Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Υπόμνημα στο κεφάλαιο 13: Οι παραβολές της Βασιλείας των Ουρανών

Θεολογική προσέγγιση της παραβολής του σπορέα και της ακολουθίας των μυστηρίων της Βασιλείας του Θεού έναντι όσων διατηρούν αγαθή προαίρεση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 4 από 8

Mt 13, 3—7 Τῶν ἐντολῶν τοῦ Χριστοῦ οἱ μὲν ἤκουσαν ἀμελῶς ὡς οἱ 〈παρὰ τὴν ὁδόν〉· οἱ δὲ ἐπιμελῶς μέν, οὐ βεβαίως δέ, ὡς οἱ παρὰ τὴν πέτραν· οἱ δὲ ἐπιμελῶς μὲν καὶ βεβαίως, ἔχοντες δὲ ἐπισπορὰν ἀκανθῶν καὶ ζιζανίων ὕστερον τούτοις ἐναπεπνίγησαν. διαφέρουσι δὲ οὗτοι, ὅτι οἱ μὲν καθεύδοντες ἐδέξαντο τὴν ἐπισποράν, οἱ δὲ καὶ κατὰ τὸν καιρὸν τοῦ καλοῦ σπέρματος καὶ τὰ τῶν παραφυάδων ἐν ἑαυτοῖς μοσχεύοντες εἶχον· ἄλλοι δὲ ἐπιμελῶς τε ἤκουσαν καὶ βεβαίως ὅσον εἰς γνῶσιν ἐδέξαντο καὶ οὔτε πρότερον οὔτε ὕστερον ἐπισπορὰν ζιζανίων παρεδέξαντο, βίον δὲ τοῦ κηρύγματος ἀνάξιον ἐπεδείξαντο, οὓς καὶ σαπροὺς ὀνομάζει ὡς ἐναποσήποντας τῶν ἡδονῶν τῷ βορβόρῳ. οὗτοι μὲν πάντες ἀποκηρύττονται τῆς βασιλείας καὶ πρὸς τούτοις οἱ μηδ᾽ ἀκοῦσαι ἀνασχόμενοι, ἀλλὰ καὶ καταγελῶντες τῆς διδασκαλίας, οἱ δὲ καὶ κατεξανιστάμενοι, ὁποῖοι οἱ πεπωρωμένοι τῶν Ἰουδαίων ἐτύγχανον, καὶ τοῦτο οἱ γραμματεῖς καὶ τὴν ἱερωσύνην ὑποδυόμενοι. ζʹ οὖν αἱ τῆς ἀπωλείας ὁδοί· διὸ καὶ «πλατεῖά» ἐστιν «καὶ εὐρύχωρος».

Τῶν ἐντολῶν τοῦ Χριστοῦ οἱ μὲν ἤκουσαν ἀμελῶς· οὗτοί εἰσιν οἱ παρὰ τὴν ὁδὸν κείμενοι· οἱ δὲ ἐπιμελῶς μέν, οὐ βεβαίως δέ, ὅσοι παρὰ τὴν πέτραν· οἱ δὲ ἐπιμελῶς μὲν καὶ βεβαίως, ἔχοντες δὲ ἐπισπορὰν ἀκανθῶν καὶ ζιζανίων, οἵτινες καὶ ἀπεπνίγησαν ταῖς βιωτικαῖς φροντίσιν.

