Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Ερμηνεία στα κεφάλαια 7 και 8: Η επαγγελία του Πνεύματος και ο έλεγχος των Ιουδαίων

Θεολογική προσέγγιση της επαγγελίας του Αγίου Πνεύματος, της θεοπρεπούς μαρτυρίας του Χριστού και της σκληροκαρδίας των Ιουδαίων απέναντι στην αλήθεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 4 από 9

Jo 7, 17 〈Ἐάν τις〉 ἐπιτρέψῃ ἑαυτὸν τῇ ἀρίστῃ πολιτείᾳ· τοῦτο γάρ ἐστιν 〈ποιεῖν τὸ θέλημα〉 τοῦ πατρός. αὐτίκα καὶ ἡ τῶν ὀρθῶν δογμάτων ἐπεισέρχεται θεωρία καὶ ἐπιγνώσεται καὶ τὴν ἐμὴν διδαχὴν πατρικὴν σοφίαν καὶ διδασκαλίαν εἶναι.

Jo 7, 19—20 Ὁ δεσπότης φησίν· 〈τί με ζητεῖτε ἀποκτεῖναι;〉 οἱ δὲ δέον δι᾽ ἡμερότητος καὶ ἐπιεικῶν λόγων ἀπολογήσασθαι, δι᾽ ὧν ἔδοξαν ἀρνεῖσθαι τὸν καθ᾽ αὑτῶν ἔστησαν ἔλεγχον· ἡ γὰρ μανιώδης αὐτῶν διὰ τῶν χειλέων προϊοῦσα ὕβρις τὴν ἐν τῇ καρδίᾳ σφαδάζουσαν ἐπὶ τὴν μιαιφονίαν ὁρμὴν αὐτῶν ἐθριάμβευσεν. 〈δαιμόνιον ἔχεις·〉 ὦ στόμα πλῆρες ὡς ἀληθῶς σατανικῶν ῥημάτων· τί γὰρ εἶπεν; οὐχ ὅπερ ὑμεῖς διὰ τῆς βλασφημίας τῆς ἀκράτου ἀπεκαλύψατε, ὅτι πρὸς μιαιφονίαν ἑτοιμάζεσθε; εἰ δὲ τῶν καρδιῶν τοῖς λογισμοῖς ἐμβατεύων ἀποκαλύπτει τὰ κρύφια, βλασφημεῖν χρὴ ἢ δι᾽ εὐφημίας ἄγειν καὶ σεβασμιότητος; ἀλλ᾽ ἐκεῖνοι μὲν ἐβλασφήμουν· ὁ δὲ δεσπότης οὐκέτι ἐλέγχει οὐδὲ ἐπιτιμᾷ αὐτοὺς καίτοι αὐτόθεν εἰπεῖν ἦν 〈τί με ζητεῖτε ἀποκτεῖναι〉 ὑμεῖς δηλονότι οἱ πρὸ τῆς πράξεως διὰ τῶν λόγων ταύτην προκαταγγέλλοντες, ἀλλὰ τὸν ἔλεγχον ἐάσας ἐπ᾽ ἄλλο ἔρχεται.

Jo 7, 22 〈Διὰ τοῦτο Μωυσῆς δέδωκεν ὑμῖν τὴν περιτομὴν καὶ ἐν σαββάτῳ〉 περιτέμνεσθε. 〈διὰ τοῦτο·〉 ποῖον· ἵνα ὅταν κἀμὲ 〈ἐν σαββάτῳ〉 βλέπητε ἰώμενον καὶ θεραπεύοντα, μὴ θορυβῆσθε μηδὲ ἀγριαίνησθε ἔχοντες οἴκοθεν καὶ ἐξ ἑαυτῶν παράδειγμα τὴν περιτομήν, ἥτις 〈ἐν σαββάτῳ〉 ὑμῖν ἐπιτέτραπται γίνεσθαι.

