Ἔργον
Μέγας Φώτιος – Ἐπιστολαὶ καὶ Ἀμφιλόχια
Ποιμαντική προς τους επιστρέφοντες στην Εκκλησία
Οδηγίες για τη συγχωρητική και φιλάδελφη αποδοχή των μετανοούντων σχισματικών και αιρετικών, ακολουθώντας το παράδειγμα της θείας ευσπλαχνίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ποιμαντική προς τους επιστρέφοντες στην Εκκλησία
Οδηγίες για τη συγχωρητική και φιλάδελφη αποδοχή των μετανοούντων σχισματικών και αιρετικών, ακολουθώντας το παράδειγμα της θείας ευσπλαχνίας.
Μητροφάνει μητροπολίτῃ Σμύρνης Εἰ τοσαύτην ᾔδειν φιλοσοφίας ὑμῖν ἐναποτεκεῖν σχολὴν τὸ πρὸς τὸν ἕτερον τῆς ἱερᾶς ὑμῶν ἀποστεῖλαι ξυνωρίδος, τοῦτο ἄν, εὖ ἴσθι, φίλων ἄριστε, σκοπὸν ἐβαλλόμην, καὶ διὰ τοῦτο ἂν εἴην πρὸς τὴν τοιαύτην ἐληλυθὼς πρᾶξιν, οὕτω καλὰ τὰ ὑμέτερα καὶ οὕτω τῆς ἡδονῆς στάζει καὶ τὴν τέρψιν ἔχει ταῖς ἁμίλλαις συγχορεύουσαν. νῦν δέ—τἀληθοῦς γὰρ ἐραστὴς ἐγὼ καὶ φίλοις ἀληθείας γράφω—οὐ πρότερόν μοι τοῦτο ἐπὶ σκοπὸν ἤχθη· οὕτω γὰρ ‘ἥρωα ἐπ’ ἀσπίδι ξενίσειν’ ὑμᾶς, ὡς ὁ παλαιὸς λόγος, εὐτύχησα ἄν. ἀλλὰ γὰρ μαθὼν ὕστερον ἴσως ἂν πρὸς ἑτέρους χρησαίμην.
Ὃ δέ μοι νῦν ἐπράχθη, περὶ οὗ καὶ τὸν ἀγῶνα βλέπω, αἰτίαν μὲν ἔχει μίαν, ὅτι οὔπω ἐπὶ τὸ αὐτὸ τὴν καλὴν ὑμῶν ξυνωρίδα ἠπιστάμην συνεῖναι, ἑτέραν δέ, ἣν αὐτὸς προλαβὼν ἔφης, τὸ τῇ σῇ διαθέσει τοῦ σώματος ἀνεπιτήδεια τὰ σταλέντα εἶναι. εἰ δὲ ὃ τῇ σῇ ὁσιότητι βλαβερόν, τοῦτο καὶ λυπεῖ, οὐκ οἶδ’ ὅπως <ὃ τῷ> ἑτέρῳ ἀβλαβές, τοῦτο ἐκεῖνον οὐκ εὐφραίνει· εἰ μὴ ἄρα τὴν παροιμίαν ‘ἄκρον λάβε καὶ μέσον ἕξεις’ ἔγνως ἡμῖν προτείνειν. κολακεία δέ, ἵνα μὴ λέγω μείζονα, ἀλλ’ οὖν τέως οὐκ ἐλάττονα ὕβριν τῷ κολακευομένῳ ἢ τῷ κολακεύοντι φέρει, ὥστε ταύτην τὴν αἰτίαν οὐκ ἐγώ, ἀλλὰ τὴν σὴν ἀρετὴν ἀφίημι δοκιμάζειν. υἱὸς δὲ γνήσιος καὶ φίλος πιστὸς καὶ μηδενὶ τῶν ὄντων τὰ τῆς ἀγάπης ἀλλαττόμενος ὄργια αὐτὸς ἂν ἐμοὶ εἴης (καὶ οἶδα τοῦτο), ἐν δὲ τοῖς ἐταζομένοις ὁ τοιοῦτος οὐκ ἂν εἴη ἄξιος συναριθμεῖσθαι. τοῦ δὲ προτιμώμενον μὲν χαίρειν, μὴ προτιμώμενον δὲ ἀνιᾶσθαι, ἡ προειρημένη ἄγνοια τοῦ συνδιατρίβειν ὑμᾶς μετ’ ἀλλήλων διωθεῖται καὶ παραγράφεται τὰς αἰτίας. εἰ δὲ ὁ δεξάμενος οἷς ἐδέξατο ἥσθη, τῆς ἰδίας ἐπιεικείας ἔδωκε σημεῖον, ἀλλ’ οὐχὶ τῆς ἡμετέρας φιλοτιμίας ἔλεγχον ἀφῆκεν, οὐδὲ γὰρ τὰ σταλέντα εἰς ἡδονῆς ἀνεφέρετο λόγον. πλὴν ἐκεῖνο δῆλον, κἂν ἡμεῖς σιγῶμεν, ὡς οὐδὲ λυπήσειν ἡμεῖς μελετήσαντες ταῦτα διεπεμψάμεθα τῷ φίλῳ.
Ὁ οὖν τῆς εἰρήνης ἄγγελος, οἷς τὰ τῆς εἰρήνης φιλοσοφεῖται καὶ πράττεται, οὐ μόνον ἐν τοῖς σπουδαίοις, ἀλλὰ καὶ ὅσαπερ ἱερὰ πολιὰ παίζειν οἶδεν καὶ νεανιεύεσθαι, αὐτὸς ὑμῖν καὶ τὸν τῆς ἀληθείας στοχαστήν, ἴσως μὲν καὶ χωρὶς τῶν γραφέντων, παραστήσειεν· τὸ δὲ ἀπαραδέκτους ἡμᾶς κρίνειν, εἰ τοὺς δύο ὑμῶν τῆς ἀληθείας θηρευτὰς φήσαιμεν, οὐκ αἰτοῦντός ἐστι μαθεῖν τὴν ἡμετέραν διάνοιαν, ἀλλὰ προστάττοντος εἰπεῖν ἃ μόνον θέλγει, κἂν μήτε γέγονεν, εἰ τύχοι, μήτε βουλοίμεθα. ἀλλὰ γὰρ ‘ὁ βαλών’, φησὶν ἡ παροιμία, ‘καὶ ἰάσεται’· ἐξιάσατο γὰρ τὴν ὕβριν ἡ τιμὴ καὶ τὸ φάρμακον τὴν πληγήν. ποῖον τοῦτο; τὸ καταπιστεῦσαι τῇ ἡμετέρᾳ κρίσει τῆς σῆς μακαρίας ψυχῆς τὸ γυμναζόμενόν τε καὶ στασιαζόμενον. τὰ δ’ ἄλλα εἴης ἡμῖν ἐρρωμένος ψυχῇ καὶ σώματι καὶ φιλοσοφῶν ἐν τοῖς σπουδαίοις, μηδ’ ἐν τοῖς παίζουσι δὲ τῆς φιλοσοφίας ἀφιστάμενος.
Παύλῳ ἀρχιεπισκόπῳ Θεσσαλονίκης Ἐπειδὴ περὶ τῶν ἄρτι προσιόντων τῇ τοῦ θεοῦ ἐκκλησίᾳ διηρώτησας, ἐκεῖνο ἄν σοι φαίην, οὐκ ἀφ’ ὑψηλοῦ τοῦ θρόνου καὶ δικαστικῆς ἐξουσίας, ὡς ἄν τις οἰηθείη, ἀλλ’ ἄνωθεν μὲν καὶ ὡς ἂν οἱ θεῖοι νόμοι θεσπίσαιεν, δι’ αὐτῶν δὲ τῶν πραγμάτων φέρων τὰς ψήφους καὶ οἷς ἂν τὸ τῆς ἀληθείας κάλλος κομμωτικῆς χωρὶς περινοίας ἐμφανίζοιτο, ὡς τούς γε μετὰ τοσαύτην χρόνου τριβήν τε καὶ πάροδον ἀφ’ οὗ τὸ τῆς ἐκκλησίας κράτος δι’ εἰρήνης τε βαθείας καὶ κοινῆς ὁμονοίας ἐστερέωσέ τε καὶ οὕτω λαμπρὰν αὐτῆς καὶ ὑπερφυῆ παρέσχεν ὁρᾶσθαι τὴν ὡραιότητα—τοὺς οὖν μετὰ τοσαύτην ἀστραπὴν τῆς ἀληθείας, μετὰ τοσαύτην χρόνου παράτασιν προσιέναι βουλομένους οὐχ ἁπλῶς οὐδ’ ὡς ἔτυχε χρὴ παραδέχεσθαι, ἀλλὰ μετὰ πολλῆς μὲν τῆς ἐπιστροφῆς, θερμῆς δὲ τῆς μετανοίας καὶ ὀξείας καὶ ἀνυποκρίτου τῆς σφῶν ἐφ’ οἷς ἐβράδυναν καταγνώσεως.
Εἰ γάρ τις αὐτῶν προσιέναι μὲν διατείνοιτο, μὴ σφόδρα δὲ καταγινώσκει ἑαυτοῦ ἐφ’ οἷς τε τῶν πολεμίων ἦν καὶ τῆς φάλαγγος αὐτοῦ πρὸς ὁμόνοιαν διαλυθείσης αὐτὸς ἔτι πολεμεῖν προσεφιλονείκει καὶ τοῖς λειψάνοις τὴν ὅλην παράταξιν ὑπεκρίνετο, οὐ μόνον ἀποδοχῆς αὑτὸν οὗτος ὑπερόριον, ἀλλὰ καὶ ὡς ἀληθῶς ἀποφαίνει τρισάθλιον, μάλιστα εἰ καὶ σεμνύνειν ἁμῶς γέ πως, ὡς ἔγραψας, ἃ διέφυγε πειρᾶται. καὶ τὴν τάξιν γὰρ ἔλιπε τῶν δυσμενῶν, ἣν ἐπλήρου, καὶ τὸν χορὸν τῆς ἐκκλησίας, ᾧ προσδραμεῖν ὡμολόγησε, διαπαίζει. καὶ ἃ μὲν ἔλιπε {δια} οὐκ ἔχει, ἃ δὲ προσλαβεῖν ἔδοξεν ὁμοίως οὐκ ἔχει. ἐν γὰρ τῷ τῶν καταλειφθέντων ἐπαίνῳ τοὺς προσλαβόντας ὑβρίζων ἀμφοῖν ἐχθρὸς μᾶλλον ἢ θατέρου γνωρίζεται φίλος· ἐρράγη γὰρ τῶν φθασάντων, καὶ τῶν δεξαμένων τῷ τῆς συναφῆς ἑαυτὸν διασχίζει νόθῳ.
