Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Υπόμνημα στα κεφάλαια 18-20: Εκκλησιαστικό ήθος, πλούτος και ταπείνωση

Οδηγίες και συμβουλές του Χριστού για τη διόρθωση του αδελφού, την αντιμετώπιση του πλούτου, την εγκατάλειψη των εγκοσμίων και την πραγματική αξία της ταπεινώσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 6 από 8

Τοῦ μὴ τυχεῖν τῆς ἰάσεως τρία εἰσὶν αἴτια, ἀπιστία τῶν παρεστώτων καὶ ἡ περὶ τὰ θαύματα ὀλιγοπιστία τῶν μαθητῶν καὶ ἡ τοῦ δαιμονιζομένου γαστριμαργία καὶ ἀδηφαγία. Mt 18, 8—9 Εἰπὼν περὶ τῶν σκανδάλων καὶ ταλανίσας τὸν κόσμον διὰ τὴν ἐπισπορὰν καὶ τὸν πληθυσμὸν αὐτῶν ταλανίζει καὶ τὸν ἄνθρωπον τὸν ἐργάτην καὶ εἰσαγωγέα αὐτῶν. δείκνυσι διὰ τοῦ ταλανισμοῦ, ὅτι οὐ μόνον οὐ προσῆκεν τῶν σκανδάλων εἶναι ἡμᾶς αὐτουργούς, ἀλλ᾽ οὐδὲ τοὺς ταῦτα πράττοντας ἀποδέχεσθαι, ἀλλὰ ταλανίζειν καὶ ἐκτρέπεσθαι αὐτούς· ἡ γὰρ μετ᾽ αὐτῶν φιλία καὶ συναναστροφὴ εἰς μίμησιν κατὰ μικρὸν ἐκκαλεῖται καὶ πρᾶξιν τὴν αὐτήν. εἶτα ἵνα μή τις εἴπῃ, τί δέ;

ἂν φίλος ᾖ ὁ τοιοῦτος, ἂν τῶν συγγενῶν ὁ ἐπέραστος, ἂν τῶν συνοικούντων ὁ τιμιώτατος, πῶς καὶ τοῦτον χρὴ ἀποστρέφεσθαι, ἐπάγει αὐτὸς τὴν τοιαύτην ἀμφισβήτησιν προφθάσας καὶ τὸν λογισμὸν ἐκτεμῶν, ὅτι κἂν φίλος ᾖ ὥστε ἐν τάξει αὐτὸν ἔχειν σε 〈ὀφθαλμοῦ〉 καὶ δι᾽ αὐτοῦ πολλὰ δοκεῖν τῶν χρησίμων σοι καθορᾶν, κἂν συγγενής, ὥστε τόπον αὐτὸν ἔχειν 〈χειρὸς〉 καὶ συνεργὸν εὑρίσκειν ἐν πολλοῖς, κἂν ἄλλος τίς ἐστιν, δι᾽ 〈οὗ〉 σοι πᾶσα ἡ κατὰ τὸν βίον ἐξομαλίζεται τρίβος, ὅστις ἂν οὖν ᾖ τοῦτόν σοι διακείμενος τὸν τρόπον, ὅμως δὲ σκανδάλων ἐστὶν ἐργάτης καὶ δημιουργός, 〈ἔκκοψον αὐτὸν καὶ βάλε ἀπὸ σοῦ〉, ἀποκολλήθητι αὐτοῦ, φύγε τῆς αὐτοῦ συναναστροφῆς τὴν βλάβην καὶ τὸν μεταλαμβανόμενον ἰόν. ἂν δὲ τοὺς οὕτως ἡμῖν κατὰ τὸν βίον χρησίμους βλάβην προξενοῦντας ψυχικὴν ἐκτρέπεσθαι χρή, πῶς οὐ πολλῷ πλέον τοὺς μετὰ τῆς ψυχικῆς βλάβης μηδὲ συμφέρον τι κατὰ τὸν βίον συνεισάγοντας ἡμῖν.