Jo 7, 23 〈Ὅλον ὑγιῆ ἐποίησα,〉 φησίν, 〈ὅλον,〉 καὶ ψυχὴν καὶ σῶμα· «ἴδε» γάρ, φησίν, «ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε». Jo 7, 28 〈Κἀμὲ οἴδατε. οἴδατέ με,〉 φησίν, ἂν ἄρα εὐγνωμονεῖν βούλοισθε. 〈πόθεν〉 δὲ ἠδύναντο εἰδέναι; ἀπὸ τῶν σημείων, ἀπὸ τῶν παραδόξων καὶ θεοπρεπῶν ἔργων. ὡσαύτως δὲ καὶ τὸ 〈οἴδατε πόθεν εἰμί.〉 τὸ δὲ 〈ὃν ὑμεῖς οὐκ οἴδατε,〉 ἀλλ᾽ ἀγνωμονοῦντες, φησίν, οὔτε ἐμὲ θέλετε εἰδέναι οὔτε τὸν ἀποστείλαντα πατέρα.

Jo 7, 38—39 〈Οὔπω γὰρ ἦν πνεῦμα〉 οὕτω δαψιλῶς δεδομένον τινί, ὥστε καὶ προφητεύειν καὶ γλώσσαις λαλεῖν καὶ διακρίνειν καὶ δυνάμεις ἐνεργεῖν καὶ διὰ τῆς τῶν χειρῶν ἐπιθέσεως καὶ ἄλλοις ταῦτα χορηγεῖν καὶ παρέχειν. διὸ καὶ ὁ δεσπότης τὸ πλῆθος καὶ μέγεθος τῶν χαρισμάτων δηλῶν ποταμοὺς αὐτὰ καλεῖ. οὐδεὶς οὖν οὔτε τῶν πάλαι προφητῶν ἦν οὔτε τῶν ἤδη παρόντων μαθητῶν τηλικούτων χαρισμάτων οὕτω λαβὼν ἀφθονίαν. ἐπεὶ οὖν καὶ οἱ προφῆται καὶ οἱ ἀπόστολοι μετεῖχον χάριτος πνευματικῆς δῆλον· οὐ γὰρ ἂν ἐνήργουν, ἃ ἐνήργουν τότε οἱ ἀπόστολοι σημεῖα, ἀλλὰ τῆς δαψιλείας καὶ ἀφθονίας καὶ τῆς ἀπειροδυνάμου τοῦ πνεύματος χάριτος οὔτε οἱ πάλαι προφῆται οὔτε οἱ μαθηταὶ ὑπῆρχον ἠξιωμένοι. τὸ οὖν 〈οὔπω γὰρ ἦν πνεῦμα〉 ἅγιον δεδομένον οὕτω φησίν· δαψιλῶς καὶ ἀφθόνως ὡς ἔμελλεν μετὰ ἀνάστασιν δίδοσθαι, ὅτε τοῖς μαθηταῖς ἐν εἴδει γλωσσῶν πυρίνων ἐπεφοίτησεν· ἢ σκοπητέον, εἰ μὴ ἁγίῳ τινὶ δυνάμει οἱ μαθηταὶ ἐπετέλουν, ἃ παραδόξως ἐτέλουν· τὸ γὰρ λέγειν τῇ παρὰ τοῦ Χριστοῦ ἐξουσίᾳ οὐκ οἶδα τί ἐστιν ἄλλο τοῦτο, εἰ μὴ πνευματικῶν χαρισμάτων χορηγία.

