Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Ἐπιστολαὶ καὶ Ἀμφιλόχια

Μέγας Φώτιος

Επιστολή προς τον Πάπα Νικόλαο και η νομιμότητα της αθρόον χειροτονίας

Απολογία του ιερού Φωτίου για την ακούσια ανάρρησή του στον πατριαρχικό θρόνο από την τάξη των λαϊκών και διασαφήνιση των εκκλησιαστικών εθίμων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 16 από 34

Τῷ τὰ πάντα ἁγιωτάτῳ, ἱερωτάτῳ ἀδελφῷ καὶ συλλειτουργῷ, Νικολάῳ πάπᾳ τῆς πρεσβυτέρας Ῥώμης, Φώτιος ἐπίσκοπος Κωνσταντινουπόλεως, νέας Ῥώμης Ὅτε τῆς ἱεραρχίας κατὰ νοῦν τὸ μέγεθος ἀναλήψομαι καὶ πολλῷ τὴν ἀνθρωπίνην εὐτέλειαν τῆς ἐκείνῃ προσούσης ἀπολείπουσαν τελειότητος, καὶ τῆς ἐμῆς δυνάμεως ἀναμετρεῖν ἐπελεύσομαι τὴν ἀσθένειαν καὶ οἷος ἐμοὶ λογισμὸς πρὸς τὸ τῆς τοιαύτης ἀξίας ὕψος ἀεὶ ἐνετέθραπτο, θαυμάζειν καὶ ὑπερεκπλήττεσθαι παρασκευάζων τοὺς ὅσοι ποτὲ τῆς καθ’ ἡμᾶς γενεᾶς—ἵνα μὴ λέγω τοὺς πρὸ ἡμῶν—τὸν φρικτὸν τῆς ἀρχιερωσύνης ζυγὸν ἀνεδέξαντο, ἄνθρωποι τελοῦντες καὶ σαρκὶ συνδεδεμένοι καὶ αἵματι καὶ τὰ τῶν ἀσωμάτων χερουβὶμ ἔργα διαπράττειν παρακινδυνεύοντες— ὅτε ταῦτα βασανίζων καὶ πολυπραγμονῶν, ἐφ’ οἷς ἑτέρους ὁρῶν ἐθορυβούμην, τοῖς αὐτοῖς γε νῦν ἐμαυτὸν ἑαλωκότα καθορῶ, οὐκ ἔστιν εἰπεῖν οἵοις ἀλγήμασι βάλλομαι καὶ οἵαις ἀθυμίαις διακαρτερῶ συνεχόμενος.

Εἰ γάρ μοι καὶ φροντὶς ἦν ἐκ παιδὸς συναυξανομένη τε καὶ συμπαραθέουσα, βιωτικῶν πραγμάτων καὶ θορύβων ἀπηλλαγμένον ἡσυχῇ καὶ τὰ καθ’ ἑαυτὸν ἐπισκοποῦντα διατελεῖν—δεῖ γὰρ πρὸς τὴν ὑμετέραν ὁσιότητα γράφειν ἀπαρξάμενον τἀληθὲς εἰπεῖν—, εἰ καὶ <τιμαὶ> βασιλικῶν ἀξιωμάτων τὴν ὁρμὴν καθέλκουσαι ἐφ’ ἑτέρας μετατρέπειν ἐγχειρήσεις κατηνάγκαζον, ἀλλ’ οὖν οὐδέποτε θάρσος ἐπῄει φορητὸν ἐμοὶ τὸ τῆς ἀρχιερωσύνης ὑπεισελθεῖν ἐργαζόμενον ἀξίωμα. ἦν γάρ, ἦν ἐμοὶ διὰ παντὸς αἰδέσιμόν τε καὶ φοβερόν, καὶ μάλιστά γε τοῦ κορυφαίου τῶν ἀποστόλων διαμνημονεύοντι Πέτρου· ὅς γε πολλὰ τεκμήρια τῆς εἰς τὸν κύριον Ἰησοῦν Χριστόν, τὸν ἀληθινὸν θεὸν ἡμῶν, ἐπιδεδειγμένος πίστεως καὶ πολλὴν πανταχόθεν τὴν πεῖραν τῆς εἰς αὐτὸν ἀγάπης δεδωκώς, ὥσπερ τινὰ κορωνίδα τῶν πρόσθεν αὐτῷ καλῶς πεπραγμένων τε καὶ διηνυσμένων τὴν ποιμαντικὴν πρὸς τοῦ διδασκάλου ἠξιοῦτο λειτουργίαν ἀναδέξασθαι. ἀλλὰ μὴν καὶ δοῦλον οἶδα καταπιστευόμενον τάλαντον καὶ δι’ εὐλάβειαν τῆς δεσποτικῆς αὐστηρίας κατακρύπτοντα, ἵνα μή ποθεν αὐτῷ τὸ ἐμπιστευθὲν διαπεσὸν ἀνάρπαστον γένηται, καὶ ὅτι μὴ τὸ τάλαντον τῷ δεδωκότι πλειστηριάσας ἀπέδωκεν, εὐθύνας εἰσπραττόμενον καὶ πῦρ καὶ γέενναν τὴν καταδίκην ὑφιστάμενον.

Ἀλλὰ τί ταῦτά μοι γράφεται καὶ τὸ ἄλγημα αὔξεται καὶ τὸ λυπηρὸν ἐπιτείνεται καὶ τὸ διοχλοῦν ἀνιχνεύεται; μνήμη γὰρ τῶν ἀνιαρῶν ὀξύτερον τὸ πάθος ἀπεργάζεται καὶ κουφίζεσθαι τὴν ῥαθυμίαν οὐκ ἐνδίδωσιν. ἀλλὰ γὰρ ταύτης ἕνεκα τῆς αἰτίας τῶν συμβεβηκότων ἡ τραγῳδία διεσκηνοποίηται, ὡς ἂν ταῖς ὑμετέραις εὐχαῖς τὸ οὐκ οἶδ’ ὅπως εἰπεῖν ἐμπιστευθὲν ἡμῖν ποίμνιον καλῶς ὁρῶντες ποδηγούμενόν τε καὶ κυβερνώμενον, τὸ ἐπιπροσθοῦν ἡμῖν τῆς ἀμηχανίας νέφος ἀποσκευασώμεθα καὶ τὴν ἀχλὺν τῆς ῥαθυμίας ὑπεκφύγοιμεν. οἶδε γάρ, οἶδε καὶ κυβερνήτῃ καλῶς τὸ σκάφος οὐριοδρομοῦν τε καὶ πηδαλιουχούμενον εὐθυμίας καθίστασθαι πρόξενον, καὶ τὸ τῆς ἐκκλησίας πλήρωμα εὐσεβείᾳ καὶ ἀρεταῖς εὐθηνούμενον τὸν ἐφεστηκότα καὶ κριθέντα ποιμαίνειν εὐφραίνειν τε καὶ τὸ τῆς ἀμηχανίας ὁμιχλῶδες παρασκευάζειν ἀποτρίψασθαι.