Mt 13, 4—9 Τίς ἐστιν ὁ 〈σπείρων〉; αὐτὸς ὁ Χριστός· πόθεν ἐξῆλθεν; τῆς κρυφίας αὐτοῦ καὶ ἀθεάτου καταλήψεως· πῶς ἐξελθὼν ἐκεῖθεν; τῇ περιβολῇ καὶ οἰκειώσει τῆς σαρκός, ἐν ᾗ ἔγνωσται καὶ κατείληπται ὅσον ἀνθρώπῳ γνῶναι καὶ καταλαβεῖν δυνατόν· ἵνα τί γένηται; ἵνα τὸν τῆς διδασκαλίας λόγον κατασπείρῃ τῇ οἰκουμένῃ καὶ σώσῃ τὸ οἰκεῖον πλάσμα ἔργοις ἀγαθοῖς εἰς ἐπίγνωσιν ἀναγόμενον αὐτοῦ τε καὶ τοῦ οἰκείου πατρὸς καὶ τοῦ ὁμοουσίου καὶ ἰσοσθενοῦς πνεύματος. τέσσαρες οὖν εἰσι τάξεις τῶν τὴν τοῦ Χριστοῦ διδασκαλίαν καὶ τὰς ἐντολὰς μὴ συντηρούντων, ὡς καὶ διὰ τῆς παραβολῆς τοὺς καθ᾽ ἑκάστην τάξιν ὑποφαινομένους παρεδήλωσεν· τούτων γὰρ οἱ μὲν ἀμελείᾳ καὶ ῥᾳθυμίᾳ παντελεῖ καὶ οἰκείᾳ μοχθηρίᾳ προαιρέσεως οὐδὲν ὧν ἐδέξαντο συνετήρησαν, ἀλλὰ πάντων ἐζημιώθησαν· οἱ δὲ παρακατέσχον μὲν μηδενὸς ἐνοχλοῦντος, ἐνοχλησάντων δὲ πειρασμῶν καὶ αὐτοὶ τὸ τέως κατασχεθὲν ἀπεώσαντο μείναντες τῆς διδασκαλίας ὥσπερ οἱ πρότερον ἔρημοι· τρίτοι, οἵτινες τὸν μὲν σπόρον οὐκ ἐξ ἐπιπολῆς, ἀλλ᾽ ἐν βάθει ὑποδέχονται, διὰ δὲ τὸ καὶ πρὸς ἕτερα μὴ προσήκοντα τὴν σπουδὴν μερίσαι καὶ ἀκάνθας ἀναφῦναι τῷ καλῷ σπέρματι παρεσκεύασαν· ἄκανθαν γὰρ τὸ τῆς ἁμαρτίας κέντρον ἔθος τῇ γραφῇ ὀνομάζειν.

διὰ ταύτας οὖν τὰς ἀκάνθας οἳ ὑπεδέξαντο σπέρμα καλὸν ζημιοῦνται, ὧν εἰ μὴ ταχεῖα δι᾽ ἐπιμελείας ἡ ἐκκοπὴ γίνηται, ἀνάγκη ταύταις ὅλον ἐναποπνιγῆναι καὶ ἀφανισθῆναι τὸ σπέρμα.

Mt 13, 11—12 〈Ὑμῖν δέδοται〉· τίσιν; τοῖς παρασκευάσασιν ἑαυτοὺς διὰ τῆς ὑπακοῆς καὶ προσοχῆς ἀξίους τοῦ δωρήματος· 〈ἐκείνοις δὲ οὐ δέδοται〉. τίσιν; τοῖς μὴ προαιρουμένοις λαβεῖν, ἀλλ᾽ ἀναξίους τῆς δωρεᾶς διὰ τῆς ἐθελοκάκου αὐτῶν γνώμης καὶ πωρώσεως ἑαυτοὺς ἀποφήνασιν· 〈ὅστις γὰρ ἔχει〉 προαίρεσιν καὶ σπουδήν, τούτῳ καὶ παρὰ τοῦ θεοῦ 〈δοθήσεται〉 οὐ κατὰ τὸ μέτρον τῆς τῶν σπουδασάντων ἐπιμελείας καὶ προαιρέσεως, ἀλλὰ φιλοτιμότερόν τε καὶ περισσότερον· 〈δοθήσεται〉 γὰρ 〈αὐτῷ〉 φησιν 〈καὶ περισσευθήσεται. ὅστις δὲ οὐκ ἔχει〉 σπουδὴν καὶ ἐπιμέλειαν μηδὲ τῇ τοῦ θεοῦ χάριτι συνεισφέρει τὰ παρ᾽ ἑαυτοῦ, οὗτος καὶ ἅπερ ὁ θεὸς ἀφάτῳ φιλανθρωπίας πλούτῳ παρέχειν ἐβούλετο καὶ κατέχειν αὐτόν, καὶ ταῦτα ἀφαιρεθήσεται οὐκ ἄλλου τινὸς ἀφαιροῦντος, ἀλλ᾽ αὐτοῦ ἐκείνου διὰ τῆς οἰκείας ἀμελείας καὶ μοχθηρίας ἀποστεροῦντος τῆς δωρεᾶς ἑαυτόν.