ἔστιν δὲ οἶμαι καὶ τοῦτο εἰπεῖν, ὅτι πρὸ τῆς ἐπιφοιτήσεως τοῦ πνεύματος τῆς γεγενημένης ἐμφανῶς ὀλίγοι τινὲς ἄνθρωποι τῆς τοιαύτης ἠξίωντο χάριτος ὥσπερ οἱ πάλαι προφῆται καὶ οἱ τοῦ Χριστοῦ ἀπόστολοι καὶ οὐδ᾽ οὗτοι κατ᾽ αἴσθησιν ἀδίστακτον ταύτην λαμβάνοντες, μετὰ δὲ τὴν ἀνάστασιν καὶ τὴν τοῦ παναγίου πνεύματος κατ᾽ αἴσθησιν ἐπιφοίτησιν οὐκ ὀλίγοι καὶ εὐαρίθμητοι, ἀλλ᾽ ἁπλῶς πᾶς ὁ 〈πιστεύων〉 πνευματικῶν χαρισμάτων ἠξίωτο. διὸ καὶ ὁ κύριος τοῦτο δεικνὺς ὁ 〈πιστεύων〉 φησίν, διὰ τοῦ ἄρθρου σύμπαντας περιλαμβάνων τοὺς πιστούς.

Jo 7, 39 Ποῖον 〈πνεῦμα οὔπω ἦν;〉 τῶν μυρίων καὶ ἀενάων χρισμάτων, ὧν ἐπλούτησαν οἱ ἀπόστολοι μετὰ τὴν διὰ γλωσσῶν ἐπιφοίτησιν καὶ διανομήν· εἰ γὰρ καὶ προφήταις ἐνεργεῖ τὸ 〈πνεῦμα,〉 ἀλλ᾽ οὐχ οὕτως ἀέναον, ἀλλ᾽ ἕν που ἢ δύο τῶν σημείων κατά τινος καιροῦ ἐνεργοῦντες ἐπαύοντο, οἱ δὲ ἀπόστολοι διὰ βίου τὰ τέρατα ἐπεδαψιλεύοντο ὥσπερ ἀπό τινος πηγῆς ἀειβλύστου προχέοντες τὰ θαυμάσια καὶ οὐ καθ᾽ ἓν εἶδος, ἀλλ᾽ ἅμα τε ξένοις ἐλάλουν γλώσσαις οἱ αὐτοὶ καὶ ἡρμήνευον ἀνιστάντες νεκροὺς καὶ προεφήτευον καὶ ἄλλα μυρία ὧν ἡ συνδρομὴ ἐπ᾽ οὐδενὸς ὤφθη τῶν προφητῶν καὶ οὔπω τὸ μεῖζον· οὐ γὰρ αὐτοὶ ἐθαυματούργουν, ἀλλὰ καὶ ἑτέρους τὰ ἴσα τερατουργεῖν ἐθεούργουν· ἡ γὰρ τοιαύτη τοῦ παναγίου πνεύματος δύναμις καὶ χάρις οὔπω ἦν ἀνθρώποις κεχαρισμένη.

Jo 8, 14 Ἐπειδὴ πρότερον ἀλλαχοῦ ἔφη, ὅτι «ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ» καὶ παρήγαγεν τὸν Ἰωάννην καὶ τῶν ἔργων τὸ ὑπὲρ ἄνθρωπον καὶ αὐτοῦ τοῦ πατρὸς τὴν διὰ τῆς φωνῆς καὶ τοῦ πνεύματος μαρτυρίαν, ἐπειδὴ ταῦτα ἐκεῖσέ φησιν, νῦν δεσποτικώτερον καὶ θεοπρεπέστερον αὐτοῖς ἀποκρίνεται ἀνακαλύπτων τὴν ἐξουσίαν καὶ θεότητα αὐτοῦ· οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἡ ἐμή, φησίν, μαρτυρία ὥσπερ ἡ ὑμετέρα, ἀλλὰ θεϊκὴ καὶ μηδὲ σκιὰν παραδεχομένη ψεύδους. κἀκεῖ μὲν μάρτυρας παράγει συγκαταβαίνων αὐτοῖς καὶ δι᾽ ὧν ἦν καὶ τοὺς φιλονείκους πείθεσθαι, δι᾽ ἐκείνων εἰς τὴν περὶ αὐτοῦ πίστιν ἐνάγων αὐτούς. ἐπειδὴ δὲ ἔτι ἐνέμενον τῇ ἀπιστίᾳ καὶ οὐδὲν αὐτοῖς ἡ πολλὴ συγκατάβασις ὤνησεν, ἅτε δὴ κατεχομένους ὑπὸ τῆς ἰδίας πωρώσεως, δεσποτικώτερον ἀποφαίνεται νῦν τὴν ἄνοιαν αὐτῶν ἐπιρραπίζων ὡς ἐξουσιαστής.

