Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Υπόμνημα στα κεφάλαια 5-7: Η Επί του Όρους Ομιλία

Ανάλυση της νέας ευαγγελικής νομοθεσίας σχετικά με την οργή, την ελεημοσύνη, τη νηστεία, την ακτημοσύνη, την αποφυγή της κατάκρισης και την οδό της σωτηρίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 2 από 8

Mt 5, 1 〈Ἐκάθισεν〉 ὁ Χριστός, ἵνα οἱ μὲν ὄχλοι διὰ τὰ ὑπ᾽ αὐτοῦ γινόμενα θαύματα πιστεύσωσιν, οἱ δὲ μαθηταὶ διδασκόμενοι ἔτι ἐλλαμφθήσονται καὶ νοήσωσιν, ὅτι οὐ μόνον ἄνθρωπός ἐστιν, ἀλλὰ καὶ θεός· οὐ γὰρ σωμάτων μόνον, ἀλλὰ καὶ ψυχῶν ὑπῆρξε θεραπευτής.

Mt 5, 13 〈Ἅλας τῆς γῆς〉 φησι τοὺς τὰ θεῖα διδάσκοντας λόγια στύφοντα καὶ ῥωννύοντα τὸν νοῦν τῶν ἀκουόντων. Mt 5, 17 〈Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον〉· ἐκεῖνος γὰρ 〈καταλύει τὸν νόμον〉 ὁ μὴ πληρῶν 〈τὸν νόμον〉. ὁ δὲ 〈πληρῶν τὸν νόμον〉, μὴ πληρῶν δὲ μόνον, ἀλλὰ καὶ εἰς ἀκρίβειαν τελειοτέραν ἀνάγων πῶς οὐ μᾶλλον φυλάσσει; ὥσπερ οὖν ὁ τὴν ἐν σκιάσμασι τυπωθεῖσαν τοῦ ἀνθρώπου μορφήν, ὥσπερ οὖν ὁ ταύτην τῇ τῶν χρωμάτων παρενθέσει καὶ ἐπιβολῇ μορφοποιῶν οὐ τοὺς ἐν αὐτῇ προχαραχθέντας τύπους κατέλυσεν, ἀλλ᾽ εἰς ἀπαρτισμὸν καὶ τελειότητα τὸ ἀτελὲς αὐτῶν ἤνεγκεν, οὕτως καὶ ὁ δεσπότης ἡμῶν θεὸς οὐ τὴν ἐν νόμῳ οἱονεὶ προτυπωθεῖσαν καὶ σκιαγραφηθεῖσαν τοῦ εὐαγγελίου πολιτείαν κατέλυσεν, πολλοῦ γε καὶ δεῖ, ἀλλὰ ταύτην ἐφανέρωσέν τε καὶ ἐτράνωσεν πᾶσαν τὴν ἐν νόμῳ ἀναπληρώσας ἀτέλειαν καὶ προαγαγὼν εἰς ἀνυπέρβλητον τελειότητα. 〈Ὁ πληρῶν νόμον〉 καὶ εἰς ἀκρίβειαν ἄγων αὐτόν, φυλάττων μᾶλλον νόμον ἐστίν, οὐ μὴν 〈καταλύων〉· ὁ γὰρ τὴν σκιαγραφίαν τῆς εἰκόνος ἀναπληρῶν διὰ τῶν χρωμάτων, τελειωτὴς ἂν λέγοιτο τῆς εἰκόνος, ἤπερ ἀναιρετὴς αὐτῆς· τὴν γὰρ σκιαγραφηθεῖσαν πρότερον ἐν τῷ νόμῳ πολιτείαν ἐλθὼν ὁ Χριστὸς ἐθεράπευσέ τε καὶ τετελείωκεν.

Mt 5, 19 〈Μίαν τῶν ἐντολῶν τῶν ἐλαχίστων〉, τῶν τοῖς πολλοῖς δοκούντων εὐτελῶν καὶ εὐκαταφρονήτων εἶναι· οἱ γὰρ αὐτοῦ ἐκείνου κατεπαιρόμενοι τοῦ νομοθέτου καὶ «τέκτονος υἱὸν» ἐξευτελίζοντες δηλονότι καὶ τὰς αὐτοῦ ἐντολὰς εὐτελεῖς καὶ ἐξουθενημένας ἡγοῦντο, ἀλλὰ τῆς μὲν εἰς ἑαυτὸν παροινίας αὐτῶν καὶ καταφρονήσεως τέως οὐχ ὁρίζει τὴν δίκην τῆς μακροθυμίας τὸ πέλαγος ἐνδεικνύμενος, τῆς μέντοι τῶν ἐντολῶν παραβάσεως (αὐτὴν τὴν σωτηρίαν αὐτοῖς ἐπραγματεύετο) ἀπαραίτητον τὴν τιμωρίαν εἰσπράττεται 〈ἐλάχιστον〉 τὸν τοιοῦτον καὶ ἠτιμωμένον καὶ ὑπεύθυνον ἐν 〈τῇ βασιλείᾳ τῶν οὐρανῶν〉 ἀποφαίνων. σὺ μέν, φησίν, τὰς ἐμὰς ἐντολὰς ὡς 〈ἐλαχίστας〉 καὶ εὐκαταφρονήτους ἠθέτεις, ἐγὼ δέ σε διὰ τὴν ἀθέτησιν αὐτῶν 〈ἐλάχιστον〉 καὶ ἐξουθενημένον δεικνύω· καὶ σὺ μὲν ἔμπροσθεν εὐαρίθμητος τῶν ἀνθρώπων, ἐγὼ δὲ ἐνώπιον καὶ ἀγγέλων καὶ ἀνθρώπων· καὶ σὺ μὲν ἐν τῷ παρόντι βίῳ, ἐγὼ δὲ 〈ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἐλάχιστόν〉 σε εἶναι καταδικάζω. δῆλον δὲ ὅτι 〈τοῦ ἐλαχίστου〉 οὐκ ἂν εἴη ἕτερον ὑποβεβηκὸς καὶ ἔσχατον, ὥστε δῆλον ὡς τὴν ἐσχάτην τὸν τοιοῦτον εἰσπράττεται τιμωρίαν, ὅπερ ἐστὶ τὸ πῦρ τὸ ἐξώτερον.

