Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Ἐπιστολαὶ καὶ Ἀμφιλόχια

Μέγας Φώτιος

Επιστολή προς Αρμενίους: Υπεράσπιση της Δ' Οικουμενικής Συνόδου και του χριστολογικού δόγματος

Εκτενής δογματική πραγματεία προς τους Αρμενίους για την καθ' υπόστασιν ένωση των δύο φύσεων του Χριστού και την ανασκευή των μονοφυσιτικών πλανών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 14 από 34

Κατὰ τῆς Θεοπασχιτῶν αἱρέσεως ‘<Σ>κοπὸν τέθεικά σε τῷ οἴκῳ Ἰσραήλ’ τῆς θείας πρὸς ἡμᾶς ἀναβοώσης φωνῆς, εἶτα δὲ καὶ ἀπειλούσης ἀπειλὴν βαρεῖαν καὶ φρικτήν—καὶ γὰρ τοὺς μὴ ἀναγγέλλοντας τὴν ἐρχομένην ῥομφαίαν ἐπὶ τοὺς ἀδελφοὺς ἀπαιτεῖσθαι τὸ αἷμα αὐτῶν καταψηφίζεται, τῆς οὐκ ἐν δίκῃ σιγῆς διδόντας δίκην τὴν ἐφ’ αἵματι φυγήν—καὶ πάλιν θείας ἐντολῆς παρακελευούσης ἄλλης, ‘ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν’, διὰ ταῦτα μὲν προήγμεθα μὴ σιγῆσαι τὰ δικαιώματα κυρίου, μὴ στερῆσαι δὲ τὴν σὴν ἐν τοῖς ἄλλοις ἀρετὴν προνοίας μὲν φίλοις ἁρμοζούσης, κοινῆς δ’ ὠφελείας καὶ τῆς διορθουμένης τὴν οὐκ εὐαγῆ περὶ τοῦ θείου δόξαν ἀπολαύσεως· τὸ δέ ἐστιν ὅπως μὲν προσῆκε τῆς εὐσεβείας ἀντέχεσθαι, ὅπως δὲ τῆς ἀπάτης ἀφίστασθαι. ἀνάγκην δ’ ἡμῖν τὴν ἀπὸ τῆς ἀγάπης ἐπικειμένην ὁρῶντες μάλιστα, οὐδὲ δεύτερον τὸν δυνατὸν ἡμῖν παρακαλέσαι τρόπον καὶ παραινέσαι, τὴν σὴν μεγαλοπρεπῆ λαμπρότητα παραιτούμεθα μηδὲν ἔξω τῆς εὐσεβείας φρονεῖν μηδὲ τὰς ἄλλας ἀρετὰς λυμαίνεσθαι τῷ σεβάσματι.

Τὸ μὲν οὖν τὴν παραίνεσιν ἡμῶν πέρας οἷον εὐχόμεθα λαβεῖν, εἶπον ἄν, οὐ βεβαίως ἐλπίζομεν, εἰ μή με τῶν προλαβόντων ἄλλων Ἀρμενίων, ὧν οὐ πρὸ πολλοῦ χρόνου ἡ ἐπιστροφὴ καὶ διόρθωσις, διὰ τῆς ὁμοίας παραινέσεως καὶ τοῦ μακαριωτάτου Ἰωάννου ἀρχιεπισκόπου Νίκης λαμπρῶς τε καὶ ὡς ἄριστα προελθοῦσα, καὶ περὶ τῆς ὑμῶν ἀρετῆς φρονεῖν τὰ ἀμείνω προετρέψατο. πλὴν εἰ μὲν κατ’ εὐχὰς τὸ τέλος καὶ τῆς σπουδῆς ἄξιον ἀπαντήσει, ἑορτὴν ἄλλην μείζονά τε καὶ θειοτέραν τῆς ἐπ’ ἐκείνοις τότε γεγενημένης ἑορτάσομέν τε καὶ πανηγυρίσομεν· μείζων γὰρ εἰς εὐφροσύνην ὑπόθεσις ἡ τῶν πλειόνων σωτηρία καὶ διόρθωσις· εἰ δ’ οὖν, ὃ μὴ γένηται, ἀλλά γε ἑαυτοῖς τὸ ἀκατάγνωστον ἐνώπιον θεοῦ καὶ ἀνθρώπων συγκαταπραξόμεθα.

Ἐχρῆν μὲν οὖν, ὦ μεγαλοπρεπείας καὶ γενναιότητος ἄγαλμα, ἅτε δὴ φίλους ἡμᾶς νομίζοντα καὶ πλέον τι τῶν ἄλλων ἔχειν ἐν τοῖς θείοις μαθήμασιν ὁμολογίαν ποιούμενον καὶ ἀρχιερέων καὶ ποιμένων τάξει καταλέγοντα, ναὶ δὴ καὶ ταῖς ἀρεταῖς ἡμᾶς ἀποσεμνύνοντα, εἰ καὶ πόρρω τούτων ἡμεῖς καθιστάμεθα, ὅμως ταῖς οἰκείαις λαμπραῖς ὑπολήψεσιν εἰς μέγα καὶ περιφανὲς ἐξάραντα προνομίων ἱερὸν κράτος καὶ ἀξίωμα—ἐχρῆν, ὦ βέλτιστε, τοῖς ὑφ’ ἡμῶν λεγομένοις πειθήνιον ὑποσχεῖν τὸ οὖς καὶ τὴν περὶ ἡμᾶς πολυύμνητον ὑπόληψιν ἔργῳ καὶ σωτηρίᾳ οἰκείᾳ πιστώσασθαι, ἀλλὰ μὴ τοῖς ἐπαίνοις μὲν σεμνύνειν, τῇ ἐναντιότητι δὲ τῆς γνώμης τὴν ὁμολογίαν εἰς διαφωνίαν λύειν καὶ μάχην πολύτροπον. τί γὰρ δεῖ θαυμάζειν τά τε ἄλλα καὶ ὡς ἄριστον διδάσκαλον, τὴν διδασκαλίαν δὲ μὴ προσίεσθαι; τί δὲ μεγαλύνειν ἐν θεολογίᾳ, τοῖς εὐσεβέσι δὲ δόγμασιν ἀντιφθεγγόμενον ἐναντία ταῖς ἐκ λόγων μαρτυρίαις τὰ ἔργα προβάλλεσθαι; πῶς γὰρ διδάσκαλος, ἐξ οὗ μαθεῖν ὁ διομολογῶν τὸν διδάσκαλον οὐκ ἀνέχεται; πῶς δ’ εἰσηγητὴς τῶν καλῶν καὶ τιμίων ἄριστος ὁ τῶν ὀρθῶν δογμάτων ἀπάγειν τοὺς πειθομένους ὑβριζόμενος; διδάσκαλος ἐγώ, ποῦ οἱ μαθηταί; ποιμήν, οἱ δὲ ποιμαινόμενοι ποῦ; κῆρυξ τῆς ἀληθείας ἐγώ, τίς ἄρα διεσκόρπισε τοὺς ἀκροατάς, τίς δὲ κατέβυσε τὰ ὦτα; πῶς οὐκ εἰσήκουσαν τῆς ἐμῆς φωνῆς, μᾶλλον δὲ τῆς τοῦ πνεύματος;

ἐκεῖθεν γὰρ ἡ γλῶσσα καὶ τῶν θεολόγων ἀρυομένη εἰς τὰς ὑμετέρας ἀκοὰς εἰσέχεε τὴν εὐσέβειαν. ἀλλ’ οἴμοι, λιπόντες τὸν διδάσκαλον, τὸν ποιμένα, τὸν τῆς εὐσεβείας κήρυκα οἱ μαθηταί, τὸ ποίμνιον, οἱ ἀκροαταί, εἰς ὄρη τῆς ἀντιλογίας καὶ τῆς ἀπειθείας πλανῶνται καὶ τὰ κεράτια αὐτοῖς ἡδύτερά τε καὶ χαριέστερα τῆς πατρικῆς τραπέζης νομίζονται.

Πλὴν οὐχ ἅπαξ ἀλλὰ πολλάκις παραινεῖν ἡμᾶς θεῖος νόμος παρακελεύεται, εἰ καὶ τὸν προλαβόντα τοῦ λόγου σπόρον ταῖς ἀκάνθαις συμπνίξαντες, τὸν τρέφοντα καρπὸν τὰς ψυχὰς ἀναφυῆναι ὑμῖν διεκωλύσατε· ἀλλ’ οὐδὲ οὕτω σιγησόμεθα, ἐπὶ δὲ τὴν αὐτὴν παράκλησιν καὶ παραίνεσιν, ὡς ὁρᾷς, ἥκομεν, οὐχ ὕβριν τὴν παρακοὴν οὐδ’ ἀπόνοιαν τὴν ἀντιλογίαν τιθέμενοι, προτρέπουσαν δὲ πρὸς τὴν προκειμένην σπουδὴν οὐδὲν ἔλαττον. οὐ γάρ, εἴ τις οὐκ ἐθέλει μαθεῖν εὐθὺς τὴν τῆς εὐσεβείας ἀκρίβειαν, ἤδη παρ’ ἡμῖν εἰς τὴν τῶν ἀπεγνωσμένων χώραν ἢ πρὸς τὴν τῶν ἀπόνοιαν νενοσηκότων ἐκβάλλεται· μετὰ μίαν γὰρ καὶ δευτέραν νουθεσίαν ὁ τὸν γῦρον τῆς οἰκουμένης στενοχωρήσας τῆς εὐσεβείας τῷ δόγματι παραιτεῖσθαι τοὺς ἀπειθεῖς τῶν αἱρετιζόντων—ὃ μὴ γένοιτο περὶ ὑμῶν ῥηθῆναι—παρακελεύεται. καὶ γὰρ καὶ τὸ ἀντιλέγειν, ἂν μὴ γνώμης εἴη ἐπηρεαζούσης προερχόμενον, μελέτη δὲ λογισμῶν οὔπω μὲν ἐν τῇ ἀληθείᾳ ἐστηριγμένων, πολυπραγμονούντων δὲ ταύτην καὶ ζητούντων ἀνευρεῖν, ἀρχὴ καθίσταται τοῦ μὴ ἀπεγνωσμένην φέρειν τὴν διάνοιαν πρὸς τὴν τῆς εὐσεβείας κατάληψιν.

Ἴσμεν τοιγαροῦν, ἴσμεν τοὺς προλήψει δεδουλωμένους ὡς οὐ ῥᾴδιόν ἐστι τῆς προκατασχούσης αὐτοὺς μεθελκύσαι δόξης καὶ πρὸς τὸ τῆς ἀληθείας κάλλος ἐνορᾶν παρασκευάζειν τὰ ὄμματα· προκαταλαβοῦσαι γὰρ τοὺς ψυχικοὺς θαλάμους αἱ ταῖς ὀρθαῖς δόξαις ὑπολήψεις μαχόμεναι οὐκ εὐχερῆ ποιοῦνται τῇ εὐσεβείᾳ τὴν πάροδον, ὥσπερ καὶ τὸ ἀνάπαλιν εὐσέβεια καλῶς καὶ βεβαίως ἐνιδρυνθεῖσα πρὸς τὰ τῆς δυσσεβείας ἀντανίστασθαι παρασκευάζει σπέρματα καὶ προσελθεῖν καὶ συνεφελκυσθῆναι πᾶσαν ἐπιρραπίζει καὶ ἀποτέμνεται πρόφασιν. πλὴν ἀλλὰ γὰρ οὐκ ὄκνῳ τὴν παραίνεσιν ἐνυβρίσομεν, οὐδὲ σιγῇ τὴν νουθεσίαν καταδύσομεν, οὐδὲ κακοὶ τραπεζῖται διελεγχθείημεν τῶν δοθέντων χαρισμάτων ἀποσιωπήσει τὸ τάλαντον κατορύττοντες, οὐδὲ τὸν τῆς ὀρθοδοξίας λύχνον ὑπὸ τῷ μοδίῳ τῆς ῥαθυμίας συγκαλύπτοντες, ἀλλ’ ὃν τρόπον τὰ κυριακὰ ἐγκελεύεται <λόγια>, θέντες ἐπὶ τὴν λυχνίαν ἰδοὺ καὶ αὖθις τὸ φέγγος ἀνάπτομεν, διὰ τοῦ διδασκαλικοῦ λόγου τὰς ἀκτῖνας αὐτῆς ἐναστράπτειν πᾶσι, μάλιστα δὲ σοὶ συγκατεργαζόμενοι, ὅσῳ καὶ τῶν ἄλλων ἐπὶ μᾶλλον [σοῦ] τῆς σωτηρίας περικαιόμεθα· πολλοῦ γὰρ ταύτην τιμώμεθα, οἷα δὴ μὴ μόνῳ τῷ κοινῷ τῆς φύσεως δικαίῳ πρὸς αὐτὴν συναπτόμενοι, ἀλλά γε δὴ καὶ ἰδιαίτερον μελῶν οἰκείων λόγον ἔχουσαν καὶ συγγενοῦς αἵματος χρηματίζουσαν.

Χρὴ γὰρ τὴν ὑμετέραν λαμπρότητα, ὥσπερ τοῖς ἄλλοις καλοῖς, οὕτω καὶ τῇ τῆς εὐσεβείας ἀκριβείᾳ τοῖς φίλοις συνάπτεσθαι καὶ κατὰ τὸ μηδὲν εἰς τὸ πρεσβεύειν τὰ τῆς ὀρθοδοξίας διαφέρεσθαι δόγματα. οὕτω γὰρ τὴν ἐν ἁγίῳ πνεύματι καθισταμένην ἕνωσιν ἀσπασόμεθα, δι’ ὑμῶν δὲ ἡ τῶν Ἀρμενίων ἅπασα λῆξις, ὅση τε εἰς χεῖρα τὴν σὴν ἀφορᾷ καὶ ὅση πρὸς ἑτέραν πολιτικὴν ἀρχὴν διακέκριται, ἐν Χριστῷ Ἰησοῦ τῷ ἀληθινῷ θεῷ ἡμῶν συναπτομένη, κοινὴν αὐτῷ καὶ σύμφωνον τὴν δοξολογίαν ἀνοίσουσι· καὶ σὲ ἡ τοιαύτη πρᾶξις, μετὰ τοῦ τῆς βασιλείας τῶν οὐρανῶν ὑπανοίγειν σοι τὰς πύλας, ἀείμνηστον ἐπὶ τηλικούτῳ κατορθώματι ταῖς ἔπειτα γενεαῖς παραπέμψει, δορυφορούμενόν τε ταῖς ἀγαθαῖς φήμαις καὶ μακαριζόμενον. καλὸν ἀπὸ Χριστοῦ τὴν ἐπωνυμίαν δέξασθαι καὶ φυλάττειν ἑτέρας κλήσεως ἀνθρωπίνης ἀνεπιτίμητον. καλὸν ἀπὸ τοῦ σωτῆρος γνωρίζεσθαι, ἀπὸ τοῦ ῥυσαμένου τῆς πλάνης καὶ τῆς τοῦ διαβόλου τυραννίδος καὶ πρὸς τὴν πρώτην εὐγένειαν ἀνακαλεσαμένου καὶ παρασχομένου τὴν υἱοθεσίαν ὀνομάζεσθαι, μηδ’ αὐτοῦ τοῦ σώσαντος καὶ ἀνορθωσαμένου τοῦ παλαιοῦ παραπτώματος ἀθλίως καὶ ἐλεεινῶς διατεμνόμενοί τε καὶ ἀποσπώμενοι, Ἰακώβους τινὰς καὶ Σεβήρους καὶ Διοσκόρους, ἀνθρώπους ἐπιρρήτους μὲν τὸν βίον, ἐπαράτους δὲ τὸ δόγμα, ἀντὶ τοῦ πλάσαντος καὶ καταρραγέντας ἀνακαινίσαντος, διδασκάλους καὶ καθηγητὰς ἐπιγραφώμεθα.

εἷς γὰρ Χριστός, ὁ τῷ οἰκείῳ αἵματι τῆς φοβερᾶς ἐκείνης καὶ χαλεπωτάτης αἰχμαλωσίας ἡμᾶς ἐξαγορασάμενος, εἷς μεσίτης θεοῦ καὶ ἀνθρώπων, ὁ ἐφ’ ἑνὶ μὲν προσώπῳ καὶ μιᾷ ὑποστάσει δυσὶ δὲ φύσεσιν ἀχωρίστως τε καὶ ἀσυγχύτως προσκυνούμενός τε καὶ δοξαζόμενος θεοπρεπῶς.

Ἐπεὶ δὲ οὐ μόνον ἀνήκοον ἡ σὴ σύνεσις πρὸς τὰς παραινετικὰς ὑποθέσεις τὸ οὖς ὑπεβάλετο, ἀλλὰ καὶ λόγοις ἀντεπενεχθῆναι πολλὴν τὴν μελέτην ἀνελάβετο, καιρὸς λοιπὸν καὶ ταῖς κατὰ τῆς ἀληθείας ἐπινοίαις διαφεῖναι τὴν βάσανον τοῦ λόγου, ὡς ἂν ἐναργῶς τε καὶ ἀ̣κρ̣ι̣β̣ῶς καὶ ἀναμφηρίστως περιγέ̣νηται τό τε τῆς εὐσεβείας ἀνανταγώνιστον καὶ τῆς ὀρθοδοξίας τὸ κραταίωμα καὶ κ̣α̣τ̣α̣π[αλαίη]ται τῶν διαμαχομένων φασμάτων τὸ ἠρρωστηκός τε καὶ αὐτοκατάγνωστον καὶ πόρρω τῆς τοῦ θείου θεραπείας φερόμενον.

Πρ̣ο̣άγεται γοῦν ἡ σὴ [..]στ[.]πρ[....] λ̣έ̣γ̣[ειν] ὡς τὴν τετάρτην σύνοδον οὐ δεῖ δέχεσθαι, εἰ καὶ ἡμεῖς παρῃνέσαμεν, ἐπεὶ μήτε οἱ πατέρες ἡμῶν μήτε τῶν διδασκάλων ὁ [χορὸς] ταύτην ταῖς προλαβούσαις ἐνέκριναν, τὴν [κ]ενοφωνίαν αὐτῆς καλῶς ἐπιστάμ[ενοι. καὶ λαμ]πρῶς μὲν τὴν ὑποφορὰν ταύτην ἐ[..........]πεῖν, ὦ γενναῖε, πόθ[.......] τὸν φύντα μαθόντα φυγεῖν τὸ νόθον καὶ τῆς τοῦ ἀρχεκάκου ἐχθροῦ τ̣ῆ̣ς̣ π[ανουρ]γίας τὸ βλάστημα. Ἄρειος γάρ, ἵνα τοὺς τὴν πρώτην [..]δ[.....] εἰς [.................] πείσ[ῃ], δι’ ἀμηχανίαν τοῦ δυσσεβήματος οὕτως ἂν εἴποι πρὸς τοὺς [.................. τῆς] πρώτης συνόδου τὴν ἀθέτησιν, ‘ἣν οὔτε τῶν ἀποστόλων πε[.................... οὔ]τε ὁ Χριστὸς ἀνεκήρυξεν, οὐδὲ τῶν πρὸ ἐμοῦ πατέρων ἢ διδασκ̣ά̣λ̣ω̣ν̣ ἡ̣ σ[..................] παρεδέξατο, οὐδ’ αὐτὸς ἐγὼ παραδεχόμενος πατέρας καὶ ἀπο[στόλους ἀθετήσω]’. καὶ Μακεδόνιος δὲ τὴν αὐτὴν ὀλέθριον ἐπιζητήσει καταφυγὴν [..]το[...] τὴν [δευ]τ̣έ̣ρ̣[αν] παραγραφόμενος σύνοδον, καὶ μιμήσεται δὲ τὸν Ἄρειον, ὥσπερ ἐν τῇ τοῦ δόγματος διαφθορᾷ, οὕτω καὶ ἐν τῷ πειρᾶσθαι τὸ τῆς δυσσεβείας ἀποφορτίσασθαι ἔγκλημα.

Ἀλλ’ οὔτε Ἄρειον ἡ τοιαύτη περίνοια καὶ κακόνοια τῆς ἐνδίκου δίκης ἐξείλετο, οὔτε Μακεδόνιον ἀνεκτότερον δυσσεβεῖν ἐπεδείξατο, ὥσπερ οὐδὲ Νεστόριον εἰς τὴν αὐτὴν ἐκείνοις ἀποστροφὴν καταφεύγοντα καὶ τῷ χρόνῳ τῆς ἀσεβείας ὑποκλέπτειν ἐπιχειροῦντα τὸ μέγεθος. εἴποι γὰρ ἂν καὶ μάλα σοφῶς πρὸς αὐτοὺς ἡ ἀλήθεια καὶ ὅσοι τὴν ἐκείνων ὑποδύονται μίμησιν· τί δ’ ἂν ὑμεῖς φαίητε, ὦ καινῶν δογμάτων εἰσηγηταί, ἐκ τῆς ὑμῶν διδασκαλίας τὴν ὁμοίαν ὑμῖν φωνὴν τῶν Ἰουδαίων προβαλλομένων καὶ τὸν κοινὸν σωτῆρα τοῦ γένους, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, οὐ προσιεμένων; φαῖεν γὰρ ἄν, εἰ καὶ μὴ πρότερον, ἀλλά γε παρ’ ὑμῶν τῶν μαθητῶν τῆς ἀπονοίας οἱ διδάσκαλοι μαθόντες, ὡς λίαν εὐλόγως αὐτοῖς τὸ κατὰ Χριστὸν μυστήριον ἀπαράδεκτον κατέστη, οὔτε [γὰρ οἱ] πατέρες αὐτῶν οὔτε τῶν ἱερέων καὶ ἀρχιερέων τὸ συνέδριον σωτῆρα καὶ λυτρωτὴν τὸν Χριστὸν παρεδέξαντο, πολλοῦ γε καὶ δεῖ, οἵ γε καὶ ξύλῳ σταυροῦ κακούργων δίκην ἀνεσκολοπίσαντο.

Ἆρ’ οὐκ εἰς σοφόν τε καὶ γενναῖον καὶ ἀήττητον [......]της [....... .........] | [..] κ̣α̣ὶ̣ τ̣ο̣ῖ̣ς̣ ἀπὸ Διοσκόρου [..................] τῆ̣ς̣ [..] συνέσει [...............] | [..........] καὶ [.......... ......................] λέγειν τις τ[ῶν] εὐσ[εβούντων] | [..] δ̣ὲ̣ κ̣α̣ὶ̣ τ̣ῆ̣ς̣ ἀ̣λ̣η̣θ̣ε̣ί̣α̣ς̣ [..........] ο̣ὐ̣χ ὅ̣σοις πρ[..........] π̣ατέρων οὐδὲ τὴν τῶ̣ν̣ [......] | [.......] ἐμπεπιστευμέν[...............] εται. καὶ δεῖ τοῦτο μηδ’ ὅλ[ως] προτείνειν | [............] τ[..] δυσ̣θ[......................................]υ̣στερ[......] | [............................]ε̣ί̣α̣ι̣ς̣ [....] ὀρθὸν [...... ......] λ̣ε̣γόμενον | [....................] λέγειν [........... ....................] οὐδ’ εἰ μὴ τ[..] γεννησα | [............ .....................]γνωσιν ὁ χρόνος οὐκ ἂ̣ν̣ ἐτρ[....]λ[.]ος τῷ [....] | [................................] οὔτε [ὑ]μῖν τοῦτο τὸ φρόνημα τ̣ο̣ῦ̣ δικαστ̣ο̣ῦ̣ | [..................]αν καὶ καταφυγὴν πρ̣ογόνων καὶ ἀπορία δικαίων λόγων συνίσταται | [................. .............] καὶ ἀποφάσει τὴν τοῦ προαναφωνήσαντος | [.... ..............] παρορᾶν ἐθέλουσιν ἀπαγγελλούσῃ καὶ ἐπιδεικνυμένῃ [..] | [.......................]

καὶ τοῖς εὐσεβέσιν ὡς ὅπλον ἄμαχον κατὰ πάσης αἱρέσεως καὶ προβάλλεται καὶ περιπτύσσεται, ἥτις διαρρήδην βοᾷ καὶ οἷον αὐτῆς ὁ χαρακτὴρ καὶ τὸ ἐκσφράγισμα εἰς πᾶσαν τὴν οἰκουμένην καὶ εἰς τὰ πέρατα αὐτῆς διαπλωθῆναι τὰ τοῦ εὐαγγελίου κηρύγματα. καὶ πάλιν, πύλαι ᾅδου, ἅ ἐστι τὰ τῶν αἱρετικῶν ἀπύλωτα στόματα, οὐμενοῦν οὐ κατισχύσουσι τῆς ἐκκλησίας, ἣν ὁ Χριστὸς ἐπὶ τὴν πέτραν τῶν δογμάτων Πέτρου, μᾶλλον δὲ τῆς εὐσεβείας, ἀσάλευτον ἐστερέωσε.

Ναί, φησίν, ἀλλ’ οὐκ ἐδέξαντο οἱ πατέρες οὐδὲ οἱ διδάσκαλοι, τὴν κενοφωνίαν αὐτῆς καλῶς εἰδότες. καὶ τίς ἡ κενοφωνία; ἄκουε οὐρανέ, καὶ ἐνωτίζου γῆ. ἡ πρώτη, φησί, καὶ ἡ δευτέρα καὶ τρίτη σύνοδος ἕνα Χριστὸν καὶ κύριον ἐκ δύο δογματίζει φύσεων, ἀσυγχύτους καὶ ἀχωρίστους ὁμολογοῦσα τὰς φύσεις, ἡ δὲ λεγομένη τετάρτη δύο φύσεις κεχωρισμένας ἐπὶ Χριστοῦ λέγει, συνῳδὰ φρονοῦσα Νεστορίῳ. τί ἄν τις εἴποι πρὸς ταῦτα; διὰ ποίας δὲ προελθὼν πράξεως μετριώ[τερον τὸ] ἄ̣λ̣γ̣ος εὑρήσει; ἆρα τὰ τοῦ Ἱερεμίου ἐπιζητήσομεν δάκρυα, οὕτω βλέποντες τὴν πλάνην ἐπιβοσκομένην τοὺς ὁμοφύλους; ἢ τὸ τοῦ Ζαχαρίου δρέπανον, ἂν τόλμης [εὑρεθ]είη ταῦτα καὶ παντελοῦς ἀπονοίας, ἀλλὰ μὴ πολλῆς ἀγνωσίας; ἐλέγξαι δὲ πῶς οὐκ ἄν τις ἀπο[γνοίη] τὸ ψεῦδος οὕτω κατάδηλον καὶ ἀναίσχυντον προβαλλόμενον τὴν συκοφαντίαν καὶ ῥήματα ἀ̣λ̣ό̣γ̣ω̣ πληγῇ καὶ προβολῇ πονηρίας πολὺν φορυτὸν [ἐκχέοντ]α̣ πατρομαχίας τε καὶ δυσσεβείας;

Αὕτη, φησί, τοῦτ’ ἔστιν ἡ τετάρτη, δύο φύσεις ἐπὶ Χριστοῦ κεχωρισμένας λέγει. καὶ ποῦ ἂν εὑρεθείη παρὰ τοῖς ἄλλοις αἱρετικοῖς—καίτοι ψεύδους αὐτῶν ἐστι καὶ συκοφαντίας καὶ πλάνης τὰ στόματα ἐργαστήριον— ἀλλ’ οὖν παρὰ τίσιν αὐτῶν τι τοιοῦτον ἀναίσχυντον καὶ τολμηρὸν προβάλλεται συκοφάντημα; ποῦ γὰρ εἶπεν ἡ τετάρτη καὶ θεόπνευστος σύνοδος κεχωρισμένας ἐπὶ Χριστοῦ δύο φύσεις; τίς δὲ τοιοῦτον αὐτῆς διήκουσε ῥῆμα; ἀλλ’ εὔκαιρον κἀνταῦθα τῇ δεσποτικῇ χρ[ήσασθαι] φωνῇ, ‘ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τοῦ ἰδίου λαλεῖ’. οὐ γάρ ἐστιν, οὐκ ἔστι τοῦτο φρενὸς ἀνθρωπίνης κακούργημα, μηδὲ γένοιτο, ἀλλὰ τοῦ σπορέως τῶν ζιζανίων, ὃς ἀπ’ ἀρχῆς πατὴρ τοῦ ψεύδους ἐστὶ καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκε. [τίς γὰρ μᾶλλον τοῦ] ἱεροῦ τούτου καὶ θεοπνεύστου συλλόγου τοὺς λέγοντας ἐπὶ Χριστοῦ κεχωρισμένας τὰς φύσεις ταῖς δίκαις ὑπήγαγε καὶ παραπέμπει τῷ ἀναθέματι; τίς δὲ μᾶλλον τῆς ἱερᾶς ταύτης συνόδου ἀναβοᾷ, ὥσπερ ἀσυγχύτους, οὕτω καὶ ἀχωρίστους τὰς ἐπὶ Χριστοῦ συνελθούσας δύο φύσεις φρονεῖν τε καὶ λέγειν, καὶ πᾶν τὸ τῶν Χριστιανῶν γένος εἰς τὸ αὐτὸ τῆς ὀρθοδοξίας συνάγειν φρόνημα; ὁ δὲ ἐν ἀληθείας τοσαύτῃ περιφανείᾳ καὶ λαμπρότητι ψεῦδος ἐμβάλλειν ἀποτολμήσας ἐχθρός, τί ἂν οὗτος ἐν οἷς νομίζει λαθεῖν ἀτόλμητον καταλίποι;

καὶ ὁ τὸ λαμπρὸν οὕτω καὶ περίοπτον τῆς ὀρθοδοξίας φέγγος ζόφῳ πλασμάτων ἐπισκιάσαι καὶ ἐναποσβέσαι εἰς τοσοῦτον θράσους ἐξενεχθείς, τίνα κακουργίας ἄλλης ὑπερβολὴν ἐντῆξαι ψυχαῖς οὐκ ἀγωνιεῖται, ἐπειδὰν λάβοι ταύτας οὐχ ὅλας ὅλῳ τῷ θείῳ φωτὶ καταλαμπομένας; εἶεν.

Ἀλλὰ συμφθέγγεται, φησίν, ἡ τετάρτη σύνοδος Νεστορίῳ. ἔοικε μὲν οὖν φιλονεικεῖν ὁ τοῦ ψεύδους πατὴρ τῇ τῶν δευτέρων πλασμάτων ὑπερβολῇ ἀποκρύπτειν τὰ πρότερα, πρῶτον μὲν τὸ ἑαυτοῦ ποιῶν καὶ μὴ μέτρῳ περιγράφων μηδὲ λαμβάνων κόρον τῆς καθ’ ἡμῶν ἐπιβουλῆς μη[δὲ τῶν] μηχανημάτων ἃ κατὰ τῆς ἡμετέρας ἀεὶ διανοεῖται καὶ κακουργεῖ φ[ύσεως]· τί δήποτε δὲ νυνὶ ψεῦδος ἐπισυνάπτει ψεύδει, ἀτόλμητον τολμήσ[ας τόλμημα], καὶ πλάσμασι καινοτέροις ἐπισωρεύει παραπλήσια πλάσματα; ἀποπ̣[ληρῶν] οἶμαι καὶ βαρύνων τῇ ἐνδελεχείᾳ τῶν ἀτόπων τοὺς τῆς ἀληθείας ἐραστάς, ἐνεθίζων δὲ ταῖς δυσφημίαις τοὺς ἑπομένους αὐτῷ, τοὺς μὲν ὡς ἂν εὐπειθεστέρους μᾶλλον ἕξει τῷ βουλήματι, τῇ συνηθείᾳ καταγοητευθέντας. τοὺς δὲ πρὸς τὴν δικαίαν ὀργὴν ἐκραγέντας, ὅπως ἀτονώτερον αὐτῷ συμπλέκοιντο τοῖς λόγοις. ἀλλ’ εἰς κενὸν αὐτῷ τὸ δεύτερον διαπίπτει μηχάνημα· ὅσῳ γὰρ ἐμπλεονάζει τοῖς κακομηχάνοις ἐπιτηδεύμασι, τοσούτῳ μᾶλλον αὐτοῦ θριαμβεύεται τὸ πολύτροπον καὶ τὸ τῆς ἀληθείας ἀναφαίνεται κάλλος, οἰκείᾳ αὐγῇ τὸ σκότος τοῦ ψεύδους ἀποσκευαζόμενον καὶ τὸν ἀρχιτέκτονα τῶν κακῶν μᾶλλον ἐπιγινώσκειν παρασκευάζει τῶν εὐσεβούντων τὸ πλήρωμα καὶ τὸν δίκαιον κατ’ αὐτοῦ παραθῆγον θυμόν, καὶ τὴν ἀσφάλειαν καὶ παράταξιν οὐδὲν ἔλαττον τοὺς ἐπηρεαζομένους ἐνισχύει ἀναδέχεσθαι.