Jo 8, 19 Ἀντὶ τοῦ 〈οὔτε ἐμὲ〉 βούλεσθε εἰδέναι 〈οὔτε τὸν πατέρα μου· εἰ〉 γὰρ 〈ἐμὲ ᾔδειτε,〉 φησίν, βουλόμενοι μαθεῖν, ἔκ τε τῶν θεοσημείων, ὧν ἐπέδειξα ὑμῖν, ἔκ τε τῶν προφητικῶν χρησμῶν, 〈καὶ τὸν πατέρα μου〉 ἐγνώκετε ἄν. ἢ 〈οὔτε ἐμὲ οἴδατε,〉 δι᾽ ὧν τἀναντία τῆς ὀρθῆς πολιτείας αἱρεῖσθε, 〈οὔτε τὸν πατέρα μου·〉 τοῖς αὐτοῖς γὰρ ἐγώ τε κἀκεῖνος ἡδόμεθα.

Jo 8, 39—41 Οὐ γὰρ ὅτε τυπικῶς καὶ διὰ τῶν ἀγγελικῶν μορφώσεων τὴν τριάδα ὑπεδέξατο, τὸν μὲν ἐτίμησεν, τοῦ δὲ πρὸς μιαιφονίαν ἠρέθιστο, ἀλλ᾽ ὁμοτίμως τὸ σέβας τῇ τριαδικῇ κυριότητι ἀποδοὺς οὐδὲν τῆς ὁμοουσιότητος οὐδὲ κατὰ διάνοιαν ἐλυμήνατο οὐδὲ ἐστασίασεν τοὺς λογισμοὺς τὴν αὐτὴν ἐν τοῖς τρισὶν ἐξουσίαν βλέπων καὶ δύναμιν. διό φησιν· 〈τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν,〉 ὑμεῖς δὲ διότι λέγω καὶ εἶπον 〈ὑμῖν τὴν ἀλήθειαν,〉 ὅτι «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» δεικνὺς καὶ διδάσκων ὑμᾶς τὸ ὁμοούσιον πατρὸς καὶ ἐμοῦ, 〈ζητεῖτέ με ἀποκτεῖναι.〉 καὶ πάλιν ἐκεῖνος ὁρῶν ἐπὶ καταστροφῇ πόλεων, ἐν αἷς καὶ συγγενεῖς εἶχεν, πορευομένους τοὺς τυπικῶς καὶ εἰκονικῶς ἑωραθέντας ἀγγέλους οὐ διανέστη πρὸς ἀναίρεσιν, ἀλλ᾽ εἰς ἱκεσίαν μᾶλλον καὶ παράκλησιν καθῆκεν ἑαυτὸν καὶ τότε ὑπὲρ ἑτέρων. ὑμεῖς δὲ διότι ἐλέγχω ὑμᾶς, ἐφ᾽ οἷς ἁμαρτάνετε, καὶ διότι θέλω ἀπαλλάξαι ὑμᾶς τυραννίδος χρονίας καὶ κρίματος, πρὸς φόνον μᾶλλον ἀντὶ τῆς εὐχαριστίας ἀνερεθίζεσθε. 〈τοῦτο δὲ Ἀβραὰμ οὐκ ἐποίησεν.〉 ὥστε οὐδὲ 〈τέκνα〉 αὐτοῦ 〈ἐστε,〉 ὅτι μηδὲ 〈τὰ ἔργα〉 αὐτοῦ μιμεῖσθε.