Πλεῖστα περὶ τῶν σκανδάλων εἰπὼν ὁ σωτὴρ καὶ θρηνήσας τὸν κόσμον, θρηνεῖ καὶ τὸν ἄνθρωπον ὡς ἐργάτην τῶν κακῶν δεικνύς, ὅτι οὐ μόνον χρὴ τὰ σκάνδαλα ἐκφεύγειν καὶ ἀποτρέπεσθαι, ἀλλὰ καὶ τοὺς τοιαῦτα πράσσοντας μὴ ἀποδέχεσθαι· τὴν γὰρ μετὰ τούτων ἀναστροφὴν εἰς μίμησιν αὐτῶν ἐκκαλεῖσθαι τοὺς ἀνθρώπους ἀναγκαῖον.

Κἂν φιλικῶς εἴη τις πρός σε διακείμενος, εἴη δὲ ἐργάτης τε καὶ δημιουργὸς τῶν κακῶν, ἀποκολλήθητι αὐτοῦ τὴν βλάβην ἐκκλίνων τῆς ψυχῆς καὶ τὸν ἐκ τῆς συνουσίας αὐτοῦ ἰόν. Mt 18, 15—18 Ὑπὸ μεγάλην κατάκρισιν ἀγαγὼν τοὺς σκανδαλίζοντας καὶ ἁμαρτάνοντας εἰς τοὺς πλησίον νῦν τρέπει τὸν λόγον καὶ εἰς τοὺς ἠδικῆσθαι νομιζομένους καί φησιν· καὶ σὺ δὲ αὐτὸς ὁ ἠδικῆσθαι καὶ ἠτιμῶσθαι νομίζων μὴ ἀναπέσῃς μηδὲ τὴν εἰς σὲ τοῦ πλησίον ἁμαρτίαν ζημίαν ποιήσῃς· δύνασαι ταύτην καὶ εἰς μέγα κέρδος καταστῆσαι. πῶς καὶ τίνα τρόπον; ἂν ἀπελθὼν εἰς τὸν ἁμαρτήσαντα ἐπιδείξῃς αὐτῷ τὸ ἁμάρτημα, παραστήσεις αὐτῷ τὸν διὰ τοῦ πράγματος ἔλεγχον· πολλοὶ γὰρ κατὰ τὸν καιρὸν τοῦ πάθους ἐπισκοτιζόμενοι τῇ ἐκεῖθεν ἀχλύι οὐδὲν τῶν πραττομένων συνιδεῖν ἠδυνήθησαν, ὕστερον δὲ τῆς συγχύσεως ἐκείνης ἀπαλλαγέντες καὶ καθ᾽ ἑαυτοὺς γεγονότες ἐν συναισθήσει λοιπὸν τῆς ἀτοπίας γεγόνασιν, οἳ καὶ μικρᾶς προφάσεως ἐπιλαβόμενοι τὸ πᾶν τοῦ πταίσματος διωρθώσαντο. σὺ δὲ κἂν σκληρότερός τις ᾖ διορθώσεως μηδὲ πρὸς ἐκεῖνον ἀμελήσῃς, ἀλλὰ καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς ἄπελθε δεικνὺς αὐτῷ τὸ ἁμάρτημα καὶ ἐκκαλούμενος αὐτὸν εἰς ἐπιστροφὴν καὶ διόρθωσιν· μέγα γὰρ τὸ ἐντεῦθέν σοι κέρδος, εἰ σωτὴρ ὀφθήσῃ τοῦ ἀδελφοῦ· κερδαίνει μὲν γὰρ κἀκεῖνος τὴν ἀπαλλαγὴν τῆς ἁμαρτίας, οὐ τοιοῦτον δὲ κέρδος οἷον τὸ σὸν τὸ σωτῆρα γενέσθαι τοῦ ἀδελφοῦ.