γένοιτο δὲ καὶ τῆς ἑτέρας αὐτὸν ἀστοχῆσαι μοίρας, μεταγομένων τῶν ἠπατημένων ἀπὸ τῶν πεπλασμένων καὶ χειρόνων ἐπὶ τὰ κρείττω καὶ τὴν ἀλήθειαν ἀντὶ τῆς παλαιᾶς πλάνης ἀναμανθανόντων καὶ μεταχωρούντων γλώσσῃ τε καὶ διανοίᾳ πρὸς τὴν εὐσέβειαν.

Ἡ τετάρτη, φησί, Νεστορίῳ συμφθέγγεται σύνοδος. καὶ πῶς αὐτὸν μυρίοις βάλλει τοῖς ἀναθέμασι; πῶς δὲ τοῦ καθέλκοντος Νεστόριον ἀδέκαστος ἔκδικος, τοῦ ἱεροῦ Κυρίλλου, ἐπαινέτις τε γνωρίζεται ἀπροφάσιστος; ἢ τίνα μείζω καταδίκην ταύτης εὑρήσει τις, ἔλεγχον δὲ τίνα οὕτως ἄφυκτον, οἷς ἐναπορρίψειε τοὺς μὴ τιμῶντας μηδ’ αὖ τεθηπότας τὰ σεπτὰ τῆς συνόδου διδάγματα; ἔγωγ’ οὖν—ὑμῖν μὲν μὴ γένοιτο, οὐ γὰρ οὕτω μοι τὰς περὶ ὑμῶν ἀμείνους ἐλπίδας ἡ ἀντιλογία ἐναπέσβεσεν—ἀλλὰ τοῖς γε εἰς τέλος πρὸς τὴν εὐσέβειαν ἀπονοηθεῖσι καὶ μηδαμῶς ἐθέλουσι τῷ κηρύγματι τῆς ἱερᾶς συνόδου τοῦ συμπτώματος ἀνορθωθῆναι, ταύτην ἂν τὴν ἀρὰν ὡς ἐσχάτην ποινὴν ἐπαράσαιμι· καὶ εἴησαν οὕτω γε τυφλοὶ καὶ κωφοί, τῆς ἑκουσίου δυσσεβείας ἐπάξια κομιζόμενοι τὰ ἐπίχειρα, ὥστε παρανοεῖν μὲν τὰ ἀνύπαρκτα, παραφθέγγεσθαι δὲ ἃ τῶν μηδὲ φύσιν ἐχόντων ῥηθῆναι οὐδὲν ἔλαττον ἀπονεύει πρὸς τὸ ἐπίρρητον ἄρρητον, τῆς κοινῆς δ’ ἀνθρώποις καὶ ἐμφύτου διανοίας μακρὰν ἀπελαύνεσθαι, καὶ μηδὲ λέγειν ἐρυθριᾶν τὴν τετάρτην καὶ ἁγίαν σύνοδον, τὴν καθελοῦσαν πληγῇ δευτέρᾳ Νεστόριον, Νεστορίῳ συμφθέγγεσθαι.

Ἐάσειν μοι δοκῶ νῦν, ὦ βέλτιστε, διαπυνθάνεσθαι, ‘ποῦ δέ, πότε δὲ ἡ δευτέρα σύνοδος, ἡ πρώτη δὲ διὰ τίνων ἀνεφθέγξατο ὅτι δεῖ λέγειν ἐκ δύο φύσεων ἕνα υἱὸν τὸν Χριστόν, ἀλλ’ ὅλως ἐμνημόνευσε φύσεως;’ τῆς μὲν γὰρ ἦν σπούδασμα τῷ πατρὶ τὸν υἱὸν ἐπιδεῖξαι ὁμοούσιον, τοῦτο γὰρ ἡ Ἀρείου γλῶσσα τόλμαις ἁπάσαις περιέκειρεν· ἡ δὲ τὸ πνεῦμα τὸ πανάγιον ὡσαύτως ὁμοούσιόν τε καὶ ὁμοδύναμον παραστῆσαι τὸν ἀγῶνα ὑπεδέχετο, τοῦτο γὰρ τὸ Μακεδονίου θεομάχον στόμα κατῆγεν εἰς κτίσμα. ἀλλὰ ταῦτα μὲν ἴσως παρεξελέγχοντος καὶ τὸν ἀγῶνα περιτρέχοντος. τί δ’ οὖν παρεξελέγχω καὶ διὰ τί τὰ μικρὸν ὁρῶντα πρὸς τὴν ὑπόθεσιν κρίσει καὶ διαίτῃ λόγων ὑποβάλλω; ὅτι πολλάς μοι τοῦ γράμματος τὸ διεψευσμένον καὶ πολύτροπον τὰς ὑποθέσεις ποιεῖ, καὶ οὐκ ἐᾷ πρὸς μόνην τὴν μᾶλλον τῶν ἄλλων κατεπείγουσαν ἀντανίστασθαι· ὅτι κἀκ τούτων δύναται συνορᾶν τῆς ἐπηρείας τὸ μέγεθος ἣν κατὰ τῆς τετάρτης συνόδου κατασκεδάζει τῆς αἱρέσεως τὸ κακόπλαστον.

ἡ γὰρ μηδὲ τῶν ἄλλων συνόδων, πρὸς ἃς μηδὲ φανερὰν τὴν μάχην ἀναδέχεται, ἐπὶ συστάσει τῆς οἰκείας δόξης οὐκ αἰσχυνομένη καταψεύδεσθαι, αὕτη περὶ ἧς αὐτῇ σύμπας ὁ ἀγὼν οὐμενοῦν οὐδὲν παρόψεται ψεῦδος πρὸς ὃ μὴ ἀπορουμένη καταφεύξεται, οὕτω δὲ χορεύει τοῖς αὐτόθεν ἀποσταλεῖσι ῥήμασί τε καὶ γράμμασιν ὁ κατὰ τῆς ἀληθείας ἀκήρυκτος πόλεμος, ὡς καὶ ἐν οἷς μηδέν τι κέρδος παρεισδύεται τῇ πλάνῃ μηδ’ ὁ τῆς πλάνης πρόμαχος ἀποφυγὴν εὑρίσκει τοῦ δυσσεβήματος, οὐδ’ ἐν ἐκείνοις ἡ πρὸς τὸ ψεῦδος αὐτῷ συμπλοκὴ καὶ συνάφεια τῷ ἠμελημένῳ τῆς γνώμης ἐναποτίθεται.

Ἡ μὲν γὰρ τρίτη σύνοδος, ὦ τῶν πνευματικῶν ὠδίνων τῆς ἐκκλησίας Χριστοῦ—γένοιτο δέ μοι τέκνον γνήσιον καὶ εὐγενὲς εἰδέναι τε καὶ ἀποκαλεῖν καὶ τοῖς σοῖς ἐπαγλαΐζεσθαι κατορθώμασιν—, αὕτη τοίνυν ἕνα τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν αὐτὸν θεὸν ἀληθῶς καὶ ἄνθρωπον ἀληθῶς, ὡς τῶν δύο φύσεων εἰς μίαν τοῦ λόγου ὑπόστασιν συνδεδραμηκότων περιφανῶς δογματίζει τε καὶ ἀνακηρύττει, καὶ ἀτρέπτους αὐτοῦ καὶ ἀχωρίστους τὰς φύσεις, ὥσπερ ἀναλλοίωτον τὴν ὑ̣π̣[όστασιν] καὶ ἀσύγχυτον διὰ παντὸς ἐνωραΐζει καταγγέλλουσα, τοῦτον δὲ τὸν προσδιορισμὸν τοῦ σεβάσματος λαμπρᾷ τῇ φωνῇ, μᾶλλον δὲ γλώσσαις ἁπάσαις καὶ ἱεραῖς ψήφοις τῶν συνειλεγμένων ἱερῶν ἀνδρῶν καὶ ἁγίων κατὰ Χαλκηδόνα ἡ ὁμήγυρις περιφανῶς ἀνακηρύττει καὶ θεμέλιον τῆς οἰκείας ὁμολογίας τίθεται. πῶς οὖν ταῦτα φρονοῦσα καὶ πράττουσα καὶ δόγμα τιθεμένη ἀπαρά[...]τον τῷ Νεστορίῳ συμφθέγγεται; εἰ δὲ ταύτην τὰ τῆς τρίτης συνόδου σπουδάζουσάν τε καὶ κρατύνουσαν Νεστορίῳ τις συνᾴδειν τόλμαν ἤνεγκε λέγειν, πῶς οὗτος, κἂν μὴ τῇ φ[ωνῇ] λέγῃ, οὐκ αὐτοῖς ἀνακράζει τοῖς πράγμασι ταῖς αὐταῖς ἔνοχον διαβολαῖς καὶ τῆς τρίτης εἶναι τὸ σεβάσμιον; οἷς γὰρ εἰς Νεστόριον τὴν τετάρτην σύνοδον διασύρειν τερατεύεται, καὶ τὴν τρίτην εἰς τὴν αὐτὴν ὕβριν συνελαύων ἐξελέγχεται.

Εἶτα συμφθέγγεται, φησί, Νεστορίῳ, πλὴν ὅτι ὁ μὲν δύο πρόσωπα ἐπὶ Χριστοῦ λέγει, αὕτη δὲ τὸ ἓν πρεσβεύει. ἀλλ’ εἴπερ ὁ μὲν δύο λέγει, ἡ δὲ τὸ ἓν καταγγέλλει, καθάπερ οὐκ οἶδ’ ὅτι πεπονθὼς οὐδ’ αὐτὸς γέγονας ἔξαρνος, πῶς ὀξὺς ὢν ὁ αἱρετίζων λόγος κακοῖς συνάπτειν τὰ χείριστα οὐδεμίαν ἀνέλαβε σύνεσιν, καίτοι ῥᾷον ὂν καὶ τοῖς ἐξ ἀγέλης, ὡς ἀσύμβατόν ἐστι πρὸς ὁμολογίαν τὸ ἓν τοῖς δυσὶ καὶ τῷ ἑνὶ τὰ δύο; οὐ γὰρ οἷόν τέ ἐστι κατὰ τὸν αὐτὸν νοῦν καὶ τὴν αὐτὴν ἐπιβολὴν τὸ ἓν δύο εἶναι κατά γε μάλιστα τὴν τοῦ ἀριθμοῦ φύσιν ἢ τὰ δύο πρὸς τὸ ἓν ἀναφέρεσθαι. πλὴν ἀλλά γε καὶ τοῦτο συνδιεπλάσθη τοῖς αἱρετίζουσιν· οὐδὲ γὰρ οὐδὲ Νεστόριος ὁ δυσσεβὴς δύο λέγει πρόσωπα, ἀλλ’ εὐσεβεστέρῳ ῥήματι ἐγκατακρύπτων τῆς ἀσεβείας αὐτοῦ τὸ ἀναίσχυντον, τὴν ἑαυτοῦ σωτηρίαν κατασοφίζεται, ἓν μὲν πρόσωπον τῇ γλώττῃ καθυποκρινόμενος, εἰς ὑποστάσεις δὲ δύο τὸν ἄτμητον διατέμνων καὶ συνδιιστῶν ταῖς φύσεσι τὴν ὑπόστασιν, πολλαχοῦ μὲν τὸ ἓν πρόσωπον ἐπιβούλως λέγειν καὶ κατασχηματίζεσθαι τῷ ῥήματι τὴν εὐσέβειαν οὐ παραιτούμενος, ἄλλο μέντοι πρόσωπον παρὰ τὴν ὑπόστασιν ἀναπλάττων καὶ τιμῆς καὶ δόξης κοινωνίᾳ δημιουργῶν καινότερον πρόσωπον· πλὴν οὐκ εἰς δύο πρόσωπα τὴν φωνὴν καταμερίζων, τῇ δυάδι κακούργως καὶ φρενοβλαβῶς περιφύεται τῶν ὑποστάσεων.

Τῆς μέντοι ἁγίας καὶ οἰκουμενικῆς τετάρτης συνόδου τὸ θεοσύλλεκτόν τε καὶ θεόληπτον ἄθροισμα τὴν καθ’ ὑπόστασιν ἕνωσιν τοῦ λόγου λαμπρῶς πρεσβεύει καὶ διαπρυσίῳ σαλπίζει τῷ κηρύγματι, καὶ μίαν μὲν Χριστοῦ ἐκδιδάσκει τὴν ὑπόστασιν, δύο δὲ τὰς ἐν αὐτῇ συνελθούσας φύσεις, μήτε σύγχυσιν παραδεχομένας μήτε διαίρεσιν μετὰ τὴν ἕνωσιν ἀναδεχομένας μηδ’ ἄλλο τι τῶν λυμαίνεσθαι τὴν ἕνωσιν ἢ τὴν διάκρισιν παρεχομένων τινὰ πρόφασιν.

εἱστήκει μὲν γὰρ πρὸ τῆς ἑνώσεως ἡ μὲν ἐν τοῖς θεοπρεπέσι καὶ δεσποτικοῖς καὶ ἀπροσπελάστοις ὁρίοις, μηδὲν ὅσα πρὸς ἕνωσιν τοῦ καθ’ ἡμᾶς φυράματος διαπραττομένη μηδὲ συνδρομὴν ἐνεργοῦσα τὴν συντηροῦσαν τῷ ἑνιαίῳ τὴν μίαν ὑπόστασιν, ἡ δὲ πρὸς τὴν ὑπερκειμένην καὶ δεσπόζουσαν σύνοδόν τε καὶ συνάφειαν συνεστέλλετο, ἐν τοῖς ἐμφύτοις νόμοις τοῦ παραγαγόντος αὐτὴν καὶ τάξαντος συνισταμένη καὶ πρὸς οὐδὲν ἕτερον ἀναφερομένη θαυμασιώτερον καὶ ὑψηλότερον· μετὰ μέντοι τὴν φιλάνθρωπον καὶ ὑπὲρ λόγον καὶ ἔννοιαν πρὸς τὴν ἡμετέραν φύσιν ἕνωσίν τε καὶ συνέλευσιν ἑκατέρας αὐτῶν τῶν φυσικῶν ἰδιωμάτων ἀκαινοτομήτων μεμενηκότων καὶ τροπὴν ἢ φυρμὸν ἢ διαίρεσιν οὐδαμῶς ἀνασχομένων, καὶ τῆς μὲν θατέραν ἀνυψούσης, τῆς δὲ τὴν ὑπερφυᾶ καὶ φιλάνθρωπον ταπείνωσιν θειάζεσθαι ἀπαράγραπτα μαρτύρια παρεχομένης, ἕνα Χριστὸν ἡ εὐσέβεια τὸν ἀληθινὸν θεὸν ἡμῶν ἐν μιᾷ καὶ ἀδιαιρέτῳ τῇ ὑποστάσει μυσταγωγεῖ τοὺς πιστοὺς καὶ τῆς θεοπρεποῦς τε καὶ σωτηρίου πίστεως ἐραστὰς τοὺς μυσταγωγηθέντας ἀπεργάζεται, τὸν αὐτὸν ἡμῖν τε καὶ τῷ πατρὶ ὁμοούσιον εἰδέναι διδάσκουσα, τὸ μὲν ἀχρόνως καὶ ἐξ ἀιδίου χρηματίζοντα, τὸ δὲ διὰ τὴν ἡμετέραν σωτηρίαν γεγονότα χρόνοις ὕστερον.

Ταῦτα κηρύττει ἡ σύνοδος, ταῦτα περιαγγέλλει πᾶσι τοῖς πέρασι. καὶ πῶς οὐ καταδύονται καὶ ἐμφράττονται τὰ στόματα οἱ δύο κεχωρισμένας φύσεις αὐτοσυστάτους τε καὶ διῃρημένας εἰπεῖν τὴν σύνοδον συκοφαντήσαντες καὶ τῇ Νεστορίου συμφύρεσθαι ἀθεότητι; ἡ τὸν αὐτὸν Χριστὸν θεόν τε καὶ ἄνθρωπον ὁμολογοῦσα, καὶ πρὸ αἰώνων μὲν ἐκ τοῦ πατρὸς γεννηθῆναι, τὸν αὐτὸν δὲ καὶ οὐκ ἄλλον ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐκ τῶν παρθενικῶν αἱμάτων τῆς θεοτόκου ἀποτεχθῆναι, ἡ ταῦτα κρατύνουσα καὶ θεολογοῦσα πῶς τῆς Νεστορίου λύσσης ὑπερήσπιζεν; ἡ τὴν καθ’ ὑπόστασιν ἕνωσιν κατὰ τὸν θεσπέσιον περιπτυσσομένη Κύριλλον πῶς ἂν ἠνέσχετο λέγειν τὰς δύο φύσεις μετὰ τὴν ἕνωσιν τὸν ἰδιοσύστατον χωρισμὸν ἀναδέξασθαι Νεστορίου;

Τοῦτο τὸ δυσσέβημα καὶ πρό γε Νεστορίου, ἵνα τοὺς ἐν μέσῳ παραδράμω, Διόδωρον καὶ Θεόδωρον, Παύλῳ τῷ ἐκ Σαμοσάτων τὸ ἀτόλμητον ἐτολμήθη τόλμημα, ὃς τὸν Ἀντιοχείας ἱερὸν θρόνον οὐκ εὐαγῶς ἐγκεχείριστο, κολακείας δὲ γυναίου τυραννικοῦ ἀνεδείχθη λάφυρον καὶ πρὸς ἐκείνην ἐβίω, τὰ κεχαρισμένα αὐτῇ τῆς οἰκείας ἐπίπροσθε ποιούμενος καὶ σωτηρίας καὶ πίστεως. ἐξ οὗ καὶ ψιλὸν ἄνθρωπον τὸν κύριον Ἰησοῦν Χριστὸν κατὰ τὰς Ἰουδαίων τόλμας—Ἰουδάιζε γὰρ καὶ τὸ γύναιον— καταγγέλλων ἐκ μετα[.....] οὐκ ἔφριττεν ὁ τρισάθλιος. Ζηνοβία ἦν οἶμαι τῷ θανατηφόρῳ γυναίῳ τὸ ὄνομα καὶ τῆς Παλμυρηνῶν ἐπῆρχε χώρας, θανάτου τὸν ἄνδρα προαρπάσαντος. ἐκεῖνος πρῶτος ὁ δυσσεβής, ὁ εἰς Σαῦλον ἐκ Παύλου ἀποστραφείς, κεχωρισμένας ἐπὶ Χριστοῦ τὰς φύσεις ἐτερατεύσατο καὶ τὴν ὑπόστασιν—ὢ τῆς πάντα τολμώ̣σ̣ης ἀ[πονοίας] τὰ ἀτόλμητα—εἰς ὑποστάσεις διέτεμεν, ὥσπερ δὴ καὶ ὁ ἐκ διαμέτρου μὲν αὐτῷ δυσσεβῶν, οὐκ ἐπ’ ἔλαττον δὲ τὸ ἄθεον ἀσπαζόμενος Μάνης ὁ γόης ὁ ἐπάρατος μίαν καὶ τὴν ὑπόστασιν καὶ τὴν φύσιν καταγγέλλειν ἐτερατεύετο.

Ἐκ Παύλου τοίνυν τῆς ὀλεθρίου ῥίζης ἄλλοι τε οὐκ ὀλίγοι ψυχοφθόροι κλάδοι παρεβλάστησαν καὶ μέντοι καὶ Εὐτυχὴς καὶ οἱ ἐξ ἐκείνου σπαρέντες ἢ διασπαρέντες ἀνέφυσαν. ἡ δὲ ἁγία τοῦ θεοῦ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία, ἡ τὰ πέρατα τῆς οἰκουμένης κατὰ τοὺς δεσποτικοὺς χρησμοὺς καταλαβοῦσα, τῆς τοῦ Παύλου καὶ Νεστορίου καὶ τῆς μυσαρᾶς αὐτῶν συμμορίας τὸ δυσσεβὲς ἀποκλίνουσα, ὡσαύτως καὶ τοῦ θεοστυγοῦς Μάνεντος καὶ τῶν ἐκεῖθεν βδελυρῶν παραφυάδων τὸ δύσφημον <........ ....> κατασκεδάζουσα, καὶ τὴν μίαν φύσιν ὡς ἐκ τῆς τῶν ζιζανίων ἐκείνης ἐπισπορᾶς παραφυεῖσαν ἐκτρέπεται καὶ τὰς δύο ὑποστάσεις, ἃς ἡ ἀντικειμένη Παύλου καὶ ἰσοστάσιος δυσσέβεια παρεισήνεγκεν, ὑπερορίους τοῦ οἰκείου φρονήματος ἐπιδείκνυσι, μίαν δὲ ἐπὶ Χριστοῦ δοξάζουσα τὴν ὑπόστασιν καὶ δύο τὰς ἐν αὐτῇ συνελθούσας φύσεις, ἀτρέπτους, ἀχωρίστους, ἀναλλοιώτους τε καὶ ἀδιαιρέτους, καθ’ ὃν τρόπον ἡ οἰκουμενικὴ τρίτη τε καὶ τετάρτη σύνοδος ἐδογμάτισε καὶ νοῒ καὶ γλώσσῃ καὶ χειρί, εἰ δέοι δὲ καὶ αἵματι, τῆς τοιαύτης ἱερᾶς ὁμολογίας ὑπεραγωνίζεται.

Ἐπὶ ταύτην σε τὴν ὀρθόδοξον ὁμολογίαν, ὦ φίλων καὶ συγγενῶν περισπούδαστε, παρακαλοῦμεν, ταύτην ἀσπάσασθαι, ἧς βλάστημα καὶ γεώργιον ἡ ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν παρατεινομένη θεοσέβεια, προτρεπόμεθα· ἐν ᾗ τὸ θεῖον θεοπρεπῶς θεραπευόμενον τὴν ἐκεῖθεν ἡμῖν ταμιεύεται μισθαποδοσίαν. μία ἐστὶν ἡ τοῦ Χριστοῦ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία, οὐ πλείους οὐδὲ δύο· συναγωγαὶ πονηρευομένων εἰσὶ τὰ παρὰ ταύτην συνέδρια καὶ σύνοδος ἀθετούντων. οὕτω φρονοῦμεν οἱ ἀληθινοὶ Χριστιανοί, οὕτω πιστεύομεν, οὕτω κηρύσσομεν, πρὸς τὰς ἰσαρίθμους τῶν τεσσάρων σεπτῶν εὐαγγελίων συνόδους τὴν διάνοιαν στηριζόμενοι· ταύτας κανόνα καὶ γνώμονα τὰς παρ’ ἑκάτερον διαστροφὰς ἐξελέγχοντα τῆς εἰλικρινοῦς ἡμῶν λατρείας τιθέμεθα.

Ὁ παρὰ τὸ φρόνημα τῆς μιᾶς τοῦ Χριστοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας [ἕτερ]όν τι πρεσβεύων καὶ περιθάλπειν δόγμα ποιούμενος, συνέσει καὶ ἀγχινοίᾳ [τῶν] πολλῶν προέχων καὶ μὴ καταισχύνων τὴν κρίσιν τοῦ βούλεσθαι, αὐτὸς εἰπέ, πρὸς αὐτῆς τῆς ἀληθείας, τίνος ἑαυτὸν ἐκκλησίας καὶ τίνα κλῆρον τῶν εὐσεβούντων ὑπέρχεται ὁ κατὰ τῆς τετάρτης ἱστάμενος; οὐδὲ τὴν πέμπτην δηλονότι τιμῆς καὶ αἰδοῦς τῆς ὀφειλομένης ἀξιώσειεν, οὐδὲ τὴν ἕκτην τό γε ἑαυτοῦ μέρος ἀπροπηλάκιστον συγχωρήσειεν, οὐδὲ τὰς ἐφεξῆς λόγου μεταδοίη παραδοχῆς καὶ σεβασμιότητος· ὁ δὲ πρὸς τοσαύτας ἀντιφθεγγόμενος ἱερὰς καὶ ἁγίας συνόδους καὶ πρὸς τοσοῦτον ἀνδρῶν θεοφόρων πλῆθος ἀνταγωνιζόμενος, τίνας. ὑπὲρ αὐτοῦ φθεγγομένους ἕξει, τίνας συνασπίζοντας εὑρήσει; ὁ χρόνων τοσούτων μακραῖς περιόδοις καὶ τοσαύταις πνευματοκινήτοις γλώσσαις καὶ κοιναῖς συνόδων πολυανθρώπων τε <καὶ> θεοφορουμένων ψήφοις ἐκκηρυττόμενος τίνα λῆξιν ἐκεῖθεν καταλαμβάνων ὀφθήσεται; τίνα χεῖρα προτείνουσαν τὴν σωτηρίαν; ποῖον ἐξ ὀμμάτων ἀποστάξει δάκρυον, τηλικοῦτον ἄγος ἀποκαθῆραι δυνάμενον; ποῖον δὲ λόγον ἐπ’ ἐκείνου τοῦ φοβεροῦ κριτηρίου ἐταζόμενος ὁ ὑπαίτιος εἰς διάλυσιν προκομίσει τοῦ ἐγκλήματος καὶ καταφυγὴν ἐπινοήσει τῆς ἀφύκτου δίκης καὶ τοῦ κατακρίματος;

ἡ οἰκουμένη πᾶσα πρὸς τὴν αὐτὴν συντρέχει τῆς εὐσεβείας ἀκρίβειαν καὶ τὸ αὐτὸ δόγμα πατρόθεν ὁρᾶται περιθάλπουσα· οἱ καθολικοὶ καὶ κοινοὶ τῶν ἀρχιερατικῶν φροντίδων θρόνοι, ἐφ’ οὓς ὁ Χριστὸς ἀσάλευτον τὴν ἑαυτοῦ ἐκκλησίαν ἐπήξατο, ἀνατολὴ καὶ δύσις καὶ μεσημβρία καὶ ὅση πρὸς ἄρκτον ἀπονένευκε, τὴν αὐτὴν λατρείαν ἀκαινοτόμητον διασῴζουσι· καὶ σὺ τίνι χρώμενος ὁδηγῷ, τίνι δὲ κατακολουθῶν εἰς ἑτέραν θρησκείαν καινοτομεῖν τὴν εὐσέβειαν προαιρουμένην ἐξέκλινας; τὰς ἁγίας καὶ οἰκουμενικὰς συνόδους ἠθέτεις, ἃς ὁ Χριστιανῶν θεσμὸς ἀπεθείαζεν, αὐτὸς οὐκ ἔχων οὐδὲ τοπικὴν τὰ σὰ κυροῦσαν οὐδὲ παρέχειν ἐν πλάσματι. ποία σοι τῆς τοσαύτης τόλμης ἀναχώρησις; τίς ἀποστροφή; εἰς τίνα δὲ καταφυγὴν ἀποβλέπειν σοι καταλείπεται;

Εἴ τις οὖν, ὦ φίλων καὶ συγγενῶν περισπούδαστε, τὸν κοινὸν κριτὴν καὶ δεσπότην ἐννοήσοι κατὰ τὴν φρικτὴν ἐκείνην καὶ τελευταίαν ἐξέτασιν λογοθετοῦντα ταῦτα καὶ τοὺς λόγους εἰσπραττόμενον τοῦ τολμήματος, ἆρα κύριος ὢν ἑαυτοῦ οὐ φρίξει καὶ ἀμηχανήσει καὶ παλινῳδίαν ᾄσει, ἑτέρας μὴ δεηθεὶς παραινέσεως; ἆρ’ οὐκ αὐτίκα ῥίψας ἅπαντα, τὸ δυσήκοον, τὸ φιλόνεικον, τὸ ψεῦδος, τὴν πλάνην, τὴν ἔθει καὶ χρόνῳ ταῖς διανοίαις ἐντεθεῖσαν πρόληψιν, τὴν συκοφαντίαν, τὰ κατὰ τῆς εὐσεβείας νεανιεύματα, οὐχὶ ταῦτα πάντα ὡς ἐπισπορεῖ τῶν τοιούτων ζιζανίων ἐπιρρίψας εἰς τὴν τοῦ ἀρχεκάκου ἐχθροῦ κεφαλήν, δρόμῳ χωρήσει πρὸς τὴν εὐσέβειαν καὶ τῷ πληρώματι τῆς ἐκκλησίας συναριθμηθῆναι τὴν ἐφ’ οἷς ἀπεσκίρτα πρότερον σπουδὴν οὐ συνεπιστρέψειε; μή σοι γένοιτο, τερπνὸν φιλίας καὶ συγγενείας ἀγλάισμα, μήτε σοὶ μήτε τινὶ ἄλλῳ ὅσοις τὸ Χριστοῦ ἐπικέκληται ὄνομα, μηδαμῶς κατὰ τὸ ἐκεῖθεν κριτήριον εἰς τοιαύτην ὑποβληθῆναι καὶ τηλικαύτην ἐξέτασιν καὶ τότε μεταμανθάνειν τὴν ἀλήθειαν, ὅτε πλέον οὐδὲν τοῦ πικρότερον κολάζεσθαι περιγίνεται. ἐνταῦθα δεῖ τὰ ἐκεῖθεν διαπραΰνειν ἀνιαρὰ καὶ μεταμελείᾳ θεραπεύειν τὰ φθάσαντα.

ἐνταῦθα φιλάνθρωπος ὁ κριτὴς καὶ σπλάγχνοις ἐπιστροφῆς δεκαζόμενος καὶ δακρύοις πολλάκις διαλύων τὸ λογοθέσιον καὶ ἀντίρροπον τιθεὶς τὴν ἐπιστροφὴν καὶ μετάνοιαν τῷ βάρει τοῦ παραπτώματος· ἐκεῖθεν ἀδέκαστος, ἀδυσώπητος, τὰς ψήφους φέρων φοβερὰς καὶ ἀπαραιτήτους τῆς δίκης καὶ κατακρίσεως. προλαβεῖν, ὦ βέλτιστε, χρὴ τοῦ κριτοῦ τὴν ἀπόφασιν καὶ φυγεῖν τῆς τιμωρίας τὸ μετὰ τὰς ψήφους ἀναπόδραστον, προδιατυπώσασθαι τῇ διανοίᾳ ταῦτα καὶ πόρρω γενέσθαι τῶν δοξασμάτων ὅσα τηλικαύτην ἡμῖν προξενεῖ τὴν πληγὴν καὶ εἰς ἀπέραντα καὶ τιμωρητικὰ παραπέμπει δικαιωτήρια.

Συνόρα μοι τὸ διάφορον τῆς εὐσεβείας πρὸς ἣν ἡ αἵρεσις κατασχηματίζεται μόρφωσιν. ἐκεῖνος κεχωρισμένας λέγει τὰς φύσεις ὃς ψιλὸν μὲν ἄνθρωπον τὸν Χριστὸν νοεῖν ἀπετόλμησε, τιμῇ δὲ μόνῃ καὶ δόξῃ καὶ τῇ πρὸς τὸν λόγον ἀναφορᾷ τὸ τοῦ προσώπου ἑνιαῖον περιάπτειν κακομηχάνως ἐπενοήσατο· ἐκεῖνος πάλιν ἔξαρνός ἐστι τῆς οἰκονομίας καὶ τῆς ἀρρήτου συγκαταβάσεως, ὁ τὰς δύο φύσεις εἰς μίαν ἀποθλίβων φύσιν. τῶν Μάνεντος γὰρ ζιζανίων τοῦτο τὸ γεώργιον, εἰ καὶ τὸ σύνθετον αὐτοῦ τῇ γεωργίᾳ συγκαταμιγνύουσιν. ἀλλ’ οὕτω μὲν τῆς βασιλικῆς οἱ παρατραπέντες ὁδοῦ, πλανωμένην ὁδὸν ἑκατέρας μοίρας φερόμενοι εἰς τὸ τοῦ ᾅδου καταδύονται πέταυρον· οἱ δὲ τὸν αὐτὸν ὁμολογοῦντες θεόν τε καὶ ἄνθρωπον, τὸν αὐτὸν ἀμφότερα, καὶ οὐκ ἄλλον μὲν τοῦτο, ἕτερον δὲ τοῦτο, καὶ ἐν τῇ μιᾷ καθ’ ὑπόστασιν ἑνώσει θεωροῦντες τὰς φύσεις ἀσυγχύτους τε καὶ ἀδιαιρέτους, καὶ διὰ τοῦτο μίαν ὑπόστασιν τοῦ αὐτοῦ, δύο δὲ φύσεις θεολογοῦντες, ὡς πορρωτάτω καὶ τῆς Νεστορίου λύσσης καὶ τῆς Εὐτυχοῦς καὶ Διοσκόρου παραφορᾶς διεστήκασιν.