Mt 5, 19 〈Ἐλαχίστην〉 φησὶν 〈ἐντολὴν〉 τὴν δοκοῦσάν τισι τοιαύτην καὶ μὴ καθ᾽ ἑαυτήν. ταῦτα δὲ λέγει ἀνάγων ἡμᾶς πρὸς τὰ μείζω τῶν ἐν τῷ νόμῳ κειμένων· οὐ γὰρ τὴν αὐτὴν ἐπιτίμησιν ἔχει ἐντολὴ πᾶσα, ἐπεὶ οὐδὲ πᾶσα πρᾶξις ἴση ἐστὶ πάσαις, ἀλλ᾽ εἰσί τινες, αἳ καὶ χωρὶς τιμωρίας ἀφίενται τοῖς ἁμαρτάνουσιν, ἃς καὶ 〈ἐλαχίστας〉 ἴσως ἐκάλεσεν ὁ Χριστός.

Mt 5, 22 Τῆς ὀργῆς τῷ μὲν ἐπάγει κόλασιν, τῷ δὲ συγγνώμην, τὸν δὲ καὶ βραβείων ἀξιοῖ· ὅταν μὲν γὰρ 〈ὀργιζώμεθα〉 τῷ πονηρῷ καὶ τοῖς ἐργάταις τῆς πονηρίας ἀναστέλλειν αὐτοὺς τῶν πράξεων σπεύδοντες τῶν κακῶν, μεγάλην ἑαυτοῖς θησαυρίζομεν τὴν ἀμοιβήν· μέγα γὰρ τὸ ἀποστρέφειν ἄνθρωπον «ἐκ πλάνης ὁδοῦ αὐτοῦ». τοῦτο δὲ λίαν δεῖται νηφούσης ψυχῆς, ἵνα μὴ τῷ προσωπείῳ τῆς ἑτέρων διορθώσεως ἔχθραν ἑαυτῶν διὰ τῆς ὀργῆς φανῶμεν θεραπεύοντες, ὡς ὅ γε τοῖς ἐπταικόσιν τῆς ἰδίας ἑαυτῶν ἕνεκα σωτηρίας ὀργὴν ἐπιδεικνὺς καὶ μὴ καταμιγνὺς κακίαν τῇ ὀργῇ μακάριος. ὁ μέντοι γε τῷ παραλυπήσαντι αὐτὸν 〈ὀργιζόμενος〉 οὐκ ἔξω μὲν μέμψεως, εἴγε δεῖ τὸν κοινὸν ἐκδέχεσθαι κριτὴν κἀκείνῳ τὴν περὶ τῶν ἐπηρεαζόντων κρίσιν ἀνατιθέναι, ἀλλὰ μὴ αὐτὸν ὀργῇ καὶ θυμῷ κεχρημένον, τυφλοῖς καὶ φαύλοις παρέδροις, τὴν ἀπὸ τοῦ πλησίον ἐπιζητεῖν δίκην. οὐκοῦν ἄμεμπτον τοῦτο τῆς ὀργῆς τὸ εἶδος, συγγνώμης μέντοι 〈οὐ〉 πόρρω, ὅτι 〈ὠργίσθη〉 αὐτὸς πρότερον κακῶς ὑφ᾽ ἑτέρου πεπονθώς. ὁ δὲ μήτε σωτηρίας τινὸς ἕνεκα μήτε ἀμυνόμενος τὸν προλελυπηκότα εἰς ὀργὴν ματαίως καὶ ἀλόγως ἐκφερόμενος καὶ τῷ πλησίον ἐμπαροινῶν εἰκότως ἐστὶ τιμωρίας 〈ἔνοχος〉. ὃ καὶ ὁ δεσπότης δηλῶν ἔλεγεν· 〈ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῇ, ἔνοχος ἔσται τῇ κρίσει〉.

καὶ ὁ μὲν παλαιὸς νόμος τὸν ἀνελόντα μάτην κολάζει, ἡ δὲ τῆς χάριτος ἐντολὴ καὶ τὸν μάτην 〈ὀργιζόμενον〉 ὑπὸ τιμωρίαν ἄγει ἐμφράττουσα τὴν πηγὴν τοῦ φόνου τὸν θυμόν, ἐξ 〈οὗ〉 εἴωθεν ἡ μιαιφονία προχεῖσθαι.

Mt 5, 22 Οὐ πᾶσα ὀργὴ 〈τῆς κρίσεως ἔνοχος〉, ἀλλ᾽ ἡ μὲν ματαία καὶ εἰκῆ ἐστιν 〈ἔνοχος〉, ἡ δὲ ἥττων ταύτης καὶ μὴ διὰ χρημάτων εὐπορίαν ἢ φθόνον γεγονυῖα μήτε μὴν δι᾽ ἀρετὴν ἢ ψυχῆς ὠφέλειαν συγγνώμης ἐστὶν ἀξία, ἡ δὲ ἑτέρα καὶ κατὰ τῶν ἀμελούντων τῆς ἀρετῆς γενομένη οὐ μόνον συγγνώμης, ἀλλὰ καὶ ἐπαίνου καὶ τιμῆς ὅτι πλείστης ἐστὶν ἀξία.