διὸ καὶ τοῦ μείζονος κέρδους μνημονεύει 〈ἐκέρδησας〉 λέγων 〈τὸν ἀδελφόν σου〉· ἂν δὲ μὴ θέλῃ μεταμεληθῆναι, τί; καὶ οὕτως μὲν αὐτὸς τῆς σπουδῆς καὶ προαιρέσεως τὸ κέρδος ἀναφαίρετον ἔχεις, λαμβάνεις δὲ καὶ ἑτέρας ἐξουσίας ἄφατον ἰσχύν. τίνα ταύτην; κύριος καθίστασαι τῆς τοῦ ἡμαρτηκότος τιμωρίας καὶ τὰς σὰς περὶ αὐτοῦ ψήφους ἔχεις τὸν κοινὸν ἐπικυροῦντα δεσπότην· 〈ὃ ἂν γὰρ δήσητε ἐπὶ τῆς γῆς〉 καὶ τὰ ἑξῆς. εἶδες εἰς ὅσον ἡμᾶς ἡ ἀρετὴ καὶ ἡ ἀνεξικακία ἀναβιβάζει ἀξίωμα. ἰσοστασίους τοῦ Πέτρου ἐργάζεται, εἰς τῶν μαθητῶν καταλέγει τὸν χορόν. εἶτα οὐ μόνον τῆς τιμωρίας τὴν ἐξουσίαν ἐγχειρίζει σοι, φησίν, ἀλλὰ καὶ τῆς ἀφέσεως, σοί τε τῷ ἠτιμωμένῳ οὐ μόνον τῆς ἀτιμίας πολλαπλασίονα τὴν παραμυθίαν συλλέγων, ἀλλὰ καὶ ἀσύγκριτον τὴν ἐξουσίαν κατὰ τοῦ προπηλακίσαντος παρέχων κἀκεῖνον πανταχόθεν συνελαύνων ἐπὶ σὲ τὸν ἠδικημένον καταφεύγειν καὶ τῆς παρὰ σοῦ προστασίας καὶ ἐπικουρίας δεῖσθαι, εἴγε σου μὲν λύοντος λέλυται καὶ 〈ἐν οὐρανοῖς〉, δεσμοῦντος δέ, δέδεται. καὶ οὐκ εἶπεν λυθήσεται καὶ δεθήσεται, ἀλλ᾽ ἐπὰν λύσῃς, λέλυται καὶ ἐξαυτῆς εὑρὼν τὴν λύσιν λελυμένος εὑρεθήσεται καὶ 〈ἐν οὐρανοῖς〉 καὶ ἐὰν δήσῃς, δέδεται καὶ 〈δεδεμένος〉 ἀπ᾽ ἐκείνου τοῦ χρόνου ἔσται καὶ 〈ἐν οὐρανοῖς〉, δεικνὺς τὸ σφοδρὸν καὶ ἀπαράβατον τοῦ δεσμοῦ καὶ τῆς λύσεως.

ἀκούσωμεν, ἀγαπητοί, νήφουσιν λογισμοῖς καὶ ἐννοήσωμεν ὅσον ἡμῖν τὸν καρπὸν ἡ μακροθυμία καὶ ἡ πραότης καὶ ἡ τῶν δεσποτικῶν ἐντολῶν φυλακὴ προξενεῖ.

Τοὺς σκανδαλίζοντας τὸν πλησίον ἀποτρεπόμενος ὁ σωτὴρ νῦν παραμυθεῖται τοὺς σκανδαλιζομένους καὶ λέγει πρὸς αὐτούς· μὴ καταπέσητε ἐννοοῦντες ἣν ὑπέστητε ἀδικίαν, ἐπεὶ δυνατόν ἐστιν εἰς μέγα κέρδος μεταστῆσαι. πῶς δὲ τοῦτο γενήσεται; εἰ τὸν ἀδικήσαντά σε κατ᾽ ἰδίαν ἐλέγξεις δεικνύων αὐτῷ τὸ ἁμάρτημα· μετανοοῦντος γὰρ ἐκείνου ἐφ᾽ οἷς ἔπραξεν εἰς σὲ μέγα σοι κέρδος γενήσεται, σοῦ τε διαλλαγέντος πρὸς αὐτὸν κἀκείνῳ συγχωρηθέντος τοῦ ἁμαρτήματος. ὁρᾷς εἰς ὅσον ἡμᾶς ἡ ἀνεξικακία καὶ ἡ πρὸς τοὺς ἁμαρτάνοντας συγχώρησις ἀναβιβάζει ἀξίωμα· ἰσοστασίους γὰρ Πέτρῳ πεποίηκε καὶ τοῖς λοιποῖς ἀποστόλοις συνηρίθμησεν· εἶτα οὐ μόνον τῆς τιμωρίας τὴν ἐξουσίαν ἐγχειρίζεταί σοι, ἀλλὰ καὶ τῆς ἀφέσεως καὶ πολλαπλασίονα τὴν τιμὴν χαρίζεται. οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ πανταχόθεν τὸν ἀδικήσαντα συνελαύνει ἐπὶ σὲ τὸν ἠδικημένον καταφεύγειν καὶ τῆς παρὰ σοῦ προστασίας καὶ ἐπικουρίας δεῖσθαι, εἴπερ σοῦ μὲν λύοντος λύεται καὶ ἐν τοῖς 〈οὐρανοῖς〉, δεσμοῦντος δὲ δεσμεῖται 〈ἐν〉 τοῖς 〈οὐρανοῖς〉.

