈Νυχθήμερον.

νύκτα〉 λέγει ἐνταῦθα ὁ ἀπόστολος τὴν πρὸ τῆς Χριστοῦ παρουσίας ἐν τῇ σκοτεινῇ πλάνῃ διατριβήν, 〈ἡμέραν〉 δὲ τὴν μετὰ τοῦ Χριστοῦ παρουσίαν ἐν τῷ φωτεινῷ βαπτίσματι διαγωγήν. 2 Kor 12,1 〈Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι,〉 ἀντὶ τοῦ· καυχᾶσθαι δὲ ἄλλα παρὰ τὰ τῆς ἀσθενείας μου οὐ συμφέρει μοι. εἶπε γὰρ πρὸ μικροῦ· 〈εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι.〉 εἶτα θεὶς μεταξὺ τῆς ἀσθενείας παράδειγμα, ἐπάγει ἀποδιδοὺς πρὸς τὸ προειρημένον, οἷον· ἃ δὲ οὐκ ἔστιν ἀσθενείας ἀλλὰ μᾶλλον ὕψους καὶ δυνάμεως, ταῦτα, φησίν, οὐ συμφέρει μοι. πῶς οὖν φησι καὶ ταῦτα λέγων· οὐκ ἐβουλόμην; διὰ δὲ τὴν ὑμετέραν σωτηρίαν καὶ ἃ μὴ βούλομαι ἀναδέχομαι.

καὶ σκόπει πῶς πανσόφως διαιτᾷ· οὐ σιωπᾷ παντελῶς ἵνα ὠφελήσῃ, καὶ οὐ λέγει ἀνακεκαλυμμένως, ἀλλ᾽ ἓν καὶ τοῦτο συνεσκιασμένως ἵνα φύγῃ τὸ καυχᾶσθαι, καὶ τότε ἀνάγκης αὐτῷ τῆς ἀπὸ τῶν ψευδαποστόλων ἐπικειμένης, παιδεύων διὰ τούτου μηδὲν μέγα περὶ ἡμῶν αὐτοὺς λέγειν, κἂν ἀληθὲς ᾖ, εἰ μὴ ἐκ πολλῆς ἀνάγκης. 2 Kor 12,2—3 〈Τὸ εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα,〉 δεύτερον ἔφη, οὐχ ὡς ἄν τις οἰηθείη, περιττολογῶν καὶ ἐπὶ τῆς αὐτῆς ἁρπαγῆς ἄμφω τιθείς, ἀλλὰ τὸ μὲν τίθησιν ἐπὶ τῆς πρὸς οὐρανοὺς ἁρπαγῆς, τὸ δὲ πάλιν ἐπὶ τῆς ἐκεῖθεν ἁρπαγῆς τῆς εἰς τὸν παράδεισον, εἰ δὲ καὶ ἐπὶ τῆς αὐτῆς ἁρπαγῆς ἐτίθει, οὐκ ἂν ἦν τοῦτο περιττολογία· παράδοξον γὰρ καὶ ὑπερφυὲς ἀναγγέλλων πρᾶγμα τὸν τρόπον ἀγνοεῖν διατείνεται μετ᾽ ἐπιμονῆς. 〈Ἁρπαγέντα τὸν τοιοῦτον,〉 οὐχὶ ἕως τοῦ τρίτου τοῦ ὑπὲρ κεφαλῆς ἡμῶν ἀέρος, ὥς τινες ἐφαντάσθησαν, ἀλλ᾽ 〈ἕως τρίτου οὐρανοῦ.〉 2 Kor 12,6—7 Καλῶς φησιν· 〈οὐκ ἔσομαι ἄφρων·〉 οὐ γάρ ἐστιν ἄφρονος τὸ ἐπὶ σωτηρίᾳ καὶ ὠφελείᾳ ψυχῶν καὶ ἀνάγκης ἐπικειμένης τὴν παρὰ θεοῦ παρασχεθεῖσαν αὐτῷ χάριν ἀνακηρύττειν, μᾶλλον δὲ καὶ λίαν ἔμφρονος καὶ φιλανθρώπου τὸ παριδεῖν καὶ ὑποψίαν οἰήσεως ἕνεκεν σωτηρίας ἀνθρώπων.

Τὸ καὶ 〈τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων πρὸς τὸ ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις κυρίου〉 ἐξακουστέον. 〈Ἄγγελος〉 μὲν 〈σατᾶν〉 ὁ ὑπηρετούμενος τῷ ἀντικειμένῳ δαίμονι ἄνθρωπος, 〈σκόλοψ〉 δὲ οὓς οἱ τοιοῦτοι πειρασμοὺς αὐτῷ καὶ θλίψεις ἐπέφερον.