Mt 5, 22 〈Συνέδριον〉 ἐνταῦθά φησι τὸ τῶν ἁγίων. καὶ ὁ τὸν 〈ἀδελφὸν αὐτοῦ〉 εἰπὼν 〈ῥακά〉, οὐκ εἰς ἕνα ἡμάρτηκεν, ἀλλ᾽ εἰς ἅπαν τὸ κοινόν. διὸ καὶ 〈τῷ συνεδρίῳ ἔνοχός ἐστιν〉 ὡς τούτου καταφρονήσας. Mt 5, 39 〈Πονηρὸν〉 ἐνταῦθα τὸν ἀδίκως τύπτοντά τινα καὶ ἐπηρεάζοντα λέγει. ὁ δὲ ἀντιπίπτων καὶ ἀντιμαχόμενος ἔοικε τὸν 〈πονηρὸν〉 μιμεῖσθαι, τοῦτ᾽ ἔστι τὸν τύψαντα αὐτόν. εἰ τοίνυν κακόν ἐστι τὸ ἀντιλυπῆσαι τὸν λυπήσαντα, ἀγαθὸν ἂν εἴη τὸ μὴ τοῦτο ποιῆσαι, ἀλλὰ παντοίως θεραπεῦσαι τὴν ὀργὴν καὶ παρακαλέσαι· αἰσχυνθήσεται γὰρ καὶ ἀγαθὸς ἀντὶ κακοῦ γενήσεται.

Mt 5, 39 〈Ἀντιστῆναι τῷ πονηρῷ〉 φησιν, ἀντὶ φιλονικῆσαι, ὁμοίως ἐκείνῳ πρᾶξαι καὶ ἀντιλυπῆσαι καὶ ἀντιπλῆξαι. οὐ δεῖ οὖν, φησίν, ὁμοίως ποιεῖν 〈τῷ πονηρῷ〉. Mt 5, 45 Διὰ τοῦτο ἀδελφοὺς ἡμᾶς κέκληκε δούλους ὄντας αὐτοῦ καὶ συγκληρονόμους ἐποίησεν ὡς γεγονότας αὐτοῦ μιμητὰς 〈βρέχοντός〉 τε 〈ἐπὶ δικαίους〉 καὶ ἁμαρτωλοὺς καὶ πᾶσιν ὁμοίως 〈ἀνατέλλοντος τὸν ἥλιον〉.

Mt 6, 3—4 〈Μὴ γνώτω〉, φησίν, ἡ ἐν ἡμῖν ἀλογία τῆς λογικῆς ψυχῆς τὸ ἔργον, ἵνα μὴ ἐμποδίσῃ αὐτὴν καὶ μείνῃ ἀτελὴς ἡ σῴζουσα τὸ κατ᾽ εἰκόνα. 〈ἀποδώσει σοι〉 δὲ ἐν τῷ φανερῷ, φησίν, ἐν τῇ ἀναστάσει δηλονότι, ὅταν οὐ μόνον ταῦτα, ἀλλὰ καὶ πάντα τὰ κρυπτὰ φανερωθήσονται.

Mt 6, 17—18 Ἐπειδὴ 〈τὸ ἀλείφεσθαι〉 καὶ 〈νίπτεσθαι〉 τοῖς εὐφραινομένοις καὶ χαίρουσι κατά τι παλαιὸν ἐπετηδεύετο ἔθος καὶ σύμβολα ταῦτα χαρᾶς ἐνομίζετο καὶ εὐφροσύνης, ὁ δεσπότης μετὰ χαρᾶς καὶ εὐφροσύνης τὴν 〈νηστείαν〉 κελεύων ἡμᾶς ἐπιτελεῖν, 〈ἄλειψαί σου〉, φησίν, 〈τὴν κεφαλὴν〉 ἐλαίῳ καὶ 〈νίψαι τὸ πρόσωπον〉, ἀπὸ τῶν συμβόλων τῆς χαρᾶς καὶ τῆς εὐφροσύνης χαίρειν ἡμᾶς καὶ εὐφραίνεσθαι ἐν τῷ 〈νηστεύειν〉 νομοθετῶν· οὕτω γὰρ ἑαυτοὺς διατιθέντες τούς τε ἄλλους λαθεῖν δυνησόμεθα, 〈ὅτι νηστεύομεν〉, καὶ αὐτοῖς ἀνεπάχθητον τῆς νηστείας ἀγῶνα ἀπεργασόμεθα· ἔνθα γὰρ προθυμία καὶ χαρά, ἐκεῖ κοῦφον καὶ τὸ ἐπίπονον· 〈ἄλειψαι〉 οὖν 〈σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι〉 ἀντὶ τοῦ· φαίδρυνον σεαυτὸν καὶ ἱλαρὸν ἀπὸ τῆς ἐν τῇ καρδίᾳ εὐθυμίας καὶ ἀγαλλιάσεως παρασκεύασον καὶ ἁπλῶς παντὶ τρόπῳ λαθεῖν ἐπιτήδευε, ἵνα μισθαποδότην ἕξῃς τὸν ἔφορον τῶν 〈κρυφίων〉.

Ἄμφω ταῦτα 〈τὸ ἀλείφεσθαι〉 καὶ 〈νίπτεσθαι〉 τοῖς εὐφραινομένοις ὑπῆρχε. διὸ καὶ ὁ Χριστὸς μετὰ χαρᾶς τε καὶ εὐφροσύνης κελεύει μετέρχεσθαι τὴν 〈νηστείαν, ὥστε χαίρειν ἡμᾶς δεῖ καὶ εὐφραίνεσθαι, ὅταν τὰ καλὰ ἐργαζώμεθα.