Mt 19, 16—24 Ἀγαθὰ ἐνόμιζεν ὁ νεανίσκος καὶ τὸν πλοῦτον καὶ τὰ χρήματα, μᾶλλον δὲ ταῦτα πρὸ τῶν ἄλλων· ἔθος γὰρ τοῖς ἀνθρώποις ἐκεῖνα ἡγεῖσθαι ἀγαθά, πρὸς ἃ ἂν ὦσιν αὐτοὶ ἐρωτικῶς καὶ περιπαθῶς διακείμενοι. διὸ καὶ ὁ πλούσιος ἐκεῖνος ἔλεγεν· «ἔχεις πολλὰ ἀγαθά· φάγε» καὶ «πίε» μετρῶν τὴν εὐδαιμονίαν βρώμασι καὶ πόμασι καὶ γαστριμαργίᾳ καὶ ταῦτα νομίζων ἀγαθά. οὕτως οὖν καὶ ὁ νεανίσκος οὗτος ὁ πλούσιος ἀγαθὰ ἡγούμενος τὰ ὑπάρχοντα καὶ τὸν πλοῦτον αὐτοῦ «ἀγαθὸν» καὶ τὸν δεσπότην ὀνομάζει ἄνθρωπον μὲν αὐτὸν ὡς ἕνα τῶν διδασκάλων λογιζόμενος, τιμῶν δὲ αὐτόν, ὡς ἐνόμιζεν, τῇ προσηγορίᾳ τῇ τοῦ ἀγαθοῦ. ὁ δὲ τῶν ὅλων δεσπότης καὶ πάντα εἰδὼς θέλων αὐτὸν τῆς τοῦ πλούτου προσπαθείας ἀποσπάσαι καὶ διδάξαι, ὅτι οὐκ ἔστιν ὁ πλοῦτος, ὃν ἐκεῖνος ἔστεργεν, ἀγαθός (καὶ γὰρ τῇ αὐτοῦ φύσει οὔτε τῶν ἀγαθῶν ἐστιν οὔτε τῶν κακῶν) οὐ μόνον τὸν πλοῦτον λεληθότως ἅμα καὶ σοφῶς τῆς ἐπικλήσεως ἐκβάλλει τοῦ ἀγαθοῦ, ἀλλὰ καὶ τὰ ἄλλα ἅπαντα, τῇ περὶ πάντων ἀποφάσει ἀνύποπτόν τε καὶ εὐπαράδεκτον τὴν τοῦ πλούτου ποιούμενος ἐκβολήν· «οὐδεὶς» γάρ φησιν «ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός». προεπιτιμῶν δὲ καὶ τὴν ἐπ᾽ αὐτοῦ κλῆσιν τοῦ ἀγαθοῦ ἀναρμόστως προσενεχθεῖσαν καὶ πολὺ τῆς ἀκολουθίας παρασφάλλουσαν· «τί με», φησίν, «καλεῖς ἀγαθὸν» ἀντὶ τοῦ τί με ἄνθρωπον ἡγούμενος ψιλὸν ἀγαθὸν καλεῖς;

