Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Ερμηνεία στα κεφάλαια 9 έως 11: Η θεραπεία του τυφλού, ο καλός ποιμένας και η έγερση του Λαζάρου

Υπομνηματισμός των μεγάλων θαυμάτων που φανερώνουν τη δημιουργική εξουσία του Λόγου, της παραβολής της θύρας και του ποιμένα, και των αδιάβλητων παθών του Χριστού στη Βηθανία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 5 από 9

Jo 8, 55 Τοσοῦτον ἐμοὶ προσήκει τὸ εἰδέναι τὸν πατέρα, δι᾽ ὧν τὰ ἴσα αὐτῷ ποιῶ, ὅσον ὑμῖν, δι᾽ ὧν ἀπ᾽ ἐναντίας τῶν θελημάτων αὐτοῦ πράττετε, τὸ μὴ εἰδέναι 〈αὐτὸν〉 θεόν. ὥσπερ οὖν ὑμεῖς λέγοντες, ὅτι γινώσκετε 〈αὐτόν,〉 ψεύδεσθε καὶ ψεῦσταί ἐστε, οὕτως ἦν ἂν κἀγὼ 〈ψεύστης ὅμοιος〉 ὑμῶν, εἰ ἔλεγον μὴ εἰδέναι 〈αὐτόν·〉 ἡ γὰρ ἰσότης τῶν ἔργων τὴν τῆς φύσεως ἰσοτιμίαν παριστᾶσα καὶ τὴν γνῶσιν θαυμαστικὴν ἡλίκην μαρτυρεῖ. αὐτὸς δὲ οὐ τὴν ἰσότητα νῦν τῶν ἔργων εἰσάγει διὰ τὴν ἀπόνοιαν αὐτῶν, ἀλλὰ ταπεινὰ φθέγγεται ψυχαγωγῶν καὶ ἕλκων αὐτούς· 〈οἶδα〉 γὰρ 〈αὐτόν,〉 φησίν, ὅτι 〈τὸν λόγον αὐτοῦ τηρῶ.〉 Jo 9, 2—3 Οἷον 〈οὗτος,〉 φασίν, 〈τυφλὸς〉 ἐγεννήθη; τί ἄν τις εἶποι περὶ αὐτοῦ, ὅτι διὰ τὰς ἁμαρτίας αὐτοῦ 〈τυφλὸς〉 ἐγεννήθη; ἀλλὰ ἀδύνατον τοῦτο· πῶς γὰρ ἄν τις ἁμάρτοι πρὶν ὅλως ὑπάρξαι; ἀλλὰ διὰ τὰς τῶν τεκόντων ἁμαρτίας ὑπέστη τὸ πάθος· ἀλλ᾽ ὁμοίως ἄτοπον ἑτέρων ἡμαρτηκότων ἕτερον παρέχειν τὰς εὐθύνας. διὸ καὶ ὁ δεσπότης φησίν· 〈οὔτε οὗτος ἥμαρτεν〉 καὶ διὰ τοῦτο ἐγεννήθη 〈τυφλός〉 (ἀδύνατον γὰρ ὅλως τοῦτο). οὔτε πάλιν διὰ τεκόντων ἁμαρτίας 〈οὗτος〉 ἐγεννήθη 〈τυφλός·〉 ἀνάξιον γὰρ τοῦτο τῆς τοῦ θεοῦ δικαιοκρισίας καὶ φιλανθρωπίας.

ὁ δὲ λόγος ὁ ἐπὶ τοῦ τυφλοῦ εἰρημένος καὶ καθολικός ἐστιν ἐπὶ πάντων τῶν μετά τινος πάθους ἐκ μήτρας προερχομένων· οὐδεὶς γὰρ τούτων τῶν λελωβημένων οὐδὲ διὰ τὰς τῶν τεκόντων ἁμαρτίας σεσίνωται, πολλῷ δὲ μᾶλλον οὐδὲ διὰ τὰς ἰδίας· πῶς γὰρ ἄν τις καὶ ἁμάρτοι μήπω τοῦ εἶναι μετασχών; γίνονται δὲ τὰ τοιαῦτα πάθη τοῖς τικτομένοις διά τινας ἀρρήτους καὶ ὑπερφυεῖς λόγους, οὓς ὁ πλάστης μόνος ἐπίσταται.