Jo 8, 44—49 Ἀποροῦσί τινες λέγοντες· τίς ἐστιν ὁ 〈τοῦ διαβόλου πατήρ,〉 οὗ καὶ τέκνα ἔφησεν ὁ δεσπότης εἶναι τοὺς Ἰουδαίους; καὶ πρῶτον μὲν ἔνιοί φασιν, ὅτι τὴν ἀπορίαν ἡ σύγχυσις τῆς ἀναγνώσεως ποιεῖ· ἐπειδὴ γὰρ εἶπον οἱ Ἰουδαῖοι, ὅτι «πατέρα ἔχομεν τὸν θεὸν» καὶ ἔφη ὁ δεσπότης πρὸς αὐτούς· «εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν» καὶ ἑξῆς, ἐπειδὴ ταῦτά φησιν ὁ δεσπότης καὶ παντελῶς ἔδειξεν αὐτοὺς ἠλλοτριωμένους, ὅπερ εἰώθαμεν λέγειν ἐπὶ τῶν σφόδρα διεστηκότων, ἐπάγει· 〈ὑμεῖς〉 οἱ τοιοῦτοι καὶ τηλικοῦτοι τὴν μοχθηρίαν 〈ἐκ τοῦ πατρός;〉 μὴ γένοιτο, 〈ἐκ τοῦ διαβόλου ἐστὲ〉 καὶ ἑξῆς, ἵνα ᾖ στιγμῆς φησι μεταξὺ κειμένης 〈τοῦ πατρὸς〉 καὶ 〈τοῦ διαβόλου〉—τὸ μὲν σὺν ἐρωτήσει ἐπιτίμησις, τὸ δὲ τελείως ἀπόφασις—, ἀλλ᾽ ἐνεχώρει τάχα τοῦτον προχωρῆσαι τὸν νοῦν, εἰ μὴ μετ᾽ ὀλίγον πάλιν ἐπήγαγεν λέγων· 〈ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστίν,〉 εἶτα 〈καὶ ὁ πατὴρ αὐτοῦ·〉 ἐνταῦθα γὰρ οὔτε στιγμήν ἐστι σοφίσασθαι οὔτε τὴν ἀνάγνωσιν αἰτιάσασθαι.

διό φασίν τινες, ὅτι πατέρα 〈διαβόλου〉 τὸν ἐν ὑπερβολῇ πονηρίας ζῶντα ἔφησεν, ὃς καὶ διὰ παντὸς τοῦ βίου, δι᾽ ὧν πράττει καὶ πονηρεύεται, πληθύνει καὶ γεωργεῖ καὶ παιδοποιεῖ τὸν διάβολον καὶ τίκτει αὐτὸν ὥσπερ ἐκ τοῦ ἐναντίου καὶ ἐν ταῖς ᾠδαῖς λέγεται πνεῦμα τίκτειν ὁ σπουδαῖος καὶ τὸ θέλημα τοῦ παρακλήτου πληθύνων καὶ τίκτων ἐν ἑαυτῷ· «διὰ» γὰρ «τὸν φόβον σου», φησίν, «κύριε ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν» καὶ ἑξῆς. δι᾽ ὧν γοῦν, φησίν, πράττουσιν οἱ Ἰουδαῖοι, ἐκ τοιούτου παμπονήρου δεικνύουσιν ἑαυτοὺς τεχθῆναι, ἐξ οὗπερ καὶ ὁ διάβολος πληθύνεται καὶ ἀποτίκτεται. ἄλλοι δέ φασιν οἰκειότερον οἶμαι, ὅτι ὁ ἀντίχριστος, ὅταν μέλλῃ ἔρχεσθαι, ὅς ἐστι καὶ διάβολος, ἀνθρώπινον ὄργανον ἄξιον τῆς αὐτοῦ κακουργίας εὑρὼν δι᾽ αὐτοῦ πράξει, ἅπερ ἂν καὶ συγχωρηθείη τερατεύσασθαι. δῆλον δ᾽ ὅτι ὁ τοιοῦτος τρισάθλιος ἄνθρωπος, ἐν ᾧ οἰκήσει ὁ διάβολος, καὶ ὃς χρηματίσει ἀντίχριστος, ἐκ τοιούτου φύσεται μιαρωτάτου πατρός, ὅς ἐστιν ἄξιος τοιοῦτον παῖδα φῦναι ὅλην χωρῆσαι δυνάμενον τὴν ἐνέργειαν τοῦ σατανᾶ.