εἰ ψιλὸν ἄνθρωπον ἡγῇ, μηδὲ ἀγαθὸν κάλει· εἰ δὲ «καλεῖς ἀγαθόν», ἐπιγίνωσκε καὶ θεόν· «οὐδεὶς» γὰρ «ἀγαθὸς» πλὴν θεοῦ, οὐ διδάσκαλος, οὐκ ἄρχων, οὐκ ἐξουσιαστής, οὐχ ὁ νίκαις κρατῶν τῶν ἄλλων, οὐχ ὁ κάλλει διαφέρων, οὐχ ὁ πλούτῳ κομῶν, οὐδ᾽ αὐτὸς ὁ πλοῦτος, πρὸς ὃν σὺ κέχηνας· οὐδὲν ὅλως τῶν παρόντων καὶ ῥεόντων ἐστὶν ἀγαθόν. οὕτως οὖν ὁ φιλάνθρωπος δεσπότης ἐκ πρώτης ἀποφάσεως τήν τε νομιζομένην εὐφημίαν ἀσύμβατον οὖσαν τῇ ἄλλῃ αὐτοῦ ὑπολήψει διακρουσάμενος καὶ μηδὲν ἀγαθὸν ἡγεῖσθαι μηδὲ τὸν πλοῦτον πλὴν θεοῦ προτρεψάμενος ἐπὶ τὴν κατὰ μέρος ἔρχεται τῶν ἐντολῶν ἀπαρίθμησιν καὶ διδασκαλίαν, ἐκείνας τέως προάγων εἰς μέσον, πρὸς ἃς μηδ᾽ ἐκεῖνον δυσφόρως ἐγίνωσκεν ἔχειν, ἵνα τῇ περὶ τούτων ἀποδοχῇ καὶ συγκαταθέσει καὶ τὴν τῆς φιλοχρηματίας καὶ τοῦ πλούτου ἐκτομὴν καὶ ἀποστροφὴν ἀκολούθως καταδέξασθαι παρασκευάσῃ. ὁ δὲ πρὸς τὰς προενεχθείσας ἐντολὰς ἕτοιμος καὶ προπαρεσκευασμένος φανεὶς τοσοῦτον ἐδέησεν ἀποσπασθῆναι τῆς φιλαργυρίας καὶ τοῦ πλούτου, ὥστε καὶ προτεινομένων αὐτῷ καὶ ὑποτεινομένων ἐπάθλων καὶ στεφάνων, φημὶ δὴ τὸ τέλειον γενέσθαι καὶ οὐρανίων 〈θησαυρῶν〉 εὐπορῆσαι, οὐ μόνον οὐδὲν ἐνέδωκε τῆς προσπαθείας τῆς πρὸς τὸν πλοῦτον καὶ τὰ χρήματα, ἀλλὰ καὶ τὸν διδάσκαλον λιπὼν ἀνεχώρησεν.

οὕτως ἐστὶ χαλεπὸν καὶ δυσκαταγώνιστον ἡ τῶν χρημάτων ἐπιθυμία, οὕτως ἐστὶν ἀνίατον σχεδὸν τὸ νόσημα τῆς φιλαργυρίας. φύγωμεν τὸ πάθος πρὶν κατακυριεύσει ἡμῶν, ἀποσεισώμεθα τὴν τυραννίδα ταύτην πρὶν ἢ κατακυριεύσει κατὰ κράτος καὶ δεσπόσει ἡμῶν· ἂν γὰρ κατακυριευθῶμεν καὶ καταδουλωθῶμεν ὑπ᾽ αὐτῆς, 〈εὐκοπώτερον〉 εἰσελεύσεται 〈κάμηλος διὰ τρυπήματος ῥαφίδος〉 ἢ ἡμεῖς εἰς 〈τὴν βασιλείαν τῶν οὐρανῶν〉.