Οὐκ ἄνθρωπον θεοφόρον τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἡ μία τοῦ θεοῦ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία κηρύττει—μὴ γένοιτο—ὡς ὁ δυσσεβὴς κενολογῶν ἠλέγχθη Νεστόριος, ἀλλὰ θεὸν σάρκα δι’ ἡμᾶς τὴν ἡμετέραν προσλαβόμενον σαρκοφόρον τε τὸν ἄσαρκον χρηματίσαντα, ἀτρέπτως καὶ ἀναλλοιώτως καὶ ἐν τῇ αὐτῇ καὶ μιᾷ τοῦ λόγου ὑποστάσει συνελθεῖν τὰς φύσεις ἐν τῷ ἡνωμένῳ καὶ ἀχωρίστῳ τό τε ἀσύγχυτον συντηρούσας καὶ τὸ ἄτρεπτον, καὶ ἐν τῷ ἀδιαιρέτῳ καὶ ἡνωμένῳ τῆς ὑποστάσεως ἀναλλοιώτους καὶ ἀμεταβλήτους φυλαττούσας τὴν οἰκείαν ἰδιότητα.

Μηδεὶς συκοφαντείτω τὴν εὐσέβειαν· οὐ κεχωρισμένας ἐπὶ Χριστοῦ πρεσβεύει τὰς φύσεις· οὐκ οἶδε μετὰ τὴν ἕνωσιν τὴν διαίρεσιν, οὐ γνωρίζει διάστασιν, ὥσπερ οὐδὲ τὴν διαφορὰν αὐτῶν ἀγνοεῖ, οὐδὲ τῷ ἀδιαφθόρῳ φθείρει ἢ θατέραν πάντως ἢ ἑκατέραν <..........>. οὐ δυάδα παρεισάγει ὑποστάσεων, οὐ μερίζει τὴν ἕνωσιν, οὐ συγχεῖ τὰ ἀσύγχυτα· ἐρρίφθω ταῦτα, ὡς εἰς τὴν τῶν τεκόντων Νεστορίου καὶ Διοσκόρου καὶ Εὐτυχοῦς, οὕτω δὴ καὶ εἰς τὰς τῶν συκοφαντούντων τὴν εὐσέβειαν καὶ διαβαλλόντων κεφαλάς. ἐν τῷ αὐτῷ δικαιωτηρίῳ δώσουσι τὰς δίκας οἵ τε τὰ ζιζάνια τῆς ἀσεβείας κατασπείραντες καὶ οἱ ταῦτα συναγαγεῖν ἐν τοῖς ταμείοις τῆς ἀπωλείας θερίζοντες, οἱ μηδὲν μὲν ἀληθὲς εἰδότες λέγειν, τὰ δὲ κρείττω συκοφαντίας καὶ διαβολῆς ἁπάσης χλευάζοντες.

ὥσπερ δὲ οἱ τὸ τοῦ Νεστορίου δυσσέβημα *** τοῦ ἐκκλησιαστικοῦ φρονήματος εἰς συκοφάντημα πλάττουσιν, οὐδὲν μὲν τὴν ἀλήθειαν λυμαινόμενοι, ἑαυτοὺς δὲ συκοφαντίας ἐνόχους εἰσάγοντες, οὕτω καὶ εἴ τινες ἄλλοι κατὰ μίμησιν ἐκείνων ταῖς κατὰ τῆς εὐσεβείας ἐνασελγαίνουσιν ὕβρεσι καὶ λαλεῖν τὰ μάταια, μᾶλλον δὲ τὰ δυσσεβέστατα, βίον ποιούμενοι, τὴν ὁμοίαν δίκην ἐντεῦθεν κἀκεῖθεν εἰσπραχθήσονται, μᾶλλον δὲ τὴν μὲν παροῦσαν εἰσπράττονται—τί γὰρ ἀθλιώτερον <ἢ> τῆς ἀληθείας πόρρω φέρεσθαι καὶ τῷ σκότῳ τῆς ἀσεβείας τὸ νοερὸν ὄμμα τῆς ψυχῆς τυφλὸν φέρειν καὶ ὑποκαθῆσθαι τῷ ζόφῳ τοῦ δυσσεβήματος; —τίσουσι δὲ καὶ τὴν βαρυτάτην καὶ ἧς ἔνοχον ὀφθῆναι μηδένα τῶν ὁμογενῶν ἐπευχόμεθα.

Ἀλλὰ γάρ, ὦ νέων φίλων κινεῖν εἰδὼς ἔνθεον ἔρωτα καὶ κατὰ καιρὸν τὸ τῆς φιλίας ἄνθος προβάλλεσθαι, ἔτι μοι τὴν τῆς ἀληθείας ὁδὸν μεταθέοντι συμπροϊέναι προθυμήθητι. Ἄρειος, τὸ Αἰγύπτιον κακόν, εἰς τρεῖς φύσεις τὴν μίαν τῆς τριάδος κατατέμετο φύσιν, τὰς τρεῖς οὐκ ἀρνούμενος ὑποστάσεις· Σαβέλλιος δέ, τὸ ἐκ Λιβύης πολύμορφόν τε καὶ πολυμήχανον θηρίον, εἰς μίαν ὑπόστασιν τὰς τρεῖς συνέθλιβεν ὑποστάσεις, τὴν δὲ φύσιν οὐκ ἐμέριζεν εἰς διαφόρους φύσεις. οὕτω περὶ τὴν θεολογίαν οἱ τρισαλιτήριοι στάντες ἀλλήλοις ἐκ διαμέτρου κακῶν ἀδιηγήτων ἀρχηγοὶ καὶ ἀρχιτέκτονες τῷ τοῦ Χριστοῦ ποιμνίῳ γεγόνασιν. ἡ δὲ ὡς ἀληθῶς βασίλισσα καὶ νύμφη Χριστοῦ ἐκκλησία τὴν ἐκ διαμέτρου τῶν ἀσεβῶν φυγοῦσα κακόνοιαν καὶ μὴ ἐκκλίνειν εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερὰ τὸ τοῦ νυμφίου παράγγελμα διὰ παντὸς ποιοῦσα μελέτημα, τήν τε μίαν τοῦ Σαβελλίου ὑπόστασιν καὶ τὰς τρεῖς Ἀρείου φύσεις τοῦ ἑαυτῆς φρονήματος ὑπερορίσασα, μίαν μὲν φύσιν τῆς θεότητος ἄτμητόν τε καὶ ἀδιαίρετον, τρεῖς δὲ τὰς ὑποστάσεις ἀφύρτους τε καὶ ἀμεταβλήτους θεοπρεπῶς ἀνεκήρυξεν.

ὃ τοίνυν Ἄρειος καὶ Σαβέλλιος περὶ τὴν θεολογίαν κακουργοῦντες ἐφωράθησαν καὶ δίκην οὐ μεμπτὴν οὐδ’ ἀναξίαν τῆς τόλμης ἔδοσαν, τοῦτο Νεστόριος καὶ Εὐτυχὴς καὶ Διόσκορος, εἰ βούλει δὲ Σεβῆροί τε καὶ Ἰάκωβοι καὶ Ἰωάνναι, ὁ μὲν ἐξ αἰγῶν, ὁ δὲ ἐκ τῶν ἀνονήτων περὶ τοὺς λόγους πόνων εἰς ἐπώνυμον τὸ ἐπὶ τούτοις μάταιον ἐφελκόμενος, μᾶλλον δὲ καὶ πρὸ μοίρας ἑκατέρας τῶν εἰρημένων Παῦλος ὁ ἐκ Σαμοσάτων καὶ Μάνης ὁ ἐκ Συρίας τὰ τῆς ἀνθρωπίνης τέρατα φύσεως περὶ τὴν ἐνανθρώπησιν τοῦ λόγου ῥᾳδιουργοῦντες ἠλέγχθησαν, ὁ μὲν εἰς δύο τὴν μίαν τοῦ Χριστοῦ διχάζων ὑπόστασιν καὶ δύο φύσεις ἑκατέρᾳ τῶν ὑποστάσεων συναποτεμνόμενος, ὁ δὲ μίαν τοῦ Χριστοῦ δογματίζων τὴν φύσιν καὶ μίαν αὐτοῦ τὴν ὑπόστασιν.

Καί μοι τῆς ἀληθείας τὴν ἰσχὺν καὶ τὸ ἀκόλουθον, ὦ φίλος, συνδιασκόπει· ὥσπερ γὰρ ἐπὶ τῆς θεολογίας ὁ τῆς ἀληθείας λόγος ἑκάτερον τῆς δυσφημίας ἄκρον καταδικασάμενος καὶ τὴν μέσην ὁδὸν ἀνιχνεύων τὸ τῆς εὐσεβείας ἐκύρωσεν ἀκριβέστατον, οὕτω κατὰ τὴν περὶ ἡμᾶς οἰκονομίαν τοῦ λόγου μηδετέρᾳ μοίρᾳ τῶν ἀσεβημάτων ἐπικλινόμενος, ἁπάσαις δὲ ψήφοις ταύτας ἐξοστρακισάμενος καὶ τὴν μέσην καὶ βασιλικὴν ὁδὸν τῇ χειραγωγίᾳ τοῦ κρείττονος διαπορευόμενος καὶ τὸ διττὸν τῶν ὑποστάσεων ὅπερ Νεστόριος ἀπεκύησεν ὡς οἷα νήπια Βαβυλώνια ἐπὶ τὴν πέτραν τῆς ἀληθείας ἐδαφίζει τε καὶ προσαράσσει καὶ τὸ μοναδικὸν τῶν φύσεων τῇ μαχαίρᾳ τέμνων τοῦ λόγου μίαν μὲν τοῦ σεσαρκωμένου λόγου τὴν ὑπόστασιν, δύο δὲ τὰς φύσεις ἀνακηρύττει· καὶ οὔτε τὴν θεότητα οὔτε τὸ ἡμέτερον ἐξαρνεῖται φύραμα, οὐδὲ συναλείφει ταῦτα οὐδὲ συνανακίρνησιν εἰς ἀλλόκοτόν τινα καὶ τερατώδη φύσιν καὶ οὐδ’ ἀναπλασθῆναι τὸ ῥᾴδιον ἔχουσαν, οὐ χωρίζων τὰς φύσεις, οὐ διασπῶν ἀπ’ ἀλλήλων τὰ συνδραμόντα πρὸς ἕνωσιν, ἀλλὰ καὶ τὴν διαφορὰν αὐτῶν καλῶς εἰδὼς καὶ τὴν ἄρνησιν αὐτῆς τῆς τῶν συνελθόντων σωτηρίας ἀναίρεσιν ἐπιστάμενος καὶ τὸ ἀμέριστον τῆς ὑποστάσεως καὶ ἀδιαίρετον συνομολογῶν καὶ ἀνατιθεὶς τῷ κηρύγματι. ὁρᾷς τὸ κράτος τῆς εὐσεβείας ὡς ἄμαχον; ὁρᾷς ὅπως τὰ αἱρετικὰ φρονήματα τῆς ἀληθείας ἀποπλανᾶται καὶ τὸ φῶς τοῦ σκότους ἀνταλλάττεται;

μή σε λήθη λάβοι τῆς τῶν εἰρημένων ἀκολουθίας· ἐννόει τὸν Ἄρειον καὶ Σαβέλλιον καὶ μεταξὺ τούτων ἀναφαινομένην τὴν εὐσέβειαν· ἐννόει Νεστόριον καὶ Εὐτυχῆ καὶ Διόσκορον καὶ διὰ μέσου τούτων ἑκατέρου τὴν ὀρθοδοξίαν βλαστάνουσαν.

Τοῦτο τῆς τετάρτης καὶ οἰκουμενικῆς συνόδου τὸ φρόνημα· τοῦτο διὰ παντὸς σαλπίζει τὸ κήρυγμα καὶ πρὸς τὴν τῆς εὐσεβείας ὁμόνοιαν συνάγει τὰ πέρατα· τοῦτο κρηπῖδα καὶ θεμέλιον τῆς θεὸν θεραπευούσης λατρείας ὑποβάλλεται. αὕτη τὸν ἐκ πατρὸς πρὸ αἰώνων ἀπαθῶς καὶ ἀχρόνως γεννηθέντα ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐκ τῶν παρθενικῶν καὶ ἀχράντων τῆς θεοτόκου Μαρίας αἱμάτων ἀπαθῶς ὁμοίως καὶ ἀρρεύστως ἐνεργείᾳ τοῦ παναγίου πνεύματος καὶ εὐδοκίᾳ τοῦ πατρὸς ἱερολογεῖ γεννηθῆναι· καὶ ἀνακηρύττει τὸν αὐτὸν θεόν τε καὶ ἄνθρωπον, οὐκ ἀνὰ μέρος οὐδὲ ἰδικῶς οὔτε ἄνθρωπον οὔτε θεὸν ἰδικῶς ὑφιστάμενον, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν θεόν τε καὶ ἄνθρωπον δοξολογοῦσα, ὁρατὸν ὁμολογεῖ τὸν αὐτὸν καὶ ἀόρατον, ἀπαθῆ τὸν αὐτὸν καὶ παθητόν—λεγέσθω γὰρ πολλάκις τὸ πρόσρημα, τῶν τε συκοφαντῶν ἐπιστομίζον τὰ ἀπύλωτα στόματα καὶ Νεστορίου στηλιτεῦον τὴν ἀπόνοιαν—ἑνὸς καὶ τοῦ αὐτοῦ τὰ ἀνθρώπινα καὶ ἀδιάβλητα πάθη καὶ τὰ παράδοξα τῶν ἔργων, ἃ τῆς παντοκρατορικῆς ἐστιν ἐξουσίας καὶ δυνάμεως. ὡς μὲν γὰρ θεὸς ὁ αὐτὸς ἐνήργει τὰ θαυμάσια, ὡς ἄνθρωπος δὲ ὁ αὐτὸς ἐπετέλει τὰ ἀνθρώπινα, τὰ μὲν ὑπὲρ λόγον λόγῳ θεότητος, τὰ κατὰ φύσιν δὲ νόμῳ τοῦ ἡμετέρου φυράματος.

παραλύτους συνέσφιγγε ῥήματι, λεπροὺς τῆς λώβης ἐκάθαιρε, νεκροὺς τῶν πυλῶν τοῦ ᾅδου μετεπέμπετο, καὶ τοὺς ἀναστάντας παρεῖχε τοῦ θανάτου τὸν θάνατον ἀρχ[όμενον] ἤδη ἑορτάζοντας· κόπους καὶ πεῖναν καὶ δίψαν καὶ δάκρυα καὶ ἱδρῶτας ὁ αὐτὸς ἀνεδέχετο· τὰ μὲν θαυματουργῶν δυνάμει θεότητος, τὰ δὲ τῆς ἀνθρωπίνης φ[ύσεως ὑπερ]χόμενος, καὶ ὅσα ἄλλα ὁ αὐτὸς εἷς Χριστός, ὁ θεὸς ἡμῶν, ἑκατέρας φύσεως τὸ διάφορόν τε καὶ ἀσύγχυτον συντηρῶν διὰ τὴν κοινὴν τοῦ γένους σωτηρίαν ἐπιδημῶν ἡμῖν διεπράττετο.

Οὕτω μὲν ἡ εὐσέβεια καὶ τῆς εὐσεβείας οἱ κήρυκες [ἡμ]ῶν, ὁ ἱερὸς καὶ θεόπνευστος χορός, τῆς τετάρτης συνόδου τὸ πλήρωμα. εἰ δὲ ὅτι δύο φύσεις ἐπὶ Χριστοῦ [δι]ορίζεται, κεχωρισμένας λέγειν αὐτὴν ἡ αἵρεσις οἴεται, ὑπόληψιν ἰδίαν [ἐ]στ[ὶ] δυσσεβείας μηδὲν τῇ εὐσεβείᾳ κατὰ μηδὲν προσήκουσαν περιάπτουσα, καὶ τὸ οἰκεῖον ἀγνόημα καὶ κακούργημα κατὰ τῆς ἀδέκτου διαβολῆς ἁπάσης καὶ συκοφαντίας θεοῦ θεραπείας καὶ λατρείας ἀπορρίπτουσα. ἧς τοὺς ἐραστάς, εἰ καὶ μὴ μυρία ἄλλα τῶν ἀτοπημάτων συνηυξάνετο, ἀλλά γε καὶ δι’ αὐτὸ τοῦτο καθ’ ἑαυτὸ ἐπιτιμήσεσιν ἐχρῆν ὑποβάλλειν καὶ τῆς πρόσω φορᾶς δίκαις ἀναλόγοις ἐπέχειν καὶ μὴ κατανέμεσθαι τοὺς λύκους παραχωρεῖν ψυχὰς ἁπλουστέρας καὶ τῆς ἀγέλης τὸ ἀπροστάτευτον. ἐκείνοις ἦν χρεὼν ἐπιτιμᾶν καὶ καταδικάζειν, ἀλλ’ οὐχὶ τὴν ἀμώμητον καὶ μάτην συκοφαντουμένην ἀλήθειαν ταῖς τῶν συκοφαντῶν ὑπάγειν εἰσπράξεσιν.

Εἰ δὲ τῷ λέγοντι δύο φύσεις καὶ δύο τὰς ὑποστάσεις φρονεῖν ἕπεται, ὥρα σοι καὶ Πέτρον καὶ Παῦλον καὶ τῶν λοιπῶν ἀνθρώπων ἕκαστον εἰς ὑποστάσεις δύο διχάζειν· καὶ γὰρ ἐν αὐτοῖς αἱ δύο φύσεις ἀχώριστοί τε καὶ ἀσύγχυτοι, τῆς τε ψυχῆς φημι καὶ τοῦ σώματος, ἐνθεωροῦνται παντὶ τῷ νοῦν ἔχοντι. εἰ δὲ μηδεὶς ἔτι κύριος ὢν ἑαυτοῦ, διότι ψυχῆς καὶ σώματος αἱ διάφοροι φύσεις ἀσύγχυτοί τε καὶ ἀδιαίρετοι ἐν ἑνὶ καὶ τῷ αὐτῷ τῶν καθ’ ἕκαστα θεωροῦνται ἀνθρώπων, ἀπηνέχθη καὶ δύο τὰς ὑποστάσεις φαντάζεσθαι, ποῦ χώραν ἕξει διὰ τὸ λέγειν δύο φύσεις ἐπὶ Χριστοῦ κατὰ τὸν ὅμοιον καὶ παραπλήσιον τρόπον καὶ τὰς ὑποστάσεις δύο λέγειν συναναγκάζεσθαι; καίτοι γε εἰ μή τι ἄλλο προσῆν, ἀλλ’ οὖν ἐχρῆν τοὺς εἰς μίαν φύσιν τὰς δύο συναλείφοντας τὸ κατὰ τὸν ἄνθρωπον φίλον αὐτοῖς καὶ περισπούδαστον δυσωπηθῆναι παράδειγμα.

Ἄλλως τε δὲ τοῖς νομοθετοῦσι μίαν ἐννοεῖν καὶ λέγειν τὴν φύσιν Χριστοῦ ἐξ ἀνάγκης συμπεραίνειν ἕπεται, ἢ μηδ’ ὅλως ὁμολογεῖν ἑτεροφυῶν οὐσιῶν σύνοδον γενέσθαι ἐν αὐτῷ, ἢ γεγονότων τὸ ἀσύγχυτόν τε καὶ ἀμετάβλητον αὐτῶν εἰς ἀλλοτρίωσιν καὶ τροπὴν μεταβαλεῖν. εἰ δὲ καὶ αἱ φύσεις ἐν τῇ μιᾷ τοῦ λόγου συνῆλθον ὑποστάσει καὶ τὰ φυσικὰ ταύταις φυλάττεται ἰδιώματα, μήτε [παρα]τροπὴν ὑποστάντα μήτε σύγχυσιν, πῶς οὐ δύο φύσεις ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνὸς Χριστοῦ τοῦ θεοῦ ἡμῶν συνομολογεῖν ὁ τῆς ἀληθείας λόγος παραστήσει πᾶσι τρόποις τὸ ἀπαραίτητον εἰσηγούμενος;

Ἄνευ δὲ τῶν εἰρημένων, εἰ μία φύσις ἐπὶ Χριστοῦ, εἴτε ἁπλῆ εἴτε σύνθετος (οὐδέτερον γὰρ οὐδετέρου κατὰ τὴν παροῦσαν βλασφημίαν ἀνεκτότερον), ἔστι δὲ ὁ αὐτὸς καὶ οὐκ ἄλλος, μή σε Νεστόριος ὑφαρπάσῃ καὶ δι’ ἄλλης ὁδοῦ πρὸς αὑτὸν ἑλκύσῃ συγχορεύειν τῇ ἀσεβείᾳ—εἰ γοῦν ὁ αὐτὸς ἡμῖν ἐστιν ὁμοούσιος, ἔστι δὲ ὁ αὐτὸς καὶ τῷ πατρὶ ὁμοούσιος, μίαν δὲ τὴν φύσιν ἡ ἀσέβεια πείθεται, δι’ ἧς πρὸς ἑκάτερον συνάγει τὸ ὁμοούσιον, ὅρα πῶς—ἀλλ’ ἵλεως ἡμῖν εἴη ὁ [θεὸς] τῶν ὅλων—τῷ πατρὶ καὶ ἡμᾶς ὁμοουσίους ἀπετέλεσεν ὁ δύσερως ἔρως τῆς μιᾶς φύσεως. καὶ γὰρ μίαν ἐπὶ Χριστοῦ νομοθετοῦσα ἡ δυσσέβεια, [ἐπεὶ] μηδ’ ἔστιν αὐτῇ ῥᾷον ἐξάρνῳ δ̣ι̣α̣τεχναζομένῃ γενέσθαι τῷ πατρὶ καὶ ἡμῖν ταύτην εἶναι ὁμοούσιον, ἀδιάφορον εἶναι κατὰ τὴν φύσιν τὸν κτίστην συνομολογεῖ καὶ τὰ κτίσματα καὶ τὸν πλάστην τοῦ πλάσματος καὶ τὸ τ[ῆς] θεότητος ὑπερούσιον καὶ ἀίδιον τῇ γενητῇ φύσει καὶ φθαρτῇ καὶ μυρίας μεταβολὰς δ̣ι̣α̣κληρωσαμένῃ ὑφίστασθαι.

Εἴτε οὖν σύνθετον τὴν φύσιν, εἴτε ἁπλῆν [τὴν μίαν] ταύτην ὁ αἱρετίζων λόγος ἀνομολογεῖ, οὐδὲν ἔλαττον δι’ ἑκατέρου τῆς αἱρέσεως τὸ βλάσφημόν τε καὶ θεομάχον συμπεραίνεται. πλὴν ἔχει τι καὶ πλέον τὸ τῆς συνθέσεως, ὃ καὶ μᾶλλον φίλον αὐτοῖς—κλέπτει γὰρ καὶ ὑπολεαίνει τὴν τῶν πολλῶν ἀκοὴν ἡ τῆς φύσεως σύνθεσις—ἀλλ’ οὖν ἔχει τι τῆς δευτέρας δυσσεβέστερον· εἰ γὰρ σύνθετος μὲν ἡ ἐπὶ Χριστοῦ φύσις, μία δὲ ὅμως, κατὰ ταύτην δὲ καὶ τῷ πατρὶ καὶ ἡμῖν ὁμοούσιος, εἰ μὲν τὸ ἄνθρωπον εἶναι ἀπορρίψει τῷ πατρί, τὸ τῆς ἀσεβείας ἄκρον κατέλαβεν, εἰ δὲ τὸ ἄσαρκον καὶ τὴν ὑπερούσιον ἀρχὴν κατασπάσει πρὸς ἡμᾶς, εἰς τὴν ἴσην ἀσέβειαν μετὰ πλείονος τῆς ἀναισθησίας κατενήνεκται, σύνθετός τε οὕτως ἂν εἴη ὁ ἀσύνθετος καὶ συνθέσεως ὅρους ἐκφεύγων ὁ συνθέσει συνιστάμενος. ἀλλὰ γὰρ τούτων τὸ μὲν πρότερον κοινόν ἐστιν ἀποκύημα καὶ τῆς συνθέτου καὶ τῆς ἁπλῆς, μιᾶς δ’ ὅμως φύσεως· τὸ δὲ δεύτερον ἡ σύνθεσις νεανιεύεται οἰκειώσασθαι.

Πόσα ἄν τις διαριθμήσαιτο τὰ συμπροϊόντα τῷ δυσσεβεῖ φρονήματι ἀτοπήματα. εἰ δ’ ὁμοούσιος μὲν ὁ αὐτὸς Χριστὸς καὶ θεὸς ἡμῶν τῷ πατρὶ τῇ οὐσίᾳ τῆς θεότητος, ἡμῖν δὲ κατὰ τὸ ἡμέτερον πρόσλημμα, πῶς οὐ δύο φύσεις ἐν αὐτῷ θεωροῦνται, κἂν ἀχώριστοι χρηματίζωσιν, ἡ μὲν καθ’ ἣν τῷ πατρὶ τῷ γεγεννηκότι τὸ γέννημα, ἡ δὲ καθ’ ἣν ἡμῖν ὁ δημιουργὸς καὶ πλάστης τὸ ὁμοφυὲς συνδιασῴζει καὶ ὁμοούσιον;

Εἰ δὲ πρὸς λογισμοὺς ἀνασοβεῖ τὸ κατὰ τὸν ἄνθρωπον ὑπόδειγμα— καὶ γὰρ ἡμῶν ἐφ’ ἑκάστου καὶ δύο φύσεις ἀσυγχύτους ὁρᾶν ἐστι ψυχῆς τε καὶ σώματος, καὶ μία φύσις, ᾗ τὰ καθ’ ἕκαστα λέγεται περιέχεσθαι, ἣν ἄνθρωπόν τε καὶ ἀνθρωπότητα καλεῖν τὸ τῆς Ἑλλάδος φωνῆς ἔθος βούλεται—εἰ οὖν τοῦτό σε θορυβεῖ, πῶς αὐτόθεν οὐ συνδιαλύει τὸν θόρυβον; πρῶτον μέν, ὅτι φύσιν ὀνομάζει μίαν τὴν περιέχουσαν τὰ καθ’ ἕκαστα· διδοὺς οὖν [.... σ]υναπτομένους τῷ Χριστῷ—δοίη δ’ ἄν, κἂν μὴ δοίη, ὁ τῇ ἀθεότητι προδοὺς ἑαυτόν—οὕτως εὑρήσει καὶ τὴν μίαν φύσιν εἰς ἣν τοὺς πολλοὺς αὐτοῦ Χριστοὺς ἐπιδείξει ἀναφαίνεσθαι. δεύτερον δέ— καί μοι πρόσεχε τὸν νοῦν, ὦ φίλος—ὅτιπερ οὐδ’ ἐπ’ αὐτοῦ τοῦ γενναίου παραδείγματος τῆς διαιρέσεως μέχρι νῦν οὐδεὶς ὡμολόγησεν, οὐδ’ ἔστι λαβεῖν, ὡς αἱ δύο φύσεις ψυχῆς τε καὶ σώματος μίαν φύσιν ὑπεστήσαντο σύνθετον, ἀλλ’ ἀχώριστοι μὲν δ[ύο ἐ]φ’ ἑνὸς ἑκάστου τῶν καθ’ ἕκαστα θεωροῦνται, μένει δὲ τούτων ἑκατέρα ἐν τοῖς φυσικοῖς καὶ ἰδίοις ὅροις, μὴ παραχαράττουσα θατέραν ἡ ἑτέρα μηδὲ διαφθείρουσα, ἀλλ’ ἐν τῷ ἀναλλοιώτῳ καὶ ἀμεταβλήτῳ τῆς φυσικῆς ἰδιότητος διαμένουσα, τὴν διαίρεσιν, μέχρις ἂν ὁ συνθεὶς αὐτὰς καὶ συμπήξας διαλύσειεν, οὐμενοῦν οὐκ ἐθέλει προσίεσθαι.

εἰ δὲ ἐφ’ ὧν τὸ περιεκτικὸν τῶν διαφόρων ὑποστάσεων φύσις μία δύναται λέγεσθαι, ἐπὶ τούτων καὶ αἱ δύο ψυχῆς τε καὶ σώματος ἀνομολογοῦνται πᾶσι θεωρεῖσθαι καὶ γνωρίζεσθαι, πῶς οὐκ εἰσὶ πάντων ἀθλιώτεροι, εἰ μηδὲ ἐφ’ οὗ δυνατόν ἐστι μίαν φύσιν πολλῶν ἀτόμων περιεκτικὴν μηδ’ ἀναπλάσαι, ἐπὶ τούτου τὰς δύο φύσεις ἐξαρνεῖσθαι καὶ πρὸς τὴν σύνθετον καταφεύγειν φύσιν καὶ τὴν πλάνην τῆς ὀρθοδοξίας ἀνταλλάττεσθαι;

Καλόν ἐστιν ἐνταῦθα τὴν φυγὴν ἐπιζητεῖν ὧν ἐκεῖθεν οὐκ ἔστι τὴν δίκην διαφυγεῖν. σοφὸν ἐδόκει σοι τοῦ παραδείγματος ἡ προβολὴ συγκροτῆσαι τὴν αἵρεσιν· γενέσθω σοι αὐτὸ τοῦτο σοφώτερον διελέγξαι ταύτης τὸ ἀσύστατον. πρότερον διὰ μιᾶς πεπλανημένης φαντασίας πρὸς τὴν ἀπώλειαν ἐγοή̣τευσε, νῦν διὰ πολλῶν ἐναργεστάτων ἀποδείξεων πρὸς τὴν ὁδὸν τῆς σωτηρίας χειραγωγείτω σε. ἐκεῖ τὸ περιεκτικὸν τῶν ὑποστάσεων προὐβάλλετο δέλεαρ· ἐνταῦθα μηδὲ χώραν ὅλως ἔχοντος ὑποβληθῆναι τοῦ δελεάσματος τίνα λόγον ἕξομεν τῆς εὐσεβείας μὴ θελήσαντες γενέσθαι μηδ’ ἀντὶ τῆς ἀπονοίας τὴν μετάνοιαν ἐναγκαλίσασθαι· ἐκ δύο φύσεων ὁ καθ’ ἕκαστα ἄνθρωπος, οἷον ὁ Πέτρος, συνέστηκε καὶ δύο φύσεις ψυχῆς τε καὶ σώματος ἐν ἑαυτῷ θεωρεῖσθαι προβάλλεται· ἀλλὰ καὶ μιᾶς καὶ τῆς αὐτῆς φύσεως εἶναι λέγεται, ὑφ’ ἧς αὐτός τε καὶ ὅσον ὁμοφυὲς περιέχεται. <..............................> φύσις τῆ̣ς̣ εἰδ[οποιί]ας καλεῖται ἀνθρωπότης καὶ ἄνθρωπος, ἡ ἀπόκρισις τῷ ἐρωτήσαντ̣ι ἀποδώσει. εἶτα δύο φύσεις ἐπὶ Χριστοῦ θεωροῦνται, θεότητός τε καὶ ἀνθρωπότητος, εἰ μή σε θᾶττον οὕτω λήθη κατέσχε τοῦ πολυθρυλλήτου καὶ φίλου παραδείγματος.