Jo 9, 4 〈Ἕως ἡμέρα ἐστὶν〉 ἐργάζεται ὁ δεσπότης τὰ σημεῖα, τοῦτ᾽ ἔστι 〈ἕως〉 ὁ παρὼν ἐνέστηκεν βίος, ἵνα καὶ ἡμεῖς ἐργαζώμεθα, τοῦτ᾽ ἔστιν τὴν εἰς αὐτὸν καρποφορῶμεν πίστιν· καὶ γὰρ δι᾽ ἡμᾶς ἔπραττεν τὰ σημεῖα, ἵνα πιστεύσωμεν εἰς αὐτὸν «καὶ πιστεύοντες» σωθῶμεν. 〈ἔρχεται〉 δὲ 〈νύξ,〉 ἡ κατάπαυσις τῶν ἔργων, ἡ μέλλουσα ἡμέρα, ἐν ᾗ οὐκ ἔστι οὐδὲ τὸν δεσπότην εἰς τὸ πιστεῦσαι ἡμᾶς σημεῖα ποιεῖν· αὐτοὶ γὰρ πεισόμεθα καὶ χωρὶς ἄλλου σημείου αὐτὸν εἶναι τὸν ἁπάντων δεσπότην καὶ κριτήν, ὥστε περιττὰ τότε τὰ σημεῖα. διὸ οὐδὲ ὁ δεσπότης αὐτὰ τότε ἐργάσεται, ἀλλ᾽ οὐδὲ ἡμεῖς τι τότε δυνησόμεθα ἐργάσασθαι· οὐ γάρ ἐστιν ὁ καιρὸς ἐργασίας καὶ πίστεως, ἀλλὰ μισθαποδοσίας καὶ κρίσεως.

Jo 9, 6—7 〈Ἐπέχρισε τὸν πηλόν,〉 ἵνα δείξῃ, ὅτι αὐτός ἐστιν ὁ καὶ τὸν Ἀδὰμ δημιουργήσας ἀπὸ πηλοῦ. ἀπονίψασθαι δὲ κελεύει 〈τὸν πηλὸν〉 δεικνύς, ὅτι καὶ χωρὶς τῆς ὕλης ἠδύνατο πλάττειν τοὺς ὀφθαλμοὺς καὶ ὅτι δι᾽ οὐδὲν ἄλλο παρελήφθη ὁ πηλὸς ἢ ὅπερ εἴρηται, ἵνα λίαν παραστήσῃ, ὅτι αὐτὸς ἔπλασεν καὶ τὸν Ἀδὰμ ἀπὸ πηλοῦ. ἔτι δὲ ἀπονίψασθαι κελεύει 〈τὸν πηλόν,〉 ἵνα μὴ τοῖς ἀπίστοις καὶ κακογνώμοσιν Ἰουδαίοις εἰς διαβολὴν τοῦ θαύματος πρόφασις γένηται ὁ πηλὸς ὡς τῆς γῆς ἐχούσης δύναμίν τινα φυσικὴν εἰς διάπλασιν ὀφθαλμῶν. πτύει δὲ καὶ οὕτω κατασκευάζει 〈τὸν πηλόν,〉 ἀλλ᾽ οὐχὶ ἑτέρῳ ὕδατι διαζυμοῖ τὴν γῆν, ἵνα μὴ δόξῃ αὐτοῖς μηδὲν ἀντεισενεγκεῖν τῷ θαύματι, ἀλλ᾽ ὅλον εἶναι τοῦ πηλοῦ καὶ τοῦ ἐν τῷ 〈Σιλωὰμ〉 ὕδατος· πᾶσαν οὖν ἀπολογίαν ἀναιρῶν καὶ πονηρίαν περικόπτων καὶ 〈πηλὸν〉 ποιεῖ καὶ ἀπονίψασθαι κελεύει καὶ διὰ 〈τοῦ πτύσματος〉 ποιεῖ καὶ οὕτως ὑφιστᾷ καὶ διαπλάττει τὴν φύσιν τῶν ὀφθαλμῶν.

