ἕστηκεν ἡ γῆ, οὐκ ἔχουσα τὸν ὑπερείδοντα βάρος ἄπειρον καὶ μηδὲ δυναμένη ἐπερείδεσθαι, ἐκκέχυται αὐτῇ τὸ ὕδωρ καὶ περικέχυται προσθήκῃ θαύματος· τοῦ τε γὰρ βάρους προσθήκην ποιεῖ καὶ εὐδιάλυτον καὶ πρὸς τὸ καταφέρεσθαι πολυπλάσιον τὸ αἴτιον, ἀλλ᾽ ὅμως ἀκίνητος ἕστηκεν, φωνῆς ἁπάσης λαμπρότερον τὴν κατέχουσαν ἀνακηρύττουσα δύναμιν. φέρει καρποὺς μυρίους, μυρίαις ἰδέαις ἐξαλλάττοντας, μυρίαις δυνάμεσι διαφέροντας, χρώμασι, μεγέθεσι, μία οὖσα, γῆ οὖσα. τρέφει ζῴων γένη ἄπειρα, ἥμερα, ἄγρια, ζῳοτόκα, ᾠοτόκα, ἄπειρον ἄλλην διαφορὰν καὶ ἀνομοιότητα κατὰ γένεσιν ἔχοντα, ἰοβόλα, ἀλεξιτήρια, ἕρποντα, ἱπτάμενα, βαδίζοντα, νηχόμενα. τί ἄν τις ἐπιχειροίη λέγειν τὰς διαφορὰς ὧν εἰς πέρας οὐ στήσεται; ἀλλὰ καιρῶν εὐτάκτους μεταβολάς, ἀλλ᾽ ὑετοὺς ἐτησίους, ἀλλὰ καὶ τὰ δοκοῦντα πάθη, σεισμούς, κεραυνούς, ἀλλ᾽ εἴ τι τούτων ἐπισκοπήσεις, εἰς τὸν δημιουργὸν παραπέμπει τὸν προσέχοντα· τί τὸ συνέχον; τί τὸ συγκρατοῦν; πῶς κυβερνᾶται; πῶς διασώζεται; ἔστιν ἄρα γνῶναι σαφῶς 〈ἀπὸ τῆς κτίσεως,〉 ὅτι ἔστι δημιουργός, ὅτι προνοητής, ὅτι παντοδύναμος, ὅτι ἀγαθός— ἀγαθοῦ γὰρ καὶ ἡ δημιουργία καὶ ἡ πρόνοια—, ὅτι ἀΐδιος· τῷ γὰρ παντοδυνάμῳ τίς ἐπιβουλεύσει; καὶ εἰ μὴ οὗτος ἀΐδιος, ὑπ᾽ ἄλλου πάντως ἀϊδίου καὶ συνέχεται καὶ προήχθη· καὶ τοῦτο ἐπάπειρον, ὥστε καὶ ἀΐδιος.