Ἔλιπες ἃ κατεῖχες; ὅλον τὸν ἐν ἐκείνοις ἔρωτα καὶ τοὺς ἐπαίνους στρέψον οἷς νυνὶ προσδραμεῖν ἔγνως. ἀλλ’ ἐπαινεῖς ἃ λέλοιπας; τί σαυτὸν ἐστέρησας τῶν ἐπαινουμένων καὶ προσέδραμες ἐκείνοις, ὧν τὴν ὕβριν πλέον νῦν ἢ πρότερον καταχέεις; ἔξω μὲν γὰρ τούτων ἑστὼς ἄδηλον εἰ προσελθὼν ὁλοψύχως ἠσπάσω, καὶ τὸ πολεμοῦν οὐκ ἀξιόπιστον πρὸς διαβολὰς τοῦ ἀντικειμένου· νῦν δὲ καὶ προσελθὼν καὶ θειάζειν πολλοῖς καὶ πολλάκις διομολογῶν καὶ ἀμείνω λέγων τὰ παρόντα τῶν φθασάντων, εἶτα πρὸς τὴν προτέραν καὶ μαχομένην τούτοις δόξαν τοὺς ἐπαίνους ἀναφέρων καὶ δι’ ἐκείνων πικρῶς τὰ θειαζόμενα πλύνων, σφοδρότερον ἢ πρότερον τὴν κατὰ τῶν νυνί σοι πρεσβευομένων ἀσέλγειαν πραγματεύῃ καὶ αἰνίγματι τὰ σὰ ποιεῖς ὅμοια. ‘ἃ μὲν οὖν ἐδόξαζον πρότερον, ὥσπερ τότε, καὶ νῦν ἐμοὶ τίμια, ἐκείνων δὲ ἀμείνονα εὑρὼν ἔλιπον· ἀλλὰ τὸ ἐκείνων τίμιον ὕβρις μοι τῆς νῦν δόξης, καὶ στέργειν μὲν ἃ κατέχω βούλομαι, ἃ δ’ ἔλιπον, ἀποτρέποντά με τῆς τούτων στοργῆς, ἐγκωμίων κρίνω ἄξια.’ Ἆρ’ οὖν τῶν Σφιγγὸς αἰνιγμάτων ταῦτα σαφέστερα; καὶ ποῦ ἂν εὑρήσωμεν τὸν Οἰδίποδα; ἀλλ’ ἡμεῖς μὲν εὑρεῖν οὐ ζητήσομεν· οὔτε γὰρ εἰς ἀνάγκην χρείας, πλὴν ὅσα γε τῷ φιλανθρώπῳ, συγκλειόμεθα, οὔτε κομψὸν ἴσμεν τὰς πλοκὰς εἰδέναι λόγῳ λύειν, ὧν ἡ λύσις οὐ λόγῳ, ἔργῳ δὲ μάλιστα περιγίνεται.
ὁ δὲ δήσας, εἰ μὴ πρὸς ἐπιστροφὴν ἴδοι θᾶττον, ἴσως εὑρήσει καὶ τὸν Οἰδίποδα· ᾧ ἄμεινον πολλῷ, οἶμαι, ἦν μήτε δῆσαι τὰ τοιαῦτα μήτε πράγματα ἔχειν ζητοῦντι τὸν λύσοντα.
Μέρους ὑπερμαχεῖ τις; εἰ μὲν τὸ ἀντιφιλονεικοῦν ἐξενίκησεν, εἶτα κατὰ τοῦ ποτὲ πολεμήσαντος συντηρεῖ τὴν μάχην ἄσπονδον, τὸ δέ, εἰ καὶ ἐπὶ γόνυ τὴν ὁρμὴν καὶ ῥώμην ἔκλινεν, ὅμως τὴν δεξιὰν πολεμίαν ἀνατείνεται, ἐγὼ δὲ λιπὼν ταύτην τὴν φάλαγγα ὑπὸ τὴν κρατοῦσαν ἐμαυτὸν φέρων ἔταξα, οὐκέτι τοῖς ἐκείνης ἐπαίνοις ἐμαυτὸν ἂν ἀποτολμήσαιμι σεμνῦναι· μείζονα γὰρ ὁρῶ μοι φερόμενον τὸν ψόγον οἷς τὴν ἧτταν φυγὼν τῆς νικώσης ἐγενόμην, καὶ γεγονὼς ἔτι τῆς ὑπεροφθείσης ἤρτημαι. πλὴν ἀλλ’ οὖν γε τὸ τοῖς πάλαι συνοῦσιν, οὔπω τὴν στάσιν λελυκόσιν, ἀλλ’ ἔτι προβάλλειν ἔνοπλον τὴν χεῖρα τολμῶσι, δοκεῖν τι πρὸς χάριν λέγειν παρέχει μοί τινα καταφυγὴν τοῦ ἀστηρίκτου ἤθους καὶ τοῦ σεσοβημένου φρονήματος. οὔπω λέλυται τὰ ἐμά· ἄδηλον εἰ τούτων πάλιν δεήσομαι. διὸ χρὴ τὰς ῥίζας ἐπαίνοις ἄρδειν καὶ συνεῖναι τῷ φρονήματι, ὧν ὁ κλάδος ἐκκοπεὶς ἐγὼ σὺν τοῖς ἀνταγωνισταῖς τῷ σώματι γέγονα. οὕτω μὲν χλεύης ὑπόθεσις γίνεται καὶ ἡ δοκοῦσα καταφυγή· εἰ δὲ μέρους μὲν ὑπερήθλουν, νῦν δὲ καὶ τὸ πολεμοῦν καὶ τὸ πολεμούμενον ἑνὸς γέγονε καὶ σώματος καὶ κεφαλῆς καὶ κράτους καὶ νίκης, ἐγὼ δὲ τῆς ὁλότητος ἐγενόμην, ἂν ἔτι φαινοίμην τοὺς ὑπὲρ τοῦ μέρους ἀγῶνας λόγου κρίνων ἀξίους, οὐκέτι γέλωτος δίκην ὀφείλειν ἀλλ’ ἐσχάτην τιμωρίαν καὶ παντελῶς ἐμαυτὸν ἀσύγγνωστα πλημμελοῦντα διελέγχω.
Εἴποι γὰρ ἂν καὶ μάλα δικαίως ὁ τῶν ὅλων κριτὴς πρὸς ἐμέ· ‘ἄνθρωπε, μέρους ἐδόκεις ὑπερασπίζειν, τὸ δὲ πρὸς τὸ ἀντίπαλον συνήφθη καὶ σῶμα γέγονεν ἓν καὶ κεφαλὴν ἐπεγράψατο ἐμέ, καὶ σὺ προσκυνεῖν τὰ ἑνωθέντα μετὰ τῆς κεφαλῆς οὐκ ἔξαρνος ἦσθα. πῶς τοῦ δεδιχασμένου μέρους ἐγκωμιαστὴν σαυτὸν εἰσάγων, ὃ νῦν ἐν διχοτομίᾳ μὲν παντελῶς οὐκ ἔστιν, εἰς δὲ τὴν ὁλότητα σαφῶς τε καὶ εὐσεβῶς ἀπεκρίθη, οὐ κατὰ τῆς ἐμῆς μὲν ἀποθαρσύνῃ δόξης, κατὰ δὲ τῆς ὁλότητος αὖ τῆς ἐμῆς ὁπλίζῃ ἐκκλησίας, κατὰ σαυτοῦ δὲ πρὸ τῶν ἄλλων ἁπάντων τὸν βρόχον διαπλέκεις; ἐκεῖνά σοι καλά; ἔσο μετ’ ἐκείνων. ἐκεῖνα δὲ νῦν οὐδαμοῦ· μέρος γὰρ ἐχθρὸν οὐκ ἔστι. τῷ μὴ <ὄντι> ἄρα σαυτὸν παραδίδως καὶ θᾶττον ἢ διὰ βρόχου· ὁ μὲν γὰρ βρόχος καιροῦ πρὸς τὸ διαστῆσαι τοῦ σώματος τὴν ψυχὴν δεῖται, σὺ δὲ σαυτὸν τοῦ μὴ ὄντος ὁμολογῶν ἐραστὴν καὶ προστάτην αὐτοσχέδιον τὸν ὄλεθρον ἤνεγκας τῆς ψυχῆς, ὥσπερ οὐδὲ ταῖς ὡρισμέναις ἄνωθεν τιμωρίαις στοιχῶν, ἀλλ’ ἑτέραν σαυτῷ ποινὴν καινοτέραν ἐπινοῶν· δεῖ γάρ, ὡς ἔοικε, καινῶν κολαστηρίων ἐπὶ καινοτάτοις ἁμαρτήμασι.’ Πόσα ἂν τοιαῦτα καὶ τὸ θεῖον ἄνωθεν καὶ πᾶς εὐσεβούντων λογισμὸς καὶ τῶν κειμένων νόμων ἡ ἰσχὺς κατὰ τῶν νῦν μὲν προστρέχειν ὁμολογούντων τῇ τοῦ θεοῦ ἐκκλησίᾳ, μὴ ἀπὸ σπουδῆς δὲ πάσης καὶ γνώμης ἐντόνου καὶ εἰλικρινοῦς καταγινωσκόντων ἃ πρὶν ἐφρόνουν ἐπιψηφίσειε;
τότε μὲν γὰρ ἐνῆν αὐτοῖς καὶ νομίζειν καὶ λέγειν (συγκεχωρήσθω γὰρ τὰ νῦν τοῦτο, κρατεῖ γὰρ ἐκ περιουσίας ἔτι μᾶλλον ἡ ἐκκλησία καὶ τοῦτο διδοῦσα) ὅτι τὰ τῆς στάσεως αὐτοῖς δόξης ἀμείνονος· ἐπεὶ δὲ ἐκεῖθεν εἰς τὴν τῆς ἐκκλησίας ὁλοκληρίαν μεταστῆναι διωμολογήκασιν, εἶτα τὰ παλαιὰ αὐτῶν οὐ διὰ μίσους καὶ διαβολῆς δοξάσματα ἄγουσι, τίς αὐτοὺς ἐξαιρήσεται λόγος τὸ μὴ οὐχὶ πεπλασμένην εἶναι καὶ τὴν πρὸς τὴν τοῦ θεοῦ ἐκκλησίαν αὐτῶν ἕνωσιν, καὶ μήτε νῦν μήτε πάλαι τὰ παρ’ αὐτῶν τότε τιμᾶν σεβαζόμενα; οἷς γὰρ ἐκεῖνα λιπόντες καὶ πρὸς ἕτερα μετατεθέντες ἐκείνων ἔπαινον ἔχουσι, σαφῶς ἐξελέγχουσιν ἑαυτοὺς ὡς καὶ τότε, τῶν ἴσων ἐπαίνων ἀξιοῦντες καὶ συνεῖναι τοῖς ἐπαινουμένοις δοκοῦντες, οὐδὲν ἔλαττον πρὸς ἕτερα τὸν νοῦν ἀπησχόλουν. ἐξ ὧν γὰρ νῦν πράττουσι τὰ πάλαι μηνύουσι, καὶ τὸ πρὸς τὰ παρόντα τῆς ἑνώσεως νόθον καὶ τὴν εἰς τὰ προλαβόντα συνάφειαν τῆς ὁμοίας διαθέσεως ἐλέγχει.