Mt 13, 16 Μακαρίζει τοὺς μαθητὰς ὁ σωτήρ, ἐπειδὴ ἐξ ἰδίας προαιρέσεως ἐπεδείξαντο τὴν εἰς αὐτὸν πίστιν, δι᾽ ἧς καὶ ἐδόθη αὐτοῖς ἡ γνῶσις ὡς ἀξιωθεῖσι θείας ἀκροάσεως. Mt 13, 16 〈Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοί, ὅτι βλέπουσιν〉 ὀρθῶς καὶ ἀνεπιλήπτως, οὐ φθόνῳ καὶ ἀναισχυντίᾳ τὴν τῶν πραγμάτων ἀλήθειαν ἐπικρύπτοντες καὶ τυφλώττοντες, 〈καὶ τὰ ὦτα〉, ὅτι εὐκρινῶς καὶ χωρὶς βασκανίας καὶ ἀντιπαθείας τὸν τῆς διδασκαλίας λόγον 〈ἀκούουσιν〉.

Mt 13, 16—17 Ἤτοι μακαρίους αὐτῶν τοὺς ὀφθαλμοὺς 〈καὶ τὰ ὦτα〉 ἔσεσθαί φησιν ἐν τῷ καιρῷ τῆς ἀναστάσεως. καὶ περὶ παντὸς δὲ τοῦ βλέποντος τὰ θεῖα ὀφθαλμοῦ καὶ ὤτων ἀκηκοότων τῶν πνευματικῶν λόγων ταῦτα ἂν λέγοιτο ἀντὶ τοῦ συνιέντος τοῖς ἔνδοθεν ὠσὶν τῆς καρδίας· ὁ γὰρ ἀπερίτμητος τῇ καρδίᾳ ἐκωφώθη τοῖς ἔνδοθεν ὠσί. διὸ καὶ αὐτὴν τὴν ἀκοήν, ἣν ἐδόκουν ἔχειν τοῦ νόμου καὶ τῶν προφητῶν, ἤρθη καὶ ἐδόθη τοῖς ἔχουσιν τὴν καινὴν διαθήκην. ὅτι δὲ οὐδὲ ταύτην λέγει τὴν ὄψιν οὐδὲ τὴν ἀκοήν, ἀλλὰ τὴν ἀπὸ διανοίας δῆλον. καὶ γὰρ καὶ οὗτοι Ἰουδαῖοι ἦσαν, ἀλλ᾽ ὅμως οὐδὲν παρεβλάβησαν ἀπὸ τῆς προφητείας, ἐπειδὴ τὴν προαίρεσιν καὶ τὴν γνώμην εὖ διακειμένην εἶχον· οὐδὲ γὰρ ἐμακαρίσθησαν, εἰ μὴ αὐτῶν ἦν τὸ κατόρθωμα. εἶτα καὶ ἑτέρωθεν αὐτὸ βεβαιοῖ λέγων· 〈ἀμὴν γὰρ λέγω ὑμῖν, ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ εἶδον〉. οἱ ἐπιθυμοῦντες 〈ἰδεῖν δίκαιοι〉 τὰ καταθύμια γνῶσιν ἔλαβον, ὧν ἐπεθύμουν. ἐκεῖνοι μὲν οὖν τῇ πίστει ἐθεάσαντο μόνον, ὑμεῖς δὲ τῇ ὄψει· ἅπερ γάρ φησιν 〈οἱ προφῆται ἐπεθύμησαν ἰδεῖν καὶ οὐκ εἶδον〉 μὴ συγχωρούντων τῶν καιρῶν, τούτων νῦν ὑμεῖς ἠξιώθητε. λέγει δὲ μετὰ τῶν ἄλλων τὴν παρουσίαν αὐτοῦ καὶ τὰ θαύματα καὶ τὴν διδασκαλίαν.

οὐ πάντες δὲ οἱ 〈προφῆται〉 οὐδὲ πάντες οἱ 〈δίκαιοι〉 οἱ ἐπιθυμήσαντες 〈ἰδεῖν ἢ ἀκοῦσαι οὐκ εἶδον ἢ οὐκ ἤκουσαν〉, ἀλλὰ 〈πολλοί〉· τινὲς γὰρ ἐπιθυμήσαντες εἶδον καὶ ἤκουσαν ὡς Ἀβραὰμ καὶ Μωυσῆς καὶ οἱ διασημότεροι. ὁ δὲ προσιέμενος ταῦτα ἥττονας δώσει εἶναι τοὺς ἐπιθυμήσαντας τῶν μὴ ἐπιθυμησάντων. ἐπεθύμουν δὲ 〈ἰδεῖν〉, ἃ οἱ ἀπόστολοι ἔβλεπον, θεὸν ἐνανθρωπήσαντα, 〈καὶ ἀκοῦσαι〉 φωνὴν θεοῦ ἑνωθέντος σαρκὶ καθ᾽ ὑπόστασιν.