Mt 6, 21—23 Εἰπὼν 〈ὅπου γάρ ἐστιν ὁ θησαυρός, ἐκεῖ καὶ ἡ καρδία〉 ὑμῶν ἐπεξηγεῖται τὴν ἐντεῦθεν βλάβην. καρδίαν δὲ ἐνταῦθα τὸ ἡγεμονικὸν λέγει καθὼς καὶ ὁ προφήτης Δαβὶδ «καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός». φησὶν οὖν, ὅτι οἱ θησαυρίζοντες ἐπὶ γῆς, ἐκεῖ καὶ τὸν νοῦν ἔχουσι προσηλωμένον καὶ συνδεδεμένον. τούτου δὲ ἐν αἰχμαλώτου καὶ δεσμίου τάξει διακειμένου τί λοιπὸν ἔσται τῷ σώματι ὅλῳ ἢ καὶ αὐτῇ τῇ ψυχῇ ἀλλ᾽ ἢ συνηνδραποδίσθαι καὶ μᾶλλον δεδέσθαι; τοῦ γὰρ κυβερνήτου βυθιζομένου τί λοιπὸν ἢ ναῦς καὶ οἱ ἐμπλέοντες πείσονται; τοῦτο γὰρ ἐδήλωσεν ἐν τῷ λέγειν ὁ 〈λύχνος τοῦ σώματος ὁ ὀφθαλμός ἐστιν. εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος, τὸ σκότος πόσον〉. οἰκείως δὲ τῷ παραδείγματι κέχρηται· ὡς γὰρ ἐν σώματι ὀφθαλμός, οὕτω νοῦς ἐν ψυχῇ. εἰ οὖν ὁ νοῦς, δι᾽ οὗ ἥ τε ψυχὴ καὶ ὅλον τὸ ζῷον αὐγάζεται, τῷ πάθει τῆς φιλοχρηματίας ἐτυφλώθη, τί ἂν οὐ πάθοι, ἃ δι᾽ ἐκείνου ἐνελάμπετο τὸν φωτισμόν; διὰ τοῦτο χρὴ παντὶ τρόπῳ τὸ νοερὸν τῆς ψυχῆς ἀπὸ φιλοχρηματίας φυλάττειν ἀπαθές, ἵνα μὴ τῷ ἐκεῖθεν πάθει πληρωθέντος αὐτοῦ ἐν σκότει βαθεῖ τὸν βίον ὦμεν δυστυχοῦντες καὶ ταλαιπωρούμενοι ἀθλίως τὸν ἡμῶν. 〈Καρδίαν〉 ἐνταῦθα ὁ σωτὴρ τὸν ἡγεμόνα νοῦν καλεῖ· οὕτω γὰρ καὶ ὁ Δαβὶδ αὐτὸν ὠνόμασε λέγων· «καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός».

κἀντεῦθεν οἱ φιλοχρήματοι τὸν νοῦν συνδεδεμένον ἔχοντες τοῖς χρήμασιν ἀλλοτριοῦσιν ἑαυτοὺς τοῦ θεοῦ.

Mt 6, 25 〈Τὸ μὴ μεριμνήσητε τῇ ψυχῇ〉, οὐκ ἐπειδὴ ἡ ψυχὴ τροφῆς δεῖται. διὰ τοῦτο οὐδὲ εἶπε τί φάγεται ἢ τί πίεται ἡ ψυχή, ἀλλὰ 〈τί φάγητε〉 καὶ 〈τί πίητε〉 ὑμεῖς, δηλονότι τὸ ἐκ ψυχῆς καὶ σώματος συγκείμενον ζῷον· εἰ γὰρ καὶ ἐκ τῆς ψυχῆς προΐασιν ὥσπερ ἀπό τινος πηγῆς αἱ ὀρεκτικαὶ δυνάμεις καὶ χωρὶς αὐτῆς οὐκ ἔνι τρέφεσθαι τὸ ζῷον, ἀλλ᾽ οὖν οὐκ αὐτὴ τρέφεται, ἀλλ᾽ ἐκεῖνο. διὸ καὶ ὁ κύριος ἡμῶν οὔτε αὐτῇ ἀπέδωκε τὸ τρέφεσθαι οὔτε παντελῶς αὐτὴν ἀπεξένωσεν, ἀλλ᾽ ὡς μὲν τὰς ἀφορμὰς τοῦ ὀρέγεσθαι αὐτῆς παρεχομένης 〈μὴ μεριμνήσητε〉, φησίν, 〈τῇ ψυχῇ ὑμῶν〉, ὡς δὲ μὴ ταύτης, ἀλλὰ τοῦ συνθέτου ἐσθίοντός τε καὶ πίνοντος, ἐπήγαγε· 〈τί φάγητε〉 καὶ 〈τί πίητε〉 ὑμεῖς, ἀλλ᾽ οὐχ ἡ ψυχὴ δηλονότι. εἰ δέ τις διὰ τοῦ εἰπεῖν 〈τῇ ψυχῇ ὑμῶν〉 τοῦτο δηλοῦσθαι βούλεται, ὅτι μὴ μόνον ἐπ᾽ αὐτοῖς τοῖς ἔργοις καὶ πόνοις τὴν περὶ τῶν τοιούτων μέριμναν μὴ ἐπιδείκνυσθε, ἀλλὰ μηδ᾽ ἐν τῇ ψυχῇ ταύτην φῦναι καὶ ἐνοχλεῖν ὑμᾶς εἰς ἔργον ἐλθεῖν συγχωρήσατε, οὐδὲ τοῦτο τῆς εὐαγγελικῆς παραινέσεως ἀλλότριον.

Οὐκ εἶπε· τί φάγεται ἡ ψυχὴ ἢ τί πίεται· ψυχὴ γὰρ πᾶσα ἀσώματος οὖσα οὔτε ἐσθίει οὔτε πίνει, ἀλλὰ 〈μὴ μεριμνήσητε τῇ ψυχῇ τί φάγητε〉 ὑμεῖς ἢ 〈τί πίητε〉· καὶ γὰρ ἡ ψυχὴ προβάλλεται τὴν ὀρεκτικὴν δύναμιν, ἀλλ᾽ οὐ χάριν ἑαυτῆς, ἀλλὰ τῆς 〈τοῦ σώματος〉 προνοίας· τοῦτο γάρ ἐστι τὸ τρεφόμενον.