Ἄρτι τοιγαροῦν τοῦ πρὸ ἡμῶν ἱερατεύειν λαχόντος τῆς τοιαύτης ὑπεξελθόντος ἀξίας, οὐκ οἶδ’ ὅπως ὁρμηθέντες ἐπιτίθενταί μοι κραταιῶς ὅσοι τε κλήρῳ κατειλεγμένοι ἐτύγχανον καὶ τῶν ἐπισκόπων τε καὶ μητροπολιτῶν τὸ ἄθροισμα, καὶ πρό γε τούτων καὶ σὺν αὐτοῖς ὁ φιλευσεβὴς καὶ φιλόχριστος βασιλεύς, πᾶσι μὲν χρηστὸς ὢν καὶ ἐπιεικὴς καὶ φιλάνθρωπος καὶ—τί γὰρ οὐ χρὴ λέγειν τἀληθές; —οὐδ’ ἔχων ἄλλον τῶν πρὸ αὐτοῦ βεβασιλευκότων τῇ ἐπιεικείᾳ ἐξισούμενον, ἐμοὶ δ’ ἀφιλάνθρωπός τις ἐδόκει τότε βίαιός τε καὶ λίαν φοβερός· οὐδὲ γὰρ οὐδὲ μικρὸν ἦν ἐνδιδοὺς τῆς ἅμα παντὶ τῷ προειρημένῳ τῶν ἱερέων πληρώματι ἐπιθέσεως. ἀλλ’ ὁ μὲν πρόφασιν τοῦ μὴ μεθήσειν ἐποιεῖτο τὴν ὁμόψηφον τῶν ἱερέων ὁρμὴν καὶ σπουδήν, καὶ ὡς οὐκ ἂν δύναιτο καὶ βουλόμενος ἐκτελέσαι τὴν αἴτησιν· τοῖς δέ, ἐπεὶ πολὺ πλῆθος συνείλεκτο, οὐδ’ οἱ τῆς παρακλήσεως ἡμῶν λόγοι καθαρῶς αὐτοῖς προσεφέροντο· οἷς δ’ ἂν καὶ προσέπιπτον, οὐ προσίεντο, ἓν δὴ τοῦτο καὶ μελετήσασι καὶ λέγειν ἐξασκήσασι, τὸ δεῖν ἐμὲ πάντως καὶ μὴ βουλόμενον τὸ φορτίον τῆς ἐπιστασίας αὐτῶν ἀναδέξασθαι. ἐπεὶ δέ μοι πανταχόθεν αἱ ὁδοὶ τῶν ἐν τοῖς λόγοις παρακλήσεων ἀπεφράττοντο, προεπήδα τὰ δάκρυα, καὶ ἡ τῆς ἀπορίας ἀχλύς, τὰ ἔνδοθεν πάντα πληρώσασα τῆς συγχύσεως καὶ μέχρις αὐτῶν γε τῶν ὀμμάτων προσαράξασα, εἰς ῥεῖθρον μετεσκευάζετο.

καὶ γὰρ ἐφάπαξ ὁ λογισμὸς τῆς ἐκ λόγων ἀπειρηκὼς σωτηρίας, εἰς ἱκετηρίαν τὴν φύσιν αὐτὴν καὶ τὰ δάκρυα προὐβάλλετο, βοηθείας τινὸς καὶ ἐπικουρίας δι’ αὐτῶν ἐλπίσας τυχεῖν, εἰ καὶ διεψεύσθη τοῦ βουλήματος. οὐδ’ οὕτω γὰρ ἀνῆκαν οἱ βιαζόμενοι, μέχρις ἂν ὅπερ ἐμοὶ μὲν ἀβούλητον, ἐκείνοις δὲ ὅπερ ἦν εὐχῆς ἔργον διεπέπρακτο. καὶ οὕτω λοιπὸν εἰς μέσους τοὺς θορύβους, οἷς ὁ πάντα εἰδὼς κρίμασιν ἐπίσταται, διακαρτερῶ καθιστάμενος.

Ἀλλὰ δρυὸς μὲν ἅλις, εὔκαιρον εἰπεῖν τὴν παροιμίαν. ἐπεὶ δὲ πασῶν ἀρίστη κοινωνία ἡ κοινωνία τῆς πίστεως, καὶ τῆς ἀληθοῦς ἀγάπης τοῦτο δὴ τὸ αἰτιώτατον, ὡς ἂν τὸν πρὸς τὴν ὑμετέραν ὁσιότητα καθαρόν τε καὶ ἀδιάσπαστον δεσμὸν ἐργασώμεθα, χρῆναι καὶ τὰ τῆς ἡμῶν καὶ ὑμῶν πίστεως ὡς ἐν βραχέσι στηλογραφῆσαι διεγνώκαμεν, ἐντεῦθεν τάς τε ὑμετέρας εὐχὰς θερμότερόν τε καὶ προθυμότερον ἐπισπώμενοι καὶ τὴν ἡμετέραν πρὸς ὑμᾶς διάθεσιν ἀναπτύσσοντες.