Χωρὶς δὲ τῶν εἰρημένων, πῶς ἄν τις ἐν ἐπαίνῳ θείη ἧς ἐτύγχανε μοίρας; ἀπορραγεὶς γὰρ ἐκείνης μερὶς καθ’ ἑαυτὴν ἄλλη μετ’ ἐκείνην, μᾶλλον δὲ καὶ κατ’ ἐκείνης, ὑπέστη. ποίαν οὖν ἐπαινέσειε; τὴν προτέραν; ἀλλ’ ἐκείνη τοῦτον ἀπώσατο καὶ αὐτὸς ἐκείνης διεκόπη, τῇ προσφάτῳ μερίδι τὴν πρεσβυτέραν ἐξομοσάμενος. ἀλλά γε τὴν τῆς μερίδος μερίδα καὶ ἧς προσεχῶς μετέστη; ἀλλὰ καὶ ταύτην ὁμοίως ἐξωμόσατο, καὶ τό γε πάντων ἀναισχυντότατον καὶ συγγνώμην ἅπασαν ἐκβάλλον, ὅτι καὶ ταύτης ἀποσπασθείς, οὐδ’ οὕτω φιλεῖ γενέσθαι τῆς κατὰ τὴν ἐκκλησίαν ὁλοκληρίας, ἀλλ’ εἰς ἄλλην πάλιν μερίδα φιλονεικεῖ τεμεῖν ἑαυτὸν σύνθετον καὶ ἡμίτομον· ὁ μὲν γὰρ τῆς ἐκκλησίας χορὸς πόρρω τε τὰς τῶν ἐρίδων δόξας ἐλαύνει καὶ μόνον τὸ οἰκεῖον φρόνημα θεῖον εἶναι καὶ θείας προνοίας λαμπρὸν καὶ ὑπερφυὲς εὐεργέτημα δοξάζει· οὗτος δὲ ἀπὸ μοίρας μερὶς ἀποσπασθείς, καὶ πάλιν ταύτης διαρραγείς, οὐκ ἀγαπᾷ τὸ μονότροπον τῆς κατὰ τὴν ἐκκλησίαν ὁλοκληρίας, ἐπὶ καινοτέρᾳ δὲ μερίδι καινοτέραν ἄλλην ἐπινοεῖ, ὥσπερ ὕπαρξιν ἑαυτοῦ καὶ σωτηρίαν τὸ κατατέμνεσθαι καὶ καταμερίζεσθαι καὶ καταφθείρεσθαι νομίζων.
ἀποσπάδος γὰρ παραφυὰς γεγονώς, καὶ ταύτης ἑαυτὸν τῷ προσδραμεῖν τῇ ἐκκλησίᾳ διχάσας, εἶτα συναπτόμενος τοῖς ἐπαίνοις, καινόν τι καὶ ἀλλόκοτον μερίδος τέρας ἑαυτὸν συνεπλάσατο, οὔτε τὰ τῆς ἐκκλησίας στέργων εἰλικρινῶς καὶ πρὸς τὴν αὐτοῦ μερίδα μέρει μὲν συναπτόμενος, μέρει δὲ διατεμνόμενος.
Ὁρᾷς ὁποῖα τῶν τοιούτων ἡ διάνοια ἐκτιτρώσκει ἀμβλωθρίδια; πῶς οὖν τελεσφορηθείη ταῦτα; τί δὲ κέρδος δι’ αὐτῶν συνεισαχθείη τῇ τοῦ θεοῦ ἐκκλησίᾳ, οὕτω μορφαῖς ἀλλοκότοις διαπεπλασμένων καὶ μήτε μέλος χρηματίσαι τοῦ ἑνοειδοῦς τῆς ἐκκλησίας σώματος μήτε ἄλλην τινὰ χρείαν παρασχεῖν δυναμένων, ἀλλὰ καὶ μέγα καὶ περιβόητον τὸ αἶσχος αὐτῇ ἐκ τοῦ δοκεῖν αὐτῆς γεγενῆσθαι προσεπιτριβόντων; τὸ καθεστηκὸς οὐ στέργων, πρὸς τὰ κινούμενα ἕτοιμος, ὑπερορῶν τὰ παρόντα, τὸ μὴ παρὸν ἀεὶ φανταζόμενος, ταῖς δόξαις ἀστήρικτος, ἐν φίλοις ἐπίβουλος— εὔξαιτ’ ἄν τις τὸν τοιοῦτον ἐχθρὸν μᾶλλον ἢ κοινωνὸν ἔχειν διά τε τὰ εἰρημένα καὶ ὅτι ἐχθραίνων μὲν ἔξωθεν ἂν βάλλοι, εἰς οἰκείους δὲ νομισθεὶς διὰ τῶν σπλάγχνων λανθάνουσαν τὴν πληγὴν φέρει. καὶ πρὸς μὲν ἐχθρὸν ῥᾷστα ἄν τις καὶ φυλάξαιτο καὶ ὅπλον λάβοι, ἐν τοῖς μέλεσι δὲ τὸν ἐπίβουλον φέρων, ὥσπερ τὸ φυλάξασθαι χαλεπόν, οὕτω καὶ τὸ καταβαλεῖν αἰσχρὸν καὶ ἐπικίνδυνον εὑρίσκει· τὸν γὰρ λῃστὴν ἐκκόπτων διὰ τῶν φιλτάτων δόξει τὸ ξίφος ἐλαύνειν. ἀλλ’ ἐγὼ μὲν τῶν προσιόντων οὐδένα τοιοῦτον φαίην ἂν εἶναι καὶ εὔχομαι· εἰ δέ πού τις φωραθείη τοιοῦτος, ὃ μὴ γένηται, αὐτὸς τὴν ἐσχάτην ὑπέχων δίκην παράδειγμα σωφροσύνης καὶ ἀπροφασίστου διορθώσεως τοῖς μετ’ αὐτὸν ὑπὸ τῆς θείας δικαιοκρισίας προκείσεται.
Καὶ οὔπω εἶπον τὸ λαμπρὸν τῆς ἐκκλησίας δικαίωμα καὶ τὸ λαμπρὸν αὐτῶν τῆς καταγνώσεως καὶ ἄφυκτον αἴτιον. ἀρξαμένη γὰρ ἡ τοῦ θεοῦ ἐκκλησία, τῆς ἐν τῇ στάσει κατασκαφῆς ὑποληγούσης, ῥιζοῦσθαι, οὐκ ἐπ’ αὐτοῖς ἀλλ’ ἐπὶ θατέρῳ μέρει τὰς ῥίζας ἐβάλλετο. εἶτα ἐκεῖθεν αὐξομένη τε καὶ κρατυνομένη καὶ τέλος εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ὥς φησι τὰ ἱερὰ λόγια, ἀναδραμοῦσα, οὕτως ἔσχε τὸ μέρος αὐτῶν, καὶ τότε οὐχὶ κατὰ πάντας οὐδὲ κατὰ πλείστους, ἐπ’ ὀλίγοις <δὲ> συναπτόμενόν τε καὶ συναρμολογούμενον· εἶτα πάλιν μιμητὰς τούτων τοὺς δευτέρους καὶ τρίτην τάξιν τοὺς ὑπολοίπους ἀναπληροῦντας. οἱ δὲ νῦν μεθ’ ὅλης περίοδον πενταετίας καθ’ ἕνα μάλιστα προσιόντες, οἷα δὴ σποράδες τε καὶ ἐν ἀριθμῷ βραχεῖ καταλελειμμένοι, οὔτε τρίτοι, κατὰ τὴν παροιμίαν, οὔτε τέταρτοι. οἵπερ, εἰ μὴ σὺν πάσῃ προθυμίᾳ καὶ ἀνενδοιάστῳ γνώμῃ τὴν προτέραν αὐτῶν μυσάττονταί τε καὶ διαπτύουσιν ἔριν, οὐδὲ τῶν οὐδῶν ἅπτεσθαι τῶν προθύρων τῆς ἐκκλησίας τυγχάνουσι δίκαιοι, ἔκπτωτοι καὶ τῆς ἰδίας γεγενημένοι μοίρας· καταλιπόντες γὰρ αὐτοὺς ἐκεῖνοι τῇ ἐκκλησίᾳ προσέδραμον καὶ εἰς σῶμα Χριστοῦ συναρμολογηθῆναι οὐμενοῦν οὐδαμῶς ἀξίους παρασκευάσαντες.
Ἀπεσπάσθης πρῶτον τῆς ῥίζης, εἶτα μερὶς ἐγένου τῆς πρώτης τομῆς ἀποτμηθεῖσα καὶ καθ’ ἑαυτὴν στασιάζουσα ἐξεκόπης καὶ τῆς σῆς μερίδος, τῆς μὲν προτέρας σε καταλιπούσης καὶ πρὸς τὴν κοινὴν ἀναδραμούσης μητέρα, τῆς δευτέρας δέ σε καὶ πλήρωμα λαχούσης καὶ λείψανον, ποίας μερίδος ἐν τῷ καὶ τῆς νῦν καὶ τῆς πάλαι διασπασθῆναι γέγονας, ἵνα καὶ ἐν ἐπαίνῳ ταύτην τολμήσῃς ποιεῖν καὶ οὐ καταδύεσθαι, ὁπόταν ἀνανήψας ἐννοήσῃς τὴν κατ’ αὐτὸν ἐρημίαν καὶ τὸ ἀκέφαλόν τε καὶ ἀπροστάτευτόν σου καὶ ἀλλόφυλον τοῦ φρονήματος; ‘Τί οὖν;’ φησίν· ‘ἆρ’ ἐπειδὴ οὕτω τὰ κατ’ ἐμὲ συνηνέχθη, ἀκερδής μοι λοιπὸν ἡ πρὸς τὴν ἐκκλησίαν καταφυγή, οὐδ’ ἀνάκτησις ἔσται τοῦ σφάλματος οὐδὲ σωτηρίας ἐλπίς;’ καὶ μάλιστα ἂν φαίην ἔγωγε. ‘ἀλλὰ πῶς;’ τῶν ἄλλων πλέον καὶ σφοδρότερον μισήσαντι τὴν στάσιν καὶ τὸ σχίσμα καὶ τὴν δόξαν ἐν ᾗ σε λιπόντες οἱ συστασιῶται ἀπεπήδησαν καὶ τῶν ἐκκλησιαστικῶν σπλάγχνων τὸν ἔλεον ἐκζητῆσαι προκατέλαβον.