Mt 7, 1 Ἐὰν κρίνῃς, κριθήσῃ, φησίν, ὑπὸ σεαυτοῦ· εἰ γὰρ ἁμαρτωλοὺς κρίνεις ἁμαρτωλὸς ὤν, κατὰ σεαυτοῦ τὴν ἰδίαν κρίσιν φέρεις. ἄφες λοιπὸν τὸ ἑτέρους κρίνειν καὶ κρῖνε σεαυτὸν μόνον, ὅπως μὴ ἀφ᾽ ἑτέρων κρινόμενος κληρονομήσῃς γέενναν.

Mt 7, 2 〈Ἐν ᾧ γὰρ κρίματι κρίνετε, κριθήσεσθε〉 ἀντὶ τοῦ· ἐν αὐτῷ τῷ κατακρίνειν ἑτέρους ὑπὸ κρίμα γίνεσθε κριτοῦ ἁρπάσαντες πρόσωπον, οὓς ἐχρῆν τὴν τῶν κρινομένων τάξιν ἐννοοῦντας καὶ τῶν οἰκείων πλημμελημάτων τὸ πλῆθος τρέμειν καὶ δεδοικέναι καὶ περὶ τούτων φροντίζειν καὶ ἀγωνιᾶν, ὅπως ἀπολογήσωνται, ἀλλὰ μὴ τούτων ὑπερορῶντας ἑτέρων ἐλαττώματα λογοθετεῖν καὶ τούτους κατακρίνειν ἐπὶ τούτοις, ὧν αὐτοὶ χείρονα μακρῷ ἐστιν ὅτε διαπράττονται. ἄν τε οὖν μείζονα ἄν τε ὅμοια ἄν τε ἐλάττονα αὐτοῦ ἡμαρτηκότα κατακρίνῃ τις, ἑαυτὸν κατακρίνει· ὁ μὲν γὰρ ἐλάττονα ἁμαρτήσαντα εὔδηλον, ὅτε μᾶλλον ἑαυτὸν κατέκρινε μείζονα αὐτὸς ἡμαρτηκὼς καὶ προσθεὶς τούτοις τὸ καὶ ἑτέρους κατακρίνειν. ὁ δὲ μείζονα ἁμαρτήσαντα κρίνων καὶ αὐτὸς κατέκρινεν ἑαυτόν, ὅτι δέον ἐξαλεῖψαι τὰ οἰκεῖα καὶ τὸν κοινὸν κριτὴν ἐξιλεώσασθαι συντριμμῷ καρδίας καὶ μεταμελείᾳ, ὁ δὲ φυσηθεὶς κατὰ τοῦ πλησίον κριτοῦ ἀξίωμα ἐνέδυ καὶ κρίνειν ἑτέρους ἐπήρθη εἷς καὶ αὐτὸς τυγχάνων τῶν κρινομένων.

ὡσαύτως δὲ καὶ ὁ τὸν τὰ ὅμοια ἡμαρτηκότα κατακρίνων κοινὴν ἐξάγει τὴν ψῆφον καθ᾽ ἑαυτοῦ τε 〈καὶ〉 τοῦ κατακρινομένου, μᾶλλον δὲ καθ᾽ ἑαυτοῦ· τῷ μὲν γὰρ διὰ τῆς ἰδίας προπετείας καὶ τὰ ἐνόντα ἐμετρίωσε πλημμελήματα, ἂν φιλοσόφως ἐκεῖνος μάλιστα τὴν παροινίαν ἐνέγκῃ τὴν αὐτοῦ, ἑαυτῷ δὲ προσθήκην εἰργάσατο τῶν κακῶν τοῖς ἔμπροσθεν καὶ τὴν ἀπὸ τοῦ κατακρίνειν ἑτέρους τιμωρίαν προσειληφώς. τί οὖν; οὐ δεῖ, φησίν, κρίνειν ἑτέρους κἂν τὰ ἀτοπώτατα εἴησαν ἀναισχυντοῦντες, κλέπτοντες, λῃστεύοντες; μάλιστα μὲν οὐδὲ τούτους σε κατακρίνειν φησίν· τούτους γὰρ καὶ τοὺς τοιούτους νόμοι καὶ δημόσιαι κρίσεις κολάζουσιν, σὲ δὲ συναλγεῖν καὶ συλλυπεῖσθαι προσήκει τοῖς κατακρίτοις ἐν τῷ ἐκείνων πάθει τὰ σὰ ἀποβλέπειν δοκοῦντα κακά, ἀλλὰ μὴ ἐπεμβαίνειν μηδὲ ἐπιπλήττειν τὸν ἐν τῷ πτώματι κείμενον. τί οὖν; μηδὲ νουθετῶμεν μηδὲ παραινῶμεν ἀνανῆψαί τινα τοῦ σφάλματος; μενοῦνγε, ἂν ἑαυτοὺς προτέρους διορθωσώμεθα μάλιστα· ἄλλο γὰρ παραίνεσις καὶ νουθεσία καὶ συμπάθεια καὶ ἄλλο κρίσις καὶ ἐπιτίμησις καὶ ἐπίπληξις καὶ τὰ μὲν πᾶσίν ἐστι χρήσιμα εὐκαίρως γινόμενα, ἐπιτιμᾶν δὲ καὶ κρίνειν καὶ ἐπιπλήττειν ἀρχιερεῦσι θεοῦ μόνοις ἀνήκει, ἐπειδὰν τὰ λοιπὰ πάντα ἐπιδειξάμενοι οὐδὲν βελτίω τὸν θεραπευόμενον διέθηκαν.