Πιστεύω τοιγαροῦν εἰς ἕνα θεόν, τέλειον, τελειοποιόν, πατέρα, υἱὸν καὶ πνεῦμα ἅγιον, οὐ κατατέμνων τῇ τῶν ὑποστάσεων ἑτερότητι καὶ τὴν φύσιν—ἐκτεμνέσθω γὰρ ἡ Ἀρείου κατατομή—, ἀλλὰ τῇ ταὐτότητι τῆς φύσεως τὴν τῶν ὑποστάσεων διαφορὰν δοξάζω—συναναιρείσθω γὰρ παραπλησίως καὶ ἡ τοῦ Σαβελλίου συναίρεσις—· τριάδα παναγίαν, παντουργόν, παντοδύναμον, συνάναρχον μὲν αὐτὴν ἑαυτῇ ὡς χρονικῆς ἁπάσης ἀρχῆς ὑπεράναρχον, ἀρχῆς δὲ καὶ αἰτίου λόγον ἐν αὐτῇ τοῦ πατρὸς ἀναπληροῦντος· οὕτω γὰρ καὶ τῆς χρονικῆς ἐννοίας ὁμοτίμως ἡ τριὰς ὑπεριδρυθήσεται καὶ τῆς αὐτῆς οὐσίας τῷ πατρί, ἐξ οὗπερ ὁ μὲν ἀρρεύστως καὶ ἀρρήτως γεγέννηται, τὸ δὲ ἐκπεπόρευται, θεολογικῶς ὑμνολογηθήσεται· τριάδα παναγίαν, ὑπερούσιον οὐσίαν, τὸ μὲν ὅτι πάσης οὐσίας θεοπρεπῶς ὑπεραναβέβηκεν, τὸ δὲ ὅτι πᾶσι τοῖς οὖσιν αὐτόθεν ἡ μετοχὴ τοῦ εἶναι· ὑπεράγαθον ἀγαθότητα, τὸ μὲν ὅτι πηγὴ ἀγαθότητος, τὸ δὲ ὅτι τοῖς ἀγαθοῖς ἐκεῖθεν τὸ ἀγαθύνεσθαι.

Τοῦτο ἡμῖν ὡς ἐν βραχέσιν ἡ τῆς καθ’ ἡμᾶς θεολογίας ἀδιάβλητος μυσταγωγία.

τὸν δὲ υἱὸν καὶ λόγον τοῦ θεοῦ καὶ πατρὸς ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐκ τῆς ἀειπαρθένου καὶ ὑπερενδόξου δεσποίνης ἡμῶν θεοτόκου προελθεῖν μετὰ σαρκὸς ἐψυχωμένης ψυχῇ νοερᾷ τε καὶ λογικῇ, τοῦτ’ ἔστι τέλειον ἄνθρωπον ἀνειληφέναι, καὶ ἀληθείᾳ, ἀλλὰ μὴ κατὰ φαντασίαν· οὐ προσωπικῶς, οὐδέ τινα τῶν καθ’ ἕκαστα ἰδικῷ καὶ ἀφωρισμένῳ χαρακτῆρι περιοριζόμενον, ἀλλ’ ὅλον τὸν ἄνθρωπον, ὃν καὶ ἐν τῇ αὐτοῦ ἀτομώσαντά τε ὑποστάσει καὶ ὑποστήσαντα σῶσαι τὸ ἀνθρώπινον γένος· σεσωσμένας τε ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνὸς Χριστοῦ τὰς φύσεις θεότητος καὶ ἀνθρωπότητος, ἡνωμένας μὲν τῇ καθ’ ὑπόστασιν ἑνώσει, ἀλλ’ οὐ πεφυρμένας τῇ κατ’ οὐσίαν ἀλλοιώσει· μίαν μὲν ὑπόστασιν Χριστοῦ, δύο δὲ φύσεις· καὶ ἑκατέρᾳ αὐτῶν τὸ ἴδιον ἀπονέμω θέλημα—δύο γὰρ θελήματα ἐπὶ Χριστοῦ ἀμείωτα, ὅτι καὶ δύο ἐνέργειαι—· τὸν αὐτὸν παθητὸν καὶ ἀπαθῆ, φθαρτὸν καὶ ἄφθαρτον, γραπτόν τε καὶ ἄγραπτον, τὰ μὲν οἰκειούμενος τῇ θεότητι, τὰ δὲ προσάπτων τῇ ἀνθρωπότητι· σταυρωθέντα ἑκουσίως ὑπὲρ ἡμῶν, καὶ πρόξενον ἡμῖν τῆς τοῦ θανάτου καταλύσεως τὸν τίμιον σταυρὸν καὶ προσκυνητὸν παρασχόμενον· ταφέντα τε τὸν αὐτὸν καὶ νεκροῖς συναριθμηθέντα, καὶ τριήμερον κατὰ τὴν αὐτοῦ θεόφθεγκτον φωνὴν ἐκ τῶν νεκρῶν ἀναστάντα καὶ τοῖς μαθηταῖς ὀφθέντα καὶ τῷ συμφαγεῖν αὐτοῖς καὶ συμπιεῖν πᾶσαν ἀμφιβολίαν καὶ φαντασίας ὑπόληψιν τέλεον αὐτῶν ἀπεσκευακότα· εἶτα καὶ ἀναληφθέντα μετὰ τοῦ προσλήμματος, ἤγουν μετὰ τῆς ἐψυχωμένης ψυχῇ νοερᾷ τε καὶ λογικῇ οἰκείας αὐτοῦ σαρκός· καὶ πάλιν ὡσαύτως ἐρχόμενον εἰς τὸ κρῖναι ζῶντας καὶ νεκρούς.