Jo 9, 15 Σημείωσαι τί λέγει ἐνταῦθα· τὸ γὰρ εὐαγγέλιον γράφει, ὅτι 〈ἠρώτων αὐτὸν οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν.〉 τὸ δὲ «πῶς ἠνεῴχθησάν σου οἱ ὀφθαλμοὶ» οὐχ οἱ Φαρισαῖοι, ἀλλὰ πρὸ τούτων τὸ πλῆθος ἠρώτησεν οὕτως. εἶτα ἤγαγον «αὐτὸν καὶ πρὸς τοὺς Φαρισαίους», ὅτε ἐκεῖνοι ἠρώτησαν 〈πῶς ἀνέβλεψεν.〉 Jo 9, 41 〈Εἰ〉 γὰρ μὴ ἐβλέπετε, φησίν, καὶ τοὺς οἰκείους ὀφθαλμοὺς 〈εἴχετε〉 τῶν τελουμένων θαυμάτων μάρτυρας, κουφότερον ἂν ὑμῖν τὸ κατάκριμα ἐπεγράφετο· 〈νῦν δὲ〉 βλέποντες ἀναπολογήτους ἑαυτοὺς παριστάνετε. αὐτὸς δέ φησιν· 〈νῦν δὲ λέγετε ὅτι βλέπομεν〉 δηλονότι αὐτοὶ μὲν λέγουσιν, 〈ὅτι〉 βλέπουσιν, τῇ δὲ ἀληθείᾳ οὐ βλέπουσιν· πῶς γὰρ ἔστιν ἀληθῶς βλέπειν, ὅταν τινὲς ὁρῶντες τυφλῶν ὀφθαλμοὺς ἀνοιγομένους, λεπροὺς καθαιρομένους, δαιμόνια διωκόμενα οὐ μόνον οὐ πιστεύουσιν, ἀλλὰ καὶ βλασφημοῦσιν· τοῦτο γὰρ οὐκ ἔστι βλέπειν, ἀλλὰ πολλῷ χεῖρον τῶν τυφλωττόντων διακεῖσθαι.

Jo 10, 7 〈Θύρα〉 μὲν εἰκότως ἂν εἴη ἡ παλαιὰ γραφή· δι᾽ αὐτῆς γὰρ εἰσάγεταί τις εἰς τὴν ἐπίγνωσιν τοῦ Χριστοῦ καὶ τὴν τήρησιν τῶν νομικῶν ἐντολῶν. 〈θύρα〉 δὲ μᾶλλον ἔτι ἂν εἴη ὁ Χριστὸς καὶ τὸ εὐαγγέλιον αὐτοῦ· δι᾽ αὐτοῦ γὰρ εἰς τὴν ἀκριβεστάτην θεογνωσίαν ἔστιν εἰσελθεῖν καὶ τὴν τῶν ἀρετῶν κατορθῶσαι τελειότητα. εἰσῆλθεν οὖν «διὰ τῆς θύρας» ὡς ἄνθρωπος καὶ «ποιμὴν» ὁ Χριστὸς ἀνοίξαντος αὐτῷ τὸν πλοῦτον τῆς αὐλῆς εἴτε τοῦ Μωυσέως ὡς ὑπηρετουμένου εἴτε τοῦ πατρὸς ὡς συνευδοκοῦντος· ἀπ᾽ ἐμαυτοῦ γάρ, φησίν, οὐδὲν ποιῶ. καὶ διὰ τῆς τῶν γραφῶν διδασκαλίας πολλὰ συνήγαγεν πρόβατα. πάλιν αὐτὸς γέγονεν 〈θύρα〉 τῆς καινῆς καὶ οἱ δι᾽ αὐτοῦ εἰσιόντες καὶ τῆς εὐαγγελικῆς διδαχῆς αὐτοῦ καὶ ποιμένες ἀποκαθίστανται καὶ τὴν 〈τῶν〉 λογικῶν 〈προβάτων〉 ἀγέλην πληθύνουσιν.

Jo 10, 14 〈Γινώσκω τὰ ἐμὰ τοῦτ᾽〉 ἔστιν φρουρῶ καὶ περιέπω καὶ πάντα εἰς τὴν αὐτῶν σωτηρίαν πράττω. διὰ τί δέ; ἢ δηλονότι διὰ τὸ ἄφατον ἔλεος αὐτοῦ καὶ τὴν ἀνεξιχνίαστον φιλανθρωπίαν. αὐτὸς δὲ καὶ τὴν αἰτίαν τοῦ γινώσκεσθαι ἡμᾶς ὑπ᾽ αὐτοῦ διὰ πολλὴν ἀγαθότητα καὶ ἡμῖν ἀνατίθησι καὶ ἅμα μὲν ἐπαίρων καὶ ψυχαγωγῶν, ἅμα δὲ δεικνύς, ὅτι δεῖ τὸν μέλλοντα τῆς ἄνωθεν ἀπολαύειν ῥοπῆς μὴ ἀργὸν μηδὲ ἀναπεπταμένον εἶναι, ἀλλ᾽ ἐγρηγορέναι τε καὶ ἐπιγινώσκειν διὰ τῶν ἔργων καὶ τῆς σπουδῆς καὶ τῆς πίστεως τὸν εὐεργέτην. διό φησιν· 〈γινώσκω τὰ ἐμὰ ὅτι καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. γινώσκω〉 μέν, ὡς εἴρηται, ἀντὶ τοῦ φρουρῶ καὶ περιέπω, 〈γινώσκομαι〉 δὲ οἷον ἐπιγινώσκομαι ὑπ᾽ αὐτῶν, ὅτι δημιουργὸς καὶ δεσπότης καὶ τὴν ὀφειλομένην παρὰ πιστῶν θεραπόντων κατατίθενται λατρείαν.

