Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Υπόμνημα στα κεφάλαια 1-4 του κατά Ματθαίον Ευαγγελίου: Γέννηση, Πρόδρομος και Πειρασμοί

Ερμηνευτικά σχόλια για την κλήση των εθνών, τη θεία ενανθρώπηση, το κήρυγμα μετανοίας του Ιωάννη του Προδρόμου και τους πειρασμούς του Κυρίου στην έρημο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 1 από 8

Mt 1, 2 〈Ἀβραὰμ〉 διὰ πίστεως ἐδικαιώθη· τούτῳ δὲ πιστεύσαντι εἶπεν ὁ θεός· «πληθυνῶ τὸ σπέρμα σου καὶ δώσω σοι τὴν γῆν» καὶ «ἔν σοι ἐνευλογηθήσονται πᾶσαι αἱ φυλαί». εἰ οὖν ἀληθῆ φθέγγεται ὁ θεὸς καὶ «σπέρμα Ἀβραὰμ» οἱ Ἰουδαῖοι μόνοι τυγχάνουσιν, οὗτοι δὲ οὔτε τῆς γῆς ἐκράτησαν πώποτε οὔτε κρατοῦσιν, ποῦ ἐστι τὸ τοῦ θεοῦ ἀληθὲς τὸ πρὸς 〈Ἀβραὰμ〉 εἰρημένον; ἀλλ᾽ ἐπεὶ ἀδύνατον ψεύσασθαι θεόν, φανερόν ἐστιν, ὅτι τὴν τῶν ἐθνῶν ἐκκλησίαν «σπέρμα» ἐκάλεσεν ὁ θεὸς τοῦ «Ἀβραάμ». τοῦτο δὲ γέγονε διὰ τοῦ ἐξ αὐτοῦ μέλλοντος γεννηθῆναι Χριστοῦ, εἰς ὃν πιστεύσαντα τὰ ἔθνη «σπέρμα Ἀβραὰμ» ἐκλήθησαν, οὐ νόμῳ φύσεως, ἀλλὰ χάριτι.

Mt 1, 19—20 Ὅτε εἰς ἀπορίαν λογισμῶν κατέστη ὁ Ἰωσήφ, τότε ὁ ἄγγελος ἐπέστη λύων τὴν ἔριν τῶν λογισμῶν· ὅτι γὰρ διηπορεῖτο, ἐξ ὧν διενοεῖτο δῆλον. 〈ἐβουλήθη〉 γάρ, φησίν, 〈αὐτὴν ἀπολῦσαι λάθρᾳ〉· οὐκ ἂν οὔτε λάθρᾳ οὔτε ὅλως ἐκπέμψαι βουληθείς, εἰ νόθου γονῆς τὸν ὄγκον ἐπέπειστο τῆς γαστρός· ἀλλὰ καὶ νόμῳ καὶ τιμωρίᾳ 〈δίκαιος〉 ὢν μάλιστα παρεδίδου ἄν· ἀλλὰ τοῦτο μὲν οὐκ ἐπέπειστο· οὐδ᾽ ἐκεῖνο πάλιν ᾔδει θείας ἐνεργείας τὴν κύησιν εἶναι· ὑπὲρ ἔννοιαν γὰρ ἀνθρωπίνην τὸ ἔργον ἦν. διὸ τοῖς λογισμοῖς ἐκυμαίνετο καὶ ἠγνόει, ὅπερ ἂν διαπραξάμενος εὐάρεστος δόξῃ τῷ θεῷ. ὅτε ἐν τούτοις ἐκλονεῖτο τοῖς διαλογισμοῖς, τότε λίαν ἁρμοδίως ἧκεν ὁ ἄγγελος στηρίζων αὐτοῦ ἐφ᾽ ᾧπερ ἔδει τὸν νοῦν καί φησιν· 〈μὴ φοβηθῇς〉 καὶ ἑξῆς.

Εἰς ἀπορίαν καταστὰς ὁ Ἰωσὴφ περὶ τῆς παρθένου οὐκ ἠπίστατο ἀσφαλῶς τί δεῖ καὶ διαπράξασθαι. ἀποροῦντι δὲ αὐτῷ ὤφθη ὁ ἄγγελος λύων αὐτοῦ τὴν ἀμηχανίαν καὶ ἔτι πρὸς τὴν ἀλήθειαν ὁδηγῶν· εἰ γὰρ ἐγίνωσκε παρανόμου μίξεως εἶναι τὴν κύησιν, οὔτε λάθρᾳ ἂν ἐβουλήθη ἀπολῦσαι οὔτε φανερῶς 〈δίκαιος ὤν〉, ἀλλὰ πάντα ποιῆσαι, ὅσα ὁ νόμος ἐκέλευεν· διὰ γὰρ ταύτην τὴν αἰτίαν ἠπόρει ὁ Ἰωσὴφ καὶ ὤφθη ὁ ἄγγελος λύσων αὐτοῦ τὴν ἀπορίαν.