Mt 19, 24 Οἱ μὲν 〈κάμηλον〉, οἱ δὲ κάρμηλόν φασιν· ἀμφότεροι δὲ οὐ τὸ ζῷον, ἀλλὰ τὸ σχοινίον λέγουσι τὸ τὰς ἀγκύρας δεσμεῦον. Mt 19, 27 Οὐ λέγει ὁ 〈Πέτρος· ἰδοὺ ἡμεῖς ἀφήκαμεν〉 τὸν πλοῦτον 〈καὶ ἠκολουθήσαμέν σοι〉 (οὐ γὰρ εἶχεν πένης καὶ ἁλιεὺς ὑπάρχων πλοῦτον), ἀλλ᾽ 〈ἰδοὺ ἀφήκαμεν πάντα〉, ὥστε πένης ὢν καὶ σὺ μηδὲν δυσχεράνῃς ὡς ἐπὶ τῇ ἀποβολῇ τῶν ὑπαρχόντων ἐλαττούμενος τοῦ πλουσίου· ὥσπερ γὰρ ἐκεῖνος ἀποφορτιζόμενος τὸν πλοῦτον τέλειός τε γίνεται καὶ θησαυροὺς οὐρανίους ἀντιλαμβάνει, οὕτως καὶ σὺ ἂν ἀφῇς πάντα τὰ σά, κἂν εὐτελῆ καὶ ταπεινὰ καὶ δίκτυα μόνα καὶ ὀλίγα ἰχθύδια ὑπάρχῃ. ἂν οὖν ταῦτα ἀφῇς καὶ 〈ἀκολουθήσῃς〉 τῷ Χριστῷ, τῆς αὐτοῦ δόξης συγκληρονόμος καὶ συμμέτοχος καθάπερ καὶ οἱ ἀπόστολοι ἀναδειχθήσῃ· οὐχ ἁπλῶς δὲ ἂν ἀφῇς, ἀλλ᾽ ἐπὶ τῷ 〈ἀκολουθῆσαι〉 Χριστῷ, ἐπεὶ οὐδ᾽ ὁ πλούσιος ἐπὶ τῇ ἁπλῶς ἀποθέσει τοῦ πλούτου ἐκείνων ἠξιοῦτο τῶν ἐπάθλων, ἀλλὰ προσλαμβάνων καὶ τὸ ἀκολουθῆσαι Χριστῷ· «καὶ δεῦρο» γάρ φησιν καὶ «ἀκολούθει μοι». τί οὖν ἐστιν ἀκολουθῆσαι αὐτῷ; τὰς ἐντολὰς αὐτοῦ καὶ τὰς ἄλλας τηρῆσαι, ἕτοιμον εἶναι πρὸς τὸν ὑπὲρ αὐτοῦ, εἰ δέοι, θάνατον καὶ τοῦτον μετὰ χαρᾶς καὶ προθυμίας προσίεσθαι.

ἕτοιμος δέ ἐστιν εἰς τὸν ὑπὲρ αὐτοῦ θάνατον καὶ ὁ ὑπὲρ τῆς συντηρήσεως τῶν αὐτοῦ ἐντολῶν πάντα πράττων καὶ θανάτου καταφρονῶν καὶ μήτε δυναστείαν ὑποπτήσσων μήτε βασιλείαν θεραπεύειν ὑπαγόμενος μήτε κολακείαις χαυνούμενος μήτε φιλίᾳ κλεπτόμενος, ἀλλὰ πάντα παρορῶν καὶ 〈ὑπὲρ〉 τῆς συντηρήσεως τῶν δεσποτικῶν ἐντολῶν τὰ λοιπὰ παρωθούμενος.