οὕτως γάρ φησι τὸ ἱερὸν λόγιον· ‘ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.’ Οὕτω φρονῶν καὶ διομολογῶν ἀπαρατρέπτως τὴν ἐν τῇ καθολικῇ τε καὶ ἀποστολικῇ ἐκκλησίᾳ ἐφιδρυμένην τε καὶ κηρυσσομένην πίστιν, τὰς ἁγίας καὶ οἰκουμενικὰς ἑπτὰ συνόδους ἀποδέχομαι. τὴν μὲν πρώτην, ἅτε δὴ Ἄρειον καὶ τοὺς ὁμοφρονοῦντας αὐτῷ ἅμα τῆς βδελυκτῆς αὐτῶν κτισματολατρείας διαρρήξασάν τε καὶ καθελοῦσαν. τὴν δὲ δευτέραν, ὡς τὸν φρενοβλαβῆ Μακεδόνιον τῆς ἐκκλησιαστικῆς χοροστασίας ἐξοστρακίσασάν τε καὶ ἐκτεμοῦσαν, Ἀρείῳ παραπλησίαν τὴν μανίαν ἐκμεμηνότα· ἐν κτίσμασι γὰρ καὶ οὗτος τὸ πανάγιον καὶ παντουργὸν τιθεὶς πνεῦμα κτισματολατρεῖν οὐκ ᾐσχύνετο. ἀλλά γε δὴ καὶ τὴν τρίτην, καθαιρέτιν οὖσαν τοῦ δυσσεβοῦς Νεστορίου καὶ τῆς αὐτῷ καινοποιηθείσης θεοστυγοῦς δεισιδαιμονίας· οὗτος γὰρ τὸν ἀδιαιρέτως καὶ καθ’ ὑπόστασιν ἑνωθέντα τῷ θεῷ λόγῳ ὁλικὸν ἄνθρωπον τολμηρῶς καὶ ἀφρόνως τῆς θεϊκῆς τοῦ λόγου διασπῶν ὑποστάσεως, ἰδιοϋπόστατον αὐτὸν ἐτερατολόγει τε καὶ ἐφαντάζετο, διὸ καὶ ψιλὸν ἄνθρωπον τὸν σαρκὶ ἐπιφανέντα υἱὸν καὶ λόγον τοῦ θεοῦ ὀνειρώξας ἀκολούθως ὁ τρισάθλιος καλεῖν τὴν παναγίαν θεοτόκον θεοτόκον κυρίως ἀπηρνήσατο.

τὴν δὲ τετάρτην, ὡς τὸν δυστυχῆ Εὐτυχῆ καὶ Διόσκορον τὸν ἀλάστορα καταρράξασαν καὶ ἀναθεματίσασαν μετὰ τῆς φαντασιώδους αὐτῶν φρενοβλαβείας καὶ πάσης αὐτῶν τῆς συμμορίας· τὴν γὰρ τοῦ κυρίου σάρκα μὴ εἶναι ἡμῖν ὁμοούσιον ἐληρώδουν, ἀλλ’ ἐκ δύο μὲν φύσεων τὴν ἕνωσιν γενέσθαι, εἰς μίαν δὲ μετὰ τὴν ἕνωσιν συναναλωθῆναι φύσιν, μηδετέρας ἀποσῴζουσαν τὰ ἰδιώματα, μήτε τῆς θεϊκῆς μήτε μὴν τῆς ἀνθρωπίνης. καὶ τὴν πέμπτην δέ, ὡς ἐκτεμοῦσάν τε καὶ ἀποτεφρώσασαν τέλεον τὰ ἐπ’ ὀλέθρῳ τῶν γεγεννηκότων ἀναρριπιζόμενα μιαρὰ δόγματά τε καὶ κυήματα τοῦ δυσσεβοῦς Νεστορίου, τοῦ τῆς βασιλίδος ἀθέως ἱεραρχήσαντος, καὶ Θεοδώρου τοῦ Μοψουεστίας ἀθεώτερον ἐπισκοπήσαντος, αὐτούς τε καὶ πάντας τοὺς τὴν αὐτὴν αὐτοῖς ματαιοφροσύνην ἐκνοσήσαντας, οὐ μὴν ἀλλά γε δὴ καὶ ὡς διασπάσασάν τε καὶ ἐκθερίσασαν Ὠριγένην, Δίδυμον, Εὐάγριον, Ἑλληνόφρονι λογισμῷ καὶ ἀσυνέτῳ γνώμῃ εἰς ἔσχατον βυθὸν ἀθεότητος ἐμπεπτωκότας· βαθμοὺς γὰρ καὶ ὑποβάσεις θεότητος ἀναπλάσαντες καὶ ψυχῶν προϋπάρξεις καὶ τῆς πρὸς τὸ θεῖον αὐτῶν νεύσεως ἀπορροίας τε καὶ ἀποπτώσεις ἐν ἑαυτοῖς ὑποστήσαντες, εἰς διάφορά τε καὶ πολυειδῆ σώματα μεταγγίζοντες ταύτας καὶ μεταβάλλοντες, καὶ τέλος κολάσεων καὶ δαιμόνων ἀποκατάστασιν, τὸ δὴ λεγόμενον, ἀπὸ κοιλίας ἐρευγόμενοι, ἀθυροστόμως ἐμυθολόγησαν καὶ ἐρραψῴδησαν.

ἀλλὰ καὶ τὴν ἕκτην, ὡς ἀπορρίψασάν τε καὶ κατασπάσασαν τοὺς ἀμφὶ Ὀνώριον καὶ Σέργιον καὶ Μακάριον, τοὺς τερατολόγους καὶ παράφρονας, ἅμα αὐτοῖς καὶ τοὺς τὴν αὐτῶν δυσσέβειαν ἀκρατῶς ἐναπομαξαμένους μετὰ τῆς ἐκφύλου καὶ ἀλλοκότου αὐτῶν πλασματολογίας· ἓν γὰρ θέλημα καὶ μίαν ἐνέργειαν τῷ ἐκ δύο ἀπαρατρέπτων φύσεων πεφυκότι Χριστῷ τῷ θεῷ ἡμῶν κακῶς οἱ δείλαιοι ἐπεγράφοντο. ἔτι δὲ καὶ τὴν ἐν Νικαίᾳ τὸ δεύτερον ἱερὰν καὶ μεγάλην σύνοδον, τοὺς εἰκονομάχους καὶ διὰ τοῦτο Χριστομάχους καὶ ἁγιοκατηγόρους ἀποσκυβαλίσασάν τε καὶ καταβαλοῦσαν, σὺν αὐτοῖς δὲ καὶ τὴν βδελυκτὴν καὶ Μανιχαϊκὴν αὐτῶν αἵρεσιν· τὸ γὰρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁμοούσιον ἡμῖν ἅγιον σῶμα γράφειν εἰκονικῶς ἐμυσάττοντο, τὸ ἄγραπτον καὶ ἀπερίγραπτον αὐτοῦ καταβακχεύοντες καὶ διὰ τοῦτο μὴ εἶναι ἡμῖν ὁμοούσιον μανικῶς συμπεραίνοντες. ταύτας οὖν τὰς ἁγίας καὶ οἰκουμενικὰς ἑπτὰ συνόδους ἀποδέχομαι, ἀναθεματίζων μὲν οὓς ἀνεθεμάτισαν, κατασπαζόμενος δὲ καὶ μεγαλύνων οὓς ἐπευφήμησαν.