Mt 1, 20 Πρὸς τοὺς λέγοντας πῶς 〈ἐκ πνεύματος ἁγίου〉 ἡ κύησις—οὐ γάρ ἐστιν ὁ Χριστὸς υἱὸς τοῦ πνεύματος, ἀλλὰ τοῦ πατρός—ἔστιν εἰπεῖν, ὅτι λέγεται πνεῦμα πᾶσα ἡ θεότης, ὥς φησιν ὁ σωτήρ· «πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν». λέγεται δὲ ἰδίως καὶ τὸ πνεῦμα τὸ ἅγιον, τοῦτ᾽ ἔστιν ἡ μία ὑπόστασις· οὐκοῦν καὶ πνεῦμα ἅγιόν ἐστι νοῆσαι καὶ τὴν τοῦ υἱοῦ δύναμιν· καὶ γὰρ καὶ ὁ υἱὸς πνεῦμα καλεῖται καθὸ θεός. οὐ δεῖ δὲ θαυμάσαι· τῷ γὰρ ἐκ μόνου τοῦ ἀνδρὸς ἐξαγαγόντι γυναῖκα δυνατόν ἐστι καὶ ἐκ μόνης γυναικὸς παῖδα ἐξαγαγεῖν.

Mt 1, 22 Ἆρα ἀγγέλου φωνῆς ἐστι 〈τὸ τοῦτο δὲ ὅλον γέγονεν〉 ἢ τῆς τοῦ εὐαγγελιστοῦ σοφῆς διανοίας; ἡ μὲν γὰρ γεγενημένη ἑρμηνεία ὡς φωνὴν ἀγγέλου τὸ ῥητὸν ἀναπτύσσει, ἡ δὲ τοῦ λόγου ἀκολουθία τοῦ συγγραφέως εἶναι ἀπαιτεῖ τὴν αἰτιολογίαν.

Τὸ ῥητὸν τὸ λέγον 〈τοῦτο δὲ ὅλον γέγονεν〉 τίνος ἂν εἴη, τοῦ ἀγγέλου ἢ τοῦ εὐαγγελιστοῦ; τῷ μὲν δοκεῖν τοῦ ἀγγέλου, ὥς φασί τινες τῶν ἑρμηνευτῶν, τῇ δὲ ἀληθείᾳ τοῦ συγγραφέως. Mt 1, 24 〈Τὴν γυναῖκα αὐτοῦ〉, τὴν ὅσον πρὸς ἕτερον ἄνδρα μηδὲ τὸ ὄμμα ἐπιβαλοῦσαν, τὴν τῆς γυναικὸς τάξιν σώαν αὐτῷ καὶ ἀκαινοτόμητον συντηροῦσαν καὶ μηδὲν παραλύσασαν τῆς μνηστείας. 〈Γυναῖκα〉 τοῦ Ἰωσὴφ καλεῖ ἡ γραφὴ τὴν παρθένον ὡς φυλάξασαν πάντα τὰ τῇ σώφρονι γυναικὶ πρέποντα πρὸς τὸν ἑαυτῆς σύζυγον.

Mt 2, 13 〈Εἰς Αἴγυπτον φεύγει〉 ὁ Χριστός, ἵνα καὶ ταύτην ἁγιάσῃ ὥσπερ τὴν Βαβυλῶνα διὰ τῶν μάγων ἡγίασεν ἐλθόντων εἰς προσκύνησιν αὐτοῦ. Mt 2, 15 Φησὶ Βαλαὰμ ἐν τοῖς Ἀριθμοῖς· ὁ «θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξα μονοκέρωτος αὐτῷ».