εἰ δὲ καὶ κοινὴν ἄλλην φύσιν συνομολογεῖν ἡμᾶς ἀπαιτεῖς, αὐτὸς πρότερον διδάσκων τὴν κλῆσιν—καίτοι ῥᾴδιον πολλῷ θέσιν περιττολογεῖν ὀνομάτων ἢ πραγμάτων φύσιν ἀναπλάττειν— ἀλλ’ οὖν διδάσκων αὐτῆς τὴν κλῆσιν, ἵνα σου μᾶλλον τὸ φιλόπονον ἐπὶ σοφίᾳ θαυμάζοιτο, οὕτως ἡμᾶς ἀπαίτει τὴν συγκατάθεσιν. πότερον οὖν Χριστὸν αὐτὸν ἢ Χριστότητα ὑπε̣ί̣λ̣[ηφας];

Ἆρ’ οὖν Χριστιανῶν ταῦτα; ἆρ’ οὖν τῶν ἐξαγορασθέντων αὐτοῦ τῆς αἰχμαλωσίας τῷ τιμίῳ αἵματι; καὶ πόσα ἄλλα παρατρέχω τῶν βλασφημιῶν ἃ τῆς προκειμένης αἱρέσεως ὑπάρχει γεννήματα; πλὴν ἀλλά μοι εὐγνωμόνως καὶ ἐπὶ τῆς ἑαυτοῦ σωτηρίας συνεπισκόπει τὰ ἑπόμενα, ἵνα μᾶλλον ἐπιγνῷς τὸ σὸν παράδειγμα κατὰ τῆς σῆς αἱρέσεως ὁπλιζόμενον, τῆς ἀληθείας δὲ προϊστάμενον. ἐφ’ ἑκάστου τῶν ἀνθρώπων αἱ δύο φύσεις τὸν ἴσον χρόνον ἔχουσι τῆς οὐσιώσεως συνεπόμενον, ἢ βραχεῖ γε χρόνῳ τῆς θατέρας <ἡ> ἑτέρα τὸ προγενέστερον ἥρπασεν—ὁ γὰρ φρενοβλαβὴς καὶ τῆς μετεμψυχώσεως Ὠριγένους μῦθος εἰς τὸν Πυθαγόρειον ἀναγόμενος λῆρον ἔξω τῶν ἡμετέρων ὀργίων εἰ βούλοιτο περιπλανάσθω— ἀλλ’ οὕτω μὲν ἰσόχρονος ἡ σύστασις ἔγγιστα τῶν ἐν ἡμῖν θεωρουμένων φύσεων· οὐ προϋφέστηκεν ἀξιολόγῳ χρόνῳ θατέρας ἡ ἑτέρα, οὐχ ἡ μὲν κατὰ τὴν ἑαυτῆς ὑπόστασιν θατέραν ὑφίστησιν, ἡ δὲ ταύτῃ περιφύεται καὶ ἑδραζομένη οὐ τοῦτο πρότερον οὖσαν αὐτοτελῆ τοῦ συγκρίματος ἀπεργάζεται τὴν ὑπόστασιν. ἐπὶ δὲ τοῦ Χριστοῦ τί λέγεις; ὁρᾷς ἀπὸ σεαυτοῦ, μηδὲν ἐμοῦ προστιθέντος ἔτι, τὸ τῶν διαφορῶν ἀνυπέρβλητον; ἢ προσδεῖ σοι ἔτι πρὸς τὴν τῆς ἀληθείας μᾶλλον κατάληψιν τῆς ἡμετέρας ἀντιλήψεως;

Ἀίδιος ὁ λόγος καὶ ἐξ ἀιδίου τῷ πατρὶ συνών τε καὶ συνυφιστάμενος, οὐ χθὲς καὶ πρώην καὶ μετὰ τὴν προαγωγὴν τῶν ἄλλων νοερῶν κτισμάτων, τὸ ἡμέτερον ἔ[λαβε] τῆ̣ς̣ φ[ύσεως] εἶδος. καὶ μὴν ὁ ἀίδιος λόγος λαβὼν τὸ πρόσφατον ἡμῶν τοῦ φυράματος [λόγος ἅ]μα διαμεμένηκεν, ἐν τῇ ἰδίᾳ ὑποστάσει τὴν ἡμετέραν φύσιν ὑ[πο]στησάμενος. ἀλλ’ οὖν [τὸ] σύνολον πολλαῖς διαφοραῖς καὶ οὐδὲ εἰπεῖν προχείροις διατειχίζεται, [ὥ]στε [οὐ δεῖ] | [.............] ὑπερβαλλομένων τὴν σύστασιν ὅμοιον ἐπιζητεῖν καὶ ἁπλ̣[ῆν ὑπόστ]ασιν τοῦ πα[....] | λ̣ό̣γ̣ο̣υ̣. [εἰ δὲ] βούλει καὶ ἑτέρωθεν [λαβ]εῖν ἐφ’ ὅσον ἀπέοικε τοῦ κατὰ Χριστὸν φρικτοῦ | [μυστηρίου] τὸ κατὰ τὸν ἄνθρωπον παράδειγμα, ἐπὶ μὲν τοῦ ἀνθρώπου οὐδέτερον τῶν ἐξ̣ ὧ̣ν̣ [....] | [........]μα κυρίως ἂν τὴν ἰδίαν κλῆσιν ἐφαρμόσα̣ι̣ τῷ συγκρίματι· οὔτε γὰρ ψυχὴ τὸ [σύνολον] οὔτε σῶμα κυρίως ῥηθείη. ἐκ τούτων μὲν γὰρ τὴν σύμπηξιν ἔσχεν, οὔτε δὲ ψυχὴ τὸ συνάμφω οὔτε σῶμα τοῖς τὰ κύρια τῶν ῥημάτων τοῖς πράγμασιν εἰδόσιν ἐφαρμό[ζειν] καὶ μὴ καταχρωμένοις οὐκ ἂν συγχωρηθείη λέγεσθαι. θεὸς μέντοι γε κυρίως καὶ ἀληθῶς ὁ Χριστός, ἀλλὰ καὶ ἄνθρωπος ἀληθῶς πᾶσι τοῖς εὐσεβοῦσι δοξάζεται καὶ κηρύττεται.

Πέτρου [τῆς] φ̣ω̣ν̣ῆ̣ς̣ τοῦ κορυφαίου τῶν μαθητῶν ἄκουσον· δημηγορῶν γὰρ ἐν πνεύματι ἁγίῳ τοῖς Ἰουδαίοις καὶ ἄνδρα περιφανῶς καλεῖ τὸν Χριστόν, καὶ μὴν καὶ κύριον· ὧν τὸ μὲν ἀπὸ τοῦ προσλήμματος, τὸ δὲ ἀπὸ τοῦ προσλαβόντος ὀνομάζειν ἐδικαίωσεν. ἀλλὰ καὶ Παῦλος, ὁ τὸν κύκλον τῆς οἰκουμένης περιλαβὼν τῷ κηρύγματι, ‘εἷς’ φησι ‘θεὸς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός’. ὥστε κυρίως ὁ Χριστὸς καὶ ἄνθρωπος καὶ θεός, ἐξ ὧν ἡ μία καὶ ἡ αὐτὴ προσκυνεῖται καὶ ἱερολογεῖται ὑπότασις.

Βούλει σοι καὶ Κύριλλον καλοῦμεν μάρτυρα, τῶν μαθητῶν τοῦ λόγου τὸν γνήσιον ἀκροατήν; φησὶ γὰρ οὗτος ἐν τῇ πρὸς Σούκενσον ἐπιστολῇ τὴν ἀπόρρητον ἕνωσιν διεξιών· ‘ἕνα καὶ τὸν αὐτὸν τοῦτο κἀκεῖνο ὑπάρχειν φαμέν’. καὶ ἐν τῇ πρὸς Οὐαλεριανόν—τῶν ἱερῶν δὲ φροντίδων οὗτος ἐπεστάτει τῆς κατὰ τὸ Ἰκόνιον ἐκκλησίας—‘οὐκοῦν ὁμολογουμένως τὸ ἀπὸ σαρκὸς σάρξ ἐστι, τὸ δὲ ἐκ θεοῦ θεός, κατὰ ταὐτὸν ἀμφότερα Χριστὸς ὁ εἷς ὢν υἱός, εἷς κύριος μετὰ τῆς ἰδίας αὐτοῦ σαρκός’· καὶ γὰρ τὸ μὲν ‘θεὸς’ αὐτῷ προσήνεγκε ῥήματι, ἄμφω τε συλλαβεῖν καὶ ὑποδηλῶσαι βουλόμενος ἐπήγαγε τὸ ‘ἀμφότερα’, ὅπερ—οὐκ ἂν οὐδεὶς οὐδὲ τῶν σφόδρα πρὸς τὴν ἀλήθειαν ἀπαισχυντού<ν>των ἀπονεύσειεν—οὐδὲν ἕτερον ἐνταῦθα δηλοῖ ἢ ὅτι αὐτός ἐστι θεὸς καὶ ἄνθρωπος. καὶ μὴν καὶ ἐν τῷ ἐπιγραφομένῳ λόγῳ Κατὰ τῶν μὴ βουλομένων ὁμολογεῖν θεοτόκον τὴν ἁγίαν παρθένον, τὸν κοινὸν τῆς ἐκκλησίας διδάσκαλον μάρτυρα καλῶν ἐπισυνάπτει καὶ τοῦτο· ‘ὅρα τί φησι· νῦν μὲν τὴν φωνὴν τὴν θεοτόκος οὐκ εἴρηκε, θεὸν δὲ τὸν Χριστὸν ἐπὶ πᾶσιν ἀνεκήρυξε.’ καὶ πάλιν, ‘εἰ μὴ θεὸν καὶ ἄνθρωπον ἠπίστατο τὸν Χριστόν, οὐκ ἂν ἐπέφερε “κατὰ σάρκα”.’

ἀλλὰ καὶ ἐν τῷ δευτέρῳ τῶν Ἀναθεματισμῶν, καὶ μὴν καὶ ἐν ᾧ τὰς βασιλίδας προσφωνητικῷ λόγῳ τὸ εὐσεβὲς ἐκδιδάσκει, καὶ ἀλλαχοῦ πολλαχοῦ, τὰ αὐτὰ κηρύττει καὶ ἀναγράφει, ἄνθρωπον τὸν Χριστὸν κυρίως καὶ θεὸν τὸν αὐτὸν ὑμνολογῶν καὶ τοῖς ἄλλοις μὴ ἀγνοεῖν εἰσηγούμενος. καὶ πρό γε τοῦ θεσπεσίου Κυρίλλου Ἀθανάσιος καὶ Βασίλειος καὶ τῶν ἱερῶν Γρηγορίων ἡ θεόπλοκος σειρά, τῆς εὐσεβείας οἱ θερμοὶ προστάται καὶ τῆς ἀληθείας οἱ κήρυκες, τὰ αὐτὰ τοῖς κορυφαίοις τῶν μαθητῶν καὶ φρονοῦσι καὶ καταγγέλλουσι.

Ποῦ τοίνυν ἄξιον, ποῦ δὲ συνέσεως, ἐπιζητεῖν ἐπὶ Χριστοῦ μίαν φύσιν ἀναπλάττειν, διότι καὶ τῶν ἀνθρώπων ἕκαστος εἰς μίαν καὶ τὴν αὐτὴν φύσιν ἀναφέρεται, τοσοῦτον ἑκατέρου διατειχιζομένου διαφοραῖς ἀπορρήτοις καὶ κατ’ αὐτό γε τὸ πειρᾶσθαι θάτερον θατέρου λαμβάνειν παράδειγμα; καίτοι γε καὶ αὐτὸς ὁ ἱερὸς Κύριλλος ἑρμηνεύων ἑαυτὸν ἐφ’ ᾧ τῷ κατὰ τὸν ἄνθρωπον ἐχρήσατο παραδείγματι, οὐκ ἐφ’ ᾧ μίαν φύσιν ἐπὶ Χριστοῦ κατηγορεῖν ἀπεφήνατο, ἀλλ’ ἐφ’ ᾧ τῆς ἑνώσεως παραστῆσαι τὸ ἀδιάσπαστον καὶ ὑπερορίσαι τῆς μιᾶς ὑποστάσεως τὴν διαίρεσιν. Θεοδώρου γάρ, ὃς τῆς Μοψουεστίας ἐκκλησίας οὐκ εὐαγῶς προέστη, τὸ κατὰ τὸν ἄνθρωπον κακούργως ἀποσκευαζομένου παράδειγμα, ὁ θεσπέσιος Κύριλλος ἐν τῷ λεγομένῳ πρώτῳ τόμῳ ἀνθυποφέρων, ‘ἕνα καὶ τὸν αὐτὸν ὄντα γινώσκομεν’ φησί ‘καὶ ἐκ θεοῦ πατρὸς θεϊκῶς καὶ ἐκ γυναικὸς κατὰ σάρκα· κεχρήμεθα δὲ τῇ τοῦ παραδείγματος χρείᾳ’—οὐμενοῦν οὔ φησιν, ὡς ἡ αἵρεσις μηχανουργεῖται, ἐπὶ τὸ τὰς δύο φύσεις μίαν σύνθετον ἀπεργάσασθαι· ἀλλὰ τί; λέγε σὺ τὸ ἀκόλουθον, ὦ θεοῦ ἄνθρωπε· — ‘τηροῦντες πανταχοῦ τὸ ἀδιάσπαστον τῇ ἑνώσει καὶ τὴν διαίρεσιν ἀπωθούμενοι’.

Καὶ γὰρ ὡς ἀληθῶς πρὸς τοῦτο μᾶλλον, εἴπερ τι τῶν ἐπὶ Χριστοῦ θεωρουμένων εἰκονίζειν δύναται, χειραγωγήσει τὸ παράδειγμα καὶ ἡ κατὰ τὸν ἄνθρωπον ἀδιαίρετός τε καὶ ἀσύγχυτος ἕνωσις τῇ ἀπορρήτῳ τοῦ λόγου καὶ ὑπερφυεῖ πρὸς τὸ ἡμέτερον φύραμα συναφείᾳ παρατιθεμένη οὐκ ἔξω τῆς παραδειγματικῆς πίστεως καὶ ἀκολουθίας φέροιτο ἄν. ἀκούεις ἐφ’ ᾧ Κύριλλος προήνεγκε τὸ παράδειγμα; οὐ γὰρ ἵνα σὺ Χριστοῦ φύσιν μίαν τερατολογήσῃς, ἀλλ’ ἵνα Θεόδωρον καταισχύνῃ καὶ Νεστόριον, διαφυλάττων τῇ ἑνώσει καὶ διὰ τοῦ παραδείγματος τὸ ἄτμητόν τε καὶ ἀδιάσπαστον. σὺ δὲ ᾧ μὲν τὴν τοῦ διδασκάλου κλῆσιν νέμεις, τούτῳ παρορᾷς τὴν χρῆσιν· ἃ δὲ μὴ παραδιαμένεις ἐκείνῳ, τούτων σαυτὸν νομοθέτην προκαθίζεις. οὕτως πάντα τὰ ἱερὰ καὶ σεβάσμια τῇ αἱρέσει γελᾶται καὶ διαπαίζεται.

Ἀλλὰ γὰρ οἷς μὴ ἀποχρώντως περὶ τοῦ παραδείγματος ἔχει ταῦτα, τὸ ξαίνειν εἰς πῦρ ἢ τὸ κάχληκας ἕψειν, εἴπερ τισὶν ἄλλοις, τούτοις ἐγγύτερον εἰκότως παροιμιασθήσεται· μᾶλλον δὲ τὰ ἡμέτερα ὁ Ἡσαΐας αὐτοῖς ἀνθ’ ἡμῶν ἐπιφθέγγεται, ‘ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε’. εἰ δέ σοι φίλον διὰ τῶν κτισμάτων προέρχεσθαι καὶ τὰς ἀφορμὰς ἐκεῖθεν σεαυτῷ πορίζειν τῆς ἐπὶ τὸ κρεῖττον ἀλλοιώσεως, εὑρήσεις κἀπὶ τούτοις ὡς προϋποστάσης φύσεως, εἶτα προσλαβούσης τὴν ὁμόστοιχον, οὔτε τὴν ἑτέραν ὑπὸ θατέρας καταποθεῖσαν καὶ πρὸς σύνθετον ἑτέραν μίαν τὰς δύο οὐδαμῶς περιτραπείσας, ἀλλ’ ἑκατέραν αὐτῶν ἰδίοις ὅροις ἀχωρίστως καθισταμένην καὶ φυλάττουσαν τὸ πρὸς ἑαυτὰς ἀσύγχυτόν τε καὶ ἀναλλοίωτον. τὸν πεπυρακτωμένον ἐννόει μοι σίδηρον, ἢ χρυσὸν εἰ βούλει ἢ ἄργυρον· τούτων γὰρ ἕκαστον καὶ τὴν τοῦ πυρὸς προσλαμβάνει φύσιν καὶ τῆς ἰδίας οὐκ ἐξίσταται καὶ τὰς συνελθούσας φύσεις ἐνορᾶσθαι δίδωσι τῷ συγκρίματι, μηδεμιᾶς ἀπὸ θατέρας τὴν διάστασιν τέως ὑφισταμένης μηδὲ τὴν εἰς ἄλληλα μεταβολὴν ἐπιδεχομένη, μηδ’ ὁποτέραν φύσιν φθειρομένην τῇ συνόδῳ τοῦ προσλήμματος. καὶ τίς ἂν τὰ τοιαῦτα περισκοπῶν μίαν ἐπὶ τούτων φύσιν ἀναπλάσας εἴπῃ σύνθετον; χρυσὸς γὰρ καὶ πῦρ, καὶ φλόγες καὶ σίδηρος, πῶς ἂν μιᾶς νομισθήσονται φύσεως;

εἰ δὲ πολλὰ τῶν κτισμάτων διαφεύγει τοῦ αἱρετικοῦ σοφίσματος τὸ περίεργον, σχολῇ γ’ ἂν ἐπὶ τῆς ἀρρήτου καὶ φρικτῆς ἑνώσεως τὸ τοιοῦτον παρεισδύσῃ κενολόγημα, καὶ τὸ κτιστὸν καὶ ἄκτιστον, τὸ ὑπὸ χρόνον καὶ ἄχρονον, τὸ πάσης ἀνηγμένον σωματικῆς καταλήψεως καὶ τὸ διερευνηθὲν ταῖς αἰσθήσεσι, πῶς ἂν τὰ τοιαῦτα εἰς μίαν φύσιν ἀναλυθήσεται σύνθετον; μία μὲν γὰρ ὑπόστασις ἐκ τῆς προσλαβούσης φύσεως καὶ τοῦ προσληφθέντος συγκρίματος γένοιτ’ ἂν ἐννοεῖν, ὡς καὶ τὰ νῦν εἰρημένα σαφῶς παρίστησι παραδείγματα· φύσιν δὲ μίαν σύνθετον ἐξ ἑτεροφυῶν οὐσιῶν προελθεῖν καὶ νοεῖν ἐστιν ἐπὶ τῶν τοιούτων ἀνεπιχείρητον καὶ λέγειν ἀδιανόητον.

Εἰ τοίνυν τῶν ἄλλων ἐπιχειρημάτων, ὅσα διὰ τῶν ἱερῶν ἡμῶν προελήλυθε λογίων, τῆς κατὰ διάνοιαν ἐποψίας τε καὶ τάξεως συμπροϊούσης, τὸ συγκεκροτημένον οὐ δυσωπεῖ σε καὶ ἄμαχον ἀποστῆναι τοῦ φαντάζεσθαι μίαν φύσιν σύνθετον ἐπὶ Χριστοῦ, ἀλλ’ οὖν τῶν γε παραδειγμάτων τὸ συνειθισμένον καὶ σύντροφον καὶ ἁπλοῦν καὶ εὐπαράδεκτον καταιδεσάτω σου τὴν ἀγχίνοιαν. πολλοῖς γὰρ ἡ τῶν ἐνθυμημάτων ἰσχὺς καὶ δριμύτης δυσαρεστουμένη καὶ τὴν ἀκριβῆ κατάληψιν ὑποφεύγουσα, ἀθεράπευτον καταλιμπάνει τὸν μακρᾶς καὶ πολλῆς καὶ διαπραϋνούσης τὸ φλεγμαῖνον μάλιστα τοῦ ἀρρωστήματος τῆς θεραπείας δεόμενον.

Μηδέν σου τὴν τελειότητα θορυβείτω μάτην, καθάπερ τοὺς παῖδας τὰ μορμολύκεια, ὁ δυσσεβὴς κατακεκριμένος Νεστόριος. οὐ γὰρ ὅτι δύο φύσεις ἐκήρυττε κατακέκριται, ἀλλ’ ὅτι ταύτας κακούργως διατέμνων καὶ ἑτεροϋποστάτους φανταζόμενος ἐξηλέγχετο· οὐδ’ ὅτι φύσεων διαφορὰν ἐπεγίνωσκεν, ἀλλ’ ὅτι τὴν καθ’ ὑπόστασιν ἕνωσιν διεσπάραττεν· οὐδ’ ὅτι τὰ ἰδιώματα ἑκατέρᾳ φύσει χωρὶς συγχύσεως συνδιέσῳζεν, ἀλλ’ ὅτι γνώμῃ καὶ προαιρετικῇ σχέσει καὶ κοινωνίᾳ τοῦ ἀξιώματος τὴν ἕνωσιν διαπλάττων καὶ δημιουργῶν ἐκ τῆς ἀνυποστάτου σοφίας αὐτοῦ καινότερον καὶ πολύμορφον πρόσωπον τὴν μίαν ὑπόστασιν τοῦ θεοῦ λόγου διατέμνων τε καὶ κατακιβδηλεύων ἡλίσκετο· οὐδ’ ὅτι μητέρα τοῦ Ἰησοῦ τὴν παρθένον ἐπεγίνωσκεν, ἀλλ’ ὅτι καλεῖν ταύτην θεοτόκον ὁ τρισαλιτήριος, ἅτε μηδὲ τὸν ἐξ αὐτῆς σαρκωθέντα θεὸν ὁμολογῶν ἀληθινόν, οὐκ ἠξίου καλεῖν, μᾶλλον δὲ οὐκ ἠξίωτο. ὃν διὰ ταύτας τὰς θεομάχους δόξας καὶ κενολογίας, καθάπερ ἡ τρίτη, οὕτω δὲ καὶ ἡ τετάρτη σύνοδος ἅμα τοῖς συνεπομένοις καὶ προκαθηγησαμένοις τῷ αἰωνίῳ παρέπεμψέ τε καὶ παραπέμπει ἀναθέματι Ἀλλ’ ὅ με καθ’ εἱρμὸν ῥηθῆναι δέον ἡ τῶν παραδειγμάτων μνήμη παρελθεῖν ὑπηγάγετο, τοῦτο μηδὲ νῦν ἐχέτω λήθη.

παράδοξον μὲν γὰρ ἴσως δόξει πρὸ τοῦ ἀναπλωθῆναι λεγόμενον, εἰς ἀνάπτυξιν δὲ προελθὸν μᾶλλον ἕξει τὸ παράδοξον ἐπιτεινόμενον, ὅπως μέχρι πολλοῦ τοὺς μίαν σύνθετον ἀνατυποῦντας φύσιν ἐλάνθανεν ἀγνοούμενον. τί οὖν ἐστι τοῦτο; ὅτι δύο λέγειν καὶ φρονεῖν ἀποδυσπετοῦντες φύσεις, σύνθετον δὲ μίαν ἑαυτοῖς πρὸς ἀναχώρησιν τῆς δυσσεβείας ὡς ἐνόμισαν ἀναπλάττοντες, τρεῖς ἀντὶ τῶν δύο λέγειν ἀπαραιτήτῳ λόγῳ περιετράπησαν, καὶ ἡ τῶν δύο μὲν φυγή, τῆς μιᾶς δὲ καὶ συνθέτου ἡ καταφυγή, πρὸς τὴν τριάδα αὐτοὺς παρασύρει τε καὶ κατακρημνίζει τῶν φύσεων.

Πῶς δὴ καὶ τίνα τρόπον; πρῶτον μὲν ἐκ τοῦ περισπουδάστου αὐτοῖς καὶ φίλου κατὰ τὸν ἄνθρωπον παραδείγματος· καὶ γὰρ ἐν αὐτῷ καὶ ψυχῆς φύσιν ἀλλὰ καὶ σώματος ἀνομολογοῦσιν, ἐπὶ δὲ ταύταις καὶ τὴν ἀνθρωπότητα πάλιν ἑτέραν φύσιν παρὰ τὰς εἰρημένας συνομολογοῦσιν. ὥστε τὸ προσκυνητὸν αὐτοῖς παράδειγμα τρεῖς συνομολογεῖν αὐτοὺς ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου τὰς φύσεις ἀνάγκην ἐπιβάλλει. οἷς γὰρ ζητοῦσι διὰ τοῦ παραδείγματος τὴν μίαν φύσιν συνιστάνειν ἐπὶ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν, τούτοις καὶ τὰς δύο, κἂν μὴ βούλωνται, πρεσβεύειν ὑπὸ τοῦ αὐτοῦ διδάσκονται παραδείγματος, καὶ τὸ τὰς δύο φύσεις διὰ τῆς ἐφ’ ἡμῶν ἐννοουμένης μιᾶς φύσεως ἐπιχειρεῖν παραγράφεσθαι τὰς τρεῖς αὐτοὺς συνεισάγειν ἐκβιάζεται.

Ἔτι δὲ τὸ αὐτὸ τοῦ λόγου θεώρημα καὶ τῆς ὀρθοδόξου πίστεως τὸ σεβάσμιον παραστήσει καὶ τῆς αἱρετιζούσης πλάνης ἐκ τῶν οἰκείων αὐτῆς ὑποθέσεων εἰς τὰς τρεῖς πάλιν συνελαύνει φύσεις. οἱ γὰρ μίαν μόνην φύσιν καὶ ταύτην σύνθετον ζητοῦντες παρεισάγειν καὶ ὑπὸ ταύτην τὸν Χριστὸν ἀναφέρεσθαι, δῆλον ὅτι τὴν τοῦ υἱοῦ θεότητα ἑαυτοὺς οἱ τάλανες ἐζημίωσαν, ἢ τὴν πρόσληψιν τοῦ ἡμετέρου φυράματος οὐδὲν αὐτοὺς ὠφελῆσαι διατείνονται, μετὰ τὴν ἕνωσιν καταναλωθείσης αὐτοῖς τῆς ἀνθρωπίνης φύσεως. εἰ δὲ σῴζεσθαι ἐν τῷ ἑνὶ Χριστῷ καὶ τὴν τοῦ λόγου φύσιν ἀχώριστόν τε καὶ ἀπαράτρεπτον βιαζόμενοι συγχωρήσουσι, σῴζεσθαι δὲ καὶ τὴν τοῦ προσλήμματος μὴ ἀναχυθεῖσαν μηδὲ καταποθεῖσαν ὑπὸ τῆς θεότητος—ἀνάχυσις γὰρ καὶ κατάποσις καὶ τοῦ προσλαβόντος ὕβρις καὶ τοῦ προσλήμματος, ἐφ’ ᾧ μὴ πέφυκε μηδὲ σῴζεται περιχώρησις— διδόασι δὲ καὶ ἣν αὐτοὶ σύνθετον συνεπλάσαντο, τρεῖς μὲν καὶ οὕτω φύσεις οἱ τὰς δύο φεύγοντες συνεισάγουσι, τὴν δυάδα δὲ τῶν φύσεων οὐδὲν ἧττον ἡμῖν προσμαρτυροῦσι, κἂν μὴ βούλωνται. οὐχ ὁμολογεῖ τὴν τοῦ λόγου φύσιν ἡ αἵρεσις ἐπὶ Χριστοῦ ἀχώριστον καθορᾶσθαι καὶ ἄτρεπτον; καὶ πῶς οὐχὶ τὸ τοῦ Παύλου ἄθεον περιπτύσσεται; ἀλλὰ τὴν ἀνθρωπίνην φύσιν παραγράφεται; καὶ πῶς ἡμῖν τοῦ Μάνεντος οὐκ ἀπογυμνοῖ τὸ δυσσέβημα; ἀλλ’ ἑκατέραν σῴζεσθαι, κἂν μὴ τοῦτο φρονῇ, βιάζεται συνομολογεῖν;

πῶς ἐκτρέπεται δυάδα λέγειν τῶν φύσεων; ἴσον γὰρ ποιεῖ τοῖς λέγουσι ταύτας σῴζεσθαί τε καὶ μὴ σῴζεσθαι καὶ τοῖς δύο οὐ[δὲ] δύο κατὰ τὸ αὐτὸ δογματίζουσιν.

Ὁρᾷς εἰς οἵας πλάνης καὶ ἀπωλείας βάραθρα τοὺς ἑπομένους αὐτῇ παραπέμπει καὶ συγκατασύρει ἡ αἵρεσις; ποία τοιαῦτα τερατολογεῖ τῶν αἱρέσεων; τίς οὕτω τὰ λίαν πρὸς ἑαυτὰ μαχόμενά τε καὶ ἀντικείμενα πεφώραται δογματίζουσα; δυσσεβεῖ μὲν γὰρ πᾶσα αἵρεσις, οἰκεῖα δὲ τῇ πρώτῃ τῆς βλασφημίας καταβολῇ ἐπισωρεύει καὶ τὰ ἑπόμενα· αὕτη δὲ τῆς ἀσεβείας μὲν οὐδενὶ τοῦ πρωτεύειν ἐξίσταται, πάντα δὲ τὰ ἄνω κάτω ποιεῖ, καὶ τἀναντία μὲν εἰς τὸ αὐτὸ συνάγειν οὐκ αἰσχύνεται, καὶ τὰ κοινὰ δὲ διασπᾶν καὶ κατατέμνειν ἀποθρασύνεται. ἀλλὰ γὰρ τίς κοινωνία τῷ Νεστορίου δυσσεβήματι καὶ τῷ τῆς ἐκκλησίας φρονήματι; τίς δὲ μετοχὴ τῷ φύσεις χωρίζοντι καὶ τὴν ὑπόστασιν κατατέμνοντι πρὸς τοὺς μίαν μὲν καὶ ἄτμητον τὴν ὑπόστασιν, ἀχωρίστους δὲ τὰς φύσεις, ὥσπερ γε καὶ ἀτρέπτους, φυλάττοντάς τε καὶ φρονοῦντας καὶ κηρύττοντας; ἀλλ’ οἴμοι, κἂν ἡμεῖς σιγῶμεν, τοὺς ταῦτα πλάττοντας καὶ συκοφαντοῦντας ἡ προφητικὴ καταλήψεται ἀρά· ‘οὐαὶ οἱ λέγοντες τὸ γλυκὺ πικρὸν καὶ τὸ πικρὸν γλυκύ, οἱ τιθέντες τὸ φῶς σκότος καὶ τὸ σκότος φῶς.’ τῷ ὄντι γὰρ οὗτοι τὸ τοῦ ψεύδους σκότος εἰς φῶς ἀληθείας ἔθεντο καὶ τὸ σκότος τῆς πλάνης ἀπηναισχύντησαν εἰς τὸ τῆς εὐσεβείας φέγγος ἀνυψῶσαι καὶ τὸ ἀξίωμα, ἐλεεινοὶ τῆς ἐπινοίας, ἐλεεινότεροι τῆς μεταχειρίσεως.

Ἀλλὰ τί ἄλλο πάλιν ἡ αἵρεσις δυσσεβοῦσα παραφθέγγεται; Νεστόριον τὸν δυσσεβῆ καὶ τὸν μακαριώτατον ἀρχιερέα Ῥώμης Λέοντα πρὸς τὴν αὐτὴν συνέλκει ἀσέβειαν, ὥσπερ μηδαμῶς ἀνεχομένη συνίστασθαι χωρὶς τοῦ προβάλλειν τὸ ψεῦδος ἀένναον. λέγει δέ· ‘ὡς αὐτὸς Νεστόριος ἔφασκεν, “ἐγὼ τὰς δύο φύσεις ὁμολογῶ τοῦ Χριστοῦ, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ καὶ ἄνθρωπον τέλειον υἱὸν τοῦ Δαυὶδ καὶ τοῦ Ἀβραάμ”, καὶ ὁ Λέων ὡσαύτως ἐκήρυσσε, “θεὸν ὁμολογῶ κατὰ τὸ ‘ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος’, ἄνθρωπον δοξάζω ὅτι ‘ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν’” ἀλλ’ ἡ μὲν αἵρεσις ταῦτα σκιρτῶσα φρυάττεται κατὰ τοῦ ἐν ἁγίοις Λέοντος καὶ τῆς τοῦ Νεστορίου λύσσης κάτοχον τὸν καθελόντα Νεστόριον τερατεύεται· λεγέτω δ’ ὅμως πῶς ταῦτα διαβάλλει, ἀλλὰ μὴ λαμπρύνει Λέοντα, πῶς δὲ τὸ ἐκκλησιαστικὸν ὑπὸ μῶμον ἄγει, ἀλλὰ μὴ μεγαλύνει καὶ ἐξωραΐζει φρόνημα, πῶς δ’ ὑπεύθυνον ποιεῖ τὴν ἀλήθειαν.

ἀλλ’ οὐκ ἂν εἴποι, οὐδ’ ἂν εἴπερ προσλάβοι θρασύτερον φρύαγμα· σὲ δέ, εἴ σοι γέγονε γνώμῃ ἀδεκάστῳ περὶ τῶν εἰρημένων κρίσιν ἐξενεγκεῖν, σκυθρωποῖς ἄν σε καὶ συγκεχυμένοις εὖ οἶδ’ ὅτι καὶ δειλιῶσιν ὄμμασιν ἐπιβλέψεται ἐκείνη ὡς προπηλακίσαι τὴν εὐσέβειαν διελεγχομένη καὶ στηλιτευομένη τὰς προβεβλημένας φωνὰς προαγαγεῖν, οὐδ’ ἐφ’ ᾧ τὸν ἱερὸν ἐξυβρίσαι Λέοντα— καίτοι οὗτος τοῖς αἱρεσιώταις ὁ σύμπας ἀγών—ἀλλ’ ἵνα συγκροτήσῃ καὶ ὑπερασπίσῃ Νεστόριον καὶ τὰς κατ’ αὐτοῦ τῶν ἱερέων καὶ ἁγίων ἀνδρῶν ψήφους ἀκύρους ποιήσῃ καὶ τὴν δικαίαν καταδίκην λυομένην ἐν σχήματι μάχης ἐπιδείξῃ πρὸς ἀθῴωσιν.