Mt 13, 24—52 〈Βασιλεία τῶν οὐρανῶν〉 καὶ βασιλεία τοῦ θεοῦ λέγεται μὲν ἡ πρώτη τοῦ δεσπότου Χριστοῦ παρουσία καθὼς λέγει· «εἰ δὲ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία». καὶ πάλιν· 〈ὁμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα ἐν τῷ ἰδίῳ ἀγρῷ〉· τούτων γὰρ ἑκάτερον τὴν πρώτην ὑπαινίττεται παρουσίαν. λέγεται βασιλεία ἡ ἀνάστασις καθώς φησιν· «ἕως ἂν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ». λέγεται βασιλεία καὶ αὐτὸ τὸ κήρυγμα ὡς τῆς βασιλείας πρόξενον καθώς φησιν· ὁμοιώθη ἡ 〈βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως〉 καὶ 〈ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ〉· δι᾽ ἑκατέρας γὰρ παραβολῆς τὸ κήρυγμα ὑπαινίττεται· ὥσπερ γὰρ ὁ τοῦ σινάπεως κόκκος βραχύτατος ὢν ἐν τῷ σπείρεσθαι εἰς δένδρον μέγα ἐξαπλοῦται καὶ ἐκτείνεται, οὕτως καὶ ὁ τοῦ κηρύγματος λόγος βραχύτατος ὢν καὶ ἐν τῇ Ἰουδαίᾳ μόνῃ κατ᾽ ἀρχὰς σπειρόμενός τε καὶ διαφαινόμενος ὕστερον ἐκεῖθεν εἰς πᾶσαν ἐξηπλώθη καὶ διέδραμεν τὴν οἰκουμένην. καὶ ὥσπερ ἡ ζύμη μικρὰ οὖσα ὅλον τὸ φύραμα ζυμοῖ, οὕτω καὶ ἡ τοῦ κηρύγματος χάρις τῷ ἀνθρωπίνῳ φυράματι ἐμβληθεῖσα ὅλον μετέστησεν εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ ἀρτοποιήσασα καὶ συσφίγξασα καὶ ἑνοποιήσασα τὴν διεσπαρμένην ἐν τῇ πλάνῃ καὶ διεσκεδασμένην καὶ διαλελυμένην φύσιν ἡμῶν. οὕτως καὶ τὸ κήρυγμα αὐτὸ λέγεται βασιλεία τῶν οὐρανῶν.

λέγεται δὲ βασιλεία τῶν οὐρανῶν καὶ αὕτη ἡ ἀπόλαυσις καὶ ἡ κτῆσις τῶν αἰωνίων ἀγαθῶν καθώς φησιν· 〈ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ〉· κέκρυπται γὰρ αὕτη καὶ ἠσφάλισται ἐν τοῖς τῆς ἀρετῆς ἱδρῶσι καὶ πόνοις καὶ τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσι καὶ κόποις καὶ ἐν αὐτοῖς κεκρυμμένη εὑρίσκεται· οὐ γάρ ἐστιν αὐτῆς εὕρεσις ἀταλαίπωρος. καὶ ἐν αὐτοῖς πάλιν κρύπτεται καὶ φυλάττεται· οὐ γάρ ἐστιν εὑρόντα ἀναπεσεῖν καὶ διαμελῆσαι, ἀλλὰ δεῖ πονεῖν καὶ ὑπεραγρυπνεῖν τοῦ εὑρήματος ἕως ἂν αὐτοῦ ἐν τελείᾳ κτήσει καὶ ἀπολαύσει περιφανῶς καὶ διὰ πείρας αὐτῆς, ἀλλὰ μὴ κεκρυμμένως καὶ τῇ ἐπιγνώσει μόνῃ καὶ ταῖς ἀγαθαῖς ἐλπίσιν γενώμεθα. τούτῳ τῷ σημαινομένῳ τῆς βασιλείας καὶ ἡ τοῦ μαργαρίτου παραβολὴ ὑποβάλλεται· ἐμπορίᾳ γὰρ ἔοικεν ὁ βίος ἡμῶν καὶ πάντες τὰ ἐκεῖθεν ζητοῦμεν καὶ πραγματευόμεθα, ἀλλ᾽ οἱ μὲν τοῖς ἔργοις καὶ ἀληθῶς, οἱ δὲ διὰ τῆς γλώττης καὶ ἐπὶ σχήματος.