Mt 3, 9 〈Ἐκ τῶν λίθων τούτων〉, ἐκ παντὸς ἠτιμωμένου καὶ εὐτελοῦς δύναται ὁ θεὸς ἐπιδόξους καὶ μεγάλους ἐγεῖραι τοὺς κάτω κειμένους ἐν εὐτελείᾳ προγονικῇ καὶ περιφανεῖς καὶ ἐπισήμους ἐπιδεῖξαι, ἂν αὐτοὶ μόνον ἀκολουθεῖν αὐτοῦ τοῖς προστάγμασιν ἕλοιντο, ὥσπερ ἐπίσημον καὶ τὸν Ἀβραὰμ καταλιπόντα τὴν πατρῴαν δεισιδαιμονίαν ἀπειργάσατο· οὐ γὰρ πατρὸς δόξῃ, ἀλλ᾽ ἀρετῆς οἰκείας περιφανείᾳ θεῷ πιστεύσας, διέλαμψεν· οἱ οὖν θεῷ πιστεύοντες, κἂν ἐξ ἀσήμων καὶ εὐτελῶν προέλθωσιν, ἐγείρονται ὑπὸ τοῦ θεοῦ καὶ τῆς Ἀβραὰμ γονῆς εἰς τὸν κλῆρον ἐγγράφονται τῆς πατρικῆς αὐτοῖς μηδὲν παρεμποδιζούσης δυσγενείας τε καὶ δυσσεβείας. ἢ καὶ ἄλλως. ὁ ἐκ γῆς διαπλάσας τὸν πρῶτον ἄνθρωπον καὶ παντὸς ἀνθρώπου τοῦτον ἐγείρας πατέρα δύναται καὶ ἐκ 〈τῶν λίθων〉 τοὺς ἐν γῇ ἀνθρώπους διαπλάσαι καὶ ἐγεῖραι τούτους καὶ ἀνυψῶσαι, ὥστε παραπλησίου τιμῆς καὶ δόξης τῆς τοῦ Ἀβραὰμ γενέσθαι κληρονόμους. 〈Τὸ ἐκ τῶν λίθων τούτων〉 οὐ τοὺς λίθους αὐτοὺς λέγει, ἀλλ᾽ ὅτι ἐξ ἀνθρώπων ἀτελῶν καὶ ἀπίστων καὶ πενήτων δύναται μεγάλους τε καὶ ἐπισήμους ποιῆσαι, ἐάνπερ ἐθέλωσιν, καθάπερ ὁ Ἀβραὰμ πιστεύσας θεῶ ἐξ ἀσήμων γέγονεν ἐπίσημος.

Mt 3, 12 〈Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ〉, τὴν κριτικὴν δύναμιν καὶ ἐξουσίαν σημαίνει, δι᾽ ἧς τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος διακρίνεται· τὸ δὲ ἐν 〈τῇ χειρὶ αὐτοῦ〉 τὸ πρόχειρον καὶ ἀταλαίπωρον μηνύει· οὐ γὰρ μελέτῃ καὶ χρόνῳ καὶ διασκέψει, ἀλλὰ πρόχειρος καὶ ἐκ τοῦ παραχρῆμα βουλομένου θεοῦ ἡ διάκρισις. διαχωρίζονται δὲ οἱ δίκαιοι τῶν ἁμαρτωλῶν, ὧν τοὺς μὲν 〈σῖτον〉 ὠνόμασεν μηδὲν ἀλλότριον τοῦ ἐξ ἀρχῆς ὑπὸ θεοῦ καλοῦ σπέρματος καταβληθέντος τῇ φύσει ἐπισύροντας, τοὺς δὲ ἁμαρτωλοὺς 〈ἄχυρον〉 ὅλον τὸ γένος διανοθεύσαντας καὶ εἰς ἀλλόκοτον φύσιν διὰ κακίας ἐντελευτήσαντας.

Ὥσπερ γὰρ ἐπὶ τῶν ἄλλων ἐπιστημῶν ἐστι τινὰ ὄργανα διακριτικὰ τῶν κατὰ τὴν τέχνην καλῶν τε καὶ ἐναντίων, οὕτω καὶ ἐν τοῖς γεωργουμένοις ἡ ἅλως ἐστὶ καὶ 〈τὸ πτύον〉· ἐν γὰρ τῇ 〈ἅλωνι ὁ σῖτος〉 ἀπὸ τοῦ 〈ἀχύρου〉 διακρίνεται. οἷστισι παρεικάζει τήν τε ἐκκλησίαν καὶ τὴν διακρίνουσαν τοῦ θεοῦ δύναμιν ἀπὸ τῶν ἀγαθῶν τοὺς μὴ τοιούτους.

Mt 4, 5—8 〈Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος〉, ἀντὶ τοῦ· ἐνδίδοται καὶ παραχωρεῖται τῷ διαβόλῳ τὸ ἐπιθύμημα, ἵνα πλέον καταισχυνθῇ· ἐπεθύμει γὰρ καὶ ἤθελεν εἰς 〈τὸ πτερύγιον〉 καὶ εἰς 〈τὸ ὄρος〉 ἀνελθεῖν τὸν Χριστὸν ὡς ἂν παλαίσῃ αὐτῷ τοῖς πειρασμοῖς· γίνεται δὴ τοῦτο καὶ ἄνεισιν ὁ κύριος ἡμῶν ἐπὶ 〈τὸ πτερύγιον〉 καὶ ἐπὶ 〈τὸ ὄρος〉 καὶ πανταχόθεν αὐτὸν αἰσχύνει καταβαλών. 〈Τὸ παραλαμβάνει αὐτὸν ὁ διάβολος〉 οὐχ ὅτι μετ᾽ ἐξουσίας αὐτὸν ἔλαβεν, ἀλλ᾽ ἐνδείκνυται ὡς παραχωρήσαντος τοῦ Χριστοῦ παρέλαβε. καὶ τοῦτο οἰκονομικῶς, ἵνα πληρωθείσης τῆς τοῦ διαβόλου ἐπιθυμίας καταισχυνθῇ τελείως καὶ ἡττηθῇ.