ὃν μὲν γὰρ ὑστέρησας ἐπὶ τῇ σαυτοῦ σωτηρίᾳ χρόνον, τοῦτον ἀναλαβεῖν οὐκ ἔνι, οὐδ’ ἴσον ἑαυτὸν τοῖς προλαβοῦσιν ἀποφῆναι· δύναιο δ’ ἂν τῷ τόνῳ τῆς προθυμίας καὶ τῷ καθαρωτάτῳ τῆς ἐπιστροφῆς καὶ τῷ ὑπερβάλλοντι μίσει τῆς προκατασχούσης ἀπάτης καὶ τῷ διαπύρῳ ἔρωτι τῆς ἑνώσεως τῆς ἐκκλησίας καὶ τοὺς προλαβόντας φθάσαι, εἰ βούλει δὲ καὶ πολλοὺς αὐτῶν λιπεῖν ὀπίσω παθόντας δεικνὺς τῷ εὐδοκιμοῦντι ζήλῳ ὅπερ πεποιήκεσαν τῷ χρόνῳ. καὶ τῶν εἰρημένων βεβαίωσις Παῦλός τε ὁ μετάρσιος ἄνθρωπος καὶ πολλοὶ ἄλλοι τῶν ἁγίων ὕστερον κατὰ τὴν ἐκείνου μίμησιν πολλοὺς τῶν φθασάντων προλαβόντες.
Ἀλλ’ οἷς μὲν οὖν ὁ προσιὼν εὐπαράδεκτος τῇ τοῦ θεοῦ ἐκκλησίᾳ γένοιτο, καὶ οἵοις τρόποις ῥυθμιζόμενος τῷ χορῷ τῶν ἁγίων ἑαυτὸν παρασκευάσει συναρίθμιον, εἴρηται· ὅπως δὲ τοὺς οὓς οἶδεν ἡ παραδοχὴ κυρίους μεθοδεύειν προσήκει τὴν τῶν προσιόντων ἐπιστροφήν, περιττὸν ἔμοιγε δοκεῖ τῇ σῇ διαγράφειν ἱερότητι, ἄλλους τε παιδεύειν καὶ τὰ μείζω τεταγμένῃ καὶ πολλὰ καὶ πολλάκις κατ’ ὀφθαλμοὺς λαβούσῃ τὰ παραδείγματα. εἰ γὰρ καὶ μὴ ἡμέτερον λέγειν ‘μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ’, ἀλλ’ οὖν ὁ θεσπέσιος Παῦλος, Χριστοῦ μιμητὴν δεικνὺς ἑαυτόν, καὶ τοῦτο τοὺς μαθητὰς εἰς ἀρετῶν ἀνάγων προσέθηκε τελειότητα. πλὴν ἀλλά γε τὸ τῆς ὑποθέσεως ἀτελὲς καὶ τῶν μὴ κατ’ ὀφθαλμοὺς ἐχόντων τὰ παραδείγματα τό τε περιττὸν εἰς χρείαν μεθίστησι καὶ ἡμᾶς ἀπειροκάλου γνώμης οὐ γράφεται, μάλιστά γε καὶ ὅσοις τῶν ἱερῶν θεσμῶν ἡ γνῶσις μὴ πρὸς τὴν σὴν ἀκρίβειαν ἀνατείνεται τῆς τοιαύτης ἀναγκαίας οὔσης εἰσηγήσεως, ἄλλως τε καὶ ὅτι τοῦ προκειμένου τὰς ὑποθήκας δεσποτικαὶ φωναὶ καὶ πράξεις καὶ θείων ἀνδρῶν μᾶλλον ἢ λογισμῶν κρίσεις ῥυθμίζουσιν· ἃ καὶ τῶν ἀκριβῶς ἐπισταμένων καὶ τῶν ὑστερούντων λαμπρὰν ἐναστράπτει ταῖς ψυχαῖς τὴν τῆς σωτηρίας αἴγλην ἀναπτυσσόμενα.
Ὁ γὰρ κοινὸς τοῦ γένους σωτὴρ καὶ τῆς φιλανθρωπίας ἡ ἄβυσσος εἰς οἵαν δόξαν καὶ τιμὴν τὴν τῶν ἐπιστρεφόντων ἀνάγει μετάνοιαν, λαμπρῶς ἐδήλωσεν εἰπὼν ‘χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι’. καὶ οὐ χαίρει ὁ θεὸς ἐπὶ τοῖς ἐνενηκονταεννέα προβάτοις, ὡς χαίρει ἐφ’ ἑνὶ ὃ τῆς ἀπωλείας εὑρὼν ἀνεσώσατο. οὗ δὲ χαρὰ ἐν οὐρανοῖς ἡ μετάνοια, καὶ ὃς εὐφροσύνης ὑπόθεσις ταῖς ἄνω δυνάμεσι γίνεται, τούτῳ τις τῶν ὁμογενῶν μὴ λίαν ἐφηδόμενος πῶς οὐχὶ καὶ τὴν φύσιν ὕβρισε καὶ τὰς οὐρανίους τάξεις εἰς μῖσος ἐκίνησεν, ὃ τοῖς ἑτεροειδέσι παρασχεῖν εἰς ἔλεον ἔδραμον, τοῦτο παρὰ τῶν πλέον ὀφειλόντων ὡς ὁμοφυέσι καθορώσας ἀφαιρούμενον; καὶ τί λέγω τὰς οὐρανίους τάξεις, ὅπου γε καὶ αὐτὸς ὁ κοινὸς δεσπότης καὶ τῶν ὅλων δημιουργὸς ἐπὶ τοσούτῳ χαίρει καὶ τὴν ἐπιστροφὴν οὕτω περισπούδαστον τίθησιν, ὡς καὶ τοῖς ἰδίοις ὤμοις οὐκ αἰσχύνην ἔχει τὸν πεσόντα λαβεῖν καὶ τῷ πατρὶ προσαγαγεῖν καὶ κοινὴν οἷς ὁ πεσὼν ἀνέστη τὴν ἑορτὴν ὑποστήσασθαι;
Ὁρᾷς ὅσα ἡμᾶς παρακαλεῖ προθύμως καὶ περιχαρῶς τὴν τῶν πλησίον ὑποστροφὴν ὑποδέχεσθαι; ἡ φύσις, ὁ νόμος, ἡ τῶν ἀγγέλων ἀγαλλίασις, τὸ μὴ παθεῖν ἐκεῖνα ἃ παθόντας ἡ πρὸς τὸ γένος πεπαυμένη τοῦ θείου ἀπέχθεια διὰ μέσου πάλιν τῆς τῶν ἀσωμάτων δυνάμεως ἀνακαινιζομένη διαδέχεται, αὐτοῦ τοῦ πλάστου τῆς φύσεως ἡ τοσαύτη σπουδὴ καὶ χαρὰ καὶ ἐπιμέλεια. προσῆλθεν ἀποστραφεὶς τῆς πλάνης ὁ ἀδελφός; φιλανθρώποις σπλάγχνοις ὑποδεξώμεθα, κεχαρισμένῳ προσώπῳ περιπτυξώμεθα, ἐναγκαλισώμεθα πατρικῶς, μηδὲν τῶν φθασάντων ὀνειδίσωμεν, μηδὲ τῆς προλαβούσης ἔχθρας τοῖς λειψάνοις τὸ πρόσωπον σχηματίσωμεν. μεγάλα ταῦτα τῷ θεραπείας χρῄζοντι καθίσταται τραύματα, ἀντὶ μοτώσεως πληγή, ἀντὶ καταδέσμων παράλυσις. ἀλλὰ τί; αὐτῆς τῆς καρδίας πᾶσαν κηλῖδα μίσους ἀποτριψώμεθα καὶ τὴν ὄψιν τὰ ἔνδον τῷ προσιόντι εὐαγγελιζομένην ἐπιδείξωμεν· μηδὲν αὐτοὺς ὧν ἀξιοῦμεν τοὺς φιλτάτους ὑστερήσωμεν. καίτοι γε, εἰ διὰ μνήμης ἐλέους ἐλθεῖν ὧν ἐζημίωνται βουληθείημεν, καὶ προσθήκην αὐτοῖς δυσωπεῖ πρὸς ἀναπλήρωσιν εἰσενέγκασθαι.
Οὕτως ἀνθρώπῳ διαναστάντι τοῦ πτώματος βεβαιοῦται ἡ ἀνάστασις, οὕτω στηρίζεται πρὸς διόρθωσιν, οὕτω κοινωνοὶ καὶ ἡμεῖς τῆς τοῦ πλησίον σωτηρίας εὑρισκόμεθα, οὕτω συνεργοὶ τῆς δεσποτικῆς προνοίας καὶ τῆς ἐκεῖθεν αὐτῷ φυομένης εὐφροσύνης καὶ ἀγαλλιάσεως. ὁ οὕτως ἑαυτὸν πρὸς τὴν τοῦ πλησίον καταρτίσας διάθεσιν οὐδὲν τῶν ὑπούλων ἔνδον ὑποθάλπει, οὐδὲν τῆς παλαιᾶς ἀχθηδόνος διὰ μνήμης φέρει, οὐδεμίαν πρᾶξιν εἰς ἔχθραν ὁρῶσαν λογισμοῖς ἀναστρέφει, οὐδὲν τῶν ἐκεῖθεν ἐχόντων ῥημάτων τὴν γένεσιν διὰ χειλέων προάγει· τὸ γὰρ πρὸς τὸν πλησίον ἀληθινὸν φίλτρον ταῦτα καὶ τὰ τοιαῦτα τῆς μνήμης ἀπαλείφει, τῶν λογισμῶν ἀπελαύνει, τῆς γλώσσης ὑπερορίζει. οὗ γὰρ ἄδολος στοργή, ποῦ τῶν λυπούντων ἡ ἐπιστροφή; καὶ οὗ σχολάζομεν τῇ σωτηρίᾳ, πῶς ἂν ὑπενεχθείημεν τῆς τιμωρίας διαμελετᾶν αἰτίας;
Ἤκουσας τῆς δεσποτικῆς παραβολῆς, ὅσα ἐπὶ τῷ νεωτέρῳ παιδὶ τὸν εὔσπλαγχνον πατέρα ὑποβάλλει ἐξεργάσασθαι, τὰς νεωτεριζούσας πράξεις, τὴν τοσαύτην ἀποστασίαν, τὴν μακρὰν πλάνην, τὴν τῆς οὐσίας δαπάνην, τὸ ἄσωτον, τὴν τροφὴν τῶν χοίρων, εἶτα τὴν μεταμέλειαν, τὴν ἐκεῖθεν ἀναχώρησιν, τὴν πρὸς τὸν πατέρα ἐπάνοδον. καὶ τί τὸ ἐντεῦθεν; μία μετανοίας εἰλικρινοῦς φωνὴ ἐκεῖνα πάντα καταργεῖ τὰ πάθη, τὰ πατρικὰ διανοίγει σπλάγχνα, εἰς τὴν τοῦ υἱοῦ τάξιν εὐθὺς τὸν ὑβρίσαντα τὸ γένος ἀνάγει, τὴν στολὴν αὐτῷ περιβάλλει τὴν πρώτην καὶ τὸν μόσχον τὸν σιτευτὸν θύει. ἀλλ’ ἡ λαμπρὰ πανδαισία καὶ ὁ δακτύλιος καὶ οἱ χοροὶ καὶ ἡ πανήγυρις, καὶ ὅσα ἄλλα ἐπὶ τῇ ἀνευρέσει τοῦ ἀπολωλότος παιδὸς ὁ φιλότεκνος ἑορτάσας πατὴρ φιλανθρωπίας ἡμῖν καὶ συμπαθείας παράδειγμα καταλέλοιπε, τίνα ἂν ψυχὴν οὐχὶ συμπαθῶς καὶ φιλοφρόνως ἔχειν πρὸς τοὺς ἐπιστρέφοντας οὐ λίαν διεγείρει; οὐδὲ γὰρ οὐδὲ μέχρι <τοῦ> τῶν ἴσων ἀξιῶσαι τὸν ἀπολωλότα τῷ σεσωσμένῳ τὴν φιλοτιμίαν ἵστησιν, ἀλλὰ καὶ πλείονι τῇ τε ἄλλῃ φιλοφροσύνῃ καὶ πανδήμῳ τιμῇ τε καὶ δόξῃ λαμπρύνει.