κρίνει δὲ καὶ ἐπιτιμᾷ καὶ ὁ τὰς δικαστικὰς ἐμπεπιστευμένος ψήφους, οὓς ἂν αἱ πράξεις εἰς δικαστήριον ἄγωσιν, καὶ πατὴρ παῖδα ἐπὶ βελτιώσει ἠθῶν· καὶ δεσπόται δούλοις ἐπιτιμᾶν καὶ κρίνειν καὶ ἐπιπλήττειν φιλανθρώπως καὶ εὐμενῶς οὐ κωλύονται. γίνονται οὖν διαφοραὶ ἀπό τε τῆς κρίσεως αὐτῆς καὶ τῶν κρινόντων καὶ τῶν κρινομένων προσώπων τοσαῦται· μία μὲν ἂν ὁ κρίνων καὶ ἐπιπλήττων, φιλῶν καὶ στέργων, ἀλλὰ μὴ διασύρων καὶ μισῶν τοῦτο ποιῇ· δευτέρα δὲ ἂν νόμῳ καὶ κοινῷ τῆς πολιτείας καὶ δικαίῳ τοῦτο ποιῇ· τρίτη δὲ ἂν κατὰ μηδὲν μὲν τούτων, μισῶν δὲ καὶ διακωδωνίζων τοῦτο ποιῇ· ἢ καὶ μάτην οὐδὲ τὸν κρινόμενον καλῶς ἐγνωκώς· ἢ ἐν ταῖς κατ᾽ ἐκείνου ἐπιτιμήσεσιν ἀκριβής τις εἶναι δόξει πραγματευόμενος καὶ τὰ οἰκεῖα αἴσχη τῇ περὶ ἑτέρους ἀποτομίᾳ καὶ διαβολῇ ἀποκρύπτειν πειρώμενος ὡς ὁ ἐπὶ τούτοις ἑτέρους τραχέως ἐπιτιμῶν οὐκ ἂν αὐτὸς νομισθείη τοῖς ὁμοίοις ἑαλωκώς. ἕκτη δὲ διαφορὰ ἂν αὐτοὶ τῶν κρινομένων ὄντες κρίνειν ἄλλους ἐπιχειρῶσιν· οὔτε γὰρ φιλίαν οὔτε στοργὴν οἱ τοιοῦτοι ἔχουσιν εἰς ἀπολογίαν.

Mt 7, 5 〈Τὸ ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου〉 καὶ τὰ ἑξῆς ἐπήγαγε πᾶσαν πρόφασιν ἐκκόψαι τὴν εἰς τὸ κατακρίνειν πρόχειρον βουλόμενος. ἵνα γὰρ μή τις λέγοι, ὅτι οὐκ ὀνειδίσαι οὐδὲ λυπῆσαι τὸν ἀδελφὸν θέλων, ἀλλ᾽ ἐκκαθᾶραι τοῦ νοσήματος προνοούμενος εἰς τὸ κρίνειν ἐλήλυθα, μάλιστα μὲν οὖν, φησίν, οὐδὲ τοῦτο σόν ἐστι τοῦ ποιμαίνεσθαι δεομένου τυχεῖν· τί γὰρ ἐνὸν τὰ οἰκεῖα ἀκινδύνως σκοπεῖν σὺ δὲ ταῦτα λιπὼν τῶν ἀλλοτρίων γίνῃ κριτής; εἰ δὲ καὶ συγχωρεῖ σοι τῆς διορθώσεως χάριν καὶ προνοίας, ἀλλ᾽ οὐκ ἀπεχθείας καὶ προπετείας ταῦτα ποιεῖν, χρὴ πρότερον ἑαυτὸν ἀπαλλάξαι τῶν μειζόνων κακῶν, εἶτ᾽ ἀδέκαστον καὶ καθαρὸν τὸ οἰκεῖον τῆς ψυχῆς ὄμμα κτησάμενον οὕτως αὐτὸ πρᾶον καὶ εἰρηνικὸν ἐπιβάλλειν τοῖς τοῦ πλησίον· 〈κάρφος〉 γὰρ ἂν οὕτως ὁραθείη καὶ τὰ πρὶν δοκοῦντα μέγιστα κακά. κἀντεῦθεν ἢ ὅλως καὶ ταῦτα ἐκβάλλεις ὡς μηδὲ ταῦτα ἐπὶ τῷ τοῦ ἀδελφοῦ σου ὀφθαλμῷ ἔτι νομίζειν καθορᾶν, ἢ ἐκεῖνον συναισθόμενόν σου τῆς φίλης προνοίας καὶ τῆς ἐπὶ τῷ συμφέροντι ἐπισκοπῆς θᾶττόν τε καὶ ἀλύπως παρασκευάσεις ἀποβαλεῖν. οὐ χρὴ τοίνυν τοὺς τὰ μεγάλα πταίοντας, ἅπερ εἰσὶ 〈δοκός〉, τὰ ἀλλότρια ὀξέως ὁρᾶν μικρὰ ἁμαρτήματα καὶ διορθοῦσθαι, ἅπερ εἰσὶ 〈κάρφος〉, καὶ ἁπλῶς ὁ ἁμαρτών τι μὴ ἐπανορθούσθω ἕτερον, πρὶν ἂν ἀπόθηται τὸ κακόν· καὶ γὰρ καὶ ὑποκριτὴς πρὸς τῷ ἁμαρτωλός ἐστιν ὁ τοιοῦτος.