Αὕτη μου ἡ τῆς πίστεως καὶ τῶν εἰς ταύτην ἀνηκόντων καὶ περὶ αὐτὴν ὑφισταμένων ὁμολογία, καὶ ἐν ταύτῃ ἡ ἐλπίς· οὐκ ἐμοὶ δὲ μόνον, ἀλλὰ καὶ πᾶσιν ὅσοις εὐσεβεῖν μεμελέτηται καὶ τῆς καθαρᾶς καὶ ἀκιβδήλου δόξης τῶν Χριστιανῶν θεῖος ἔρως προσπέφυκεν ἔχεσθαι. ταύτην οὖν ἡμῶν τὴν ἔγγραφον τῆς πίστεως ὁμολογίαν ὑποστήσαντες καὶ τῇ ὑμῶν πανιέρῳ ἱερότητι τὰ καθ’ ἡμᾶς ὡς ἐν πίνακι διαχαράττοντες τοῖς λόγοις ἀνιστορήσαντες, ὅπερ δὴ πολλάκις ᾐτησάμεθα, τῶν ὑμετέρων ἐπιδεόμεθα προσευχῶν, θεὸν μὲν ἵλεων καὶ εὐμενῆ ἐφ’ οἷς τε πράττομεν καὶ διεπραξάμεθα ἡμᾶς ἐφευρεῖν, πᾶσαν δὲ σκανδάλων ῥίζαν καὶ πέτραν προσκόμματος ἐκποδὼν γεγενημένα τῆς ἐκκλησιαστικῆς εὐταξίας καθορᾶν· ποιμαίνεσθαί τε καλῶς τὸ ὑπήκοον, καὶ μὴ τῷ πλήθει τῶν ἡμετέρων ἁμαρτημάτων τὴν ἐκείνων ἐπ’ ἀγαθῷ προκοπὴν ἀνακόπτεσθαι, ὡς ἐντεῦθεν ἡμῖν πολλαπλάσιον τὸ ἁμάρτημα καταγράφεσθαι. ἀλλ’ εἴην μὲν αὐτοῖς ἔγωγε καὶ ποιῶν καὶ λέγων ἐν διδασκαλίᾳ τὰ δέοντα, εἴησαν δὲ καὶ αὐτοὶ εὐπειθῶς τε καὶ εὐηνίως πρὸς τὴν ἑαυτῶν σωτηρίαν ἀναγόμενοι καὶ Χριστῷ, τῇ πάντων κεφαλῇ, προσφυῶς συναρμολογούμενοι τῇ αὐτοῦ φιλανθρωπίᾳ καὶ χρηστότητι· ᾦ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, τῇ ζωαρχικῇ καὶ ὁμοουσίῳ τριάδι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

Τοῖς θεοφιλεστάτοις συλλειτουργοῖς, τῷ θεοσεβεστάτῳ οἰκονόμῳ καὶ συγκέλλῳ τῆς Θεουπολιτῶν ἐκκλησίας, Φώτιος, ἐπίσκοπος Κωνσταντινουπόλεως, νέας Ῥώμης Μεγίστων μὲν ἄνωθεν τετυχηκότες ἀγαθῶν, ὧν ὁ λόγος τὴν τῶν ἐννοιῶν διαδιδράσκειν κατάληψιν πέφυκεν, ὅμως ἐν εὐχαριστίᾳ διατελεῖν ἀποτολμῶμεν ἅπαντες οἷς οἱ τῆς εὐσεβείας σπινθῆρες οὐκ ἀπεσβέσθησαν. οὐδὲ γὰρ οὐδ’ ἀνθρώπινος καταλήψεται λογισμὸς ἢ λόγος ἐξαρκέσει διασημᾶναι τὸν ὑπερανῳκισμένον πλοῦτον τῆς τοῦ δημιουργοῦ χρηστότητος, ἀνεξερεύνητον μὲν ὄντα νοήσεσιν, ἀδιήγητον δὲ γλώσσαις τηρούμενον. οὕτω δὴ πολλῶν ὑπερανεστηκότων εὐεργεσιῶν καὶ τῷ ἀλήπτῳ θαυμαζομένων, καὶ ταύτῃ ταύτην τὴν δοξολογίαν, εἰ μή τινα ἄλλην, ἐξ ἡμῶν αὐτοῖς προσοικειουμένων, ἔτι μᾶλλον ἐξαισίως διανυμνεῖται καὶ μεγαλύνεται τὸ τῆς καθ’ ἡμᾶς ἱεραρχίας μυστήριον. καὶ γὰρ ἁπάσης εὐεργεσίας τε καὶ φιλανθρωπίας καὶ τῆς πρὸς ἡμᾶς θεόθεν φιλοτιμίας πολὺ τὸ ὑπερκείμενον ἀποφέρεται. φοβερὸν μὲν γάρ ἐστι νοούμενον, ἐπιθυμητὸν δὲ ταῖς ἀσωμάτοις καὶ θείαις δυνάμεσιν· καὶ τίς ἂν ἐννοῶν εἰς τοσοῦτον ὕψος ἐπαιρομένην τὴν ἀνθρωπίνην εὐτέλειαν μὴ ἐκπλαγείη τὸν λογισμόν, καὶ τάξεως ἐπειλημμένην ἀγγελικῆς καθορῶν οὐκ ἂν ἐκσταίη τοῦ καθεστηκότος;

πηλίνας χεῖρας τοῦ ἀστέκτου περιδρασσομένας πυρὸς καὶ πόδας γεηροὺς σαρκὶ διηρτημένους τὸν ἱερὸν περιστείχοντας χῶρον, χωροῦντάς τε ἀνθρώπους—ὢ τῆς περὶ ἡμᾶς τοῦ θεοῦ κηδεμονίας—εἰς τὰ τῶν ἀδύτων ἐνδότερα καὶ τὴν φρικώδη καὶ ἀναίμακτον θυσίαν ἐναίμοις μὲν τελοῦντας παλάμαις, οὐ καταφλεγομένους δὲ τῷ ἐγχειρήματι; τίς τὰ τοιαῦτα καθορῶν οὐκ ἂν χάριτι κρείττονι καὶ τῇ ἄνωθεν δωρεᾷ ἀδιαφθόρους διατηρεῖσθαι τοὺς τὴν τοιαύτην ἐγχειριζομένους λειτουργίαν μεγάλῃ τῇ φωνῇ ἀνομολογήσειεν;