ὁ οὖν ἀληθῶς καὶ ἀπὸ καρδίας ζητῶν οὕτως εὗρεν, τοῦτ᾽ ἔστιν ἐν ἐπιγνώσει καὶ καταλήψει τοῦ θησαυροῦ καὶ τοῦ μαργαρίτου γέγονεν· τοῦτο γὰρ ἐν ἑκατέρᾳ τῶν παραβολῶν σημαίνει 〈τὸ εὑρών〉, τοῦτ᾽ ἔστιν ἐπιγνούς, κατανοήσας ἀκριβῶς καὶ λίαν ἐπιθυμητικῶς ἔχων περὶ αὐτὸ εὔελπις ὢν τοῦ τυχεῖν· οὐ γὰρ 〈τὸ εὑρὼν〉 ἐνταῦθα σημαίνει τὸ κτησάμενος ἢ κατασχών· οὐ γὰρ ἂν ἐπῆγεν 〈καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πάντα ὅσα ἔχει πωλεῖ καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον〉. καὶ πάλιν· 〈ἀπελθὼν πάντα ὅσα εἶχεν πέπρακεν〉 καὶ ἑξῆς, ἀλλὰ 〈τὸ εὑρὼν〉 ὥσπερ ἔφαμεν τὸ ἐπιγνοὺς καὶ ἐν ἐπιθυμίᾳ σφόδρα γεγονὼς καὶ εὔελπις ὢν τοῦ τυχεῖν σημαίνει. διὰ τοῦτο καὶ χαίρει 〈καὶ ἀπὸ τῆς χαρᾶς〉 πάντα τὰ ἄλλα πιπράσκει, τοῦτ᾽ ἔστιν ἀποτίθεται καὶ ἀποβάλλεται ἕνεκεν τῆς κτήσεως τῆς βασιλείας τῶν οὐρανῶν. λέγεται βασιλεία καὶ ἡ δευτέρα παρουσία τοῦ Χριστοῦ καὶ τοῦτο πολὺ τὸ σημαινόμενον ἐν τῇ θείᾳ γραφῇ· καθ᾽ ὃ σημαινόμενον καὶ ἐνταῦθά φησιν· ὁμοιώθη ἡ 〈βασιλεία τῶν οὐρανῶν σαγήνῃ〉 καὶ τὰ ἑξῆς. σκόπει οὖν καὶ τὴν τάξιν τῶν παραβολῶν. ἡ μὲν πρώτη ἀπὸ τῆς παρουσίας τὸ πρῶτον λαμβάνεται καὶ ἡ δευτέρα ὁμοίως, ἀλλ᾽ ἡ μὲν βίων εἰσάγει διαφορὰς φαύλων καὶ χρηστῶν, ἡ δὲ δογμάτων μᾶλλον ὀρθῶν καὶ αἱρετικῶν. ἡ δὲ τρίτη καὶ τετάρτη τοῦ κηρύγματος τὴν δύναμιν καὶ ἰσχὺν καὶ τὸν τρόπον τῆς αὐξήσεως.

ἡ δὲ τετάρτη καὶ πέμπτη τῶν κατορθούντων τὸν τρόπον καὶ τὴν σπουδὴν καὶ τὴν ἐπίτευξιν. ἡ δὲ ἐπὶ πᾶσι καὶ ἕκτη τὴν δευτέραν αὐτοῦ παρουσίαν, ἐν ᾗ τῶν κατορθωσάντων καὶ τῶν διαμαρτόντων ἡ ἀμοιβὴ γίνεται καὶ ἀντίδοσις. ἔστιν σημαινόμενον καὶ ἕτερον βασιλείας ἡ τῆς θείας γραφῆς παλαιᾶς τε καὶ νέας ἀκριβὴς ἐπίγνωσις καὶ κατάληψις καθώς φησιν· 〈διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν〉 καὶ ἑξῆς· καὶ γὰρ διὰ τῆς γνώσεως αὐτῶν κτώμεθα τὴν βασιλείαν τῶν οὐρανῶν.