Mt 7, 12 〈Οὗτος γάρ ἐστιν ὁ νόμος〉. οὐ καινή, φησίν, οὐδὲ πρόσφατος ἡ ἐντολὴ αὕτη, τὸ ἐκεῖνα θέλειν παρὰ τῶν πλησίον καὶ ἀπαιτεῖν εὑρίσκειν ὅσα καὶ ἡμεῖς αὐτοῖς πρόθυμοί ἐσμεν κατατιθέναι, ἀλλὰ καὶ ἐν τῷ νόμῳ καὶ τοῖς προφήταις τοῦτο διατέτακται ὡς κοινὸν ὑπάρχον καὶ φύσει γνώριμον τοῦτο τὸ δικαίωμα. πῶς γὰρ οὐ πᾶσι γνώριμον ὡς ἅπερ αὐτὸς ἕκαστος ἡγεῖται καλὰ καὶ τῷ πλησίον ἐστὶ καλά, ἅπερ δὲ αὐτῷ λογίζεσθαι δυσχερῆ καὶ τῷ πλησίον ἐστὶ δυσχερῆ. καὶ δεῖ τὸν βουλόμενον παρὰ τοῦ πλησίον ἀπολαύειν τῶν χρηστῶν μηδ᾽ αὐτὸν ἀποστερεῖν τῶν ὁμοίων ἐκεῖνον. ὡς ὅ γέ τι τοιοῦτον πράττειν ἀναισχυντῶν οὐ τῆς τῶν εὐαγγελικῶν ἐντολῶν παραβάσεως ὑφέξει τὴν δίκην, ἀλλὰ κἀν τοῖς νόμοις κἀν τοῖς προφήταις καὶ ἐν αὐτῇ 〈τῇ〉 αὐτοδιδάκτῳ καὶ φυσικῇ τῶν ἀνθρώπων ὑπολήψει καταδεδίκασται. 〈Ὁ νόμος οὗτος〉, φησίν, οὐκ ἔστι πρόσφατος οὐδὲ ἀποδείξεών τινων καὶ ἐπιχειρημάτων δεόμενος, ὅτι καλός, ἀλλὰ τῆς φύσεως τῆς ἡμετέρας ἐστὶν ὡσανεὶ παράγγελμα, τοῦτ᾽ ἔστιν ὅσα ἐσμὲν πρόθυμοι καὶ πάσχειν ὑφ᾽ ἑτέρων καὶ ἀπαιτεῖν παρ᾽ αὐτῶν, ταῦτα ἐσόμεθα προθυμότεροι πρὸς τοὺς πλησίον ἐργάζεσθαι· τοῦτο γάρ, φησίν, τὸ δικαίωμα κοινόν ἐστιν ἐπὶ πᾶσιν· ὅσα γάρ σοι αὐτῷ δυσχερῆ τυγχάνει, ταῦτα νόμιζε καὶ τοῖς ἑτέροις τοιαῦτα εἶναι· καὶ ὅσα καλὰ καὶ ὠφέλιμα, ταῦτα καὶ τοῖς ἄλλοις εἶναι τοιαῦτα.

Mt 7, 13—14 Οὔτε 〈στενὴ〉 οὔτε 〈τεθλιμμένη〉 ἐστὶν ἡ νῦν γενομένη 〈πύλη〉, ἀλλὰ φύσει μὲν 〈πλατεῖα καὶ εὐρύχωρος〉, νόμῳ δὲ ἡμετέρῳ καὶ προαιρέσει καὶ 〈στενή〉 ἐστι καὶ 〈τεθλιμμένη〉, ὥς φησιν ὁ κύριος. Mt 7, 13—14 〈Στενή〉 ἐστιν ἡ 〈πύλη οὐ〉 φύσει οὐδὲ καθ᾽ ἑαυτήν, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῆς 〈εἰς τὴν ἀπώλειαν〉 ἀγούσης ὁδοῦ· διὸ καὶ ὁ κύριος 〈εἰσέλθετε διὰ τῆς στενῆς πύλης〉 ἐπήγαγεν· 〈ὅτι πλατεῖά〉 ἐστιν ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν〉 ὡσανεὶ λέγων, ὅτι στενὴν αὐτὴν ἐκάλεσα πρὸς ἀντιδιαστολὴν τῆς εἰς ἀπώλειαν ἀναγούσης ὁδοῦ· αὕτη γὰρ 〈πλατεῖα καὶ εὐρύχωρός〉 ἐστιν, ὅτι πολλαί εἰσιν αἱ τῆς ἀπωλείας ὁδοί, μία δὲ ἡ τῆς σωτηρίας. οὐ μόνον δὲ πρὸς ἀντιδιαστολὴν ταύτης ἐκείνη ἐστὶ στενή, φησίν, ἀλλὰ καὶ ἀπὸ τῆς τῶν διαπορευομένων αὐτὰς προαιρέσεως ἡ μὲν στενή, ἡ δὲ πλατεῖα νομίζεται· τὴν μὲν γὰρ τῆς ἀπωλείας πολλοὶ βαδίζουσιν καὶ 〈πολλοὶ〉 γάρ, φησίν, 〈οἱ ἐρχόμενοι δι᾽ αὐτῆς〉· τὴν δὲ τῆς βασιλείας πύλην ὀλίγοι διέρχονται· 〈ὀλίγοι〉 γάρ εἰσιν, φησίν, οἱ τοῖς ἔργοις αὐτὴν ἐξευρίσκοντες· ὡς οἵ γε τοῖς ἔργοις εὑρόντες οὐ στενῆς οὐδὲ τεθλιμμένης, ἀλλ᾽ ἀπορρήτων ἀγαθῶν καὶ θυμηδίας ἁπάσης τὴν ἀπόλαυσιν προξενούσης πειραθήσονται.

τὸ δὲ 〈στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς〉 οὐκ ἀποφάσκοντός ἐστι καὶ τὴν τῆς πύλης φύσιν διορίζοντος, ἀλλ᾽ οἷον ἀγανακτοῦντος καὶ ὀνειδίζοντος τὴν ὀλιγότητα τῶν διὰ τῆς πύλης εἰσιόντων, δι᾽ ἧς ὀλιγότητος καὶ τὸ στενὴν αὐτὴν συνέβη νομίζεσθαι. κατὰ τοῦτον οὖν τὸν τρόπον ἐκλαμβανόντων ἡμῶν κεκλῆσθαι τὴν πύλην καὶ 〈τὴν ὁδὸν τὴν ἀπάγουσαν εἰς τὴν ζωὴν〉 τὴν αἰώνιον στενήν, οὐδὲ τὸ «ὁ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν» ἡμῖν ἐναντιωθήσεται· ἐκεῖ μὲν γὰρ διὰ τούτων ἡ τοῦ πράγματος δηλοῦται φύσις, ἐνταῦθα δὲ ἡ ὀλιγωρία ὀνειδίζεται τῶν ὀφειλόντων αὐτὸ μετιέναι.