Ἀλλὰ ταῦτα μὲν ἐμοὶ μελετῶντι καὶ πολλάκις διερευνωμένῳ δέος ἐπῄει καὶ μόνῳ προσβάλλειν λογισμῷ τῇ τοιαύτῃ διακονίᾳ τῆς πράξεως· μεγάλου δὲ μᾶλλον καὶ τοὺς καθυπηρετοῦντας ἠξίουν τοῦ θαύματος, καὶ ὅπως τὸ θαρρεῖν ἐν τούτοις ἔχουσι κατεπληττόμην. ἀλλὰ γὰρ τὸ φοβερὸν οὐκ ἐξέφυγον· καὶ ὑπὸ τῆς προφυλαττομένης ἀνάγκης ἁλούς, λόγοις οἷς ὁ συγχωρήσας μόνος ἐπιστατῶν προεμηθήσατο, ἀθυμίᾳ τε καὶ πολλῇ τῇ ἀμηχανίᾳ πιέζομαι. οἶμαι γὰρ καὶ τοὺς πρὸ πείρας ἐρῶντας ταυτησὶ τῆς λειτουργίας, ἐπειδὰν εἰς μέσον αὐτοῖς τῶν ἔργων καταστῆναι παραχωρηθῇ, ἀπονεύειν τε καὶ μεταμελεῖσθαι ἐφ’ οἷς ἠβουλήθησαν πρότερον. ὅταν δέ τις καὶ πρὸ τῆς πείρας τοῦ πράγματος βαρύ τε καὶ δυσβάστακτον ἐκλογίζοιτο, φόβοι τε καὶ δείματα τοῦ μήποτε ἄρα τὸ τοιοῦτον ἀπροόπτως ἐπελεύσεσθαι τῇ ψυχῇ προσαρασσόμενα οὐδὲ πρὸς αὐτὴν τὴν μελέτην παρέχουσι τὸ ἀτάραχον—ψυχὴ γάρ πως πέφυκε τῶν ἐσομένων προμαντεύεσθαι τὴν ἀπόβασιν, μάλιστά γε εἴπερ τῶν ἀηδῶν καὶ λυπούντων εἴη τὰ ὑφορώμενα—ὅταν οὖν τινι ταῦτα καὶ προεπισκοπούμενα οὕτω συστρέφῃ καὶ διαδονῇ τὴν διάνοιαν, τί οὐκ ἂν αὐτὸς πάθοι, ταῦτα τῇ πείρᾳ καρπούμενος ὧν ἡ μελέτη πρότερον τὸν λογισμὸν ἐκταράσσουσα πρὸς τὴν λειτουργίαν τοῦ πράγματος παντελῶς ἀνεχαίτιζεν;

δεῖ δ’ οὖν ὅμως πρὸς τὴν ὑμετέραν ὁσιότητα γράφειν ἀπαρχόμενον μηδὲν τῶν καθ’ ἡμᾶς ἀποκρύψασθαι, ὡς ἂν ταῦτα ἐκμανθάνουσα εὐχαῖς τε μὴ διαλείπῃ ἐπαλείφουσα καὶ τὸν πολὺν τάραχον τῆς ψυχῆς κατευνασθῆναι παρασκευάσειεν.

Νεαρᾶς μὲν οὖν ἔτι τῆς ἡλικίας οὔσης ἔρως τοῦ μονήρους συνήκμαζε βίου, εἰ καὶ τῶν οἰκείων τρόπων πρὸς αὐτὸν ἡ διαφωνία τῷ τοιούτῳ ἀντιπράττουσα ἔρωτι μέχρι πολλοῦ τὰ τῆς ἐπιθυμίας διετίθει ἀνενέργητα, καίτοι πολλῶν ὑπαρχουσῶν ὑποθέσεων ἐξ ὧν ἐχρῆν τὰ τῆς βουλήσεως μηδ’ ἀφαμαρτεῖν τοῦ τέλους. ἦν γὰρ καὶ πατὴρ τὸ πρόσθεν ἐπ’ ἀρετὴν προσκαλούμενος, ὃς ἕνεκα δόξης ὀρθῆς καὶ πίστεως ἀληθοῦς πλούτῳ μὲν καὶ ταῖς τῶν ἀξιωμάτων περιφανείαις μακρὰ χαίρειν εἰπών, καὶ πάντα παθών, ἵνα μὴ κατὰ μέρος λέγω, ἐν αὐτῷ τῷ μαρτυρίῳ ὑπερορισθεὶς τετελείωται· καὶ μήτηρ φιλόθεός τε καὶ φιλάρετος καὶ τοῦ ἀνδρὸς φιλονεικοῦσα κατὰ μηδὲν ἐν τούτοις ἀπολιμπάνεσθαι. ἀλλὰ πρὸς μὲν τὴν μοναχικὴν πολιτείαν ταῦτά τε καὶ τοιαῦτα ἕτερα προσῆν ἐφελκόμενα· ἀνθεῖλκον δὲ καὶ μὴ βουλόμενον κοσμικαὶ φροντίδες καὶ πολιτικῶν ἀξιωμάτων τιμαί, ἃς ἐμοὶ βασιλικὴ χεὶρ καὶ βασιλικὸν ἐπανετίθει θέλημα. ἀλλ’ ἐκεῖνα μὲν παρεληλυθότα καὶ γράφοντες παρατρέχομεν· τὰ δὲ νῦν ἐπισυμβάντα, πολλῆς μὲν ἐπιδεόμενα τῆς διηγήσεως, τῆς μνήμης δὲ τῶν λυπηρῶν ἐπὶ πολὺ διατρίβειν τούτοις οὐκ ἐνδιδούσης, ὡς οἷόν τέ ἐστι ταῦτα διηγούμενος βραχυλογίᾳ ἀποχρήσομαι.