ὑμεῖς οὖν, φησίν, ἐξ ὧν μιαιφονεῖτε καὶ ἐξ ὧν τῷ ψεύδει μᾶλλον ἢ τῇ παρ᾽ ἐμοῦ κηρυττομένῃ ἀληθείᾳ προσέχετε, δεικνύετε ἑαυτοὺς ἀξίους εἶναι «τέκνα» οὐχὶ «τοῦ Ἀβραάμ», ἀλλὰ τοιούτου 〈πατρός,〉 ἐξ οὗ ἂν ἀποτεχθείη ὁ διάβολος, ἤτοι ὁ ἄνθρωπος ἐν ᾧ πᾶσαν αὐτοῦ τὴν ἐνέργειαν κενώσει καὶ ἐν αὐτῷ κατοικήσει ὁ διάβολος. οἱ δὲ καὶ οὕτω φασίν. δῆλον, φησίν, ὅτι οἱ Ἰουδαῖοι «κατὰ σάρκα» «σπέρμα Ἀβραάμ» εἰσιν, ὥστε ὅταν αὐτοῖς ὁ δεσπότης λέγῃ μὴ εἶναι «τέκνα τοῦ Ἀβραὰμ» οὐχὶ «κατὰ σάρκα» λέγει αὐτοὺς μὴ εἶναι «τέκνα» αὐτοῦ, ἀλλὰ «κατὰ πνεῦμα», ὅτι τὰ ὅμοια ἐκείνῳ οὐ διεπράττοντο. καὶ ὅτε λέγει «τέκνα» 〈τοῦ πατρὸς τοῦ διαβόλου,〉 οὐ «κατὰ σάρκα» τοῦτό φησιν, ἀλλὰ καθ᾽ ὃ τὰς πονηρὰς ἐνεργαζόμενοι πράξεις τὴν πρὸς τὸν διάβολον συνάπτουσιν οἰκειότητα, ὅτι, φησίν, ὡς ἀδελφῷ καὶ φίλῳ ἀνάκεισθε τῷ διαβόλῳ καὶ οὕτως οἰκειοποιεῖσθε αὐτὸν ὡσανεὶ τὸν αὐτὸν πατέρα λαχόντες ἦτε καὶ ἐκ τοῦ αὐτοῦ φύντες σπέρματος, ὥστε εἰκότως ὑμᾶς «τέκνα» 〈τοῦ πατρὸς τοῦ διαβόλου〉 καλέσει καὶ ἀδελφοὺς αὐτοῦ ἐκείνου· ἐπὶ τοσοῦτον γὰρ ὑμῖν τὰ τῆς μιαιφονίας καὶ παρανομίας ἐπήσκηται. τὸ δὲ 〈ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ καὶ ὁ πατὴρ αὐτοῦ, καὶ ὁ πατὴρ αὐτοῦ,〉 φησίν, ὃν ὑμεῖς ἑαυτοῖς ἐπεγράφεσθε, εἴπερ ἦν καθ᾽ ὑπόστασιν τοιοῦτος ἂν ἦν.