Τοῦτο ἡμῶν ταῖς διανοίαις ἀναστηλούσθω διὰ παντὸς τὸ παράδειγμα, πρὸς τοῦτο ῥυθμιζέσθω ἡ ἐφ’ οἷς ὧν ἥμαρτον εἴδομεν ἀπαλλαττομένους τοὺς ἀδελφοὺς ἡμῶν γνώμη· καὶ οἷς ἄλλους ἂν ὁρῶντες ἐλλαμπρυνομένους εἰς μακαρισμὸν καὶ ζῆλον αὐτῶν ἐκινήθημεν, τούτοις ἑαυτοὺς ἐπιτηδείους παρ’ ἄλλων λαβεῖν εἰς ἔρωτα τῆς μιμήσεως κινοῦντες ἀπεργασώμεθα. δεσποτικὴ ἡ πρᾶξις· μέγα κλέος δεσπότην δούλους μιμήσασθαι· κοινὸν τὸ κέρδος. μὴ δι’ ὧν ἄλλοις τὴν μίμησιν οὐ τηρήσωμεν, τηλικαύτης ἑαυτοὺς ὠφελείας ἀποστερήσωμεν. ὅσῳ ῥᾷστον ἡ πρᾶξις, ὅσῳ θεῖον, ὅσῳ σωτήριον, ὅσῳ λαμπρόν, ὅσῳ δόξης ἀνάπτει τῆς ἀνωτάτω, τοσοῦτον τῷ μὴ μετὰ σπουδῆς κατορθοῦντι τὴν κατάγνωσιν βαρύνει. τί γὰρ χαλεπὸν ἐναγκαλίσασθαι μετανοοῦντα τὸν ἀδελφόν; τί δὲ λαμπρότερον <ἢ> τοὺς δεσποτικοὺς τοῖς δούλοις οἰκτιρμοὺς ἐμὲ καταξιοῦσθαι τοῖς ὁμοδούλοις ἐπαρκεῖν καὶ πρὸς τὸ τῆς θείας προνοίας ἀξίωμα ἐμαυτὸν ὁρᾶν ἀνατρέχοντα, χεῖρα μὲν ὀρέγοντα τῷ κειμένῳ, συνιστῶντα δὲ καὶ συγκατορθοῦντα τὴν μετάνοιαν;
Πολὺν ὁ προσιών, κἂν ἐξ ὅλης ψυχῆς τῶν προτέρων ἀποπηδᾷ, τὸν θόρυβον ἐν ἑαυτῷ περιφέρει, αἰσχύνην ἐφ’ οἷς ἔπραξε, δειλίαν· πῶς ἂν προσδεχθείη πρὸς τὸ παρόν, πρὸς τὸ μέλλον; τί ἂν εἴποιεν οὓς κατέλιπε; τί δὲ λογίσαιντο οἷς προσέδραμεν; ψιθυρίζει τις; τὰ ἡμέτερα διασύρεται. ἄλλος ἔχει κατήφειαν; τοῖς ἐμοῖς οὗτος ἄχθεται. ἐμειδίασεν ἕτερος; καταχέει μου τῆς ἐπιστροφῆς γέλωτα. καὶ οὔπω λέγω ὅσον οἶδεν ὑποκινεῖν καὶ ἀνασείειν καὶ δάκνειν τῶν συνήθων ἡ ἐρημία, ἡ συνδιατριβὴ τῶν ἀγνοουμένων. ποῦ δὲ οἱ κοινοὶ ἅλες, ἴσως δὲ καὶ αἱ ὅρκιοι δεξιαί, ὧν ἡ πρὸς τὰ ἐνταῦθα καταφυγὴ τὰς συνθήκας διελύσατο; πόθεν δέ μοι τῆς παρούσης κοινωνίας δώσει πίστιν τὸ εἰλικρινὲς καὶ καθαρὸν καὶ ἀναλλοίωτον καὶ τῶν προλαβόντων οὐχ ὅμοιον; καὶ γὰρ εἴπερ ἄλλοις τισί, καὶ ἐπὶ τούτοις μέγα κράτος ἔχει τῆς λαβῆς τὸ ἀμφιδέξιον. οὐ προσδραμὼν ἐχθρός, προσδραμὼν δὲ ὑφορώμενος· προλαβὼν τοὺς ἄλλους ὁ εὐρίπιστος, ἀλλ’ ὕστερον ἧκεν ὁ μόλις εἰς αἴσθησιν καταστὰς τοῦ συμφέροντος, καὶ τότε πάσης αὐτὸν διαγελασάσης ἐλπίδος.
Ταῦτα καὶ τὰ τοιαῦτα μεγάλα κέντρα καὶ μεγάλας πληγὰς ἐνίησι τῇ τοῦ προσιόντος ψυχῇ· ὧν οὐδεμία ἴασις ἔξωθεν, ἀλλ’ ἢ μετά γε τὴν ἄνωθεν πρόνοιαν ἡ ἐξ αὐτοῦ τοῦ ὑποδεξαμένου ποιμένος σοφή τε καὶ φιλάδελφος μέθοδος. ἐκεῖνος μόνος δύναται τὸν τοσοῦτον σάλον κατευνάσαι, τὸν τάραχον κατακοιμίσαι, ἀμβλῦναι τὰ κέντρα, τὰς ὠτειλὰς ἐπουλῶσαι, ὄμμα δεικνὺς ἱλαρόν, ἦθος ἥμερον, πρόσωπον φαιδρὸν καὶ μειδιῶν τὴν εὐμένειαν καὶ τὸ ὅλον εἰπεῖν πατρικόν, ῥῆμα συγγενὲς καὶ κατὰ μηδὲν τὴν τῶν σχημάτων νοθεῦον συγγένειαν, ὅμοια τοῖς λόγοις καὶ τὰ ἔργα προβαλλόμενον, ὅσα τε ἐπὶ πολλῶν παρουσίᾳ καὶ ὅσα ἡ ἰδιάζουσα ὑποβάλλει χρεία, παρόντος, ἀπόντος, αἰτοῦντος, αἰσχυνομένου τὴν αἴτησιν. ἐν πτώματι γέγονεν ὁ ἡμέτερος ἀδελφός; εὐχαριστήσωμεν οἷς μὴ συμπεσεῖν παρηνέχθημεν· εὐχαριστία δὲ μάλιστα θεῷ τὸ πρὸς τοὺς τραυματισθέντας ἔλεος, τὸ ἄλγος, ἡ συμπάθεια, τὸ ἄχθεσθαι ὑστεροῦντος, τὸ χαίρειν ἐπιταχύνοντος. μεῖζον τὸ πτῶμα; μείζων ἡ εὐχαριστία. ἀλλὰ μικρόν; πρόθυμον καὶ ταχεῖαν πρότεινον τὴν δεξιάν, ἵνα μὴ ὁ σὸς ὄκνος καὶ ἡ ἀναβολὴ μεῖζον παρασκευάσῃ τὸ κακόν. μικρὸν τὸ πτῶμα;
καθ’ ἑκάστην καὶ ἡμεῖς τοῖς ὁμοίοις περιπίπτομεν, μᾶλλον δὲ εἴθε μὴ τοῖς χείροσιν ἀλλὰ τοῖς ὁμοίοις, ὡς ἐν ἐκλογῇ κακῶν τὸ κουφότερον· νῦν δέ, τὸ χαλεπὸν καὶ δυσπαραίτητον, οἷς δοκοῦμεν παρευδοκιμεῖν (δοκοῦμεν δὲ οἷς λανθάνομεν) τοῦ χείρονος ἐλεγχόμεθα. τὸ μὲν γὰρ αὐτῶν ἐμφανές, τὸ δὲ ἡμέτερον ὕπουλον, ἐξ ὧν τοῖς μὲν παραπέπηγε τὸ παρὰ πολλῶν ὄνειδος, τὸ δὲ λανθάνον διαφεύγει καὶ τὴν ἐπιτίμησιν· διὸ τὸ μὲν μετὰ τοῦ ἀνιᾶν τὸ συμφέρον καταπράττεται, τὸ δὲ συνδιακλέπτει τὸ παραλυποῦν τῷ συμφέροντι.