Mt 19, 28 Ἐπειδὴ ἔθος τοὺς ἐλέγχοντας ἀντεξετάζεσθαι καὶ τρόπον 〈τινὰ〉 τῆς αὐτῆς τάξεως εἶναι τοῖς ἐλεγχομένοις, δεικνὺς ὁ Χριστός, ὅτι οὐ κατὰ τοῦτον τὸν τρόπον τῶν διελεγχόντων οἱ ἀπόστολοι ἀπειθήσαντας ἐλέγξουσιν τοὺς Ἰουδαίους, ἀλλ᾽ αὐτοὶ μὲν ἐν τιμῇ διαλάμποντες καὶ δόξῃ, ἐκεῖνοι δὲ ἐν ἀδοξίᾳ ἐσχάτῃ καὶ κατηφείᾳ. ἵνα οὖν ἑκάτερον τούτων παραδηλώσῃ, τοῖς μὲν 〈θρόνους〉 καὶ καθέδρας καὶ κρίσιν συνέζευξεν, τοὺς δὲ εἰς τὴν τῶν παρεστηκότων καὶ κρινομένων χώραν ὤθησεν· διὰ γὰρ ἑκατέρου τούτων τῶν μὲν ἡ τιμὴ καὶ ἡ δόξα καὶ ἡ λαμπρότης, τῶν δὲ σημαίνεται τἀναντία.

Mt 20, 1—16 Ἐπειδὴ ἡ παραβολή, εἰ καὶ τὴν μισθαποδοσίαν τὴν ἐκεῖθεν δηλοῖ, ὅμως πρὸς σωφρονισμὸν καὶ σωτηρίαν τῶν ἐν τῷ παρόντι βίῳ εἴρηται, διὰ τοῦτο ἀνθρωπινώτερον αὐτὴν ἐξυφαίνει καὶ ἐπεξεργάζεται 〈ἀμπελῶνα〉 καὶ 〈ἐργάτας〉 καὶ κλῆσιν καὶ ἀπολογίαν καὶ συμφωνίαν, εἶτα δὲ καὶ 〈ἐπίτροπον〉 καὶ τοῦ ἐπιτρόπου μισθαποδοσίαν, εἶτα καὶ διαγογγυσμὸν καὶ τοῦ οἰκοδεσπότου πρὸς αὐτοὺς δικαιολογίαν καὶ ἐπιτίμησιν· τούτων μὲν γὰρ ἐκεῖθεν οὐδέν ἐστιν οὐδὲ παρ᾽ ἐπιτρόπου μισθαποδοσία· αὐτὸς γὰρ ἑκάστῳ ὁ δεσπότης ἀποδίδωσιν· οὐδὲ διαγογγυσμός· οὐδὲ γὰρ ὅλως ἐκεῖ φθόνου λείψανον· οὐ μὴν οὐδὲ τὰ ἐφ᾽ ἑξῆς, δικαιολογία πρὸς αὐτοὺς δεσποτικὴ ἢ ἐπιτίμησις· συνεχρήσατο δὲ τούτοις ἀπὸ τῶν συμβαινόντων πολλάκις τοῖς ἐνταῦθα μισθουμένοις, ἐν οἷς καὶ φθόνος καὶ γογγυσμὸς καὶ τὰ ὅμοια, ἀπὸ τῶν ἡμῖν ἐγνωσμένων εὐμαθεστέραν καὶ σαφεστέραν ποιῶν τὴν ἔννοιαν τῆς παραβολῆς.