Mt 7, 22—23 Οἱ δαίμονας φυγαδεύοντες καὶ νόσους ἀποδιώκοντες καὶ τὰ παραπλήσια σημεῖα ποιοῦντες παρὰ θεοῦ τὴν τοιαύτην εἰλήφασι δωρεάν. κἀντεῦθεν ἐχρῆν αὐτοὺς καὶ ἀρετὰς κεκτῆσθαι τοῖς χαρίσμασι καταλλήλους. ἐπεὶ δὲ χαρίσματα εἰληφότες οὐκ ἐφύλαττον ἑαυτούς, ἀλλ᾽ ἐποίουν τὰ φαῦλα, ἐρρήθη πρὸς αὐτούς· 〈ἀποχωρεῖτε ἀπ᾽ ἐμοῦ〉, «οὐκ οἶδα ὑμᾶς». τοὺς γὰρ γινώσκοντας αὐτὸν καὶ ἀγαπῶντας ἀνταγαπᾷ ὁ θεὸς καὶ γινώσκει.

Mt 7, 23 〈Τότε〉, πότε; ὅτε ἐκεῖνοι τὰ δοκοῦντα προάξουσι δίκαια, τὸ προφητεῦσαι, τὸ δαιμόνια πολλὰ ἐκβαλεῖν, τὸ δυνάμεις πολλὰς ἐπιτελέσαι· ἐκ γὰρ τῶν αὐτοῖς δικαιωμάτων μᾶλλον ἕλκουσιν ἑαυτοῖς τὴν καταδίκην· οἱ γὰρ οὓς ἐχρῆν τοσούτων ἀπολαύσαντας χαρισμάτων βίον κατάλληλον σπουδάζειν κεκτῆσθαι, ἵνα καὶ τὸν δεδωκότα διὰ τῶν ἔργων δοξάσωσιν καὶ αὐτοὺς ἀξίους τῆς δωρεᾶς ἐπιδείξωσιν, οἱ δὲ τἀναντία δεδρακότες καὶ βλασφημεῖσθαι μὲν 〈τὸ ὄνομα τοῦ θεοῦ〉 αἴτιοι γεγονότες (ἵνα τί «γὰρ τὸ ὄνομα τοῦ θεοῦ δι᾽ ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν»), ἀναξίους δὲ τῶν εὐεργεσιῶν ἑαυτοὺς ἀποφήναντες, οὗτοι δέον αὐτοὺς ἐγκαλύπτεσθαι καὶ σκυθρωπάζειν, ὅτι τὴν δεσποτικὴν ἐνύβρισαν δωρεάν, οἱ δὲ καὶ ἐπ᾽ αὐτῇ μέγα φρονοῦσι καὶ ἀξιοῦσιν προάγειν αὐτὰ εἰς δικαίωμα, πῶς οὐ μυρίων κακῶν ἐνόχους 〈ἑαυτοὺς〉 δεικνύουσιν; διὸ καὶ ὁ δεσπότης ἀποτόμως φησὶν πρὸς αὐτούς· 〈οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπ᾽ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν〉· οὐ γὰρ νῦν, φησίν, ὑμᾶς ἀποστρέφομαι καὶ βδελύσσομαι, ἀλλ᾽ οὐδὲ κατὰ τὸν καιρὸν ἐκεῖνον ἔστεργον ὑμᾶς, καθ᾽ ὃν τοῦ χαρίσματος ἀπολαύοντες διὰ τῆς τοῦ βίου μοχθηρίας ἀχαριστίᾳ με ἠμείβεσθε. ἀλλ᾽ οὖν εἰς τὸν παρόντα καιρὸν τὴν τιμωρίαν ἀνεβαλόμην τὴν ἐπιστροφὴν ὑμῶν ἐκδεχόμενος. ἐπεὶ δὲ οὐ μετεμελήθητε παρ᾽ ὅλον τὸν τῆς ζωῆς ὑμῶν χρόνον, νῦν 〈ἀποχωρεῖτε ἐξ ἐμοῦ〉.

Mt 7, 24—26 Σημειωτέον ὅτι τὸ μὲν γενέσθαι 〈φρόνιμον οὐκ〉 ἔστιν ἄνευ τῆς τοῦ θεοῦ συνεργίας καὶ ἐπιπνοίας. διό φησιν· 〈ὁμοιώσω αὐτὸν ἀνδρὶ φρονίμῳ〉 ἀντὶ τοῦ συναντιλήψομαι καὶ συνεργήσω εἰς τὸ τὰ παρ᾽ αὐτοῦ οἰκοδομηθέντα μὴ διαπεσεῖν μηδὲ διαφθαρῆναι. ἐπὶ δὲ 〈τοῦ μωροῦ〉 οὐκέτι ὁμοιώσω, ἀλλ᾽ 〈ὁμοιωθήσεται〉, οἷον αὐτὸς ἑαυτῷ αἴτιος ἔσται τῆς ἀφροσύνης καὶ τιμωρίας, ὅτι δὲ τὸν ἀρετὴν διώκοντα τῆς παρὰ τοῦ θεοῦ δεδομένης αὐτῷ τυχεῖν βασιλείας 〈ἀγανακτῶν〉, αὐτὸς διὰ κακίαν μετιὼν ἐντὸς ἑαυτὸν ποιεῖ τῆς κολάσεως. οὕτως οὖν ἡ μὲν τῶν ἀρετῶν κτῆσις ἡμετέρᾳ τε σπουδῇ καὶ τῇ τοῦ θεοῦ κατορθοῦται χάριτι, ἡ δὲ τῆς κακίας πρᾶξις γνώμης μοχθηρίᾳ καὶ προαιρέσεως παρατροπῇ ἐπιγίνεται.