Ἡ μὲν γὰρ διαβολὴ μετὰ τοῦ λυπεῖν ἀφαιρεῖται τῆς εἰ μηδεὶς ἐπεμέμφετο τὸν αἰτιαθέντα ποινῆς, καὶ δικαιώσειεν ἂν αὐτὸν αὐτόθεν, εἰ στέγειν τὰ κοινὰ μελετήσειεν ὀνείδη καὶ καρτερεῖν τὴν ὕβριν, μὴ διαλυθεὶς τοὺς προκατάρξαντας τοῖς ὁμοίοις ἀμύνεσθαι διαναστῇ. ὅσον δέ τις τῶν ἐν κρυφῇ ἔργων τὰς ἔξωθεν διαφεύγει λαβάς, τοσοῦτον ἡ δίκη πρὸς αὐτὸν ὀξύτερον ὁρᾷ, καὶ τὸ τοῦ ἁμαρτήματος βάρος οὐκ ἔχον ὅθεν περιθραυόμενον ἀνακουφισθῇ (ἡ γὰρ ταῦτα πλήττουσα καὶ διαλεπτύνουσα τέως ἡμῖν ἠρεμεῖ γλῶσσα) οὐδαμῶς ἐπὶ συγγνώμην ῥέπουσαν τὴν <τῆς> ἐτάσεως πλάστιγγα ποιεῖ. ὡς οὖν τῶν μὲν ὑπὸ τῆς δίκης ἀφειμένων, ἡμῶν δὲ ἑκάστου ἐνεχομένου, καὶ τῆς ὀφειλῆς, εἴπερ πρὸς ἄλλο τι, διαλύεσθαι πρὸς τὴν τῶν πλησίον συμπάθειάν τε καὶ δεξίωσιν ῥοπὴν ἄμαχον ἐχούσης, οὕτω διακεῖσθαι περὶ τὴν ὑποδοχὴν καὶ φιλοφροσύνην τῶν οὕτω μάλιστα προσιόντων πᾶσαν σπουδὴν κεχρεωστήκαμεν συνεισάγειν, ἀνδράσι τε δεδικαιωμένοις πείθοντες ἑαυτοὺς ἐναρμόζεσθαι, καὶ πλημμελημάτων ἀπαλλαγὴν τὴν ἐκείνων παρουσίαν παρ’ ἡμῶν εὑροῦσαν τὸ εἰλικρινὲς καὶ ἀνύβριστον.
Ἡμάρτομεν; καὶ τί μεῖζον πρὸς ἁμαρτημάτων κάθαρσιν ἢ ἡ περὶ τοὺς ὁμοιοπαθεῖς θεραπεία; οὐχ ἡμάρτομεν; τίς ἂν εἴποι; μᾶλλον δὲ πῶς οὐχὶ τῷ μεγίστῳ τῶν κακῶν, εἰ μόνον τοῖς λογισμοῖς τοιαύτην τόλμαν ἐλάβομεν, οὐχ ἑάλωμεν, μή τί γε καὶ γλώσσης προηνέγκαμεν; ‘τίς γὰρ ἄνθρωπος ἀπὸ ῥύπου καθαρός, κἂν μία ἡμέρα ὁ βίος αὐτῷ;’ πλὴν ἀλλ’ ὅ γε λέγων μὴ ἁμαρτεῖν οὐδὲ συμπαθεῖν ἐστιν ἄλλοις ἄξιος· ἡ τόλμα γὰρ τῆς ἐκτόπου καὶ παρὰ φύσιν οἰήσεως, προδιακόπτουσα τοῦτον τῆς τῶν συμπαθεῖν ἐχόντων τὴν χάριν δυνάμεως, παντελῶς ἀποκηρύττει καὶ τῆς τοῦ πλησίον συγχωρήσεως. ἡμεῖς δὲ εὑρόντες δι’ ὧν τὰ χρέα διαλυσόμεθα καὶ τὸν κριτὴν ἐξιλεωσόμεθα, μηδαμῶς παραζηλώσωμεν τὴν ἐκείνων ἀπόνοιαν, μηδὲ τῷ καιρῷ ῥαθύμως χρησώμεθα, μᾶλλον δὲ μὴ δι’ ὧν τοῖς σωφρονοῦσι κέρδος καὶ ἃ προκατείχομεν συναπολέσωμεν.
Ὥσπερ γὰρ τῷ συμπαθεῖ τὸν κριτὴν ἐξευμενιζόμεθα, οὕτω καὶ μὴ συμπαθοῦντες καὶ σφοδρότερον παροξύνομεν. ἐν τῷ λιμένι καθέζῃ; τὸν διὰ πελάγους ὑπόδεξαι χειμαζόμενον. ὁ τοὺς ναυαγοῦντας δυνατὸς ὢν σῴζειν, οὐκ ἐπικουρῶν οὐδὲ χεῖρα διδοὺς σωτηρίας λῃστῶν καὶ καταποντιστῶν οὐδὲν διενήνοχεν, μᾶλλον δέ, εἴ τις ἀκριβῶς ἐπιστήσει, καὶ τὰ χείρω διαπράττεται. οἱ μὲν γὰρ ἐξ ὧν αὐτοῖς ὁ βίος, τούτοις προσανέχοντες καὶ συμφοραῖς ἀλλοτρίαις τὸ ζῆν αὑτοῖς καπηλεύοντες οὐκ ἀπροσδόκητον οὐδ’ ἀνέλπιστον τὸ κακὸν ἐπάγουσιν οἷς ἐπιφέρουσιν· ὁ δὲ μὴ τὰ ἴσα τούτοις εἰς κέρδος ἔχων τὸ μισάδελφον οὐδὲν ἔλαττον ἐπιδείκνυται. καὶ οἱ μὲν τὴν ψυχὴν ταῖς καθ’ ἡμέραν τόλμαις προγυμνασάμενοι βάρβαρον ὅμοιοι κἀν τοῖς ἐφεξῆς ἐπιδείκνυνται, ὁ δὲ μέχρι τῆς πράξεως φυλάττων ὁμόφυλον ἐν αὐτῇ τῇ χρείᾳ παρέχεται βάρβαρον. εἰ δ’ ὁ σωμάτων χειμαζομένων ὑπερορῶν λῃσταῖς καὶ ὀλεθρίοις συντάττεται, ποῦ ἂν ταχθείη ὁ ψυχῶν κατολιγωρῶν χειμαζομένων, καὶ τότε σῴζειν ὡς ποιμὴν καὶ προκινδυνεύειν δύναμιν παρὰ θεοῦ καὶ ἀξίωμα λαβών;
Ἡ θεία μὲν πάλιν καὶ ἀψευδὴς διαπειλοῦσα παιδεύει φωνή· ‘ἐν ᾧ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν, καὶ ἐν ᾧ κρίματι κρίνετε κριθήσεσθε.’ τί ταύτης τῆς σωτηρίας ἑτοιμότερον; τί δὲ τῆς περὶ ταύτην ἀμελείας ὀλεθριώτερον; συμπαθὴς ἐγένου; σαυτῷ τὴν ἄνωθεν συμπάθειαν εἵλκυσας. πικρὸς ἐξεταστὴς τῶν ἀλλοτρίων ἁμαρτημάτων; ἡ σὴ κρίσις τὰ σὰ τῇ ὁμοίᾳ καθυποβάλλει βαρύτητι. ᾤκτειρας; ἐπεκάμφθης; πληγὴν ἐδέξω τὴν πληγὴν τοῦ ἀδελφοῦ; τῶν ἴσων καὶ αὐτὸς ἐν χρείᾳ δεηθεὶς οὐκ ἀστοχήσεις. ὑπερεῖδες; ἐβδελύξω; οὐδ’ ἤλγησας τῷ πάθει, οὐδὲ κατέδησας τὰ τραύματα, οὐδ’ οἶνον καὶ ἔλαιον ἐπέχεας τῷ συντρίμματι, οἰκτιρμοῖς κεράσας τὴν δεξίωσιν; τούτων ἁπάντων σαυτὸν ἀπεστέρησας, τοῦ κριτοῦ παρασκευάσας ἐν ὁμοίοις πάθεσιν ὁμοίαν σοι τὴν διάθεσιν. τὸ μέτρον ὥρισεν ὁ δεσπότης οἰκτιρμοῖς πλατυνόμενον· σὺ δὲ συστέλλων εἰς στενὸν τὰ τοῦ πλησίον μετρῶν ἁμαρτήματα, τῷ αὐτῷ μέτρῳ καὶ τὰ σὰ νόμον ἔθου μετρεῖσθαι διὰ τῆς πράξεως.
Συνηθείας ἴσως καὶ χρονίας ὁ προσδραμὼν διεσπάσθη; δεῖξον αὐτῷ τὴν πρώτην ἐντυχίαν, εἰ μὲν δυνατόν, μηδέν, εἰ δὲ μή, ἀλλ’ οὖν γε μὴ πολὺ τῆς συνήθους γε καὶ φίλης λείπουσαν. ἡ τῶν καταλειφθέντων στέρησις ἐπὶ λύπην ἕλκει; ἀνθέλκυσον αὐτὸν εἰς χαρὰν διὰ τῆς ἐκεῖνα νικώσης προσλήψεως. πολλῆς προνοίας ὁ προσιὼν δεῖται, πολλῆς παρακλήσεως, πολλῆς ἀνακτήσεως, πολλῆς τῆς παραμυθίας. σκυθρωπὸν ἴσως οἷς ἐβράδυνε φέρει τὸ πρόσωπον, καὶ ἀντὶ ψυχαγωγίας πληγὴν ἄλλην ἐπὶ πληγῇ τὸ μεμψίμοιρον αὐτῷ διαμηχανώμενον τὸ κατηφὲς εὐθὺς πικρῶς εἰς κατηγορίαν ἁρπάζει· τὸν νοῦν ἀπασχολεῖ ὧν ἐστέρηται, τοῖς παροῦσιν ἀπεχθάνεται. ἀλλὰ φαιδρὸν παρέχεται καὶ ἐπίχαρι; ὡς ἰταμός, ὡς ἀναίσχυντος, ὡς ἀντὶ τοῦ συγκαλύπτεσθαι καὶ θρασύνεται. ἐπαρρησιάσατο ῥήματι; καταφρονητὴς εὐθὺς ἤκουσε. δι’ εὐλαβείας τὰ φθέγματα; πολὺ τὸ δολερὸν καὶ ὕπουλον ἐνστερνίζεται. οὐκ οἶδεν ὅ τι καὶ πράξας τῆς τῶν μεμψιμοίρων ἑαυτὸν ἀπαγάγῃ πικρότητος. εἰ θερμῶς προσέδραμε, τὸ τῆς μεταβολῆς ἐξονειδίζεται εὔκολον καὶ σφαλερὰν τὴν γνώμην ἐκ τῶν προλαβόντων φέρειν πρὸς τὰ μέλλοντα. λογισμῶν κρίσει ἐπέτρεψε τὴν πρόσοδον, στερροτέρᾳ γνώμῃ κατασφαλιζόμενος τὴν μετάστασιν; τὸ νωθρὸν καὶ ἀργὸν καὶ δυσκίνητον καὶ ὅσα ἄλλα ἡ πρὸς τὰ χείρω κακουργεῖ τῶν ἐπαινουμένων μετάληψις. ταῦτα πάντα καὶ πολλῷ τούτων πλείονα τὸν προσιόντα περιίσταται.
τοὺς συνήθεις οἱ οὓς ἀγνοεῖ διαδέχονται, τὴν ἑταιρίαν τὸ ἀλλότριον, τοὺς φιλτάτους, ἵνα μὴ λέγω τὸ ἔχθιστον, ἀλλ’ οὖν γε πάντως τὸ ὑπονοούμενον.