Ἄρτι γὰρ τοῦ πρὸ ἡμῶν ἱερατεύειν λαχόντος τῆς τοιαύτης ἀξίας ὑπεκστάντος, ποιμένος δὲ πρὸς ἁπάντων ἐπιζητουμένου τοῦ καὶ τὰ διεσπασμένα μέλη τῆς ἐκκλησίας συνάψαι δυναμένου καὶ τὴν τῶν πραγμάτων κατευνάσαι ταραχήν—ἦσαν γάρ, ἦσαν ποικίλοι τε καὶ παντοδαποὶ κατὰ τὴν ἐκκλησίαν σάλοι καὶ κλύδωνες—, ὢ τῆς εἰς ἡμᾶς φιλοτίμου ἐπηρείας· τῇ ἡμῶν ἀσθενείᾳ καὶ μετριότητι ὅ τε βασιλεὺς αὐτὸς καὶ ὁ τῶν ἱερέων ἐπιτίθεται σύλλογος, ἀπαραιτήτως ἐκβιαζόμενοι τὸν τῆς ἀρχιερωσύνης ζυγὸν ἀναδέξασθαι. ἡμῶν δὲ δάκρυσι καὶ ἱκεσίαις ἐκλιπαρούντων πλείοσιν ἐνδοῦναι μὲν τῆς βίας, ἑτέροις δὲ τὴν ψῆφον ἐπιθεῖναι—ἀλλὰ πῶς τὸ ἑξῆς διηγήσομαι; —οὐδὲ πρὸς βραχὺ ταῖς ἱκεσίαις ἐπικάμπτονται· ἐπὶ πολλὰς δὲ τὰς ἡμέρας ἡμῶν μὲν ἀναβαλλομένων πρὸς τὴν ἐγχείρησιν, ἐκείνων δὲ μὴ μεθιέντων τοῦ βιάζεσθαι, κρατεῖ τῶν πλειόνων τὸ βούλημα. ὅσον γὰρ ἡμεῖς ἐνιστάμεθα, τοσοῦτον αὐτοῖς ἡ ἐπίθεσις ἐπηύξετό τε καὶ ἐξῄρετο· ἤδη γὰρ καὶ ἡ ψῆφος χειρογραφούντων καὶ τὸν τύπον τοῦ τιμίου προτιθέντων σταυροῦ παρὰ πάντων ἱερέων τε καὶ ἀρχιερέων διεπράττετο.

τέλος—τί γὰρ χρὴ τοῖς τότε συνενεχθεῖσι χρονοτριβεῖν τοῖς τῶν δακρύων περιρραινομένῳ ὀχετοῖς; —οὐκ οἶδ’ εἴτε προνοίᾳ θεοῦ εἴτ’ ἐπ’ ἐλέγχῳ τῶν ἡμετέρων ἁμαρτημάτων, τὸν τῆς ἀρχιερωσύνης ζυγὸν ἐπιφορτίζουσιν, ἑνὶ μόνῳ μικρὰν τῆς ἀθυμίας παραψυχὴν ἐφευρίσκοντι, ὅτι σχεδὸν εἰπεῖν πρὸς ἀλλήλους διαφερομένων ἁπάντων καὶ ἀλλήλων ἀποτέμνεσθαι καὶ ἀπορρήγνυσθαι φιλονεικούντων, ὁμοφροσύνη τις καὶ ὁμογνωμοσύνη ταῖς αὐτῶν ἐμφυεῖσα ψυχαῖς τὰ διεσκορπισμένα συνῆγεν καὶ τὰ διερρωγότα συσφίγγουσα τὴν προτέραν ὁμόνοιαν ἐχαρίζετο.

Καὶ νῦν τὴν ὑμετέραν ἀρχιερατικήν τε καὶ ἱερατικὴν ὁσιότητα εἰς πρεσβείαν πρὸς τὸν τῶν ὅλων κινοῦμεν δεσπότην, ἀκαταγνώστως μὲν τὰ καθ’ ἡμᾶς διαθεῖναι, ἀκαταγνώστως δὲ τὴν ἐμπεπιστευμένην διιθῦναι ποίμνην καὶ τῆς ἐκεῖθεν εὐτυχῆσαι μακαριότητος. ἵνα δὲ καὶ ἡ κοινωνία τῆς πίστεως τὴν ἐν ἀγάπῃ κοινωνίαν ἀρραγῆ τε καὶ ἀνόθευτον διαφυλάττοιτο, ταύτην τῇ ὑμετέρᾳ θεοσυλλέκτῳ ὁσιότητι ἀνακοινώσασθαι ἐδικαιώσαμεν.

Πιστεύω—

Τῷ τὰ πάντα ἁγιωτάτῳ, ἱερωτάτῳ ἀδελφῷ καὶ συλλειτουργῷ, Νικολάῳ πάπᾳ τῆς πρεσβυτέρας Ῥώμης, Φώτιος ἐπίσκοπος Κωνσταντινουπόλεως, νέας Ῥώμης Ἀγάπης μὲν ὡς ἀληθῶς οὐδὲν κτῆμα σεμνότερον οὐδὲ τιμιώτερον καὶ ταῖς κοιναῖς ἐννοίαις ἀνωμολόγηται καὶ τοῖς θείοις λογίοις ἐπιμαρτύρεται. δι’· αὐτῆς γὰρ τὰ διεστῶτα συνάπτεται καὶ εἰρηνοποιεῖται τὰ μαχόμενα καὶ τὰ οἰκεῖα μᾶλλον συσφίγγεται ταῖς στάσεσι καὶ ταῖς φιλονεικίαις πάροδον οὐ παρεχόμενα.