Εἰς τοιοῦτον τῇ αἱρέσει δικαίοις λόγοις ὁρᾶται περιτρεπόμενον τὸ κακούργημα. εἰ γὰρ διότι δύο φύσεις δοξάζει Νεστόριος, θεὸν ἀληθινὸν καὶ ἄνθρωπον τέλειον, υἱόν τε τοῦ Δαυὶδ καὶ τοῦ Ἀβραάμ, τὴν δίκην ὑπέσχε, θεὸν δὲ ἀληθινὸν ὁ τῶν μαθητῶν κορυφαῖος αὐτὸν ἀνακηρύττει— ‘σὺ’ γὰρ ‘εἶ ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος’—, ἀλλὰ μὴν Ματθαῖός τε καὶ Λουκᾶς οὐ τοῦ Δαυὶδ μόνον, ἀλλὰ καὶ τοῦ Ἀδὰμ τὸν Χριστὸν ἀναγράφουσιν, οὐ δίκης ἔνοχος Νεστόριος, ἀλλ’ ἐκδικήσεως ἄξιος, τοῖς μαθηταῖς γὰρ τοῦ λόγου συμφθέγγεται. πάλιν εἰ ἐπὶ τούτοις αἰτίαν ἔχει Νεστόριος, ὁ δὲ Λέων τῆς δόξης διάδοχος, θεὸν ὁμολογῶν κατὰ τὸ ‘ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος’, ἄνθρωπον δὲ κατὰ τὸ ‘ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν’, ταῦτα δὲ τῶν μαθητῶν τοῦ ἠγαπημένου ῥήματά τε καὶ κηρύγματα, ὅρα ἡ αἵρεσις τίνι συνάπτει καὶ συμβιβάζει ταῖς δόξαις Νεστόριον.

Εἰ δὲ ἐφ’ οἷς συνάπτει τοῖς θεολόγοις τὸν μισόχριστον, ἐπὶ τούτοις αὐτὸν καὶ τὴν δίκην εἰσάγει δοῦναι, τοὺς λαβόντας μᾶλλον, ἀλλ’ οὐ τὸν δεδωκότα τὴν δίκην κατασκευάζει ἀξίους εἰσπράττεσθαι. οὐ γὰρ εἰς καλόν σοι Κύριλλος ἐθαυμάζετο οὐδὲ λαμπρᾶς τῆς ὑμῶν προστασίας ἀπήλαυσεν, εἰς τοῦτο δὲ ἄρα τὸν θεσπέσιον Κύριλλον περιαγαγεῖν τὸ σπούδασμα κατεβάλλετο, ἡ δὲ πρὸς Νεστόριον ἐπὶ τῆς σκηνῆς μάχη τοιοῦτον ἄρα τῷ δράματι τὸ πρόσωπον ὑπεβάλλετο. ἆρ’ οὖν οὐκ ἐπίδηλον δι’ αὐτῶν τῶν ἔργων καὶ ὑπονοίας κρεῖττον ὡς ἡ Νεστορίου τῇ αἱρέσει γραφὴ οὐ Νεστόριον ἐγράφετο, τοὺς δὲ γραψαμένους αὐτὸν παραγράφεται καὶ συμμαχίας ἐπαγγελίαν τῶν καθελόντων αὐτὸν καταγωνίζεται, καὶ ὅτι μηδὲν ἔλαττον μωμᾶσθαι τεχνάζεται τὰ ἀμώμητα ἢ τῆς καταδίκης ἐξαρπάζειν μηχανᾶται τὸν ὑπεύθυνον;

Εὔκαιρον δ’ οὖν καὶ τοῦτο πυθέσθαι τῶν αἱρεσιωτῶν· οὐχ ὁμολογεῖς σάρκα τὸν λόγον γενέσθαι καὶ σκηνῶσαι ἐν ἡμῖν; τί δέ, οὐδ’ ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν; καὶ πῶς οὐκ ἐπιτιμᾶν ἐρυθριᾷς ταῦτα κηρύττοντι Λέοντι, ἀλλὰ σαυτὸν ἐπέχειν τῆς καταγνώσεως; καὶ πῶς οὐ συναθῳοῖς ὃν ὁμόδοξον ὑπέθου Νεστόριον; φρίττεις ἐξόμνυσθαι τῇ γλώττῃ—οὐ γάρ πω δῆλον, εἰ καὶ τῇ γνώμῃ—τὸ ‘ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος· καὶ ὁ λόγος σὰρξ ἐγένετο’. καὶ πῶς ταῦτα θεολογοῦντα Λέοντα τῇ τοῦ Νεστορίου μοίρᾳ συντάττεις; πῶς δ’ οὐ μᾶλλον σαυτὸν συνελαύνεις καὶ τῷ πολεμίῳ, εἰ καὶ σπονδὰς ἀνελευθέρους σπένδεις ἐν προσωπείῳ φιλονεικίας τὴν ἑταιρείαν ἐξοικειούμενος;

Ἀλλὰ γὰρ κἀκεῖνο ῥᾷόν ἐστιν ὁρᾶν, ὡς οὕτως δυσσεβοῦσιν οἱ ἄφρονες ὡς καὶ πᾶσαν αὐτοῖς μεταμελείας ὁδὸν προκαταλαμβάνειν τοῖς σκόλοψι καὶ τῇ γε αὐτῶν ἀγνωμοσύνῃ καὶ πωρώσει τῆς διανοίας τὴν ἐπιστροφὴν ἄπορον ἀπεργάζεσθαι. αἰδεσθῶ Λέοντα; ἀλλὰ Νεστόριός μοι προσμειδιᾷ τῇ πρὸς ἐκεῖνον αἰδοῖ καὶ ἐναγκαλίζεται, ὁμοδοξεῖν γὰρ ἀλλήλοις ὑπέστην ἐνδείξασθαι. ἂν οὐ φειδώ με λάβῃ τὴς κατὰ Λέοντος ὕβρεως, τὴν ἀστραπὴν δέδοικα τοῦ τῆς βροντῆς υἱοῦ, μή με καταλάβῃ τὸν ὁμόφρονα προπηλακίζοντα, ἐκ γὰρ τῶν ἐκείνου ῥημάτων καὶ νοημάτων οὗτος προέρχεται. καὶ δέος δέ με ἄλλο συνέχει, μὴ κατ’ ἐκείνου τὴν γλῶσσαν ὁπλίζων κατ’ ἐμαυτοῦ μᾶλλον καὶ δικαιότερον παροξύνων ταύτην ἁλώσωμαι.

Πόσα ἄν τις εἴποι καὶ παραστήσει τοιαῦτα ταῖς τῆς αἱρέσεως ἐπινοίαις, μᾶλλον δὲ θεομαχίαις ἑπόμενα; ἀλλὰ γὰρ οἷς μὲν σφόδρα φλεγμαίνει τὸ νόσημα καὶ φιλονεικεῖν εἰσιν ἐσκευασμένοι τῇ ὑπερβολῇ καὶ τῷ ἀνιάτῳ τοῦ ἀρρωστήματος τῶν σωτηρίων φαρμάκων ἐξελέγχειν τὴν δύναμιν, τούτοις οἷα δὴ βέλη τοῦ δυνατοῦ ἠκονημένα τοὺς ῥηθέντας τῶν λόγων ἐῶμεν φέρεσθαι καὶ ταῖς πληγαῖς θεατρίζειν τε καὶ θριαμβεύειν προχεόμενον οἷον αὐτοῖς καὶ ὅσον ἔνδον τὸ τῆς αἱρέσεως ἕλκος σηπόμενόν τε καὶ τὰς ψυχικὰς λυμαινόμενον ἐνεργείας περιεθάλπετο. σὲ δὲ τῆς ἐκείνων μοίρας ἀπολαβόντες καθοδηγεῖν οὐ παραιτησόμεθα, οὐδ’ εἴ σοι μαθεῖν τὴν εὐσέβειαν ἔρως, ὄκνῳ τὸν πόθον ἀπομαράνωμεν.

Δύο τοιγαροῦν, ὦ φίλος, φύσεις ὁμολογεῖν μὲν εὐσεβὲς οὐδ’ ἀποτρόπαιον, κεχωρισμένας δὲ ταύτας ἐπὶ Χριστοῦ κενολογεῖν, θεοστυγές τε καὶ δόξης αἱρετιζούσης ἔνοχον καὶ τὴν ἄφατον οἰκονομίαν ἐξαρνουμένων καὶ διασπᾶν τὴν φρικτὴν καὶ ἀδιάστατον ἀποθρασυνομένων ἕνωσιν. καὶ μὴ οὐδὲ τὸ λέγειν θεὸν ἀληθινὸν καὶ ἄνθρωπον ἀληθινὸν τὸν Χριστὸν τὴν Νεστορίου δόξαν ἐστὶν ὑποβάλλεσθαι. Νεστορίῳ γὰρ τοῦτο εἴπερ ἦν τὸ ἀσέβημα, μέγα βοήθημα· ἀλλὰ τὸ διιστᾶν ἑκάτερον αὐτῶν καὶ τὰς ὑποστάσεις συνδιασπαράττειν ταῖς φύσεσιν, ἐκείνης τῆς ἀπεριτμήτου ψυχῆς καὶ τῶν Ἰουδαϊκῶν ἐν αὐτῇ σπερμάτων κύημα, εἰ καὶ πολλάκις συναποτίκτει κεκακουργημένον τε καὶ ἀτελεσφόρητον τὸ ἀδιαίρετον, τιμὴν καὶ δόξαν καὶ χάριν καὶ ἀξίωμα τῷ τοῦ ἀδιαιρέτου ἀποσημαίνων ὀνόματι. οὐδὲ τὸ λέγειν ‘ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν’ τὸ θεομάχον συγκροτεῖ—μὴ γένοιτο—φρόνημα, ταῦτα γὰρ ἡ θεολόγος ἡ τῆς ἀληθείας βροντὴ συνεξήστραψεν, ἀλλὰ τὸ τέμνειν τὴν μίαν ὑπόστασιν Χριστοῦ εἰς δυάδα ὑποστάσεων καὶ πρόφασιν ποιεῖν διαιρέσεως τῶν φύσεων τὸ ἀσύγχυτον.

ταῦτα τῆς αἱρέσεως, ἐκεῖνα τῆς ὀρθοδόξου πίστεως· ταῦτα Νεστόριος καὶ ὁ Νεστορίου μέγα φρονῶν ἐπὶ εὐσεβείᾳ περιλαλεῖ θίασος, ἐκεῖνα θεολογεῖ τὸ ἀπ’ αἰώνων κεκρυμμένον μυστήριον καὶ τοῖς πνευματικοῖς ἐκκαλύπτει τὰ τοῦ πνεύματος καὶ τῶν θεοφόρων ἀνδρῶν τοῖς λογίοις λαμπρὰν ἐμφανίζει τὴν εὐσέβειαν. εἰ Νεστόριος περιφύεται Λέοντι, τῶν δὲ θεολογικῶν ναμάτων Λέων ἀρδεύεται, πῶς οὐ κηρύττει τῆς θεολογίας βλάστημα τὴν βλασφημίαν ἡ αἵρεσις; τίς δὲ Νεστόριον περιπτύσσεται, ἡ μυρίοις αὐτὸν ἀναθέμασι καταβάλλουσα σύνοδος ἢ ἡ ἐν προσηγορίᾳ διαβολῆς εἰς τὸ τῶν θεολόγων ἀξίωμα ἀναφέρουσα;

Ὁ λόγος σὰρξ ἐγένετο, οὐ προϋποστᾶσαν προσείληφεν, οὐ διατετμημένην αὐτοῦ τῆς ὑποστάσεως ᾠκειώσατο· Νεστορίου ταῦτα τολμήματα. ὁ λόγος σὰρξ ἐγένετο, οὐ τῆς σαρκὸς τὴν φύσιν εἰς θεότητα τρέψας, οὐκ εἰς μίαν φύσιν πρόσφατον μεταμορφωθείς, ἀλλ’ ἔχων, ὥσπερ τὴν ἐξ ἀιδίου ἀμετάβλητον, οὕτως ἣν προσέλαβεν ἀδιάφθορόν τε καὶ ἀναλλοίωτον. οὐκ εἰς ἀιδιότητα μεταβέβληκεν ἡ σάρξ, οὐδὲ τοὺς φυσικοὺς ὅρους οἷς ὁ πλάσας αὐτὴν ἐξ ἀρχῆς συνέπηξεν ἀπηρνήσατο· οὐδὲ πρόσφατον ἡ θεότης τῆς ἀιδιότητος ἀντηλλάξατο· οὐδὲ τὴν πατρικὴν οὐσίαν ἡ σὰρξ εἰς ἀλλόφυλόν τινα καὶ σύνθετον φύσιν μεθείλκυσέ τε καὶ παρεχάραξεν. εἰ τὸ ‘σὰρξ ὁ λόγος ἐγένετο’ εἰς μεταβολὴν ἡ αἵρεσις ἁρπάζει τῶν φύσεων καὶ φιλονεικεῖ πρὸς μίαν φύσιν ἀποθλίβειν τὰ ἀσύγχυτα, διὰ τοῦ ‘ἐσκήνωσεν ἐν ἡμῖν’ ἀποτιθέσθω τῆς πλάνης τὸ σφαλερὸν καὶ ὀλέθριον. εἰ τὸ ‘ἐσκήνωσεν ἐν ἡμῖν’ Νεστόριος ἐπ’ ἀπωλείᾳ τῇ ἑαυτοῦ ὑποβάλλεται, διὰ τοῦ ‘ὁ λόγος σὰρξ ἐγένετο’ ἀναφερέσθω πρὸς τὴν ἀπαλλαγὴν τοῦ ἑκουσίου νοσήματος.

οὐδετέρα μὲν οὖν ἐστι τῶν ἱερῶν φωνῶν βλάβης αἰτία—μὴ γένοιτο—, ἀλλὰ καὶ πολλῆς καὶ μεγάλης ὠφελείας ἑκατέρα πρόξενος· κακουργεῖν δ’ ὅμως ὁ αἱρετίζων λογισμὸς τὰ ἱερὰ λόγια τέχνην ἔχων καὶ σπούδασμα, καὶ θατέραν τῶν φωνῶν θατέρας ἀποδιατέμνων, τὸν ἰὸν δι’ αὐτῆς ἐγχεῖν πειρᾶται, καθάπερ οἱ μελικράτῳ τὰ δηλητήρια κιρνῶντες, τοῦ ὀλεθρίου φρονήματος. ἀλλ’ εἴ γε θράσος ἑαυτῷ περιάπτει διὰ τοῦ ‘ἐσκήνωσεν’ ὁ Νεστόριος, καταισχυνέσθω καὶ καταβεβλήσθω διὰ τοῦ ‘ὁ λόγος σὰρξ ἐγένετο’. εἰ ἐπιγαυριᾷ ὁ Διόσκορος καὶ τὸ ἀπὸ Σεβήρου καὶ Ἰακώβου πολυκέφαλόν τε καὶ ἀκέφαλον φρόνημα τῷ ‘ὁ λόγος σὰρξ ἐγένετο’, καταδυέσθω καὶ προκείσθω πᾶσι χλεύη διὰ τοῦ ‘ἐσκήνωσεν ἐν ἡμῖν’. ‘ὁ λόγος σὰρξ ἐγένετο’, οὐχ ὡς εἰς ἄνδρας ὁ παῖς προερχόμενος, οὐδ’ ὡς ἡ τροφὴ πρὸς τὴν σάρκα μεταβάλλουσα, οὐχ ὡς <.......... ............> ἢ λίθος ἢ φυτὸν ἤ τι τῶν ἐχόντων καὶ τὴν γένεσιν καὶ τὴν φθορὰν δι’ ἀλλοιώσεως.

Ὁ λόγος σὰρξ ἐγένετο· καὶ τί ἂν γένοιτο τοῦ φρικτοῦ παράδειγμα μυστηρίου τὴν ἀπόρρητον ἐξεικονίζον σύνοδον· τὰ μὲν γὰρ ἀπεοικότα ῥᾷον καὶ πλείω πορίσασθαι, τὸ δὲ ἐοικὸς ἀγαπητὸν εἰ καὶ ἓν εὑρεῖν καὶ ἀμυδράν τινα παρεχόμενον τὴν ὁμοιότητα. ὁ λόγος σὰρξ ἐγένετο, ὡς ἡ βάτος τὸ πῦρ φέρουσα καὶ βάτος μένουσα, ὡς τὸ σωτήριον λουτρὸν τῆς ἀναγεννήσεως ἐξ ὕδατος καὶ πνεύματος τελεσιουργούμενον· εἰς ἕν τε γὰρ ἐκ δύο φύσεων ἀσυγχύτων καὶ ἀπαρατρέπτων συνελήλυθε, μένει δὲ ἐν ὅροις τοῖς ἰδίοις φύσις ἑκατέρα, καὶ τὴν ἀνὰ μέρος τομὴν καὶ διαίρεσιν τῆς υἱοθεσίας ἐνεργουμένης οὐκ ἀνεχομένη παραδέχεσθαι. ‘καὶ ἐσκήνωσεν ἐν ἡμῖν’, οὐχ ὡς ἐν τῷ ἱερῷ ὁ ἱερεύς, οὐδ’ ὡς ἐν τῷ ναῷ τὰ ἀγάλματα, οὐδ’ ὡς πολιοῦχος ἐν πόλει, εἰ βούλει δέ, οὐδ’ ὡς ὁ Λὼτ ἐσκήνωσεν ἐν Γεράροις, ἀλλ’ ὡς ἐν τῷ σώματι ἡ ψυχή, ὡς ἐν αὐτῇ τῇ ψυχῇ τοῦ νοῦ τὸ ἀξίωμα.

Ἐκ τοῦ ‘ὁ λόγος σὰρξ ἐγένετο’ μανθάνεις σαφῶς τῶν ἑνωθέντων τὸ ἀδιάσπαστόν τε καὶ ἀδιαίρετον, καὶ πρό γε τούτων τὸ μὴ φαντασίας εἶναι τὴν σάρκωσιν πρόβλημα· ἐκ τοῦ ‘ἐσκήνωσεν ἐν ἡμῖν’ μὴ ἀμαθὴς ἔσο συνιέναι τὸ ἄτρεπτόν τε καὶ ἀναλλοίωτον καὶ συμπροϊοῦσάν γε τὴν σωτηρίαν ἑκατέρας φύσεως. ἀσφαλῆ καὶ βέβαια πέπηγεν ὅρια τῇ τοῦ θεοῦ ἐκκλησίᾳ. τὰ τοῦ θεολόγου ῥήματα, πᾶσαν αἱρετικὴν προσβολὴν ἀποτειχίζοντα, πᾶσαν ἔφοδον λῃστρικὴν καὶ κακουργίαν ἀναστέλλοντα. ἀναφθέγγεται τὸ ‘γέγονε’, καὶ φυγαδεύει τοὺς ἀπὸ Νεστορίου καὶ Μάνεντος· ἐπισυνάπτει τὸ ‘ἐσκήνωσεν ἐν ἡμῖν’, καὶ ἀποδιώκει τοὺς Διοσκόρους καὶ Σεβήρους καὶ τὴν ἄλλην πολυπλανῆ τῆς αἱρέσεως ἐπανάστασιν. ἡ τοῦ ‘ἐσκήνωσεν ἐν ἡμῖν’ προβολὴ τὴν διαφορὰν ἐκδιδάσκει τῶν φύσεων, ἡ τοῦ ‘σὰρξ ὁ λόγος ἐγένετο’ τῆς καθ’ ὑπόστασιν ἑνώσεως ἀνακηρύττει τὸ ἀδιάστατόν τε καὶ ἀδιάτμητον.

Ταῦτα τῆς σωτηρίας τὰ ἀλεξητήρια φάρμακα, ταῦτα τῆς εὐσεβείας τὰ ὀχυρώματα, εἰς ταύτην σε παραινοῦμεν ἀφορᾶν τὴν ἀλήθειαν, τούτοις σε τοῖς ὅπλοις περιφράττεσθαι καὶ κατὰ πάσης αἱρέσεως ἀπομάχεσθαι, μηδὲ τὴν μὲν διώκειν, τῆς δὲ ὑπερμαχεῖν. οὐ γὰρ οἷς ἐνδέχεταί τις ἀθῳοῦται, ὑπὲρ ὧν οὐδεὶς ἐπεκάλεσεν ἀφοσιούμενος· ἀλλ’ ἐκεῖνος ἑαυτῷ κατεδίκασε τὴν σιγήν, ὃς ἐν οἷς οὐ παρέσχεν αἰτίαν ἀποσκευάζεσθαι ταύτην λάλος ὤν, ἐν οἷς ἀπαιτεῖται τὴν δίκην μόνην καταφυγὴν οἶδε τὴν σιωπήν.

Δεῖ δέ σου τὴν σύνεσιν κἀκεῖνο γνώμονος καὶ κανόνος λόγον ἐπέχον εἰδέναι, ὡς οἷς τὸ παρηλλαγμένον τῆς πλάνης πρὸς τὴν εὐσέβειαν θηρᾶν ἐστι σκοπός, τούτους χρὴ μὴ δι’ ὧν οὐ μάχονται τὰς διαφορὰς ἐπιζητεῖν, ἀλλ’ ἀφ’ ὧν ἀντίκεινται τὴν ἑτερότητα κατανοεῖν. ἔστι μὲν γάρ, ἔστιν οἷς τὰ μαχόμενα πολλάκις κοινωνεῖ, ἀφ’ ὧν οὐδεὶς διαφωνίαν δύναται λαβεῖν· καὶ μὴν καὶ τὰ κοινωνοῦντα τὰς ἰδιότητας οἷς προβάλλεται κατανοεῖν, ἐξ ὧν ὁ τὴν κοινωνίαν εὑρεῖν ἐπιχειρῶν μάτην ἐλέγχεται πολυπραγμονῶν. ναὶ μὴν καὶ δογμάτων θέσιν ὁ βουλόμενος ὀρθῶς διαιτᾶν μὴ δι’ ὧν τῆς ὀρθότητος οὐ διαμαρτάνει τὴν διαβολὴν ποιεῖν, οἷς δὲ πρὸς αὐτὴν δοκεῖ διαφωνεῖν, διὰ τούτων τὸ νόθον ἐλέγχῳ φέρειν εἰς τὸ ἐμφανές. οἱ δὲ τῆς συγχύσεως ἢ τῆς συνουσιώσεως ἐρασταὶ Νεστορίου τὴν διαίρεσιν προθέμενοι διαβάλλειν, οὐκ ἐξ ὧν πρὸς τὴν εὐσέβειαν διαφέρεται, ἐξ ὧν δ’ οὐκ ἔστιν οὐδὲ βουλομένῳ τὴν κοινωνίαν φυγεῖν, ἀλλ’ ἐξ ἐκείνων διασύρειν μεθοδεύοντες, οὐ τὸ φαῦλον φρόνημα στηλιτεύουσιν, ἀλλὰ διὰ τῆς ἐκείνου δόξης τῆς ἐκκλησίας φαυλίζειν ἐπιχειροῦσιν ἀφρόνως τὸ σέβασμα, ὅμοιόν τι ποιοῦντες ὡς εἴ τις καὶ πρὸς τὸν μέγαν Παῦλον ἀποθρασυνάμενος ἔλεγε· πῶς οὐκ ἔστι συγκατάθεσις ναῷ θεοῦ καὶ εἰδώλων; οὐχὶ θυσιάζουσι μὲν ἐν τῷ ναῷ τῶν εἰδώλων, θυσιάζουσι δὲ καὶ ἐν ᾧ θεραπεύεται τὸ θεῖον;

οὐχὶ κἀκεῖ καὶ ἐνταῦθα εὐχαὶ καὶ δεήσεις καὶ ἱκετηρίαι; οὐχὶ τελεταὶ καὶ μυστήρια ἐν ἑκατέρῳ τῶν ναῶν τελεῖται; οὐχὶ δ’ ἐκ τῆς αὐτῆς πολλάκις ὕλης, ἂν μὴ νοητοὺς τοὺς ναοὺς λάβῃς, συνεστήκασι τεμένη; οὐκ ἐν ἑκατέρῳ λιθοξόος, ἂν οὕτω τύχοι, καὶ οἰκοδόμος ἢ ξύλων ἐπιμελητὴς ὁ τεχνίτης; ἱερεὺς δὲ οὐχ ὡσαύτως τοῦ λαοῦ προηγούμενος κἀνταῦθα; καὶ πόσα ἄν τις ἀπαριθμήσαιτο τὰ κοινὰ καταλέγων, ὧν εἰσι κατὰ τὰ καιριώτατα μάλιστα πολλαί τε καὶ μεγάλαι διαφοραί; εἴ τις οὖν τὸν οὐράνιον ἐκεῖνον ἄνθρωπον οὐδεμίαν φάμενον εἶναι συγκατάθεσιν ναῷ θεοῦ καὶ εἰδώλων εἰς αἰτίαν ἄγειν ἐπιχειρεῖ, ἆρ’ οὐκ ἂν ἠχήσειεν ἡ μεγάλη τῆς ἐκκλησίας σάλπιγξ τορόν τι καὶ διαπρύσιον· μωροὶ καὶ τυφλοί, οὐκ ἀφ’ ὧν ἐστί τις κοινωνία τὴν διαφορὰν προσῆκε τῶν καλῶν τε καὶ φαύλων λογοθετεῖν, ἀλλὰ δι’ ὧν ἑκατέρου τῶν διακρινομένων τοῦ μὲν τὸ ἄγος, τοῦ δὲ τὸ ἅγιον καθορᾶται· οὐδ’ ἄν τις διὰ τὴν κατά τι τῶν προκειμένων κοινωνίαν, μὴ λίαν ὢν ἐκβεβακχευμένος, ἢ τὴν καταστροφὴν τῶν τοῦ θεοῦ ναῶν, ἢ τοῖς τῶν εἰδώλων ναοῖς νομοθετήσειε τὸ σεβάσμιον.

ὥσπερ οὖν ὁ εἰς ταὐτὸν ἄγειν ταῦτα τολμῶν τοσοῦτον διεστηκότα οὐκ ἔτι μανίας ἐλεύθερος, οὕτως οἱ τῆς συγχυτικῆς αἱρέσεως προεστηκότες, ὧν οὐκ ἔστιν οὐδεμία συγκατάθεσις κατὰ τὸν Παῦλον, ὡς οὐδὲ ναοῦ θεοῦ καὶ εἰδώλων, οὗτοι ταῦτα εἰς κοινωνίαν ἕλκοντες, Νεστόριόν τε τὸν δυσσεβῆ καὶ τὸν θεοσεβῆ Λέοντα ὁμοδόξους τιθέμενοι, τῆς αὐτῆς εἰσιν αἰτίας ἔνοχοι.

Ἆρ’ ἀνέξαιο τὰς λοιπὰς φωνάς, αἳ τὴν συμφωνίαν ἐπεχείρουν Νεστορίου τε καὶ τοῦ θείου Λέοντος κρατύνειν, τὸν ἐξεταστὴν ἐπελθεῖν λόγον, ἢ πολὺ καὶ τοῖς εἰρημένοις ἐπανθεῖ σοι τὸ ἐρύθημα, καὶ διαδέχεται τὴν ἀπ’ ἀρχῆς προαίρεσιν ἡ μετάνοια; πλὴν εἰ μὴ τῆς σῆς γε συνέσεως ἕνεκα—οὐ γὰρ ἔτι δεῖταί σου τὸ συνετὸν ἐφ’ ᾧ καταγνῶναι τὰ προτεινόμενα πλειόνων ἐλέγχων, οὐμενοῦν οὐδὲ σφοδροτέρας τε καὶ τὴν ἀλήθειαν τιμώσης ἐπιτιμήσεως—ἀλλ’ οὖν τῶν τε πολλῶν τῆς ἀσθενείας ἢ τῆς ἀναισχύντου γνώμης λόγον ἔχοντας οὐδὲν κωλύει ἐπιδραμεῖν καὶ τὰ λείποντα.

Γράφει, φησί, Λέων, ‘ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον’, ἀλλὰ καὶ Νεστόριος· καὶ μὴν οὐ Λέοντα τοῦτο Νεστορίῳ συνᾴδοντα δείκνυσιν, ἀλλὰ̣ Σολομῶντι Νεστόριον. ἢ εἴ τις ταῖς προειρημέναις τῶν αἱρετιζόντων κακοτεχνίαις ἀκολούθως καὶ τοῦτο διασκοπήσει, Σολομῶντα μᾶλλον κακούργῳ γνώμῃ τὴν Νεστορίου συνάγει δόξαν ἡ διαβολὴ προφητεύοντα.

Λέων σοι δοκεῖ λαβῆς ἔνοχος καὶ Νεστορίου χεῖρα ὑπερέχειν ἐν τῷ λέγειν ‘ἡ σοφία ᾠκοδόμησεν οἶκον ἑαυτῇ’; καὶ πῶς αἴσθησιν οὐ λαμβάνεις τὸν ἱερὸν Κύριλλον προστάτην μᾶλλον Νεστορίου τὸν καθαιρέτην ἀναγράφων; ἐν γὰρ τοῖς Σχολίοις διαρρήδην βοᾷ· ‘γεγονότα σάρκα καὶ ἐν ἡμῖν σκηνῶσαί φησιν ὁ μαθητής, ἵνα δι’ ἀμφοῖν ἀποδείξῃ γενόμενον ἄνθρωπον καὶ οὐ μεταθέντα τὸ ἴδιον, μεμένηκε γὰρ ὅπερ ἦν. νοεῖται δὲ πάντως ἕτερον ἐν ἑτέρῳ τὸ κατοικοῦν, τοῦτ’ ἔστιν ἡ θεία φύσις ἐν ἀνθρωπότητι, καὶ οὐ παθοῦσα φυρμὸν καὶ ἀνάχυσίν τινα καὶ μετάστασιν εἰς ὅπερ οὐκ ἦν. τὸ γὰρ οἰκεῖν ἑτέρῳ λεγόμενον οὐκ αὐτὸ γέγονε τοῦθ’ ὅπερ ἐστὶν ἐν ᾧ κατοικεῖ, νοεῖται δὲ μᾶλλον ἕτερον ἐν ἑτέρῳ.’ ὁρᾷς ἐνταῦθα τῆς ἀληθείας τὸν πρόμαχον καὶ οὗ μηδὲ τῆς αἱρέσεως ἡ γλῶσσα θράσος ἔσχε καθάπτεσθαι, ὅπως τὸ κατοικοῦν καὶ τὸ ἐν ᾧ κατοικεῖ ῥήμασιν αὐτοῖς λέγει, καὶ τὸ μὲν τῇ θείᾳ φύσει νέμει, τὸ δὲ τῇ ἀνθρωπότητι, καὶ ὅπως διὰ μιᾶς καὶ τῆς αὐτῆς φωνῆς καὶ τὸ τῆς εὐσεβείας φρόνημα καθαρῶς ἐκδιδάσκει καὶ τὸ κατοικοῦν καὶ τὸ ἐν ᾧ κατοικεῖ οὐδὲν ταύτην συνεισάγει λυμαινόμενον, εἰ καὶ Νεστορίῳ κακούργως παραλαμβάνεται; οὐ γάρ, ὡς πολλάκις κεκανόνισται, ἐξ ὧν κοινωνοῦσι τοῖς εὐσεβοῦσιν οἱ αἱρετίζοντες διαβάλλονται, ἀλλ’ ἐξ ὧν κακουργοῦντες καὶ δυσφημοῦντες ἐλέγχονται.