Πόσα ἂν φέροιτο βέλη διὰ τούτων πάντων καὶ τῶν τοιούτων κατὰ τοῦ προσδραμόντος ἐντεινόμενα; ὧν μετὰ τῆς ἄνωθεν ῥοπῆς καὶ προμηθείας ἓν ἀμυντήριον καὶ θυρεὸς εἷς τὸν πανταχόθεν ὑπερασπίζων βαλλόμενον, ἡ τοῦ ποιμένος πανταχόθεν φροντὶς καὶ στοργὴ καὶ πρόνοια καὶ εὐμένεια. ἐγὼ τοὺς τὴν τοιαύτην γενναίως βαρύτητα φέροντας τῶν μὴ ὁμοίως μὲν πεπτωκότων, οὔπω δὲ πεῖραν ὑπομονῆς, εἰ ταῦτα ἔπαθον, δεδωκότων, οὐκ ἂν ἐλάττους εἰς ἀρετῆς λόγον ἡγησαίμην. μᾶλλον δέ, εἰ μή τινας παραλυπεῖν εὐλαβηθείη τις, καὶ μείζονος ἂν ἀξιώσειε μοίρας· οἱ μὲν γὰρ τοῖς ἀνθρωπίνοις ὑποσυρέντες ὀλισθήμασι τό τε νῆφον καὶ ἐγρηγορὸς οἷς ἀνέστησαν ἔδειξαν καὶ τὸ γενναῖον οἷς οὐ κατενάρκησαν ὧν ὑπέστησαν· τοὺς δὲ τό τε ἄδηλον τοῦ παθεῖν καὶ πεσεῖν, τὸ μὴ κακοὺς φανῆναι φυλάττον, ὅσον τῆς φαύλης ὑπολήψεως συστέλλει, τοσοῦτον καὶ τῆς τοῦ ὑπενεγκεῖν ἀφαιρεῖται δόξης. ἄμεινον μὲν οὖν ἴσως ἄλλος ἄν τις εἴποι μήτε πεσεῖν μήτε παθεῖν μήτε τὸ ἀνδρεῖον οἷς ἐγκαρτερεῖ παρασχεῖν, δευτέρας δὲ πάντως ἀξιώσειε δόξης τὸν διὰ τῶν εἰρημένων βαδίσαντα. ἐγὼ δὲ φαίην ἂν ἐπὶ πολλῷ κρατεῖν τὸν διὰ τοῦ πεσεῖν καὶ παθεῖν τὸ γενναῖον ἐνδειξάμενον τοῦ διότι μόνον πρὸς τὸ πεσεῖν ἀντέσχε σεμνυνομένου, ἄλλο δὲ μηδὲν προβαλλομένου τεκμήριον, οἷς μετὰ τὴν πτῶσιν τήν τε συναίσθησιν καὶ διόρθωσιν καὶ τὴν τῶν πειρασμῶν καρτερίαν οὐχ ὑβρίσειε. ‘
Τίς ἀσθενεῖ’, φησὶν ὁ θεσπέσιος Παῦλος, ‘καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι;’ ὁρᾷς; τοῦ συγγενοῦς ἐν πτώματι κειμένου καὶ αὐτὸς τῷ βόθρῳ συνεπεκλίνετο καὶ τὸ σύντριμμα τοῦ καταπεσόντος ἐν τῇ ἰδίᾳ ψυχῇ περιέφερεν· οὔπω διαναστῆναι βουλομένῳ τὴν χεῖρα προέτεινεν· οὔπω θεραπείαν ἐπιζητοῦντι ἐκίρνα τὸ φάρμακον· οὔπω διόρθωσιν ἔβλεπε καὶ πρὸς τὸν ἀπεγνωσμένον τῇ γνώμῃ συνήπτετο. ὢ μακαρίας ὡς ἀληθῶς καὶ Παύλου ψυχῆς· ὅτι, φησίν, ὁ νοσῶν τὰ τῆς ὑγείας οὐ βούλεται, τοῦτό μοι νόσος. σὺ δέ μοι σκόπει καθ’ ἕκαστον τῶν νοσούντων συνασθενοῦντι ἡλίκη αὐτῷ καὶ ἐπὶ πόσον ἡ νόσος ἐτείνετο.
Ἀλλ’ ὁ μὲν Παῦλος ἀντὶ τῆς ἑτέρων ἀσθενείας ἑαυτὸν μαστίζεσθαι νόσοις δίδωσι, σὺ δὲ καὶ τῆς νόσου ἀπαλλαττόμενον καὶ προῖκα λαβὼν ὑγιαίνοντα τὸν ἀδελφὸν οὐ πάντα συνεισενέγκοις βεβαίαν αὐτῷ κατασκευάσαι τὴν τῆς ὑγείας ἀνάκτησιν; καὶ τί ἂν εὕροιμεν πρὸς τὴν ἐκεῖθεν ἐξέτασιν ἀπολογίαν; ‘τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι;’ ἔτι ταῖς πάγαις κατεχομένων τῶν ἁλόντων ὁ Παῦλος ἐπυρπολεῖτο, ἠγωνία, κατεφλέγετο τὰ σπλάγχνα, πάντα ἐκίνει τῆς ἐκεῖθεν λύμης ἐξελέσθαι τὸν συσχεθέντα· σὺ δὲ καὶ τῶν σκανδάλων ἀπολυθέντα, μᾶλλον δὲ γνώμῃ διαφυγόντα, καὶ μήτε καμὼν οἷς ἂν ῥυσθείη μήτ’ ἐξελὼν τῆς πάγης πόνοις ἰδίοις, εἰ μὴ προσδραμόντα πατρικοῖς ὑποδέξῃ σπλάγχνοις, εἰ μὴ φιλανθρώποις ὄμμασιν ἐπίδῃς, εἰ μὴ μελῶν τὸ τιμιώτατον λογίσῃ, εἰ μὴ πάντα καὶ πράξῃς καὶ εἴπῃς ὅσα ψυχὴν ἄρτι θορύβων καὶ ταράχων καὶ ζάλης διαφυγοῦσαν δύναται σταθερὰν καὶ γαληνιῶσαν καὶ θυμηδίας ἔμπλεων ποιῆσαι, ἀλλὰ δι’ ὧν τὸν ἱκέτην ἀποστερήσεις ὀκλάζειν ἐπαναγκάζεις καὶ ἄλλην κατ’ αὐτοῦ συστρέψεις καταιγίδα καὶ πρὸς τὸ βάραθρον πάλιν ἀποβλέπειν τοῖς ἔργοις προτρέψῃ, πῶς οὐχὶ σαυτὸν φονέα περιφανῆ τοῦ ἀδελφοῦ διελέγχεις καὶ ἀντὶ μὲν ποιμένος λύκον, ἀντὶ δὲ πατρὸς προδότην, ἀντὶ δὲ σωτῆρος λυμεῶνα;
ἐκσπάσαι τοῦ στόματος τὸν πλησίον ἐτάχθης τοῦ θηρός· σὺ δὲ καὶ φυγόντα τὴν τῶν ὀδόντων ἀκμὴν πάλιν οἷς ἐπινοεῖς πρὸς τὸ θηρίον ἐπαναστρέφεις.
Καὶ ποῦ ἄν τις ὁ τοιοῦτος εὑρήσει συγγνώμην, μᾶλλον δὲ τίνα δίκην διδοὺς τὴν ἀξίαν ἀποδῷ, οὕτω πρὸς τὸ οἰκεῖον μέλος, πρὸς τὸν ἀδελφόν, πρὸς τὸν τῆς φύσεως κοινωνόν, εἰ βούλει δὲ καὶ τὸν τῆς πίστεως διατεθείς; οὐ γὰρ ὠμότητος ἔνοχος, οὐκ ἀσπλαγχνίας, οὐ προδοσίας, οὐκ ἐπιβουλῆς, οὐ μισαδελφίας; οὐ μισθωτός, οὐ θείας ὑπερόπτης ἐντολῆς, οὐ κατήγορος ἀδυσώπητος ἑαυτοῦ καὶ πάντα ἄνωθεν περικόπτων ἔλεον; ταῦτα γὰρ πάντα καὶ πλείονα περιέχεται τῇ πράξει δι’ ἧς ζημιούμεθα τὸν ἀδελφόν, ὥσπερ τοῦ διὰ πάσης μεθοδείας κερδῆσαι σπουδάσαντος τὴν φιλανθρωπίαν ἡ γνώμη προβάλλεται, τὴν φιλαδελφίαν, τῶν δεσποτικῶν ἐντολῶν τὴν συντήρησιν, συμπάθειαν, ἀληθινὸν ποιμένα. καὶ τί λέγω τὰ καθ’ ἕκαστον; εἰς θεῖον οὗτος ἀνατρέχει βαθμόν, ὅμοιον αὑτὸν παρασκευάζει τῷ θεῷ· ‘ψυχὴν’ γάρ φησιν ‘ὁ σώσας ὡς ὁ κτίσας’· βούλει δὲ εἴπω καὶ ὃ διὰ τόλμης μὲν μείζονος εἰπεῖν οὐχ εὑρεῖν, εἰς ὕψος δὲ μετὰ τοῦ εὑρεῖν καὶ τυχεῖν ἀναβαίνει ὑπερφυές; στόμα γίνεται ὁ τοιοῦτος θεοῦ· ‘ὁ γὰρ ἐξάγων ἄξιον ἐξ ἀναξίου στόμα μού ἐστιν.’ Ὁρᾷς δι’ οἵου ῥᾳδίου κατορθώματος εἰς οἷον ἡ ἀνθρωπίνη φύσις ἀνυψοῦται ἀξίωμα;
ἀλλὰ γάρ, εἴ τις ἐραστὴς ἐπάθλων, περισκοπείτω τὰ γέρα· εἴ τις δειλὸς πρὸς τιμωρίαν (πᾶσα δὲ φύσις πρὸς τηλικαύτην, ἧς ἥττων ἅπασα, καὶ πρὸ πείρας κατα<πτύρ>εται), εὐλαβείσθω παθεῖν ὧν ἀνύποιστον τὸ πάθος· καὶ μεριζέσθωσαν ἑκάτερος τὸ σωτήριον, ὁ μὲν πόθῳ τοῦ κέρδους, ὁ δὲ φόβῳ τῶν κολάσεων. δι’ ἑκατέρας δὲ πάντως ὁδοῦ τὸν προσερχόμενον ἀσμένως καὶ προσηνῶς ἐναγκαλιζώμεθα· θήραμα ἡμῶν ὃν οὐκ ἐθηράσαμεν ποιησώμεθα. ἔσται δὲ τοῦτο πῶς; εἰ μετὰ τὴν καταφυγὴν ὡς θηράσαντες οἷς εὐεργετοῦμεν σεμνυνόμεθα.