Mt 20,20—23 〈Ἡ μὲν μήτηρ〉 καὶ οἱ υἱοὶ 〈προσῆλθον〉 τῷ Ἰησοῦ τὴν 〈ἐκ δεξιῶν〉 καὶ 〈ἐξ εὐωνύμων〉 ζητοῦντες προεδρίαν νομίζοντες ἤδη τὴν βασιλείαν αὐτοῦ παρεῖναι διὰ τὸ καὶ εἰς τὰ Ἰεροσόλυμα αὐτὸν ἐπείγεσθαι. ὁ δὲ Ἰησοῦς τὴν πλάνην αὐτῶν διορθούμενος καὶ τῶν πρωτείων μὴ ἐρᾶν ἐκπαιδεύων εἶπεν αὐτοῖς· 〈οὐκ οἴδατε τί αἰτεῖσθε〉 ὑπονοοῦντες πρὸς καιρὸν εἶναι καὶ ἐγγίζειν ἤδη τὴν ἐμὴν βασιλείαν καὶ ὅτι ἐπὶ τούτῳ ἀναβαίνομεν εἰς τὰ Ἱεροσόλυμα· τοσοῦτον γὰρ ἀπέχει τὸ ταῦτα ἤδη παρεῖναι, ὅτι καὶ ἐπὶ σταυρὸν καὶ θάνατον νῦν παραγίνομαι· τοῦτο γὰρ δηλοῖ τὸ 〈ποτήριόν〉 μου καὶ 〈τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι〉. ταῦτα οὖν ἐνέστηκε νῦν, πρὸς ταῦτα ἐπείγομαι. ἐὰν οὖν πρὸς ὃ νυνὶ παραγίνομαι τούτου συμμετέχειν καὶ συναπολαύειν ἔρως ὑμῖν καὶ φιλοτιμία, οὐχὶ θρόνους καὶ καθέδρας καὶ προεδρίαν, ἀλλὰ σταυρὸν καὶ θάνατον ἐχρῆν ἐξαιτεῖσθαι· ταῦτα γάρ ἐστιν, ἃ μέλλω νῦν ἀναδέχεσθαι. διὸ 〈οὐκ οἴδατε τί αἰτεῖσθε〉· ἡ γὰρ κατὰ λόγον αἴτησις νῦν σταυρὸς καὶ θάνατός ἐστιν. 〈δύνασθε〉 γάρ, φησίν, 〈τὸ ποτήριον πιεῖν, ὃ ἐγὼ πίνω〉, καὶ 〈τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι〉;

εἶτα τῶν δὲ καὶ πρὸς ταῦτα ἐλπίδι τοῦ τυχεῖν τῆς αἰτήσεως εἰπόντων ἑτοίμους εἶναι (καὶ γάρ· 〈δυνάμεθα〉, φασίν, καὶ οὐδὲ τούτων ἀποπηδῶμεν, ἂν μόνον ἡμῖν περιγένηται, ὃ ᾐτησάμεθα· σφόδρα γὰρ κατείχοντο τῇ φιλοπρωτείᾳ) καὶ πάλιν πρὸς αὐτούς φησιν ὁ δεσπότης· 〈τὸ μὲν ποτήριον〉 καὶ ἑξῆς, τοῦτ᾽ ἔστιν ἂν μὲν ἐγὼ πάσχειν μέλλω, καὶ ὑμεῖς ἐν οἰκείῳ καιρῷ παθεῖν κατορθώσετε. καθέδραι δὲ καὶ προεδρίαι καὶ θρόνοι οὔκ εἰσιν ἐν τῇ ἐμῇ βασιλείᾳ. εἰ δὲ καὶ ἦν, οὐκ ἂν τοῖς φιλοπρωτοῦσιν καὶ ἐξαιτουμένοις ἐδίδοτο, ἀλλὰ τοῖς παρασκευάσασιν ἀξίους ἑαυτούς· εἰ γὰρ καὶ μὴ ταῦτά ἐστιν ἐκεῖ τισι διδόμενα, ἀλλ᾽ ἔστιν ἕτερα, «ἃ ὀφθαλμὸς οὐκ εἶδεν», ἀλλ᾽ ὅμως οὐδὲ ταῦτα δίδοται τοῖς ἁπλῶς αἰτοῦσιν, ἀλλὰ τοῖς μετὰ αἰτήσεως καὶ τῶν ἀρετῶν ἐπιφερομένοις τὰ κατορθώματα.

Mt 20, 23 Εἰπὼν δὲ 〈ἀλλ᾽ οἷς ἡτοίμασται〉 καὶ οὐ προσθεὶς ἑτέροις κοινὴν ἔθηκεν τὴν ἀπόλαυσιν καὶ οὐδ᾽ αὐτοὺς ἐκείνους ἐξέβαλεν ταύτης. 〈οἷς ἡτοίμασται〉, καὶ ὑμῖν, φησίν, ἔσται, ἂν ἀξίους τῆς δωρεᾶς ἑαυτοὺς ἀπεργάσησθε· εἰ γὰρ καὶ μὴ θρόνοι καὶ καθέδραι τὰ ἔπαθλα, ἀλλ᾽ «ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπων οὐκ ἀνέβη» τοῖς καλῶς ἀγωνισαμένοις ἀπόκειται.