Καὶ ἐν τῇ ἑρμηνείᾳ δὲ τοῦ Λευιτικοῦ ὁ αὐτὸς θεσπέσιος Κύριλλος διαπρυσίως βοᾷ· ‘διὰ τοῦτο καὶ δύο λαμβάνεται τὰ ὀρνίθια καὶ νοεῖται πάλιν εἰς ἓν ἀμφότερα, πλὴν ζῶντα καὶ καθαρά, ζωῆς γὰρ ἁπάσης παρεκτικὸς καὶ αὐτὸς καθ’ ἑαυτὸν ὁ λόγος, καὶ ὁ ἐκ παρθένου ναὸς τὸν αὐτὸν λόγον ἔχων ἐν ἑαυτῷ.’ τί λέγεις; ἔνοχος ὁ ἱερὸς Λέων οὐκ εὐαγοῦς δόξης λέγων ‘ἡ σοφία ᾠκοδόμησεν οἶκον ἑαυτῇ’; καὶ πῶς τὸν θεσπέσιον Κύριλλον ἀπολύσεις τῆς αἰτίας, διακεκραγότα κατοικοῦντα μὲν τὸν λόγον, ἐν ᾧ δὲ κατῴκησε τὴν σάρκα, καὶ πάλιν ναὸν τοῦ λόγου τὸν ἐκ παρθένου προελθόντα; εἴ τις οὖν ἐξ ὧν Σολομὼν μὲν λέγει, Κύριλλος δὲ μαθὼν ἐκδιδάσκει, καὶ συμφθέγγεται Λέων, ἐκ τούτων Νεστόριον συνεισάγει καὶ φιλονεικεῖ Λέοντα πρὸς ὁμοδοξίαν διασύρειν, ἆρ’ οὐχὶ μᾶλλον ὁ τοιοῦτος ἰατρῶν δεῖται καὶ τῆς ἀπὸ τῶν ἰατρῶν τέχνης ἢ τῶν ἐλέγχων τῶν ἀπὸ τοῦ λόγου καὶ τῆς ἐκεῖθεν βοηθείας καὶ διορθώσεως;

Ἀλλὰ γὰρ ἐάσθω τὸ λοιπὸν τῆς παραθέσεως ὧν ἔγνω προτείνειν ἐπὶ διαβολῇ τῆς εὐσεβείας καὶ τοῦ θείου Λέοντος ἡ αἵρεσις, ἵνα μὴ δόξωμεν τοῖς κειμένοις ἐπεμβαίνειν καὶ τῷ συνεχεῖ τῶν ἐλέγχων ἐπιπλήττειν καὶ χαλεπωτέραν τὴν φλεγμονὴν ἀπεργάζεσθαι. πλὴν εἰδέναι καὶ τοῦτο σωτήριον, ὡς εἴ τις ἐθελήσει παραπλησίαν προάγειν ῥημάτων παράθεσιν— τί λέγω παραπλησίαν, ἀλλὰ μὴ πολὺ ἀκριβεστέραν τε καὶ συνετωτέραν; — καὶ δι’ αὐτῆς τῶν παραβαλλομένων ἐπιδεῖξαι τὴν συγγένειαν τῶν μίαν φύσιν δοξασάντων τε καὶ παρεισαγόντων, Μάνεντες ἡμῖν καὶ Ἀπολινάριοι καὶ Εὐτυχεῖς βίβλους ἂν ὁλοκλήρους ἀναπληρώσωσιν· ὧν ὥσπερ τὴν Νεστορίου καὶ Θεοδώρου καὶ Διοδώρου, εἰ βούλει δὲ καὶ Παύλου δυσσέβειαν ἡ ἐκκλησία μυσάττεται, οὕτω καὶ τὴν ἐκείνων συμμορίαν βδελύσσεται.

Βούλει σοι τὸ διάφορον τῆς δόξης Νεστορίου καὶ Λέοντος παραστήσομεν; ὁ μὲν τὸν λόγον τοῦ θεοῦ ἀληθῶς σάρκα γενέσθαι δογματίζει, ὁ δὲ τῷ γεννηθέντι τὸ τοῦ λόγου χαρίζεται ὄνομα. καὶ Λέων μὲν τὴν καθ’ ὑπόστασιν ἕνωσιν ἀνομολογεῖ, οἷς τε τὰ Κυρίλλου δι’ ἐπαίνων ἄγει, τὴν καθ’ ὑπόστασιν ἕνωσιν τρανολογοῦντα καὶ κηρύττοντα, καὶ οἷς αὐτὸς τῇ συνόδῳ καθίσταται σύμφωνος, ἥτις τῶν ἄλλων αὐτῆς ἐπὶ μέρους πράξεων τὴν μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην προανακηρύττει· Νεστόριος δὲ τὴν κατὰ σχέσιν ἀπονέμων συνάφειαν τὴν καθ’ ὑπόστασιν παραγράφεται. καὶ ὁ μὲν ἐν τῇ τοῦ λόγου ὑποστάσει τὴν τῆς σαρκὸς ὑφισταμένην φύσιν ἐπίσταται, ὁ δὲ σάρκωσιν ἀναπλάττει τοῦ λόγου τὸ μετέχειν τὸν ἐκ τοῦ Δαυὶδ τῆς τοῦ λόγου κατὰ χάριν τιμῆς τε καὶ κοινωνίας τοῦ ὀνόματος. καὶ τῷ μὲν ἀρχιερεῖ τοῦ θεοῦ Λέοντι ἀδιαίρετός τε καὶ ἀχώριστος, ὥσπερ ἀσύγχυτος καὶ ἀναλλοίωτος, ἡ τῶν φύσεων τρανολογεῖται δυάς· Νεστορίου δὲ τὸ δύσφημον διατετμημένας ἀπ’ ἀλλήλων καὶ ἰδιοϋποστάτους τὰς φύσεις κενολογεῖ. καὶ ὃ μηδὲ τοὺς ἀμαθεστάτους διαλανθάνει, Λέοντι μὲν ἡ τοῦ Χριστοῦ ὑπόστασις εἰς πάντα τὰ πέρατα καταγγέλλεται μία, Νεστόριος δὲ ὁ δυσσεβὴς οὐκ ἔστιν ὅστις ἀγνοεῖ ὅτι τὸν ἕνα Χριστόν, τὸν ἀληθινὸν θεὸν ἡμῶν, εἰς δύο τὰς ὑποστάσεις κατέτεμνε.

καὶ ὁ μὲν ἐκ δύο φύσεων εἶναι σαφῶς τὴν ἕνωσιν ἀνομολογεῖ, Νεστόριος δὲ τῷ θεσπεσίῳ Κυρίλλῳ συμπλεκόμενος μὴ δεῖν λέγειν ἀπηναισχύντησε τὸν Χριστὸν ἐκ δύο φύσεων, δύο δὲ μόνον φύσεων ὀνομάζειν τὴν ἕνωσιν, εἶτα καὶ τὴν αἰτίαν ὁ δείλαιος τῆς τόλμης ἀποδιδούς, διότι τὸ ἐκ δύο λέγειν, φησί, τῆς εἰς μίαν ὑπόστασιν συναιρέσεώς ἐστι δηλωτικόν.

Τί λέγεις; βραχέα σοι τὰ διάφορα, δι’ ὧν ἡ εὐσέβεια τῆς ἀσεβείας διίσταται καὶ Νεστορίου Λέων διατειχίζεται; καὶ πόσα ὄν τις ἕτερα συναγάγοι, εἰ μὴ τοῦ καιροῦ καὶ τῆς ἐπιστολῆς ὁ νόμος ταῦτα συνέστελλε; τίς δ’ ἂν εἴη θρασὺς οὕτως καὶ ἀναίσχυντος ὥστε τὰ τοσοῦτον ἀλλήλων ἀποκεχωρηκότα ὅσον φῶς καὶ σκότος, ἀλήθεια καὶ ψεῦδος, μᾶλλον δὲ Χριστὸς καὶ Βελίαρ, εἰς ταὐτὸν ἔτι συναγαγεῖν ἀναδέξοιτο σπούδασμα; ἀλλὰ γὰρ ἡμεῖς μέν, ὥσπερ ἐπαινοῦντες, οὕτω καὶ τῇ τοῦ λόγου κρίσει τὸ φαῦλον ἀπὸ τοῦ κρείττονος διαστέλλειν δυναμοῦσθαί σε συναγωνιζόμεθα· οὐδ’ εὐχαῖς, ὅσα γε εἰς ἡμετέραν ἥκει γνώμην, παραλείπομεν συνεπαρήγειν σοι τά τε ἄλλα καὶ τὴν τοσαύτην καὶ τηλικαύτην διαφορὰν τῶν δυσσεβημάτων καὶ τῶν ὀρθῶν δοξασμάτων καλῶς ἐπιγνόντα, μυσαχθῆναι μὲν τούς τε δύο τὰς ὑποστάσεις, ἀλλὰ καὶ τοὺς μίαν τὴν φύσιν κενολογήσαντας, ἀσπάσασθαι δὲ σὺν ἡμῖν τὴν ἀνὰ πᾶσαν τὴν οἰκουμένην τῆς εὐσεβείας κηρυττομένην ἀλήθειαν, ἧς ἡ ἁγία καὶ οἰκουμενικὴ τετάρτη σύνοδος κῆρυξ καὶ μάρτυς γνωρίζεται.

Μηδέ σε τὸ λοιπὸν παρενοχλείτω εἴ τισι λογίοις ὁ δυσσεβὴς Νεστόριος καὶ ὁ θεῖος Λέων τοῖς αὐτοῖς ἀπεχρήσαντο. οὐ γάρ ἐστιν, οὐκ ἔστιν, ὡς πολλάκις εἴρηται, σύμφωνον αὐτοῖς ἐπικαλεῖν ἐκ τῆς τοιαύτης ἐφόδου τοῦ δόγματος τὸ ἀλλόφυλον· ἐπεὶ καὶ Μάνεντες καὶ Μαρκίωνες Οὐαλεντῖνοί τε καὶ Καρποκράται καὶ τῶν πολυπλανῶν δοξασμάτων τὰ ἐξάγιστα μικροῦ σύμπαντα τῇ τῶν ἱερῶν ῥημάτων προβολῇ τῆς θεοπνεύστου γραφῆς τὴν οἰκείαν ἐπιχειροῦσι δόξαν ἐπιδεικνύναι δυσσεβείας ἁπάσης ἀνεύθυνον. ἀλλ’ ὥσπερ οὐδεὶς αὐτοὺς διὰ τοῦτο ἐν τῇ τῶν ὀρθοδόξων μοίρᾳ μεταστήσειεν, οὕτως οὐδὲ τοὺς πρεσβεύοντας τὴν ἀλήθειαν εἰς τὴν τῶν αἱρετιζόντων ἀπελαύνει δυσσέβειαν· ἐπεὶ ὅ γε τοιούτοις πλανωμένοις τε καὶ εὐπαραφόροις ἐπιστηριζόμενος λογισμοῖς αὐτήν γε πρὸ τῶν ἄλλων τὴν θείαν προπηλακίσει γραφήν, διότιπερ ὁ αἱρεσιώτης ὄχλος ἐκεῖθεν δοκεῖ τὰ οἰκεῖα προβάλλεσθαι δίκαια. μηδ’ εἴ τις πάλιν ἀπολαβὼν μέρος τι προβάλλεται τῶν λογίων, εἶτα τοῦτο μὴ φαύλῃ διανοίᾳ καθυποβαλὼν μηδὲ πρὸς τὴν οἰκείαν πλάνην αἰχμαλωτίζων, καὶ ταύτῃ μηδὲ τοῦ φρονεῖν ὀρθῶς ἐν τούτοις οὐκ ἀπορραγείς, διὰ τοῦτο καὶ ἐν ὅσοις ἀποκλίνων εἴη πρὸς τὴν ἀσέβειαν τοῦ τῆς ἐκκλησίας δόγματος ὁ τοιοῦτος ἐγγὺς νομίζοιτο φέρεσθαι.

οὐ μὴν οὐδ’ ἀπὸ τῆς ὀρθῆς ὑπολήψεως προσήκει τὸν ἀδέκαστον ἐξεταστὴν συνεξισοῦν αὐτῇ καὶ τῆς ἐθελοθρησκείας τὸ βέβηλον, ὥσπερ οὐδ’ ἀπὸ τῆς ἐναγεστάτης δόξης συνδιαβάλλειν καὶ κατηγορεῖν ἃ πολλῷ τῷ μέτρῳ τοῦ τῆς αὐτῆς αἰτίας μετέχειν διέστηκε, μηδ’ ἃ συγγένειαν μηδεμίαν ἐπιφέρεται διὰ τὴν τοῦ προσώπου ποιότητα ταῖς αὐταῖς ὑπάγειν ταῦτα καταγνώσεσι. καὶ γὰρ μικροῦ σύμπαν τὸ πολύτροπον τῶν αἱρέσεων ἔχει μέν τινα πρὸς ἀλλήλας κοινωνίαν, ἐπινοεῖ δὲ καὶ πρὸς τὸ ὀρθοδοξεῖν ὑποβάλλεσθαι, ὅτι μηδὲ χωρίς τινος χρώματος καὶ βαφὴν ἀληθείας ὑποφαίνοντος οὐδ’ αὐτὸ τὸ ψεῦδος ὑφίστασθαι δύναται.

Ἐπεὶ δὲ οὐχ ὁμοφωνεῖν μόνον Νεστορίῳ τὴν ἁγίαν καὶ οἰκουμενικὴν σύνοδον οὐδὲ τὸν ἱερὸν Λέοντα, ἀλλὰ καὶ ἀπ’ ἐναντίας ἵστασθαι τῷ θεσπεσίῳ Κυρίλλῳ ἡ ἐπιστολὴ περιήγγειλε, καὶ πρὶν μὲν εἴρηται πρὸς ταύτην οἶμαι τὴν ἐπήρειαν οὐκ ἐνδεῶς, δεῖ δὲ ὅμως τῆς σῆς συνέσεως εἰ μνήμην τῶν τοιούτων ἐκ δευτέρου καταστάσης καὶ νῦν ἐντελέστερον τὴν συκοφαντίαν διαλύσασθαι, προεκθεμένους τὴν αἰτίαν τῆς κατηγορίας φησὶν οὖν ὡς ἡ σύνοδος καὶ Λέων γράφει· ‘οὐκ ἠλλοίωσε τῶν φύσεων τὴν διαφορὰν ὁ Χριστὸς διὰ τῆς ἑνώσεως, ἀλλὰ τὸ ἴδιον ἑκατέρας ἐφύλαξεν.’ ἀλλὰ πρὸ τῆς ἐπιφορᾶς τῶν τοῦ θεσπεσίου Κυρίλλου ῥημάτων δίκαιον παρὰ τοῦ κατηγόρου λόγον λαβεῖν. σὺ δὲ τί λέγεις; ἠλλοιώθησαν αἱ φύσεις καὶ τέτραπται μὲν εἰς ὃ μὴ οἷόν τέ ἐστι μηδὲ πέφυκεν ἡ τοῦ λόγου θεότης (τρέποιτο δὲ τὸ βλάσφημον εἰς τὰς τῶν ἐπιμενόντων τῇ αἱρέσει κεφαλάς), ἀπώλεσε δὲ τὸ προσληφθὲν ἡμῶν σύγκριμα τὴν οἰκείαν τῆς ἀνθρωπότητος φύσιν; καὶ πῶς ἂν εἴη τοῦτο τῶν συνδεδραμηκότων ἕνωσις, ἀλλὰ μὴ σύγχυσις ἑκατέρας οὐσίας καὶ μεταβολὴ καὶ ἀναίρεσις; ποῦ δὲ τούτοις ὁ θεῖος ἀντιφθέγγεται Κύριλλος; ναί, φησίν, ἐν τῇ πρὸς Σούκενσον ἐπιστολῇ· ‘ἕνα λέγομεν υἱόν, ὡς καὶ οἱ πατέρες ἐλάλησαν.’ καὶ τί τοῦτο, βέλτιστε; τί δὲ μάχεται πρὸς τὸν ἀναλλοιώτους ὁμολογοῦντα τὰς ἐν τῷ ἑνὶ Χριστῷ συνελθούσας φύσεις;

ποῦ δὲ διαφωνεῖ πρὸς τὸν ἐπιστάμενον ἑκατέρας φύσεως τὸ ἴδιον ἀδιάφθορον;

Εἶτα καὶ ὃ πανσόφως μὲν κατὰ τῆς Νεστορίου τόλμης καὶ πρό γε τοῦ Νεστορίου ὅπλον ἄρρηκτον τῇ ἐκκλησίᾳ ἐχαλκεύθη, φρενοβλαβῶς κατὰ τῆς εὐσεβείας ἡ ἐκ διαμέτρου καὶ ἀντίθετος αἵρεσις ἐπανατείνει, ἄνω καὶ κάτω περιφέρουσα, καὶ δέον φεύγειν, γυμνὴ πάσης οὖσα συμμαχίας τοῖς μηδὲν αὐτῇ προσήκουσι βέλεσιν, ἀλλὰ καὶ βάλλουσιν αὐτὴν μᾶλλον ἢ καθοπλίζουσιν ἐπιγαυρουμένη. καὶ γὰρ ἐπανασείουσιν ἡμῖν ὧδε κἀκεῖσε προβαλλόμενοι τῆς αἱρέσεως οἱ πρόμαχοι τὸν σοφὸν Κύριλλον λέγοντα· ‘μίαν ὁμολογοῦμεν φύσιν τοῦ λόγου σεσαρκωμένην’. ἀλλὰ γὰρ πρὸς τί τοῦτο; σὺ δὲ ἄρα λέγειν αὐτὸν ἐβούλου δύο φύσεις τοῦ λόγου σεσαρκωμένας; οὐκοῦν τετράδα φύσεων ἢ πάντως γε τριάδα κελεύεις αὐτὸν δογματίζειν; καὶ διότι μὴ τοὺς σοὺς ἐφύλαττε νόμους, μηδ’ ὅτι κατ’ αὐτοὺς φρονεῖν παρηνέχθη, διὰ τοῦτο μηδὲ δυάδα φύσεων ἀδιαίρετον καὶ ἀσύγχυτον ἐπὶ τῆς αὐτῆς καὶ μιᾶς ὑποστάσεως ἀξιοῖς αὐτὸν πρεσβεύειν; εἰ δὲ τὸ λέγειν ‘μίαν φύσιν σεσαρκωμένην’ εἰς ταὐτὸν συνάγεταί σοι καὶ τὸ λέγειν ἁπλῶς ‘μίαν φύσιν τοῦ λόγου’ καὶ χωρὶς τῆς διατειχιζούσης τὴν αἵρεσιν ἀσφαλείας, πῶς οὐδαμοῦ πεφώραται Κύριλλος οὕτως ἡμίτομον τὴν φωνὴν προενηνεγμένος; εἰ γὰρ ἀδιάφορον ἦν, οὐδὲν ἦν ἐμποδὼν νῦν μὲν ὁλόκληρον τὴν ἱερὰν φωνὴν προκομίζειν καὶ ὡς ἡ εὐσέβεια προάγει, νῦν δὲ περικεκομμένην, ὡς ἡ αἵρεσις θρασυνομένη προτείνει.

ἀλλ’ οὐχ ἁλώσεται τῆς εὐσεβείας ὁ κῆρυξ, οὐμενοῦν, οὐδ’ ἂν τῶν φωνῶν ἀφαιρήσαιτο τοὺς συκοφάντας ἡ πάντα τολμῶσα κραυγή, οὐδαμοῦ τῆς αἱρέσεως ὑπερανέχων χεῖρα. καὶ εἰ τῆς σαρκώσεως οὐ συναπτομένης ἡ μία τοῦ λόγου φύσις Ἀπολιναρίου καὶ Μάνεντός ἐστιν ἡ ἀκρόπολις τῆς ἀποστασίας, οὐ τὴν πρὸς τοὺς εὐσεβεῖς ὑποβαλλομένων κοινότητα, ἀλλ’ αὐτὸν τὸν τῆς ἀποστασίας χαρακτῆρα προβαλλομένων καὶ τὸ ἰδίωμα, πῶς ἂν ὁ θεῖος ἐκεῖνος ἀνὴρ ἠνέσχετο ἃ τῆς ἀσεβείας ὑπῆρχε διδάγματα, ταῦτα τῆς ἐκκλησίας ποιεῖσθαι μαθήματα, καὶ χωρὶς τῆς σαρκώσεως μίαν τοῦ λόγου φύσιν ἀποφαίνεσθαι; εἰ δ’ οὐκ ἀνάσχοιτο, οὐδ’ ἂν ἐπὶ πλέον Σεβῆροι καὶ Διόσκοροι διαρραγεῖεν κατηγοροῦντες τὸν ὅσιον, πῶς οὐκ αἰσχύνονται {διὰ} τῆς αἱρέσεως οἱ ὑπασπισταὶ γνώμονα τῆς σφῶν ἀπονοίας τὸν ἐκ διαμέτρου τούτοις ἑστηκότα προκομίζειν ὑποκρινόμενοι;

Χωρὶς δὲ τῶν εἰρημένων, εἰ τὸ λέγειν ‘μία φύσις τοῦ λόγου’ καὶ τὸ λέγειν ‘μία φύσις τοῦ λόγου σεσαρκωμένη’ διεστήκασιν ἀλλήλων ὅσον ἡ σὰρξ καὶ τὸ ἄσαρκον, τῆς δὲ σαρκὸς οὐκ ἄν τις θείη κύριος ὢν ἑαυτοῦ φύσιν τὸ ἄσαρκον, οὐ μὴν οὐδὲ τῆς σαρκικῆς ὑπάρχειν τὸ ἄσαρκον φύσεως. δῆλον ὅτι ὥσπερ τοῖς λέγουσι μίαν φύσιν ἁπλῶς τοῦ λόγου οὐδεμίαν εὑρίσκει πάροδον ἡ δυάς, οὕτως ἐν τῇ μιᾷ καὶ σεσαρκωμένῃ φύσει τὸ δυαδικὸν τῶν φύσεων μετὰ τοῦ ἀδιαιρέτου καὶ ἀτμήτου παρρησιασθήσεται καὶ ὀρθοδόξως κηρυχθήσεται.

Ἐπὶ τούτοις, εἰ ἡ μία φύσις τοῦ λόγου εἰς ταὐτὸν ἥκει τῇ μιᾷ φύσει τοῦ λόγου σεσαρκωμένῃ, πῶς οὐχὶ τὸ τῆς προσθήκης περίεργον; καὶ εἰ ταῖς δυσὶ μάχεται φύσεσιν ἡ μία φύσις τοῦ λόγου σεσαρκωμένη, οὐχὶ δὲ μᾶλλον ἑτέραις φωναῖς συνᾴδει τε καὶ συμφθέγγεται, πῶς ὁ θεῖος Κύριλλος τῷ ‘μία φύσις σεσαρκωμένη’ χρησάμενος οὐδὲν ἧττον ἀλλὰ καὶ πολλῷ μᾶλλον τὸ δύο φύσεις ὁμολογεῖν ἐπὶ τῆς καθ’ ὑπόστασιν παραλαμβάνει ἑνώσεως;

Ἔτι γε μὴν εἰ Ἀθανάσιος καὶ Βασίλειος, Ἀμβρόσιός τε καὶ Ἀμφιλόχιος, καὶ Γρηγόριος ὅ τε τῆς θεολογίας ἐπώνυμος καὶ ὁ διὰ τῆς Νύσσης τοὺς ἱεροὺς λόγους ἀφεὶς ἐπὶ πᾶσαν τρέχειν τὴν οἰκουμένην καὶ τὴν εὐσέβειαν καταγγέλλειν τοῦ κηρύγματος—εἰ οὖν οὗτοι πάντες τῆς εὐσεβείας οἱ πρόμαχοι, τῶν αἱρετικῶν τὰς ἐπιδρομὰς τῆς ἐκκλησίας πάσης οἰκείοις πόνοις ἀποδιώξαντες, καὶ οὐχ οὗτοι μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἁγίων ὁ χορός, δύο φύσεις ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνὸς Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἀνομολογοῦσί τε καὶ ἀναγράφουσι, πῶς οὐχ ἡ μία φύσις τοῦ λόγου σεσαρκωμένη τὸ ὁμοδοξοῦν καὶ ἀδιάφορον ἕξει πρὸς τοὺς τὰς δύο φύσεις ὁμολογοῦντας ἐπὶ τῆς καθ’ ὑπόστασιν ἑνώσεως τοῦ λόγου καὶ τὴν αὐτὴν διάνοιαν δι’ ἑτέρων ἀπαγγέλλοντας ῥημάτων;

Κύριλλος, φασί, μίαν εἶπε τοῦ λόγου φύσιν σεσαρκωμένην. ἀλλ’ ὧ βέλτιστε, καὶ πρὸ Κυρίλλου Ἀθανάσιος αὐτοῖς ῥήμασι τὴν ἱερὰν ταύτην προήνεγκε φωνήν, ἀλλὰ μὴν καὶ ὁ Ῥώμης Ἰούλιος καὶ ὃν τὰ ἔργα θαυματουργὸν ὠνόμασε Γρηγόριος. μίαν δὲ λέγοντες οὗτοι φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην οὐκ εἰς ἀναίρεσιν ἔφασαν ταύτην τῆς τῶν φύσεων διαφορᾶς ἐξ ὧν ἡ ἀπόρρητος τοῦ λόγου καθ’ ὑπόστασιν προῆλθεν ἕνωσις, δεῖξαι δὲ μᾶλλον ἀγωνιζόμενοι ὡς εἷς ἐστιν ὁ υἱὸς σεσαρκωμένος καὶ ἐνανθρωπήσας, καὶ μάλιστα κατὰ τοῦ ἐκ Σαμοσάτων Παύλου τὸν ἀγῶνα ἀναδεχόμενοι, ὃς ἄλλον μὲν τὸν πρὸ αἰώνων υἱόν, ἕτερον δὲ τὸν ἐκ παρθενικῶν αἱμάτων ἐπὶ τέλει τῶν αἰώνων προελθόντα θεομαχῶν ἐδογμάτισεν. ὁμολογοῦσιν οὖν οἱ κήρυκες οὗτοι τῆς εὐσεβείας μίαν τοῦ λόγου φύσιν σεσαρκωμένην, ἀλλ’ οὐδὲν ἔλαττον, εἰ μὴ καὶ μᾶλλον, δύο, ἃς καὶ ἀχωρίστους θεωρεῖσθαι ἐν τῇ μιᾷ ὑποστάσει πρεσβεύειν εἰσὶν ἐγνωσμένοι. ὥστε πῶς ἂν ἡ μία τοῦ λόγου φύσις σεσαρκωμένη διαμάχοιτο πρὸς τὴν εὐσεβοφρόνως κρατύνουσαν δόξαν δύο φύσεις ἐνεργεῖν ἀδιαιρέτους ἐν τῇ καθ’ ὑπόστασιν ἑνώσει τοῦ λόγου; οὐδὲ γὰρ οὐδαμοῦ πεφρονηκέναι τἀναντία φήσειέ τις οὔτε αὑτοῖς οὔτε τῇ ἀληθείᾳ τοὺς ταύτης γνώμονας καὶ διδασκάλους.

Καίτοι τούτων ὁ μάλιστα κεχρημένος τῷ ‘μία φύσις τοῦ λόγου σεσαρκωμένη’, οὗτος μάλιστα τὸ δυϊκὸν τῶν φύσεων τρανολογῶν ἐκδιδάσκει. ἑρμηνεύων γὰρ τὸν προφήτην οὕτω φησίν· ‘ὁ δέ γε θεσπέσιος Ἰεζεκιὴλ θρόνον τεθεᾶσθαί φησιν ἐπὶ στερεώματος ὑπερκείμενον τῶν χερουβίμ, ἔφη δὲ ὅτι τὸν ἐπὶ θρόνου καθήμενον ἑώρακε διφυᾶ.’ καὶ πάλιν ἀναπτύσσων τὸ κατὰ Ἰωάννην εὐαγγέλιον ἐν τῇ βίβλῳ φησίν· ‘ἐπεὶ τί ποιήσεις, ὅταν ἡμῖν ὁ ἁπλοῦς τὴν φύσιν εἰσβαίνῃ διπλοῦς;’ καὶ ἐν τοῖς Σχολίοις· ‘γεγονότα δὲ σάρκα ἐν ἡμῖν σκηνῶσαί φησιν, ἵνα δι’ ἀμφοῖν ἀποδείξῃ καὶ γενόμενον ἄνθρωπον καὶ οὐ μεθέντα τὸ ἴδιον νοεῖται δὲ πάντως ἕτερον ἐν ἑτέρῳ τὸ κατοικοῦν, τοῦτ’ ἔστιν ἡ θεία φύσις ἐν ἀνθρωπότητι.’ καὶ ἐν τῇ ἑρμηνείᾳ δὲ τοῦ κατὰ Ματθαῖον εὐαγγελίου· ‘οὐκοῦν ὁ στατήρ τε ὁ ἀληθινὸς καὶ νοητὸς ὡς ἐν τύπῳ τοῦ ἐξ ὕλης δηλούμενος, αὐτός ἐστιν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ διπλοῦς χαρακτήρ.’ καὶ μεθ’ ἕτερα· ‘ὁ στατὴρ τοιγαροῦν ὁ νοητός, τοῦτ’ ἔστι τὸ νόμισμα τὸ βασιλικόν, ὁ ἐν ἑνότητι διπλοῦς χαρακτήρ, ἑαυτὸν ὑπὲρ πάντων ὡς παρὰ πάντων προσκεκόμικε τῆς ἡμετέρας ζωῆς ἀντίλυτρον.’ Ὁρᾷς ὅπως προβάλλεται συνεχῶς τῶν φύσεων τὸ διπλοῦν;

συνορᾶν δὲ δεῖ μάλιστα καὶ τοῦτο, ὡς οὐδεμιᾶς περιστάσεως συνεμπιπτούσης αἱ τοιαῦται λέγονται τῷ θεσπεσίῳ φωναί, ἀλλ’ ἑρμηνεία πρόκεινται τῶν ἱερῶν ἡμῶν λογίων· ἐν αἷς πρὸς τὸ τῆς ἀληθείας ἀπαστράπτον κάλλος ὁ σκοπὸς ἀπευθύνεται μόνον, καὶ οὔτε ἀγών τις πρόκειται κατά τινος ἀσεβείας οὔτε τινὸς ἐπηρεαζομένης ἀψευδοῦς γνώμης ὑπερασπισμός, ἐν οἷς πολλάκις ἡ οἰκονομία μᾶλλον παρευδοκιμεῖ τὴν ἀκρίβειαν. ἐπεὶ καὶ ἐν τῷ κατὰ Ἀρείου λόγῳ τάδε φησί· ‘διττὸς ἄρα ἐστὶν ὁ ἐφ’ υἱῷ λόγος· ἀναθετέον οὖν ὡς θεῷ τὰ τοῦ θεοῦ καὶ ὡς καθ’ ἡμᾶς γεγονότι τὰ ἀνθρώπεια.’ καὶ πάλιν· ‘σοφοὶ καὶ ἀγχίνους καταλογισθεῖεν ἂν οἱ διφυᾶ καὶ διπλοῦν τὸν ἔν γε τούτοις προϊέμενοι λόγον.’ καὶ ἐν τῷ κατὰ Νεστορίου δέ· ‘ἑτέρα μὲν γὰρ παρὰ τὸν τοῦ θεοῦ λόγον ἡ σάρξ, κατά γε τὸν τῆς ἰδίας φύσεως λόγον, ἑτέρα δὲ πάλιν οὐσιωδῶς ἡ αὐτοῦ τοῦ λόγου φύσις.’ καὶ ἐν τοῖς Σχολίοις· ‘οὐ διοριστέον ἄρα τὸν ἕνα κύριον Ἰησοῦν Χριστὸν ἰδικῶς καὶ εἰς υἱὸν ἰδικῶς, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν Ἰησοῦν Χριστὸν δεῖ φρονεῖν, τοῖς τῶν φύσεών φαμεν εἰδόσι τὴν διαφορὰν καὶ ἀσυγχύτους ἀλλήλαις τηροῦσιν αὐτάς.’ καὶ πάλιν ἐν τοῖς αὐτοῖς Σχολίοις· ‘προσκυνεῖ μὲν γὰρ ὡς τὴν προσκυνοῦσαν φύσιν λαβών, προσκυνεῖται δὲ πάλιν ὁ αὐτὸς ὡς τῆς προσκυνουμένης φύσεως ὑπάρχων ἐπέκεινα, καθὸ νοεῖται θεός.’