ἄλλοι δέ φασιν, ὅτι οὐ λέγει ὅλως πατέρα ἕτερον 〈διαβόλου〉 ἐνταῦθα, ἀλλὰ τὸν αὐτόν, φησίν, καὶ πατέρα καὶ διάβολον λέγει. διάβολον μέν, ὅπερ ἐστίν, πατέρα δὲ τῶν Ἰουδαίων δι᾽ ὧν αὐτὸν τοῖς ἔργοις οἰκειοποιήσαντο. καὶ τὰ ἐπαγόμενα δέ, φασίν, τοῦτο σαφῶς δείκνυσιν· 〈ἐκεῖνος〉 γάρ, φησίν, 〈ἀνθρωποκτόνος ἦν ἀπ᾽ ἀρχῆς καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν, ὅτι ἀλήθεια οὐκ ἔστιν ἐν αὐτῷ.〉 καὶ τίς ἐστιν ἄλλος, φησίν, τοιοῦτος, εἰ μὴ αὐτὸς ὁ διάβολος; πῶς οὖν, φησίν, τὸ ὁ 〈πατὴρ αὐτοῦ〉 ἐπαγόμενον νοήσωμεν; καλῶς καὶ ἀκολούθως· ἐπειδὴ γὰρ εἶπεν περὶ 〈τοῦ διαβόλου〉 ἃ εἶπεν καὶ ὅτι 〈ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν,〉 εἶτα λέγει καὶ περὶ τοῦ οἰκειοποιήσαντος αὐτὸν πατέρα, ὅτι κἀκεῖνος 〈ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ.〉 καὶ πῶς γέγονεν ἴδιον 〈τὸ ψεῦδος〉 τοῦ λαλοῦντος αὐτὸ παριστὰς ἐπήγαγεν· 〈ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ.〉 πατρικόν ἐστιν, φησίν, 〈τὸ ψεῦδος, τοῦ διαβόλου〉 ἐστίν. διὰ τοῦτο λέγω ἴδιον αὐτὸ καὶ τοῦ υἱοῦ 〈αὐτοῦ〉 εἶναι. ἀλλὰ πῶς, φασίν, προχωρήσει τὸ 〈ἐκ τοῦ πατρὸς τοῦ διαβόλου;〉 οὐδὲν δύσκολον, ἀλλὰ καταλλήλως· 〈ὑμεῖς ἐκ τοῦ πατρός ἐστε,〉 φησίν· ποίου; 〈τοῦ διαβόλου·〉 ἵνα μὴ ᾖ 〈τοῦ πατρὸς〉 σχέσιν πρὸς τὸν διάβολον, ἀλλὰ πρὸς αὐτοὺς τοὺς Ἰουδαίους δηλοῦν· τοῦτο γὰρ καὶ ἐβούλετο δηλοῦν ὁ Χριστός, οὐχ ὅτι πατέρα ἔχει ὁ διάβολος, ἀλλ᾽ ὅτι αὐτοὶ τὸν διάβολον ἐκτήσαντο πατέρα.

ἐπεὶ κἀκεῖνοί ποτε μὲν τὸν Ἀβραάμ, ποτὲ δὲ τὸν θεὸν ἐμεγαλαύχουν, τὴν οὖν ἀπόνοιαν αὐτῶν καὶ μεγαλορρημοσύνην σφοδρῶς καταβάλλων 〈ὑμεῖς ἐκ τοῦ πατρός ἐστε,〉 φησίν· τίνος; 〈τοῦ διαβόλου·〉 ἐκείνῳ δὲ ἑαυτοὺς υἱοθετήσαντες μάτην εἰς τὸν Ἀβραὰμ καὶ εἰς τὸν θεὸν ἐνσεμνύνεσθε. καί μοι δοκεῖ τῶν ἄλλων μᾶλλον προσφυεστέρα εἶναι ἡ ἐξήγησις. ἀλλὰ 〈τιμῶ τὸν πατέρα〉 λέγων ὑμᾶς τοὺς μιαιφόνους μὴ εἶναι ἀξίους τοῦ καλεῖσθαι αὐτοῦ «τέκνα»· ἡ γὰρ τῶν τέκνων κακία πατρός ἐστιν ἀτιμία.