Jo 10, 14—15 Ὅρα γνώσεως διαφορὰν καὶ διάφορον τοῦ ὀνόματος σημασίαν. 〈γινώσκω τὰ ἐμά, γινώσκομαι ὑπὸ τῶν ἐμῶν,〉 ἄλλο καὶ ἄλλο σημαινόμενον γνώσεως. τοιοῦτον καὶ τὸ «ἵνα γινώσκωσιν σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν», πάλιν 〈καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα·〉 ἐνταῦθα γὰρ τὴν κατάληψιν καὶ ἐπιστήμην δηλοῖ, τὸ δὲ 〈καθὼς〉 τὸ ἀπαράλλακτον καὶ κατὰ πάντα ὅμοιον τῆς πατρικῆς καὶ τῆς τοῦ υἱοῦ γνώσεως δηλοῖ. ὁ 〈πατὴρ γινώσκει〉 τὸν υἱὸν ὡς ὁμοούσιος ὁμοούσιον καὶ ὁ υἱὸς ὡσαύτως 〈γινώσκει τὸν πατέρα〉 ὡς ὁμοούσιον ὁμοούσιος. καὶ ἄλλα δὲ πλεῖστά ἐστι τοῦ τῆς γνώσεως ὀνόματος συνιδεῖν ἐν τῇ θείᾳ γραφῇ τὰ σημαινόμενα. ἐπειδὴ δὲ εἶπεν 〈τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων〉 καὶ ὅτι 〈ποιμήν〉 ἐστι καὶ τοιαῦτά τινα περὶ αὐτοῦ ταπεινὰ καὶ ἀνθρώπινα, ἵνα μὴ ὁ ἀσθενὴς ἀκροατὴς καταπέσῃ ἢ ὁ κακοῦργος ἀφορμὴν λάβῃ πονηρίας, ἐπὶ τὸ ὑψηλὸν πάλιν ἀνατρέχει καί φησιν· 〈καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα,〉 οἷον οὐκ ἐπειδὴ ταπεινά, φησίν, εἶπον, ἐλάττω ἔχω τοῦ πατρός· εἶτα 〈καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων〉 τοῦτ᾽ ἔστιν οὐκ ἐπειδὴ δὲ πάλιν τὰ ὑψηλὰ καὶ θεοπρεπῆ εἶπον καὶ ἴσον ἔδειξα τῷ πατρὶ ἐμαυτόν, διὰ τοῦτο ἀφίσταμαι τῶν ταπεινῶν καὶ φεύγω τὸ πάθος, ὃ ἑκὼν ὑφίστασθαι μέλλω, ἀλλὰ καὶ ὅτι θεός εἰμι δεικνύω καὶ τὴν οἰκονομίαν οὐκ ἀθετῶ.

διὸ 〈καὶ τὴν ψυχήν μου,〉 φησίν, 〈τίθημι ὑπὲρ τῶν προβάτων.〉 Jo 10, 25—31 Ἐρωτηθεὶς τότε μὲν εὐθέως οὐκ εἶπεν, ἀλλ᾽ ἤλεγξεν τὴν πονηρίαν. εἶτα μετὰ τὸ ἐλέγξαι καὶ προκαταρτίσαι καὶ προμαλάξαι αὐτοὺς ὅσον τὸ εἰς αὐτόν, φησίν, ἐρωτᾶτε, ἵνα ὑμῖν εἴπω 〈ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.〉 οἱ δὲ οὐ μόνον οὐδὲν ἐβελτιώθησαν μαθόντες ὅπερ ζητεῖν ἐδόκουν, ἀλλὰ καὶ λίθοις αὐτὸν βάλλειν ἐπεχείρησαν.

Jo 11, 18 Τί λέγει; ὁ γὰρ εὐαγγελιστὴς τὴν Βηθανίαν ἀπὸ 〈τῶν Ἱεροσολύμων δεκαπέντε〉 στάδια ἀπέχειν λέγει, οὐ τὸν τόπον, ἔνθα διέτριβεν ὁ Χριστὸς πρὸς τὴν Βηθανίαν. Jo 11, 32 Καὶ διὰ τὸ ἤδη ταῦτα προειρῆσθαι τῇ ἀδελφῇ καὶ εἰδέναι, ὅτι πάντως ἐκείνη πάντα, ἃ ἤκουσεν, ἀπήγγειλεν τῇ ἀδελφῇ.