καὶ μὴν καὶ ἐν τοῖς Θησαυροῖς· ‘τέλος δὲ τί ἂν ἕτερον εἴη, ἣν ἄγνοιαν ἔφησεν οἰκονομικῶς, ἢ ἀποσῴζειν πάλιν τῇ ἀνθρωπότητι τὴν αὐτῇ πρέπουσαν τάξιν; ἀνθρωπότητος γὰρ ἴδιον τὸ μὴ εἰδέναι τὰ μέλλοντα.’ καὶ ἐν τῇ πρὸς Σούκενσον δευτέρᾳ ἐπιστολῇ· ‘εἰ γὰρ καὶ εἷς λέγοιτο πρὸς ἡμῶν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ σεσαρκωμένος καὶ ἐνανθρωπήσας, οὐ πέφυρτο διὰ τὸ ἐκείνοις δοκοῦν οὔτε μὴν εἰς τὴν σαρκὸς φύσιν μεταπεφοίτηκεν ἡ τοῦ λόγου φύσις, ἀλλ’ οὐδὲ ἡ τῆς σαρκὸς εἰς τὴν αὐτοῦ, ἀλλ’ ἐν ἰδιότητι κατὰ φύσιν ἑκατέρου μένοντός τε καὶ νοουμένου.’ εἶτα τὸ ἀμετάθετον τῆς ἐπὶ τούτοις ἀκριβείας, ‘ὁ ταῦτα’ φησὶν ‘οὕτως δεχόμενος λύει τὸ σκάνδαλον, ὁ δ’ ἐναντίως φερόμενος ὑπόκειται τῇ φοβερᾷ ἀποφάσει τῆς ἀχράντου φωνῆς λεγούσης ἐν τοῖς εὐαγγελίοις· “οὐαὶ δι’ οὗ ἔρχεται τὸ σκάνδαλον”.’ Καὶ μυρία ἄλλα ἐστὶ λαβεῖν δι’ ὧν ἡ δυὰς τῶν φύσεων ἐν τῇ καθ’ ὑπόστασιν ἑνώσει Κυρίλλῳ τῷ θεσπεσίῳ δογματίζεταί τε καὶ ἀνακηρύττεται, ὥσπερ καὶ τοῖς ἄλλοις μακαρίοις ἡμῶν καὶ ἁγίοις πατράσιν. οὕτω γὰρ καὶ Βασίλειος ἡ βασίλειος τῆς ἐκκλησίας στολὴ ἐν τῷ κατὰ Εὐνομίου λόγῳ· ‘μετὰ πάσης ἀγωνίας τε καὶ εὐλαβείας δεῖ συνορᾶν ὅπως ἂν ἐν τῷ ἑνὶ καὶ τῷ αὐτῷ ἑκατέρας φύσεως ἀποδειχθείη ἡ ἀλήθεια’.

ἀλλὰ καὶ Γρηγόριος ὁ τὰς αὐτὰς αὐτῷ μητρικὰς λύσας ὠδῖνας ἐν τῷ κατὰ Ἀπολιναρίου φησὶ λόγῳ· ‘εἰ οὖν ἐν τοῖς ἐναντίοις ἰδιώμασιν ἡ θατέρα τούτων θεωρεῖται φύσις, τῆς σαρκὸς λέγω καὶ τῆς θεότητος, πῶς μία, οὐ δύο;’ καὶ μὴν καὶ Γρηγόριος ὃν ἡ τοῦ πνεύματος ἀκριβὴς θεολογία θεολόγον ἐπωνόμασε, ‘δύο φύσεων’ εἰπὼν ‘θεὸς καὶ ἄνθρωπος’ καὶ διερμηνεύων ἑαυτόν, ‘ὥστε’ φησὶν ‘ὁ λέγων τὸν Χριστὸν θεὸν καὶ ἄνθρωπον δύο φύσεις ἑνωθείσας καθ’ ὑπόστασιν ὁμολογεῖ’. καὶ Ἀμβρόσιος δὲ ‘πρόσσχες’ φησὶ ‘τῇ ἑνώσει τῆς θεότητος καὶ τῆς σαρκός· εἷς ἐν ἑκατέρᾳ λαλεῖ ὁ τοῦ θεοῦ υἱός, ὅτι ἐν αὐτῷ ἑκατέρα φύσις.’ ταύτης δὲ τῆς χρήσεως καὶ κατὰ Νεστορίου μνημονεύει Κύριλλος ὁ ἱερός. ἐν μέντοι τῷ λόγῳ ὃς ἐπιγέγραπται Ἑρμηνεία τῆς πίστεως ὁ αὐτὸς ὁμολογητὴς Ἀμβρόσιος οὕτω φησί· ‘τοὺς μὴ ὁμολογοῦντας τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν δύο εἶναι οὐσίας ἀσυγχύτους, ἓν δὲ τὸ πρόσωπον, καθ’ ὃ εἷς Χριστός, εἷς υἱός, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.’ καὶ ἐπιλείψῃ ἂν <ἡ> ἡμέρα τῷ βουλομένῳ τὰς τῶν πατέρων μαρτυρίας καταλέγειν δι’ ὧν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν τῇ μιᾷ καὶ τῇ αὐτῇ προσκυνούμενος ὑποστάσει τὰς δύο φύσεις ἀσυγχύτους τε καὶ ἀδιαιρέτους συνδιασῴζων ἐπιδείκνυται.

ἆρ’ οὖν ἢ τοσούτων ἁγίων καὶ ὁμοφρόνων χορῷ ἢ αὐτὸς ἑαυτῷ μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην ὁ θαυμάσιος λέγων Κύριλλος ἀπ’ ἐναντίας ἐμελέτησε φέρεσθαι, οὐχὶ δὲ μᾶλλον ἐν τῷ αὐτῷ τῆς ἀληθείας θεμελίῳ ἑδραζόμενος, ἔν τε τῷ λέγειν δύο φύσεις ἐπὶ τῆς καθ’ ὑπόστασιν ἑνώσεως ἀσυγχύτους τε καὶ ἀδιαιρέτους καὶ ἐν τῷ λέγειν μίαν τοῦ λόγου φύσιν σεσαρκωμένην, εἰς τὸν αὐτὸν σκοπὸν καὶ εἰς τὴν αὐτὴν ὁμολογίαν ἀπευθύνεται;

Σκόπει δὲ κἀντεῦθεν. ἐπηρεάζουσι τὸ φρόνημα τῶν δύο φύσεις ἐπὶ τῆς αὐτῇς καὶ μιᾶς τοῦ λόγου λεγόντων καθ’ ἕνωσιν ὑποστάσεως, ἐπηρεάζουσι δὲ οἵ τε τοῦ Νεστορίου τῇ αἱρέσει συμφυρόμενοι καὶ οἱ Τιμοθέου καὶ Σεβήρου τῶν φθοροποιῶν καὶ θολερῶν ναμάτων ἐκμεθυσθέντες τῷ πόματι. ἑκάτεροι μὲν γὰρ τῶν ἐκ διαμέτρου μαχομένων τὴν μίαν ὑπόστασιν εἰς δύο μεταλαμβάνουσιν· ἀλλ’ οἱ μὲν τὴν οἰκείαν ἀσέβειαν σκοπὸν κρατύνειν τιθέμενοι, οἱ δὲ μᾶλλον κατὰ τῆς εὐσεβείας τὸν πόλεμον κακούργως ἐπανατεινόμενοι. ἐπηρεάζουσι δὲ ὡσαύτως καὶ τὴν ‘σεσαρκωμένην τοῦ λόγου φύσιν’ λέγουσαν φωνὴν ἑκατέρα τῶν αἱρετιζόντων μοῖρα, Ἀπολιναρίδαι μὲν καὶ οἷς οἱ πατέρες καὶ διδάσκαλοι Σεβῆρος καὶ Τιμόθεος τὴν σφῶν δυσσέβειαν διὰ τῆς ὀρθοδοξούσης φωνῆς συγκροτῆσαι μηχανώμενοι, οἱ μὲν τὴν λογικὴν καὶ νοερὰν ψυχὴν ἀποσκευαζόμενοι τοῦ συγκρίματος, οἱ δέ, ὡς ἂν κατὰ τῆς εὐσεβείας τὸν μῶμον κατασκεδάσωσι, καὶ τὴν τῶν φύσεων διαφοράν, ἀντὶ τοῦ ὑπάρχειν ὁμολογεῖν, ἀναιρεῖν ἐπιτεχνώμενοι.

ἐπιστομίζει τοὺς ἐ[πηρε]αστὰς ἡ ἐκκλησία, νῦν μὲν τὴν καθ’ ὑπόστασιν ἕνωσιν προσλαμβάνουσα, νῦ[ν δὲ ὅτι] εἷς καὶ ὁ αὐτός ἐστι θεὸς καὶ ἄνθρωπος, νῦν δέ, εἰ βούλει, τὴν μίαν καὶ τὴν αὐτὴν ὑπόστασ[ιν καὶ ε]ἴ τι ἄλλο τούτοις τὴν ἴσην ἀναπτύσσει δύναμιν καὶ διάνοιαν· καὶ γὰρ συνάπτουσα τούτων ἕκαστον ταῖς δυσὶ φύσεσιν ἡ τοῦ θεοῦ ἐκκλησία τῆς αἱρετικῆς γλωσσαλγίας ἀνώτερον τὸ οἰκεῖον ἐπιδείκνυσι φρόνημα. ἐπιρραπίζει πάλιν τοὺς συκοφάντας τῇ σεσαρκωμένῃ συνάπτουσα τὸ ‘ψυχῇ νοερᾷ τε καὶ λογικῇ’, καὶ μὴν καὶ διὰ τοῦ μὴ τετράφθαι τὴν τῆς θεότητος φύσιν εἰς σάρκα μήτε μὴν τὴν ἀνθρωπίνην φύσιν εἰς αὐτὴν τὴν θεότητα.

Οὕτως ἑκατέρα τῶν ἄν τις αὐτὰς εὐσεβῶς ἱερῶν προάγοι φωνῶν τοῖς αἱρετίζουσι κακουργεῖται, καὶ οὕτως αὐτῶν διαφεύγει τὴν ἐπίθεσιν. ἂν οὖν τις τῶν ἀπὸ Νεστορίου λέγοι δύο τοῦ λόγου φύσεις καὶ τὸ ἀδιαίρετον συμπλέκοι, ῥᾷον συνορῶ τὴν ἐν τῇ τέχνῃ πλάνην καὶ ἀπελαύνω θᾶττον τὴν οὕτω μεμηχανημένην φωνὴν τῶν τῆς ἐκκλησίας περιβόλων· οὐ γὰρ ἀγνοῶ τὸ ἀδιαίρετον αὐτοῖς κεκακουργημένον, δι’ οὗ τὴν τομὴν τῆς εἰς δύο μιᾶς ὑποστάσεως ἐπισκιάζειν πειρῶνται, καὶ τὴν ταὐτοβουλίαν καὶ ὁμογνωμοσύνην καὶ τὴν κατὰ χάριν κοινωνίαν τῆς δόξης ἐπονομάζοντας τῷ ἀδιαιρέτῳ· κατανοῶ τὸν λύκον τῇ δορᾷ τοῦ προβάτου περιστελλόμενον καὶ τῇ ῥάβδῳ τῆς ἀληθείας τε καὶ ἀκριβείας ἀπελαύνω τοῦ ποιμνίου τὸ θηρίον. ἂν πάλιν τοὺς Ἀπολιναρίδας ἀκούσω λέγοντας μίαν φύσιν τοῦ λόγου, κἂν συμπλέκωσι τὸ σεσαρκωμένην, οὐ προσίεμαι τὸν ἦχον τῶν ῥημάτων, οὐ γάρ με λέληθεν ἐν ἀνθρώπου φωνῇ ὁ πρὸς τὴν Εὔαν ὄφις ψιθυρίζων· διὰ τοῦτο σὺν τῷ ἀρχιτέκτονι τοῦ ψεύδους καὶ τὸν μιμητὴν αὐτῇ μιμήσει καὶ κακουργίᾳ τὴν ἐσχάτην δίκην εἰσπραττόμενον οἶδα. συνίημι γὰρ ταῦτα λέγειν αὐτούς, οὐχ ἵνα τῷ φρονήματι τῆς ἐκκλησίας συνέλθοιεν, ἀλλ’ ἵνα τὴν νοερὰν ἡμῶν ψυχὴν καὶ τὸν νοῦν τῆς σωτηρίας ἀποστερήσωσι, τοῦ ἐνανθρωπήσαντος σῶσαι τὸ γένος ἡμῶν τῆς κηδεμονίας ἀλλοτριοῦντες ἃ μάλιστα δεῖται τῆς αὐτοῦ προνοίας καὶ ἀναλήψεως.

Ἀλλὰ καὶ Κύριλλος λέγει μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην· περιπτύσσομαι τὴν τῶν ῥημάτων εὐθύτητα, κατασπάζομαι τὴν ὑποδηλουμένην διάνοιαν τοῖς ὀνόμασιν, οὐκ ἀγνοῶ διὰ τῆς φωνῆς παρρησιαζομένην τὴν εὐσέβειαν. Νεστόριον ἐπιρραπίζει, οὐκ Ἀπολιναρίου προασπίζει· οὐ τοὺς συγχέοντας τὰς φύσεις κρατύνει, ἀλλὰ τῶν εὐσεβῶς εἰδότων αὐτῶν τὰς διαφ[ορὰ]ς τῷ φρονήματι συνᾴδει. καὶ ἀκούειν ἐστὶ πρὸς Σούκενσον οὐκ ἔργον οἷα [ἐπιστ]έλλει· ‘ἐννοοῦντες τῆς ἐνανθρωπήσεως τὸν τρόπον ὁρῶμεν ὅτι δύο φύσεις συ[νῆλθ]ον ἀλλήλαις καθ’ ἕνωσιν ἀδιάσπαστον ἀσυγχύτως καὶ ἀτρέπτως. ἡ γὰρ σὰρξ σάρξ ἐστι καὶ οὐ θεότης, εἰ καὶ γέγονε θεοῦ σάρξ· ὁμοίως δὲ καὶ ὁ λόγος θεός ἐστι καὶ οὐ σάρξ, εἰ καὶ ἰδίαν αὐτοῦ ἐποίησε τὴν σάρκα οἰκονομικῶς.’ καὶ μεθ’ ἕτερα· ‘οὐκοῦν ὅσον μὲν ἧκεν εἰς ἔννοιαν καὶ εἰς μόνον τὸ ὁρᾶν τοῖς τῆς ψυχῆς ὄμμασιν, ὃν τρόπον ἐνηνθρώπησεν ὁ μονογενής, δύο τὰς φύσεις φαμέν, ἕνα δὲ Χριστὸν Ἰησοῦν καὶ κύριον τὸν τοῦ θεοῦ λόγον ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον.’

ἀκούεις Κυρίλλου τρανῶς ἀναβοῶντος δύο φύσεις ἐν τῷ ἑνὶ Χριστῷ, Κυρίλλου τοῦ τῆς εὐσεβείας προασπιστοῦ, ὃς εὐσεβοφρόνως μίαν φύσιν ἔφη τοῦ λόγου σεσαρκωμένην, ὃς τὴν φωνὴν ταύτην κατὰ τῆς Νεστορίου πλάνης εὐστόχως προὐβάλλετο· ὥστε δῆλόν ἐστι πᾶσι καὶ καταφανὲς ὡς ‘ἡ μία φύσις τοῦ λόγου σεσαρκωμένη’ φησίν, οὐχ ἵνα τὰς δύο φύσεις ἀθετήσῃ, ἀλλ’ ἵνα τὸν Νεστόριον δύο τὰς ὑποστάσεις εἰσάγοντα καταισχύνῃ καὶ ἵνα τοῖς ἀπὸ Σεβήρου καὶ Τιμοθέου κημὸν τῷ στόματι καὶ χαλινὸν ἐπιβάλῃ.

Καὶ οὐκ ἂν οἶμαί τις ἀξιολογώτερος Κυρίλλου Κύριλλον ἑρμηνεύειν. λέγει δὲ περὶ τῆς λεγούσης φωνῆς ‘μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην’ —ἡ δὲ πρὸς Σούκενσον ἐπιστολὴ τὸ τοῦ θεοφόρου ῥήματα φέρει—· ‘εἰ μὲν μίαν εἰπόντες φύσιν τοῦ λόγου σεσιγήκαμεν, οὐκ ἐπενεγκόντες τὸ σεσαρκωμένη, ἀλλ’ οἷον ἔξω τιθέντες τὴν οἰκονομίαν, ἦν αὐτοῖς τάχα καὶ οὐκ ἀπίθανος ὁ λόγος προσποιουμένοις ἐρωτᾶν ποῦ τὸ τέλειον ἐν ἀνθρωπότητι ἢ πῶς ὑφέστηκεν ἡ καθ’ ἡμᾶς οὐσία· ἐπειδὴ δὲ καὶ ἡ ἐν ἀνθρωπότητι τελειότης καὶ τῆς καθ’ ἡμᾶς οὐσίας ἡ δήλωσις εἰσκεκόμισται διὰ τοῦ λέγειν σεσαρκωμένη, —.’ ἀκούεις, ἄνθρωπε, δι’ ἣν αἰτίαν τῇ μιᾷ τοῦ λόγου φύσει τὸ ‘σεσαρκωμένη’ συμπεριείληπται; ἵνα γὰρ τὴν ἡμετέραν οὐσίαν δηλώσῃ, οὐχ ἵνα ταύτην ἀναλώσῃ· ἵνα τὸ τέλειον τῇ ἀνθρωπότητι προσμαρτυρήσῃ, οὐχ ἵνα τὴν ἡμετέραν ἐξαρνήσηται φύσιν. ἀλλ’ ὦ μοι τῶν νομίμως ἀθλεῖν εἰδότων οὐδενὶ τοῦ κράτους ἐπιστάμενος παραχωρεῖν, ἐπισύναπτε τοῖς εἰρημένοις καὶ τὰ ἐφεξῆς· ‘ἐπειδὴ δὲ καὶ ἡ ἐν ἀνθρωπότητι τελειότης καὶ τῆς καθ’ ἡμᾶς οὐσίας ἡ δήλωσις εἰσκεκόμισται διὰ τοῦ λέγειν σεσαρκωμένη, παυσάσθωσαν καλαμίνην ῥάβδον ἑαυτοῖς ὑποστηρίζοντες.’

οὔτε γὰρ ὑπερείδειν δύναται τὸ βάρος τῆς ἀσεβείας καὶ θραυομένη μᾶλλον πλήττει τε τοὺς ἐπιστηρίζοντας ἑαυτοὺς αὐτῇ καὶ μετὰ τοῦ μηδὲν ἐπαμύνειν αἴσχιστον αὐτοῖς καὶ ἑκούσιον καὶ ὃ μηδ’ ἂν ὁ ἐχθρὸς ἐκ τοῦ ῥᾴστου κακουργήσειε, τὴν πληγὴν ἀπεργάζεται.

Ἔχεις οὖν μίαν φύσιν τοῦ λόγου κηρυττομένην, ᾗτινι διὰ τοῦ σεσαρκωμένην τῆς ἀληθείας ὁ κῆρυξ, ὡς αὐτὸς ἐκεῖνος ἐκδιδάσκει, καὶ τὴν καθ’ ἡμᾶς οὐσίαν συνεισήνεγκεν. οὐκοῦν δύο φύσεις ἤτοι γε οὐσίας εὐσεβεστάτῳ κρίσει καὶ ἀμεταθέτῳ γνώμῃ ὁ θεῖος ἱερολογεῖ Κύριλλος διά τε αὐτῶν τῶν ταῦτα λεγόντων ῥημάτων καὶ διὰ τοῦ ‘μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην’. τὴν αὐτὴν γὰρ δι’ ἀμφοῖν ἔννοιάν τε καὶ εὐσέβειαν ἱεροπρεπῶς αἱ φωναὶ παραλαμβανόμεναι παριστῶσι. τὸ γὰρ κακοῦργον τῶν αἱρετικῶν οὐδὲν ὅλως λυμαίνεται τῇ δόξῃ καὶ διακρίσει τῶν εὐσεβῶς εἰδότων αὐταῖς κεχρῆσθαι, καὶ οὐδένα λέληθε τῶν μελέτην τὰ θεῖα μαθήματα ποιουμένων καὶ κατὰ τῶν αἱρέσεων παρεσκευασμένων, ὡς ἡ μία φύσις τοῦ λόγου σεσαρκωμένη τοῖς μὲν τῶν αἱρετιζόντων ἀντὶ τοῦ σαρκὶ ἐσχηματισμένη καὶ οἷον εἰδοποιουμένη ἀναπλάττεται, τοῖς δὲ ὡς ἡ τοῦ λόγου φύσις εἰς σάρκα περιτέτραπται καὶ ὡς ἂν εἴποι τις εἰς μίαν φύσιν ἀποσεσάρκωται, τῆς τροπῆς καὶ συγχύσεως καὶ ἀνακράσεως ἐπικρατεστέρων τῆς φυσικῆς γεγενημένων ἰδιότητος. οὓς ἡ ἐκκλησία δικαίοις ἐλέγχοις στηλιτεύουσα καὶ δίκαις ἀφύκτοις ὑπάγουσα μετὰ Κυρίλλου βοᾷ διαπρυσίως τε καὶ εὐσεβοφρόνως μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην, τὰ αὐτὰ δι’ αὐτῆς τῷ τῆς εὐσεβείας προμάχῳ καὶ συμπρεσβεύουσα καὶ συμφθεγγομένη.

καὶ γὰρ ἡ τοῦ λόγου φύσις τὴν τοῦ ἡμετέρου φυράματος προσλαμβάνουσα οὐκέτι μετὰ τὴν ἕνωσιν μία μόνη θεωρεῖται, ἀλλ’ ἐν τῷ αὐτῷ καὶ ἑνὶ Χριστῷ τῷ θεῷ ἡμῶν δύο φύσεις χωρὶς συγχύσεως καὶ διαιρέσεως ἱερολογοῦνται.

Κύριλλος μίαν φύσιν σεσαρκωμένην λέγει, καλῶς λέγων καὶ ὀρθοδόξως· βούλεται μὲν γὰρ διὰ τῆς φωνῆς τὴν καθ’ ὑπόστασιν ἕνωσιν διασημαίνειν, καὶ μὴν καὶ ὡς ὁ λόγος οὐ προϋποστάντα προσείληφεν ἄνθρωπον, ἀλλὰ σὰρξ ὡς ἀληθῶς ὁ ἄσαρκος γέγονε, λογικῆς τε καὶ νοερᾶς ψυχῆς τὴν σάρκα διαμορφούσης καὶ τὸ πρὸς ἡμᾶς διασῳζούσης ὁμοούσιον. ἀλλὰ τὸ μὲν βούλημα Κυρίλλου τοιοῦτον· ἡ μέντοι φωνὴ οὐκ ἐξαρκεῖ τοῦ μυστηρίου λαμπρῶς ἀνακαλύπτειν τὸ τέλειον. ποῦ γάρ ἐστι λαβεῖν δι’ αὐτῆς εἴτε ἔμψυχον ἦν τὸ πρόσλημμα εἴτε μή, καὶ εἰ μὴ ἐσχημάτιστο μόνον τὸ ἀσχημάτιστον τῇ σαρκί, καὶ τὸ εἰ σεσαρκωμένος ἀσυγχύτως τε καὶ ἀτρέπτως ὅπερ γέγονεν ἐπεφύκει; πόθεν δὲ ὅτι τὸ τέλειον εἶχεν ἢ ἑκάτερον διεσῴζετο τῶν συνελθόντων; οὐδὲν γὰρ τούτων καθαρῶς ἡ φωνὴ διευκρινημένον ὁρᾶται καθ’ ἑαυτὴν προβαλλομένη. διὸ καὶ Ἀπολιναρίῳ καὶ Εὐτυχεῖ κακούργως μέν, οὐ χωρὶς δὲ προφάσεως, εἰ καὶ διημαρτημένης, περιπτύσσεται, τῷ μὲν φύροντι καὶ συγχέοντι τὰ ἡνωμένα, Ἀπολιναρίῳ δὲ τὸ ἄνουν καὶ ἄλογον τοῦ ἡμετέρου καταψηφιζομένῳ συγκρίματος. ἀλλὰ καὶ Μάνης ἐπιστηρίζεται τῇ προκειμένῃ φωνῇ, καὶ σχήματι καὶ φαντασίᾳ τὴν ἐνανθρώπησιν ὑποβάλλειν πολὺν τὸν ἀγῶνα ποιούμενος.

Συνορᾶν δὲ ἄρα χρὴ καὶ τοῦτο, ὡς οἱ δογματίζοντες δύο φύσεις ἀδιαιρέτους ἀσύγχυτα μὲν συντηροῦσι τὰ ἡνωμένα, οὐδ’ οὗτοι μέντοι τὴν καθ’ ὑπόστασιν ἕνωσιν ἐξ αὐτῶν εἰσι τῶν ῥημάτων ἐπεγνωσμένοι διομολογοῦντες. δυνατὸν γὰρ κἀνταῦθα τὸ ἀδιαίρετον τιμῇ καὶ δόξῃ καὶ ὁμοφροσύνῃ κατὰ τὸν τοῦ Νεστορίου τερατεύεσθαι λῆρον. καὶ γὰρ διττὸν τὸ ἀδιαίρετον, τῆς πλάνης θάτερον ἐπινοησάσης· τὸ μὲν γὰρ καθ’ ὑπόστασιν τῆς ἐκκλησίας ὁμολόγημα, τὸ δὲ κατὰ σχέσιν ἀνάπλασμα τῆς αἱρέσεως· καὶ τὸ μὲν καθ’ ὑπόστασιν ἀδιαίρετον τῆς διανοίας ἐστὶ καὶ ὁμολογίας Κυρίλλου, τὸ δὲ κατὰ σχέσιν ἡ Νεστορίου μοῖρα ῥᾳδιουργοῦσα ἑαυτὸν πρὸ τῶν ἄλλων ἐξαπατᾷ καὶ εἴ τι ἄλλο τῆς ἐκείνου Χριστομαχίας ἐφάμιλλον. καὶ γὰρ ὡς πολλάκις εἴρηται, ἐπὶ τῆς ἰσοτιμίας καὶ ταὐτοβουλίας τὸ ἀδιαίρετον οὗτοι ἀντὶ τῆς μιᾶς ὑποστάσεως μεταλαμβάνοντες κενολογοῦσιν.

Εἰς δύο τοιγαροῦν μαχόμενα σημαινόμενα τοῦ ἀδιαιρέτου διαιρουμένου, καὶ τοῦ μὲν ὄντος εὐσεβεστάτου, τοῦ δὲ δυσσεβεστάτου, εὐλόγως τε καὶ θεοφιλῶς ὁ θεσπέσιος Κύριλλος ἐν τῇ δευτέρᾳ πρὸς Σούκενσον ἐπιστολῇ τὸ λέγειν δύο φύσεις ἀδιαιρέτους μετὰ τὴν ἕνωσιν ἐναντιοῦσθαι λέγει τοῖς μίαν ὁμολογοῦσι τοῦ λόγου φύσιν σεσαρκωμένην. καὶ γὰρ ἀποδοκιμάζων τὸ λέγειν δύο φύσεις ἀδιαιρέτους, ἵνα μὴ πρὸς ἄλλο τι τῶν ἀκροατῶν ὁ νοῦς περιτραπῇ εὐθὺς ἐπήνεγκε, ‘καθὼς δοξάζει Νεστόριος’. ὥστε ὃ Νεστόριος ἀδιαίρετον ἀνεπλάσατο, ἐκεῖνο διαμάχεσθαι τῇ μιᾷ τοῦ λόγου φύσει σεσαρκωμένῃ ὁ κλεινὸς ἀποφαίνει Κύριλλος, ἀλλ’ οὐ τὸ ἀδιαίρετον ὃ τῆς ἐκκλησίας ἐναγκαλίζεται ἡ ἀκρίβεια. εἰ γὰρ τὸ λέγειν δύο φύσεις ἀδιαιρέτους ἁπλῶς καὶ ἀδιακρίτως ἀπεδοκίμαζε Κύριλλος, ἀλλὰ μὴ τὸ ἀδιαίρετον ὅπερ ἀνέπλαττεν ὁ Νεστόριος, καὶ αὐτὸν ἂν καὶ τῆς ἐκκλησίας ἅπαν τὸ σύστημα, ὃ μηδ’ ἐπὶ νοῦν ἐστι δυνατὸν λαβεῖν τοὺς ὁπωσοῦν πρὸς εὐσέβειαν ὁρῶντας, συναπεδοκίμαζεν ἂν καὶ συγκατεδίκαζε. μυριάκις γὰρ ἀναβοᾷ δύο φύσεις ἀδιαιρέτους ἐπὶ τῆς καθ’ ὑπόστασιν ἑνώσεως θεωρεῖσθαι.

Ἑκατέρα μὲν οὖν τῶν γυμναζομένων φωνῶν ἀπομερισθεῖσα τῆς αἱρετιζούσης ἐπηρείας ὀρθῆς τέ ἐστι βλάστημα δόξης καὶ τὰς αἱρέσεις ἱκανὴ καταβάλλειν· ἀπομερίζεται δὲ ἡ μὲν δύο φύσεις ἀδιαιρέτους εἰσηγουμένη ἄλλοις τε τρόποις οὐκ ὀλίγοις, μάλιστα δὲ τῇ καθ’ ὑπόστασιν ἑνώσει συναπτομένη, ἡ γὰρ τοῦ λείποντος πρόσληψις, τὸ ἐνδέον ἀναπληροῦσα, καὶ τὸν Νεστορίου δόλον στηλιτεύει καὶ τοὺς προασπιστὰς αὐτοῦ καταισχύνει. ὡσαύτως καὶ ἡ μία φύσις τοῦ λόγου σεσαρκωμένη, τῆς αἱρετιζούσης μηχανῆς ἀπηλλαγμένη, ὅπλον δείκνυται στερρὸν τῆς εὐσεβείας, τὰς συμπεπλεγμένας τῶν αἱρέσεων συνεκκεντοῦσα· ἀπηλλαγμένη δ’ ἂν εἴη, τὴν νοερὰν καὶ λογικὴν ψυχὴν ἐξοικειουμένη καὶ συνανομολογοῦσα τὸ ἄτρεπτόν τε καὶ ἀσύγχυτον τῶν ἡνωμένων φύσεων. ὥστε φωνῆς ἑκατέρας ἡ προαγωγὴ καθ’ ἑαυτὴν πρὸς τὸ ἀτελὲς ἀποκλίνει, ὅσα γε ἥκει λαβὰς διαφυγεῖν τῶν συκοφαντεῖν αὐτὰς μεμελετηκότων καὶ ὅσα τὴν ὁλοκληρίαν τοῦ δόγματος ἀκριβῶς παραστῆσαι· ἀπολαμβάνει μέντοι τὸ τέλειον ἑκατέρα κατά τε τοὺς ἔγγιστα προειρημένους τρόπους, καὶ μὴν καὶ συναπτομένη θατέρᾳ ἡ ἑτέρα. ἡ μὲν γὰρ τοῦ λόγου φύσις σεσαρκωμένη τὴν καθ’ ὑπόστασιν ἕνωσιν ἁπλῶς ἀπαγγέλλει, ἡ δὲ τὰς δύο φύσεις ἀδιαιρέτους προβαλλομένη τὸ ἄτρεπτόν τε καὶ ἀσύγχυτον τῶν ἡνωμένων ἀκριβολογεῖται, οὐ μήν γε τὴν μίαν ὑπόστασιν καθ’ ἑαυτὴν ἐξαγγέλλει.

οὐκοῦν ἀπομερισθεῖσα θατέρας ἡ ἑτέρα καὶ σοφιστικῶς, μᾶλλον δὲ δυσσεβῶς ἀπαγγελλομένη καὶ μηδὲ τῶν πρὸ βραχέος εἰρημένων μηδένα τρόπον συνεπαγομένη, δικαιοτάτην τὴν κατάγνωσιν ἀποτίσει.

Ὥστε σοφῶς τε καὶ ἀδεκάστως ὁ ἱερὸς Κύριλλος πρὸς Νεστόριον ἀποτεινόμενος τὴν δύο φύσεις λέγουσαν ἀδιαιρέτους ὡς μήτε τὴν ἀκρίβειαν τῆς εὐσεβείας δυναμένην αὐτοτελῶς παραστῆσαι καὶ ὡς καταφυγὴν ἐπινοηθεῖσαν τῶν αἱρετικῶν σοφισμάτων ἀποτρέπεται μὲν καὶ παραιτεῖται καὶ διαμάχεσθαι δέ φησι τῇ κρατυνούσῃ δόξῃ μίαν φύσιν εὐσεβῶς τοῦ λόγου σεσαρκωμένην. οὕτω δ’ ἄν τις, εἰ καὶ μίαν ἀποφαίνοιτο τοῦ λόγου φύσιν σεσαρκωμένην, ὡς Ἀπολινάριος ἢ Μάνης ἢ Εὐτυχὴς ἢ Σεβῆρος ἢ ὅλως ἡ ἀπ’ αὐτῶν ἀποκυηθεῖσα πολύτροπός τε καὶ πολυπλανὴς διασπορά, ἅτε δὴ τὸ οἰκεῖον δι’ αὐτῆς ἐπαμύνων δυσσέβημα καὶ πρὸς τὴν τῆς ἐκκλησίας δόξαν ἐκτόπως διαμαχόμενος, παραπλησίως καταδικάζεται καὶ τῆς τῶν πιστῶν συναυλίας ἀπελαύνεται, ὃν τρόπον καὶ οἳ κατὰ Νεστόριον τὰς δύο φύσεις ἀδιαιρέτους εἰσάγουσι κενολογοῦντες. καὶ γὰρ ὁ δυσσεβὴς Ἀπολινάριος ἐν τῷ Περὶ σαρκώσεως αὐτοῦ λόγῳ ‘ὦ καινή’ φησι ‘κτίσις καὶ μίξις θεσπεσία· θεὸς καὶ σὰρξ μίαν ἀπετέλεσαν φύσιν’· ἐξ οὗ τοὺς ὀχετοὺς τῆς δυσσεβείας οἱ μετ’ ἐκεῖνον ἠρύσαντο, ὥσπερ ἐκεῖνος τῆς ἀρχαιοτέρας καὶ θανατηφόρου καὶ πολὺν τὸν βόρβορον ἀναδιδούσης πηγῆς τοὺς θολεροὺς ὑπεδέξατο ῥύακας. Οὐαλεντῖνος μὲν γὰρ κατὰ λέξιν οὕτω λέγει· ‘τῶν Γαλιλαίων ἐπὶ Χριστοῦ δύο φύσεις λεγόντων πλατὺν καταχέομεν γέλωτα· ἡμεῖς γὰρ τοῦ ὁρατοῦ καὶ ἀοράτου μίαν εἶναι τὴν φύσιν φαμέν.’