Ἑλοίμην μὲν οὖν καὶ εἰπεῖν καὶ πεῖσαι δι’ οὐδέτερον τῶν εἰρημένων τοὺς ἀδελφοὺς οἰκειώσασθαι, ἀλλ’ ὅτι φύσεως τῆς αὐτῆς, ὅτι γένους ἑνός, ὅτι χειρὸς πλάσμα τῆς αὐτῆς, ὅτι καὶ ψυχῆς καὶ σώματος δι’ ὁμοίων συγκεκράμεθα καὶ τὸ ἐν ἐκείνοις καὶ πλάστην ἔχομεν καὶ νόμον καὶ φύσιν ἐν ἑαυτοῖς καθορᾶν ἐπιτρέποντας. ὅ τε γὰρ δεδιὼς τὴν δίκην καὶ διὰ τοῦτο φιλάνθρωπος τῇ δειλίᾳ μᾶλλον ἢ τῇ φύσει χαρίζεται· καὶ ὁ πρὸς ἆθλον αἱρούμενος τὸ φιλάνθρωπον ἐν ἀδήλῳ κεῖται εἰ χωρὶς τοῦ κέρδους τὴν φύσιν ἐγίνωσκεν. ἀλλὰ τοῦτο μὲν εὐξαίμην ἂν πᾶσιν, εἰ δὲ μή, διὰ πλειόνων ἐλθεῖν· εἰ δὲ καὶ τοῦτο τῆς εὐχῆς μεῖζον, ἀλλ’ οὖν τῶν ἀρίστων καὶ χωρὶς εὐχῆς εὑρίσκων κατόρθωμα, τοῦ μὴ τόλμης ὑποσχεῖν αἰτίαν ἀφίημι τῶν ἀτολμήτων ἐφάπτεσθαι. πλὴν ἡμῖν γε προτιμητέον, ἐπεὶ μὴ πρὸς τὰ τηλικαῦτα ὕψη πτερούμεθα μηδὲ πρὸς τὸν τοῦ Παύλου δρόμον ἀναγόμεθα, διὰ γοῦν τὸ τυχεῖν τῶν ἐπάθλων μᾶλλον ἢ τὰς τιμωρίας διαδρᾶναι τὸ συμπαθὲς τοῖς ὁμογενέσι καὶ φιλόστοργον εἰσενέγκασθαι. μισεῖ τις ἑαυτόν; οὐδεὶς ἄν, εἰ μὴ τὸν νοῦν προδιαφθαρείη, συνομολογήσειε. τὴν αὐτὴν δὲ ὑποτίμησιν ἑαυτῷ προσάψει καὶ ὃς τὸν ὁμόφυλον οὐχ ὁμογενῆ συγκατάθοιτο· καὶ πῶς οὐκ ἂν ἐλεγχθείη τῶν ὡμολογημένων ἔξαρνος ὁ μὴ τὰ τοῦ πλησίον πάθη ἑαυτοῦ τιθεὶς καὶ τὴν ἴσην αὑτῷ κἀκείνῳ, ὥσπερ συγγένειαν, οὕτω δὴ νέμων καὶ συμπάθειαν;
τὸ γὰρ εἰς ἐκεῖνον ἀλλότριον, κἂν ἐθέλοι τὴν ὕβριν λανθάνειν εἰς αὐτὸν διαβαίνουσαν, ἕλκει διὰ μέσου τοῦ πάσχοντος· ὧν γὰρ τὸν αὐτὸν τῇ φύσει οὐκ ἠξίωσε, καὶ ἑαυτὸν ἀνάξιον ἐναπέφηνεν.
Ἐτόλμησε Παῦλος ὑπὲρ συγγενῶν, καὶ τότε τὴν πίστιν πολεμίων, ἐπὶ χωρισμὸν ἐλθεῖν Χριστοῦ καὶ εὔξασθαι γενέσθαι ἀνάθεμα· σὺ δὲ οὐδ’ ἵνα φύγῃς ἀλλοτρίωσιν παθεῖν θεοῦ καὶ ἀνάθεμα, οὐδὲ διὰ ταῦτα θαρρήσεις ἄνθρωπος ἀνθρώπῳ γενέσθαι καὶ τὴν φύσιν ἐπιγνῶναι καὶ τὸν αὐτὸν ἔλεον ἡδέως ὁρᾶν διὰ τῆς αὐτῆς καταχεόμενον πλάσεως, ἀτέραμνον δὲ καὶ ἄτεγκτον τοῖς εἰρημένοις πᾶσι διὰ μόνην πώρωσιν τὴν γνώμην ἀντιστήσεις; μὴ σύ γε, ἐὰν ἐμοὶ πείθῃ, μᾶλλον δὲ εἰ μὴ διὰ τῶν προλαβόντων τῆς κακίας παθῶν καὶ τῆς φύσεως καὶ τῆς πλάσεως καὶ τοῦ ἐλέους ἀνάξιον σεαυτὸν ἀπέφηνας.
Ἀλλὰ τοῦτο μὲν ἐκείνοις ἀπερρίφθω οἷς καὶ τὸ ἄσβεστον (οἴμοι) πῦρ καὶ ὁ σκώληξ ὁ ἀκοίμητος καὶ τὸ φοβερὸν ἐκεῖνο τῶν κολάσεων διηπείληται· ἡμεῖς δὲ τὸν ἐν οὐρανοῖς πατέρα μιμούμενοι—ὦ στόμα Χριστοῦ, εἰς οἷον ὕψος ἡμᾶς, καὶ τότε διὰ βραχείας ἀνάγει κλίμακος· ὦ βροτεία φύσις, οἷός σοι στέφανος δόξης, ἂν ἐθελήσῃς μόνον, διαπλέκεται· ‘γίνεσθε’ γὰρ ‘οἰκτίρμονες, ὡς καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος’—ἀλλ’ οὖν ἡμεῖς γεγονότες οἰκτίρμονες, καὶ τὰς δεσποτικὰς ἐντολὰς καὶ παραινέσεις καὶ τὰς φιλανθρώπους ἐκείνας πράξεις καὶ τὰς σωτηρίους παραβολάς, τοῦ Παύλου (τί εἴπω;) τὰς φωνάς, τὸν δρόμον, τὰ ἔργα, τὸν ἀγῶνα, τὰ ἆθλα, τὴν φλεγομένην ψυχήν, τὴν ὑγιαίνουσαν νόσον, τὴν διὰ τοῦ ἀναθέματος, ὃ χωρισμός ἐστι θεοῦ ἔσχατος, ἄληπτόν τε καὶ ἀνέκφραστον πρὸς Χριστὸν συνάφειαν—ἀλλ’ οὖν ταῦτά τε καὶ τὴν φύσιν καὶ τὴν πλάσιν καὶ τὴν αὐτὴν χεῖρα ἀεὶ καὶ διὰ παντὸς ταῖς τῆς καρδίας πλαξὶν ἐγκεχαραγμένα περιφέροντες, εἰ βούλει δὲ καὶ τὸ ὁμοιοπαθές, τὸ γινώσκειν ἀσφάλειαν ἰδίαν εἶναι τῶν ὁμογενῶν τὴν οἰκείωσιν, ὥσπερ πτωμάτων αὐτόθεν τὸ μέγιστον τὸ ἀλλοτριοῦσθαι τούτων καὶ μὴ συγκατασκευάζειν αὐτοῖς δυνάμει πάσῃ τὴν διόρθωσιν—ταῦτα οὖν καὶ τὰ παραπλήσια μελέτην καὶ βίου καὶ σωτηρίας, ὦ ἱερὰ κεφαλή, ποιούμενοι, τοὺς ἀδελφοὺς προστρέχοντας ἄσμενοι καὶ μετὰ πάσης χρηστότητος καὶ φιλοστοργίας ὑποδεχώμεθα.
Ἂν τούτοις στοιχειώσωμεν ἑαυτοὺς καὶ ἀξίους παρασκευάσωμεν τοῦ τηλικούτου χαρίσματος (οὐδὲ γὰρ χωρὶς χαρίσματος φαίην ἂν ἔγωγε τὴν τοιαύτην παρασκευὴν καὶ τελείωσιν, ὥσπερ δὴ καὶ παρεσκευασμένους ὑμᾶς πεποίθαμεν), οὐ μόνον τοὺς ὁλοψύχως πρὸς τὴν τοῦ θεοῦ καταφεύγοντας ἐκκλησίαν ὡς ἀληθεῖς ποιμένες τῆς τοῦ Χριστοῦ καὶ μάνδρας καὶ ἀγέλης ἀδιασπάστους τηρήσομεν, ‘ἐπὶ ὕδατος’ ἐκτρέφοντες ‘ἀναπαύσεως’ καὶ ‘ἐπὶ τόπον χλόης’ τὴν ἀρετὴν νεάζοντας ἀεὶ καὶ χλοηφοροῦντας κατασκηνοῦντες, ἀλλὰ καὶ τοὺς δισταγμῷ ταρασσομένους καὶ μὴν καὶ τοὺς <εἰς> ὄρη καὶ ἐρημίας ἀποσκιρτήσαντας καὶ διαπλανωμένους πρὸς τὴν ὁδὸν ἐκκαλεσάμενοι τῆς ἀληθείας, εἰς τὸν αὐτὸν τῆς σωτηρίας λειμῶνα συγκατασκηνώσομεν, φέροντες τὰ βάρη, παρορῶντες τὴν ὀλιγωρίαν, τοὺς γογγυσμοὺς δεξιώσει διαλύοντες, τὴν ὀλιγοψυχίαν ἀνοχῇ μεγαλόφρονι θεραπεύοντες· τοῦτο γὰρ τῆς ἀληθοῦς ἀγάπης, ἣν ὁ Χριστὸς ἡμῖν ἐχαρίσατο, μαρτύριον ἀψευδές. ‘ἡ γὰρ ἀγάπη’, κατὰ τὸν αὐτοῦ γνήσιον καὶ ὑποφήτην καὶ θεράποντα καὶ μαθητήν, ‘μακροθυμεῖ, χρηστεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν· πάντα στέγει, πάντα ἐλπίζει, πάντα ὑπομένει· ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει.’
διὰ ταύτης γὰρ τοῖς πᾶσι τὰ πάντα κατὰ τὸν αὐτὸν τῆς οἰκουμένης γινόμενοι κήρυκα—ἐγένετο γὰρ τοῖς πᾶσι τὰ πάντα ὁ μονότροπος ἐκεῖνος καὶ θεοειδὴς ἄνθρωπος, ἵνα τοὺς πάντας κερδήσῃ—καὶ ἡμεῖς τοῖς ἴχνεσι κατακολουθεῖν δυνηθείημεν· οὗ ταῖς πρὸς τὸν κοινὸν καὶ σωτῆρα καὶ διδάσκαλον καὶ πρῶτον ἀρχιερέα ἀκαταισχύντοις πρεσβείαις καὶ ποιμαίνειν καὶ ποιμαίνεσθαι κατὰ μίμησιν ἀξιωθείημεν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.