Jo 11, 33—38 Εἰ τὸ 〈ἐνεβριμήσατο τῷ πνεύματι〉 ἐπετίμησεν τῷ πάθει σημαίνει, πῶς ἐπάγει 〈καὶ ἐτάραξεν ἑαυτὸν〉 καὶ 〈πάλιν Ἰησοῦς οὖν ἐμβριμώμενος ἐν ἑαυτῷ;〉 τί ποτ᾽ οὖν ἐστι τὸ 〈ἐνεβριμήσατο〉 καὶ 〈ἐμβριμώμενος;〉 ἢ καλῶς εἴρηται τὸ ἐπετίμησεν σημαίνειν· εἰ γὰρ καὶ ἐπάγει τὸ 〈καὶ ἐτάραξεν ἑαυτόν,〉 οὐκ ἔστι τοῦτο μαχόμενον· 〈ἐνεβριμήσατο〉 μὲν γάρ, ὥστε μὴ πέρα τοῦ μέτρου πρὸς τὸ τῆς λύπης πάθος ἐξενεχθῆναι. ὅμως δὲ ἐνέδωκεν τῇ φύσει διὰ τῆς ταραχῆς μηνῦσαι τὸ πάθος. καὶ ἣν συμπάθειαν πρὸς τὸν τετελευτηκότα ἐφύλαττεν, διὸ καὶ 〈ἐδάκρυσεν.〉 ἀλλ᾽ 〈ἐδάκρυσε〉 μέν, οὐκ εἰς θρῆνον δὲ ἀπηνέχθη. καὶ ἵνα μὴ τοῦτο οἷα τὰ ἀνθρώπινα γένηται—ἀπὸ γὰρ τοῦ δακρύειν καὶ εἰς τὸ θρηνεῖν ὑποσύρονται—πάλιν 〈ἐνεβριμήσατο·〉 φησὶν γάρ· 〈Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος,〉 τοῦτ᾽ ἔστι πάλιν ἐπιτιμῶν τῷ πάθει, ὃ ἐνδέδωκεν ἐπιδείξασθαι τὴν φύσιν διὰ τοῦ δακρῦσαι. τούτῳ οὖν ἐπιτιμῶν, ὥστε μὴ προαχθῆναι ἐπὶ πλέον, 〈ἔρχεται εἰς τὸ μνημεῖον.〉 καλῶς δὲ 〈ἐν ἑαυτῷ〉 φησιν· οὐ γὰρ λόγοις ἐπετίμα, ἀλλὰ τοῖς λογισμοῖς ἀνεῖργε τὸ πάθος. διὸ καὶ πρὸ μικροῦ 〈ἐνεβριμήσατό〉 φησιν. πῶς; 〈τῷ πνεύματι;〉 τοῦτ᾽ ἔστιν οὐ προφέρων διὰ χειλέων τὴν ἐπιτίμησιν, ἀλλὰ κατὰ διάνοιαν καὶ ἐν 〈τῷ πνεύματι〉 ταύτην ποιούμενος, ὅπερ ἴσον ἐστὶ τῷ 〈ἐν ἑαυτῷ ἐμβριμώμενος.

ἐνεμβριμήσατο〉 δὲ 〈τῷ πνεύματι.〉 ἐπειδὴ ἰδὼν κλαίοντας τοὺς περὶ Μαρίαν εἰς συμπάθειαν ὡς ἄνθρωπος καὶ φιλάνθρωπος ἐκλίθη. ἐπεὶ οὖν οὐκ ἔδει τὸν ἐπὶ σωτηρίᾳ καὶ ἀναστάσει τοῦ τεθνηκότος παραγενόμενον καὶ τοῖς ἄλλοις ὡς παραμυθίαν καὶ λύσιν τῆς λύπης γενησόμενον ἐν τῷ τῆς λύπης πάθει κατέχεσθαι, διὰ τοῦτο ἐπιτιμᾷ καὶ κωλύει τὴν ἀνθρωπίνην φύσιν εἰς θρῆνον κατενεχθῆναι, ἀλλ᾽ ἐνδίδωσι μὲν ἐπὶ βραχὺ ἀληθεστάτην τὴν ἐνανθρώπησιν δεικνύς, ἀναστέλλει δὲ πάλιν εὐθὺς ἅμα μὲν ἡμᾶς παιδεύων μὴ ὀλοφύρεσθαι ἐπὶ τοῖς τελευτῶσιν, ἅμα δὲ τὸ μέγεθος προϋπογράφων τῆς μελλούσης 〈ἀναστάσεως〉.