Μάνης δὲ πρὸς Σκυθιανὸν ἐπιστέλλων καὶ κατηγορίαις ὑπάγων τοὺς δύο λέγοντας φύσεις ὧδέ φησιν· ‘ὁ δὲ τοῦ ἀιδίου φωτὸς υἱὸς τὴν ἰδίαν οὐσίαν ἐν τῷ ὄρει ἐφανέρωσεν, οὐ δύο φύσεις ἔχων, ἀλλὰ μίαν ἐν ὁρατῷ τε καὶ ἀοράτῳ.’ Ὁρᾷς πῶς τῇ μιᾷ τοῦ λόγου φύσει περιφύεται καὶ περιπλέκεται ἡ πλάνη;

Κύριλλος εἶπε μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην· ἀλλὰ καὶ τοὺς ἀπὸ τῆς ἀνατολῆς ἀρχιερεῖς, ὧν ταξίαρχος ἦν Ἰωάννης, ὃς τὰς ἱερὰς φροντίδας εἰς τὸ ἄριστον κατερρύθμιζεν αἷς ὁ Ἀντιοχικὸς ἐστηρίζετο θρόνος— τούτους οὖν μηδαμοῦ φαμένους μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην ἀσμένως τε καὶ περιχαρῶς ἀπεδέξατο καὶ ἀπεθείασε καὶ τοὺς αἰτίαν ἐπιβάλλοντας αὐτῷ τῆς ἀποδοχῆς εὐσεβούσης γνώμης καταβάλλει γενναιότητι καὶ λόγων ἰσχύι δικαίων συκοφάντας ἀπελέγχει καὶ τὸν κοινὸν τοῦ γένους ἐχθρὸν θεραπεύοντας. ὁ μὲν γὰρ τῆς Ἀντιοχείας ἀρχιερεὺς τῷ τῆς Ἀλεξανδρείας ἐπιστέλλων ἱεράρχῃ ‘δύο φύσεων ἕνωσις γέγονε’ γράφει, ‘διὸ ἕνα Χριστόν, ἕνα υἱόν, ἕνα κύριον ὁμολογοῦμεν· κατὰ ταύτην δὲ τὴν τῆς ἀσυγχύτου ἑνώσεως ἔννοιαν ὁμολογοῦμεν τὴν ἁγίαν παρθένον θεοτόκον διὰ τὸ τὸν θεὸν λόγον σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι.’ Οὕτω μὲν ὁ ἱερὸς Ἰωάννης· ὁ δὲ θερμὸς τῆς ἀκριβείας ἐραστὴς Κύριλλος ταῦτα γράφοντα καὶ τὰ παραπλήσια φιλοφρόνως μὲν ὡς εἴρηται προσεδέξατο, ἀλλὰ <καὶ> Παῦλον, ὃς τῆς Ἐμέσης μὲν ἐπεσκόπει, τὸ γράμμα δὲ διεκόμιζε, τοῦτον ἐπὶ δημοτελοῦς ὁμιλήσαντα πανηγύρεως ἐγκωμίοις τε τῆς ὀρθοδοξούσης δημηγορίας ἀμειβόμενος ἐγέραιρε καὶ ὁμογνώμονα μεγαλύνων ἐπωνόμαζεν.

ἡ μέντοι ὁμιλία ἐφ’ ᾗ τῶν ἐγκωμίων οἱ στέφανοι ‘ὁ λόγος σὰρξ ἐγένετο’ διεξῄει ‘καὶ ἐσκήνωσεν ἐν ἡμῖν’, καὶ ὅτι τὸ δεύτερον τοῦ προτέρου ἑρμηνεία ἐστίν, οἷον τοῦ ‘ὁ λόγος σὰρξ ἐγένετο’ τὸ ‘ἐσκήνωσεν ἐν ἡμῖν’, τοῦτ’ ἔστιν ἐν τῇ ἡμετέρᾳ φύσει. καὶ πρό γε ταύτης τῆς περικοπῆς τῶν ῥημάτων· ‘ὁ κορυφαῖός φησι, τὸ στόμα τῶν ἀποστόλων, “σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος”. “σὺ εἶ ὁ Χριστός”, ἡ διττὴ φύσις· “σὺ εἶ ὁ Χριστός”, καὶ οὐκ εἶπεν “υἱός”, ἀλλ’ “ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος”. ἐπέγνω τὸ μοναδικὸν πρόσωπον καὶ τῶν φύσεων τὴν δυάδα.’ ἀλλὰ τοιαῦτα μὲν ὁ κλεινὸς δημηγορήσας Παῦλος τοὺς παρὰ Κυρίλλῳ τῶν ἐπαίνων πλακέντας ἀνεδήσατο στεφάνους.

Πάλιν δὲ τὸν ἀρχιερέα Ἰωάννην δύο μὲν φύσεις κηρύττοντα, ἕνα δὲ υἱόν, καὶ ‘ἕτερον σκηνὴ’ λέγοντα, ‘καὶ ἕτερον τὸ σκηνοῦν, ἕτερον ναὸς καὶ ἕτερον ὁ ἐνοικῶν θεός’—πρόσεχε τοῖς εἰρημένοις· οὐκ εἶπεν ‘ἕτερος καὶ ἕτερος’, ὡς ἐπὶ δύο Χριστῶν ἢ δύο ναῶν, ἀλλ’ ‘ἕτερον καὶ ἕτερον’ ὡς ἐπὶ δύο φύσεων—ὅτε οὖν εἶπεν ‘ἐσκήνωσεν ἐν ἡμῖν’ καὶ ἐκήρυξε δύο φύσεις, τότε ἐπήγαγε ‘καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς’· οὐκ εἶπε ‘δύο υἱῶν δόξαν’, ἀλλὰ ‘μονογενοῦς’—ταῦτα δὴ καὶ εἴ τι τούτοις ἐφάμιλλον τοῦ ἱεροῦ ἐπιστείλαντος Ἰωάννου ὀρθότητα μὲν δογμάτων τοῖς εἰρημένοις ὁ θεῖος μαρτυρεῖ Κύριλλος, ἀρχόμενος δὲ τῶν ἐπαίνων καὶ τῆς ἐν λόγοις δεξιώσεως (οὐδὲν γάρ ἐστιν οἷον αὐτοῦ ἀκούειν) αὐτοῖς φησι ῥήμασιν· ‘ὁ μακάριος προφήτης Ἡσαΐας τῶν ἐν Χριστῷ διδασκάλων τὰς εὐστομίας προανακηρύττων ἔλεγεν· ἀντλήσατε ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. ἰδοὺ τοίνυν ἠντλήσαμεν ὑμῖν ὕδωρ ἐξ ἁγίας πηγῆς, τοῦ προλαβόντος φημὶ διδασκάλου· ὃς καὶ ταῖς τοῦ πνεύματος δᾳδουχίαις λελαμπρυσμένος διεσάφησεν ἡμῖν τὸ μέγα καὶ σεπτὸν τοῦ σωτηρίου μυστήριον.’

οὕτω τὸν ἀρχιερέα Ἰωάννην δύο φύσεις διαρρήδην καὶ σὺν παρρησίᾳ πολλῇ καταγγέλλοντα Κύριλλος, τῆς εὐσεβείας ὁ θερμὸς ἐραστής, πηγὴν μὲν ἁγίαν ἀνυμνεῖ, πεπληρωμένον δὲ τῆς τοῦ πνεύματος φωτοχυσίας μαρτυρεῖ καὶ λαμπρὸν ὑποφήτην ἀποκαλεῖ τοῦ κατὰ Χριστὸν σεπτοῦ καὶ μεγάλου μυστηρίου.

Οὐ μόνον δέ, ἀλλὰ καὶ περὶ οὗ μνήμη γέγονε Παύλου πρὸς τὸν αὐτοῦ ἱεράρχην ἐπιστέλλων Ἰωάννην, αὐτοῖς ῥήμασιν οὕτω φησίν· ‘ἀφικομένου τοίνυν εἰς τὴν Ἀλεξάνδρειαν τοῦ κυρίου καὶ θεοσεβεστάτου ἀδελφοῦ καὶ συλλειτουργοῦ Παύλου, θυμηδίας ἐμπεπλήσμεθα, καὶ σφόδρα εἰκότως, ὡς ἀνδρὸς τοιούτου μεσιτεύοντος.’ καὶ πάλιν· ‘ὅτι δὲ περιττὴ παντελῶς καὶ οὐκ εὐάφορμος τῶν ἐκκλησιῶν ἡ διχοστασία γέγονε, νυνὶ μάλιστα πεπληροφορήμεθα, τοῦ κυρίου τοῦ θεοσεβεστάτου Παύλου τοῦ ἐπισκόπου χάρτην προκομίσαντος ἀδιάβλητον ἔχοντα τῆς πίστεως τὴν ὁμολογίαν.’ οὕτω μὲν δὴ σαφῶς καὶ τὸν τῆς εἰρήνης ὑπηρέτην Παῦλον θυμηδίας πολλῆς τε καὶ μεγάλης αἴτιον γενέσθαι γράφει, καὶ ἣν ἐκεῖνος διεκόμισε πίστιν ἀδιάβλητόν τε καὶ θεοσεβεστάτην ἀναγορεύει. ἐπὶ δὲ τούτοις σαφῶς παρίστησιν ἐφ’ οἷς τῶν ἀνατολικῶν τὴν ὁμόνοιαν καὶ τὴν ὁμοφροσύνην ἀποθειάζει. ἵνα γὰρ τὸ φιλόνεικον καὶ θρασὺ τῶν αἱρέσεων μὴ εἰς οἰκονομίαν τινὰ τὴν ἀκρίβειαν διαστρέφοι καὶ πρὸς ὃ βούλοιτο τὴν εἰρηνικὴν κατάστασιν τῆς ἐκκλησίας παρατρέποι, τοῖς εἰρημένοις ἐπάγει καὶ ταῦτα· ‘τὰς δὲ εὐαγγελικὰς καὶ ἀποστολικὰς περὶ τοῦ κυρίου φωνὰς ἴσμεν τοὺς θεολόγους τὰς μὲν κοινοποιοῦντας ὡς ἐφ’ ἑνὸς προσώπου, τὰς δὲ διαιροῦντας ὡς ἐπὶ δύο φύσεων, καὶ τὰς μὲν θεοπρεπεῖς κατὰ τὴν θεότητα τοῦ Χριστοῦ, τὰς δὲ ταπεινὰς κατὰ τὴν ἀνθρωπότητα παραδιδόντας.’

οἷς καὶ τὴν οἰκείαν καὶ ἀδέκαστον ἐπισυνάπτει κρίσιν, ‘ταύταις ὑμῶν’ λέγων ‘ἐντυχόντες ταῖς ἱεραῖς φωναῖς καὶ οὕτω καὶ αὐτοὺς φρονοῦντας εὑρίσκοντες—εἷς γὰρ κύριος, μία πίστις, ἓν βάπτισμα—ἐδοξάσαμεν τὸν τῶν ὅλων θεόν, ἀλλήλοις συγχαίροντες ὅτι ταῖς θεοπνεύστοις γραφαῖς καὶ τῇ παραδόσει τῶν ἁγίων πατέρων συμβαίνουσαν ἔχουσι πίστιν αἵ τε παρ’ ὑμῖν καὶ αἱ παρ’ ἡμῖν ἐκκλησίαι.’ Τίς οὖν ἀκούων ταῦτα καὶ τὸν νοῦν προσέχων τούτοις καὶ Κύριλλον οὐ φαῦλον τῆς εὐσεβείας τιθέμενος ὑποφήτην, οὐκ εὐθὺς τῆς αἱρέσεως ἀποπηδήσας τῷ χορῷ τῶν εὐσεβούντων χαίρων τε καὶ σὺν πολλῇ τῇ προθυμίᾳ ἐπιζητήσει καταλέγεσθαι; ὁμόφρονας κηρύττει τοὺς ἀνατολικούς, δύο τὰς φύσεις ἀδιαιρέτους δοξάζοντας· τὴν τῆς ἐκκλησίας δι’ ὧν φρονοῦσι πίστιν κρατύνεσθαι ταῖς θεοπνεύστοις γραφαῖς ἑπομένους, τῇ παραδόσει τῶν πατέρων καταρτιζομένους· ταὐτὸν εἶναι δεικνὺς καὶ ἀπαράλλακτον κατά γε διάνοιαν καὶ τὴν τελειότητα τοῦ σεβάσματος τό τε δύο φύσεις ἀδιαιρέτους τῆς ἀμερίστου καὶ μιᾶς ὑποστάσεως ἀνομολογεῖν καὶ τὸ μίαν τοῦ λόγου σεσαρκωμένην ψυχῇ νοερᾷ τε καὶ λογικῇ συνομολογεῖν. καὶ σκόπει ὅπως οὐχ ἁπλῶς τὸ ἀδιάφορον τῆς πίστεως αὐτοῦ τε καὶ τῶν ἀνατολικῶν ἐπιμαρτύρεται, οὐδ’ ὅτι πρὸς ἐκείνους ἔγραφεν, ὅπερ ἄν τις τῶν αἱρετιζόντων καὶ εἰς χάριν ἀναφέρειν ἐπεχείρησε, δυσσεβεστάτου θράσους γενόμενος λάφυρον.

καίτοι γε ποῦ χάρις, ἔνθα θεόπνευστοι κανονίζουσι γραφαί; ποῦ δὲ τῆς ἀκριβείας ἐλάττωσις, ἔνθα πατέρων ἁγίων παραδόσεις ἔχουσι τὸ κῦρος; ποῦ δὲ τὴν εὐσέβειαν ἐπισκιάζουσα μέθοδος, ἐν οἷς ἡ μία προλάμπει πίστις καὶ τὸ φρόνημα τῆς καθολικῆς ἐκκλησίας εἰς τὴν οἰκουμένην ὅλην ἀπαστράπτει;

Ἀλλ’ οὖν καὶ τούτων οὕτω τῆς εὐσεβείας τὴν ἀκρίβειαν νομοθετούντων καὶ πᾶσαν αἱρετιζόντων πρόφασιν προαποτεμνόντων, ἐπὶ πλέον αὐτῶν ἐμφράττων τὰ στόματα καὶ ἑτέρωθεν αὐτοῖς τὸν ἔλεγχον ἀπαραίτητον ἐπιτειχίζει. ἐπικαλεσάντων γὰρ αὐτῷ τινων διότι δύο φύσεις λέγοντας τοὺς ἀνατολικοὺς ὁμοδόξους ἀνακηρύττει καὶ τῆς ὅτι μάλιστα ἀποδοχῆς ἀξίους κρίνει, νῦν μὲν πρὸς Οὐαλεριανόν—ἐπίσκοπος δ’ οὗτος ἦν Ἰκονίου—τάδε ἐπιστέλλει· ‘Νεστόριον οἱ ἀνατολικοὶ κατακρίνουσι καὶ τὴν τῶν πατέρων ὁμολογίαν ἀκήρατον διασῴζουσι καὶ τὴν ἁγίαν παρθένον θεοτόκον μεθ’ ἡμῶν ἀνομολογοῦσι, καὶ ἕνα μὲν εἶναι Χριστὸν καὶ υἱὸν καὶ κύριον τὸν ἐκ πατρὸς γεννηθέντα θεοῦ λόγον, ἐπ’ ἐσχάτων δὲ αὐτὸν ἐκ γυναικὸς κατὰ σάρκα τεχθέντα καὶ τέλειον εἶναι τὸν αὐτὸν ἐν θεότητι, οὐ διαιροῦντες εἰς δύο υἱοὺς ἢ Χριστοὺς ἢ κυρίους.’ Ὁρᾷς δι’ οἵων ῥημάτων καὶ νοημάτων ἡ εὐσέβεια χαρακτηρίζεται καὶ τὸ νοερὸν αὐτῆς κάλλος ἐμφανίζεται; εἴ τις οὖν οὕτω φρονεῖ, τὸν χαρακτῆρα τῆς ὀρθοδόξου πίστεως ἐν ἑαυτῷ δείκνυσιν ἀπαραχάρακτον· εἴ τις μὴ οὕτω φρονεῖ, τὴν μορφὴν τῆς πλάνης ἐναπεμάξατο καὶ τῆς φιλανθρώπου δεσποτικῆς ἐνανθρωπήσεως ὑπάρχει πολέμιος.

διόπερ καὶ ὁ θεσπέσιος Κύριλλος τοὺς τολμῶντας κατὰ τῶν ἀνατολικῶν ἀποθρασύνεσθαί τε καὶ κατεπαίρεσθαι ἐν τῇ αὐτῇ τῶν ῥημάτων συνεπείᾳ ὡς ψεύστας καὶ ἀπατεῶνας καὶ τὸν ἀρχιτέκτονα τοῦ ψεύδους προβαλλομένους πατέρα μυσάττεσθαί τε καὶ ἀποστρέφεσθαι παραινεῖ καὶ ὥσπερ αὐτῶν γε τὸν σπορέα, οὕτω τοὺς ἐξ αὐτοῦ τῇ γνώμῃ φύντας κοινοὺς ἐχθροὺς καὶ ἀποτροπαίους ἡγεῖσθαι παράγγελμα τίθεται.

Χαλεπώτατόν ἐστιν υἱὸν γενέσθαι διαβόλου καὶ ἐν τῷ τὴν αἵρεσιν τοῦ Νεστορίου τῶν ὀρθοδοξούντων καταψεύδεσθαι τῆς ἐκείνου παρατάξεως γνωρίζεσθαι σύμμαχον. εὐλαβείσθωσαν οἱ πάντα θρασεῖς τὴν ἀπόφασιν τοῦ ἱεροῦ Κυρίλλου· εἰς γὰρ τὴν τῶν ἀπατεώνων αὐτοὺς ἐλαύνει λῆξιν καὶ τοῦ ψεύδους ἐραστὰς ὁ τῆς ἀληθείας καταψηφίζεται πρόμαχος. δυσωπηθήτωσαν τὴν ἄφυκτον καταδίκην οὗ σεμνύνεσθαι προσποιοῦνται τῇ κλήσει. συνίστωσαν ὡς οὐδὲν ἔλαττον, εἰ μὴ καὶ μᾶλλον, ἀπατεῶνές εἰσι καὶ ψεῦσται οἱ κατὰ τῆς ἱερᾶς καὶ ἁγίας τετάρτης συνόδου καὶ τοῦ σεβασμίου Λέοντος τὸν ἰὸν καταχέοντες τῆς συκοφαντίας. καὶ γὰρ καὶ τὸ θεοφόρον ἐκεῖνο καὶ θεοσύλλεκτον πλήρωμα τὰ αὐτὰ τοῖς ἐξ ἀνατολῆς λαμπρᾷ διδάσκουσι καὶ ἀνακεκράγασι τῇ φωνῇ, καὶ προσέτι φρονεῖν τε καὶ κηρύσσειν μίαν τοῦ λόγου φύσιν σεσαρκωμένην δι’ ὧν τε τὰ Κυρίλλου θειάζουσιν ἐπιδείκνυνται καὶ Φλαβιανοῦ τοῦ ἐν ἁγίοις τὸν λίβελλον ὃν ἐκεῖνος ὁ θεῖος ἀνὴρ ἐχειρογράφησε πρὸ τῶν ἄλλων αὐτῆς πράξεων εἰς ἐπήκοον ἀναγνωσθῆναι πάντων παρεσκεύασαν. ὁ δὲ λίβελλος ῥήμασιν αὐτοῖς ἀπαγγέλλει ταῦτα· ‘ἐν δύο φύσεσιν ὁμολογοῦντες τὸν Χριστὸν μετὰ τὴν σάρκωσιν, ἐν μιᾷ ὑποστάσει καὶ ἐν ἑνὶ προσώπῳ ἕνα Χριστόν, ἕνα υἱόν, ἕνα κύριον ὁμολογοῦμεν· καὶ μίαν μὲν φύσιν τοῦ θεοῦ λόγου λέγειν καὶ ἐνανθρωπήσασαν οὐκ ἀρνούμεθα.’

Πάλιν δὲ ὁ ἱερὸς Κύριλλος ἐν τῇ πρὸς Ἀκάκιον ἐπιστολῇ—Μελιτηνῆς δ’ ἀρχιεράτευεν οὗτος—περὶ τῶν ἀνατολικῶν ὧδέ φησιν· ‘οὐ διαιροῦσιν εἰς δύο τὸν ἕνα υἱὸν καὶ Χριστόν, τὸν αὐτὸν δὲ εἶναί φασι τὸν ἐκ θεοῦ πατρὸς ὡς θεὸν καὶ ἐκ γυναικὸς κατὰ σάρκα ὡς ἄνθρωπον’· καὶ ὡς οὐκ ἂν νοοῖτο ὁμοούσιος ἡμῖν κατὰ τὴν ἀνθρωπότητα, οὐδὲ τῷ πατρὶ κατὰ τὴν θεότητα, εἰ μὴ νοοῖτο ὁμοῦ θεὸς καὶ ἄνθρωπος ὁ αὐτός. οὕτως οὐ μόνον κηρύττοντας δύο φύσεις τοὺς ἀνατολικοὺς περιέπει καὶ περιπτύσσεται, ἀλλὰ καὶ εἴ τις αὐτῶν κατηγορεῖν ἐπιχειρήσοι, ἀπροφάσιστος ὑπέρμαχος γίνεται καὶ τῶν ἀπατεώνων καὶ ψευδολόγων καταδικάζει τοὺς κατηγόρους τῷ κρίματι, παῖδας αὐτοὺς τοῦ πονηροῦ ἐξ ὧν πράττουσι κατονομάζων καὶ ἀποφαινόμενος. καὶ τό γε θαυμασιώτερον, ὅτι δύο φύσεις λέγοντας τοὺς ἀνατολικούς, κἂν μὴ τῇ φωνῇ συνάπτωσι τὸ ‘ἀδιαιρέτους’, οὔ φησιν αὐτοὺς διαιρεῖν τὰς φύσεις. διὰ τί; διότι σαφῶς καὶ ἀδιστάκτως οἶδε τοὺς λέγοντας εἶναι τὸν αὐτὸν ἐκ θεοῦ πατρὸς ὡς θεὸν καὶ τὸν αὐτὸν ἐκ γυναικὸς καὶ παρθένου κατὰ σάρκα ὡς ἄνθρωπον οὐδὲν ἕτερον λέγειν παρὰ τοὺς λέγοντας εὐσεβῶς δύο φύσεις ἀδιαιρέτους. καὶ γὰρ τὸ λέγειν τὸν αὐτὸν ἐκ θεοῦ καὶ τὸν αὐτὸν ἐκ παρθένου οὐχ ἁπλῶς τὸ ἀδιαίρετον, ἀλλὰ καὶ ὃ <........> ἐστι κρεῖττον κακουργίας αἱρετιζούσης συνεισάγει καὶ συμφρονεῖν ἐπιδείκνυται.

ναὶ δὴ καὶ οἷς ἐστιν ἐράσμιον λέγειν ἕνα τὸν Χριστὸν καὶ μίαν ὑπόστασιν, ἐνθεωρουμένης αὐτῇ τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος, ὁ αὐτὸς τῆς εὐσεβείας γνώμων ἐφαρμόζει.

Πρὸς μέντοι τὸν αὐτὸν ἱερὸν Ἀκάκιον αὐτὸς ἐπιστέλλων, ‘ἔνεστί’ φησι ‘καὶ δύο φύσεις εἰπεῖν καὶ μὴ διαίρεσιν τῶν φύσεων ἐπινοεῖν. πῶς; ἐπειδάν τις συνάψῃ τοῖς εἰρημένοις τὴν καθ’ ὑπόστασιν ἕνωσιν.’ ἀλλὰ μὴν καὶ Εὐλογίῳ γράφων ὁμοδόξους ἀποκαλεῖ τούς τε μίαν φύσιν λέγοντας τοῦ λόγου σεσαρκωμένην καὶ ὅσοι δύο φύσεις ἀδιαιρέτους ἐν τῇ καθ’ ὑπόστασιν ἑνώσει διομολογοῦσι. λέγει γὰρ αὐταῖς λέξεσιν οὕτως· ‘ἐπιλαμβάνονταί τινες τῆς ἐκθέσεως ἣν πεποίηνται οἱ ἀνατολικοί, καὶ φασί· “διὰ τί δύο φύσεις ὀνομαζόντων αὐτῶν ἠνέσχετο καὶ ἐπῄνεσεν ὁ τῆς Ἀλεξανδρείας; οἱ δὲ τὰ Νεστορίου φρονοῦντες λέγουσι κἀκεῖνον οὕτω φρονεῖν, συναρπάζοντες τοὺς οὐκ εἰδότας τὸ ἀκριβές.” χρὴ δὲ τοὺς μεμφομένους ἐκεῖνο εἰδέναι ὅτι οὐ πάντα ὅσα λέγουσιν οἱ αἱρετικοὶ φεύγειν καὶ παραιτεῖσθαι χρή.’ ὥστε δύο μὲν λέγοντας φύσεις τοὺς ἀνατολικοὺς ἀσμένως καὶ ἀσφαλεστάτῃ κρίσει ἀποδέχεται, εὐσεβῶς γὰρ οὗτοι λέγουσι· Νεστόριον δὲ δύο φύσεις λέγοντα καταδικάζει, οὐχ ὅτι δύο φύσεις ἐδόξαζεν, ἀλλ’ ὅτι δύο φύσεις λέγειν ὑποκρινόμενος τὴν καθ’ ὑπόστασιν διεσπάραττεν ἕνωσιν.

Καὶ ὅρα τὸν νοῦν τοῖς εἰρημένοις μετὰ πολλῆς τῆς προσοχῆς ἐπιστήσας, ὅπως οἱ τὴν Νεστορίου γλῶσσαν ἐπιλυσσήσαντες οὐ μόνον τὸν ἱερὸν Λέοντα καὶ τὴν τετάρτην καὶ οἰκουμενικὴν ἁγίαν σύνοδον τῷ ἐκείνου φρονήματι συμβιβάζειν ἐπαγωνίζονται, ἀλλὰ καὶ Κύριλλον αὐτόν, ὃς πρῶτος τὴν Νεστορίου δυσσέβειαν ἐφώρασέ τε καὶ κατεδίκασεν, εἰς τὴν αὐτὴν ἀσέβειαν διασύρειν οὐ πεφρίκασιν. ὥστε ὅταν οἱ ἀπὸ Σεβήρου καὶ Τιμοθέου Νεστοριανισμὸν ἐπιβάλλωσι τῇ συνόδῳ καὶ τῷ Λέοντι, συνιέτωσαν οἱ τάλανες τίνας μιμεῖσθαι παρηνέχθησαν, καὶ πόθεν εἰς τοιαύτην ἀπερρίφησαν τὴν ἀπόνοιαν, καὶ τίνας αὐτῶν διδασκάλους προεστήσαντο, τίνων δὲ μαθημάτων ἀκροαταὶ καταστάντες οὐκ αἰσχύνονται. ἐπιφέρει γοῦν ὁ θεσπέσιος Κύριλλος μετ’ ὀλίγα ὡς κἂν δύο φύσεις λέγῃ Νεστόριος, ἀλλ’ οὐκέτι τὴν ἕνωσιν ὁμολογεῖ μεθ’ ἡμῶν· ‘ἡμεῖς γὰρ ἑνώσαντες αὐτὰς ἕνα Χριστόν, ἕνα υἱόν, ἕνα κύριον ὁμολογοῦμεν.’ —ὁμολογοῦμεν τίνες; ἢ δῆλον ὡς αὐτός τε καὶ οἱ ἀπὸ τῆς ἀνατολῆς· ὑπὲρ γὰρ ἐκείνων ἦν ὁ ἀγών, καὶ τὸν λόγον ἐδίδου τηνικαῦτα τῆς πρὸς ἐκείνους συναφείας καὶ ἑνώσεως. —εἶτα ‘μίαν τὴν τοῦ υἱοῦ φύσιν ὁμολογοῦμεν σεσαρκωμένην.’ τοῦτ’ ἔστιν, ἡμεῖς μὲν τὴν διαφορὰν τῶν ἑνωθέντων ὁμολογοῦντες δύο συνομολογοῦμεν τὰς φύσεις, ἐξακριβοῦντες δὲ τὴν ἕνωσιν συνάπτομεν τὴν μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην.

τὸ μὲν γὰρ τῶν συνελθόντων διδάσκει τὴν διαφοράν, τὸ δὲ αὐτὴν τὴν καθ’ ὑπόστασιν ἕνωσιν δογματίζει.

Ἆρ’. ἔτι δεηθείη ἄν τις ἑτέρων μαρτυριῶν καὶ παραστάσεων, δι’ ὧν Λέων. τε ὁ θεσπέσιος καὶ ἡ τετάρτη καὶ οἰκουμενικὴ ἁγία σύνοδος καὶ ἡ δι’ αὐτῶν συγκροτηθεῖσα εὐσέβεια πάσης αἱρετικῆς συκοφαντίας καὶ διαβολῆς τὸ κρεῖττον ἕξει καὶ ἀπροσπέλαστον; ἆρά τις ἔτι προσαναισχυντήσει παλιμφήμοις λόγοις προπηλακίζειν καὶ διαβάλλειν τὴν εὐσέβειαν; ἡ σύνοδος τῶν μαθητῶν διδάσκει τοῦ λόγου τὰ δόγματα, τῶν πατέρων σαλπίζει τὸ κήρυγμα· ὁ θεσπέσιος Λέων τῶ θεοφόρῳ Κυρίλλῳ συμφθέγγεται. ἡ μία φύσις τοῦ λόγου σεσαρκωμένη τοῖς δύο λέγουσι φύσεις ἐν τῇ καθ’ ὑπόστασιν ἑνώσει <...................> αὐτὰ καὶ κρατύνει καὶ δογματίζει καὶ περιπτύσσεται· ἑκατέρα φωνὴ σὺν εὐσεβείᾳ προτεινομένη τῆς Κυρίλλου σοφίας τε καὶ ὀρθοδοξίας ὑπάρχει ἀπόδειξις· ἑκατέρα φωνὴ τοῖς αἱρετίζουσι ῥᾳδιουργεῖται καὶ διασύρεται· ἑκατέρα πάλιν διαφεύγει τὰς λαβὰς καὶ κρείττων πολλῷ τῶν συκοφαντούντων ἀναφαίνεται. αἱ τῆς ἀνατολῆς ἐκκλησίαι δύο κηρύττουσι φύσεις, οὐχ ὡς Νεστόριος, ἀλλ’ ὡς ἡ εὐσέβεια· ἕνα γὰρ καὶ τὸν αὐτὸν υἱὸν συνομολογοῦσιν, οὐκ ἄλλον μὲν ἐκ τοῦ πατρός, ἕτερον δὲ ἐκ τῶν παρθενικῶν αἱμάτων συνεισάγουσι. διὸ ταῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐκκλησίαις συμφωνεῖν καὶ συνευσεβεῖν λαμπρὰ παρέχονται τὰ μαρτύρια καὶ δικαίων ἐπαίνων οἷς ὁ Κύριλλος αὐτὰς ὑποβάλλει ἀπολαύουσι.

πάλιν ἡ αἵρεσις τὴν θεοσύλλεκτον σύνοδον ἣ Νεστόριον κατηγωνίσατο καὶ τὸν συμψηφισάμενον ἱερὸν Λέοντα εἰς Νεστοριασμὸν διαβάλλειν ἔλαττον ἡγεῖται θρασύτητος καὶ εἰς ὁμόνοιαν συνάγειν τὸν καταδικάσαντα καὶ τοὺς καταδικασθέντας οὐκ ἐρυθριᾷ, οὐδὲ φρικτὸν ἡγεῖται κατηγορεῖν ἐπ’ ἀσεβείᾳ τὴν εὐσέβειαν, ἀλλὰ καὶ πρὸ τούτων Κυρίλλῳ τὴν αὐτὴν κατηγορίαν ἐπιφημίζειν οὐκ ἔφριξεν ἡ ἀπόνοια.