αὕτη γὰρ οὐ λογίζεται τὸ κακόν, ἀλλὰ πάντα στέγει, πάντα ἐλπίζει, πάντα ὑπομένει, καὶ οὐδέποτε κατὰ τὸν μακάριον Παῦλον ἐκπίπτει· αὕτη καὶ θεράποντας ἐξημαρτηκότας δεσπόταις καταλλάσσει, τὴν ὁμοτιμίαν τῆς φύσεως εἰς ἀπολογίαν προβαλλομένη τοῦ ὀλισθήματος· αὕτη καὶ δεσποτῶν ἀγριαίνοντα θυμὸν πράως φέρειν τοὺς ὑπηρετουμένους παιδεύει, τὴν τῆς τύχης ἀνισότητα παραμυθουμένη ἀπὸ τῆς τῶν τὰ αὐτὰ πασχόντων ὁμοιότητος· καὶ πατέρων ἐπὶ τέκνοις παροργισμὸν ἱλαρύνει, καὶ γογγυσμὸν τέκνων τοῖς πατράσιν ἀλύπως παρακαλεῖ καταδέχεσθαι, τὴν φυσικὴν σχέσιν κατὰ τῆς παρὰ φύσιν λύσσης ὁπλίζουσα· καὶ φίλοις ἔριν ἐμπεσοῦσαν ῥᾳδίως ἀπώσατο, τοὺς κοινοὺς ἅλας ἴσα φύσεως δυσωπεῖσθαι παραινέσασα· καὶ τοὺς τὴν αὐτὴν πάλιν περὶ τὸ θεῖον δόξαν κρατύνοντας, κἂν ὡς πορρωτάτω παροικοῦντες ὦσιν, κἂν ὀφθαλμοῖς ἀλλήλων οὔπω ὡράθησαν, εἰς ἕνωσιν ἄγει καὶ γνώμαις συνάπτει καὶ φίλους ἀληθεῖς ἀπεργάζεται· κἄν που τύχῃ θάτερον εἰς ἀπερισκέπτους μέμψεις θατέρου κατολισθῆσαι, τὸν μὲν μὴ λογίσασθαι, τὸν δὲ μεταμελεῖσθαι παρασκευάσασα, ῥᾷστα τὸ συμβὰν ἀνεσώσατο, τὸν τῆς ἑνώσεως δεσμὸν ἀρραγῆ συντηρήσασα.

Αὕτη καὶ τὴν ἡμετέραν μετριότητα ἀνεπαχθῶς οἴσειν τὰς ἐπιτιμήσεις αἳ παρὰ τῆς ὑμῶν πατρικῆς ὁσιότητος βολίδων δίκην ἠφέθησαν ἔπεισεν. οὐ γὰρ ἐμπαθείας ταῦτα κυήματα οὐδὲ γνώμης φιλαπεχθήμονος ῥήματα, ἀπλάστου δὲ μᾶλλον διαθέσεως καὶ τὴν ἐκκλησιαστικὴν τάξιν εἰς ἄκρον ἀκριβολογούσης λογίσασθαι παρεσκεύασεν. εἰ γὰρ οὐδὲ τὸ κακὸν δι’ ὑπερβολὴν χρηστότητος ὡς κακὸν λογίζεσθαι δίδωσιν, ὅπερ οὐδ’ ἀπὸ κακίας ἴσως προάγεται, εἰ καὶ λυπεῖ καὶ πλήττει καὶ ἀνιᾷ, πῶς ἐάσει κακὸν ἀποφαίνεσθαι; ἐκείνην γὰρ ὁ λόγος οἶδεν χρηστότητα, ἥτις κἀν ταῖς τῶν λυπούντων εὐεργεσίαις ὑπερεκτείνεται.

Ἐπεὶ δὲ οὐδὲν κωλύει καὶ ἀδελφοῖς ἀδελφοὺς καὶ πατράσι τέκνα ἐν τῷ ἀληθεύειν παρρησιάζεσθαι—οὐδὲν γὰρ τῆς ἀληθείας φιλαίτερον—, ἔξεστι καὶ ἡμῖν παρρησιασαμένους εἰπεῖν, οὐκ ἀντιλογίαν γράφοντας, ἀλλ’ ἀπολογίαν προΐσχοντας, ὡς ἐχρῆν τὴν ὑμετέραν ἐπ’ ἀρετῇ τελειότητα πρὸ τῶν ἄλλων μὲν ἁπάντων τὸ ἄκοντας ἡμᾶς εἰς τὸν ζυγὸν τοῦτον ἑλκυσθῆναι διασκοποῦσαν μὴ ἐπιτιμᾶν, ἀλλ’ ἐλεεῖν, μηδ’ ὑπερορᾶν, ἀλλὰ συναλγεῖν. ἔλεος γὰρ καὶ φιλανθρωπία τοῖς βίαν παθοῦσιν ἀλλ’ οὐκ ἐπιτίμησις ἢ παρόρασις ἐποφείλεται. βίαν γὰρ ὑπέστημεν, καὶ ἡλίκην θεός, ᾧ πάντα καὶ τὰ κρύφια πεφανέρωται, αὐτὸς συνεπίσταται. συνεσχέθημεν ἄκοντες· κακούργοις ἴσα καθείρχθημεν· ἐτηρούμεθα φυλασσόμενοι· ἐψηφίσθημεν ἀνανεύοντες· ἐχειροτονήθημεν κλαίοντες, ὀδυρόμενοι, κοπτόμενοι. ἴσασι ταῦτα πάντες· οὐδὲ γὰρ ἐν γωνίᾳ ἐγένετο, καὶ τὸ μέγεθος τῆς ἐπηρείας τὴν ἱστορίαν εἰς πάντας ἐξήνεγκεν. εἶτα τί δεῖ; τοῖς τὰ πολλὰ καὶ δεινὰ πεπονθόσιν ἐπεμβαίνειν, ἐπιπλήττειν, διαλοιδορεῖν; ἢ οἰκτείρειν καὶ παραμυθεῖσθαι ὅση δύναμις;

Ἐξέπεσον εἰρηνικῆς ζωῆς· ἐξέπεσον γαλήνης γλυκείας· ἐξέπεσον δὲ καὶ δόξης, εἴπερ τισὶ καὶ κοσμικῆς δόξης ἔφεσις· ἐξέπεσον τῆς φίλης ἡσυχίας, τῆς καθαρᾶς ἐκείνης καὶ ἡδίστης μετὰ τῶν πλησίον συνουσίας, τῆς ἀλύπου καὶ ἀδόλου καὶ ἀνεπιπλήκτου συναναστροφῆς. οὐδεὶς ἦν ὁ δίκην ἐγκαλῶν ἐμοί· οὐκ ἐγραψάμην ἄλλον ἐγώ, οὐ τῶν ἐπηλύδων, οὐ τῶν ἐγχωρίων, οὐδὲ τῶν ἀσυνήθων, μή τί γε τῶν φίλων. οὐχ οὕτως ἐλύπησα πώποτέ τινα, ὡς ὕβριν εἰς ἡμᾶς ἐκπτύσαι, πλὴν εἰ μήπω τοὺς ὑπὲρ εὐσεβείας κινδύνους ἐθελήσει τις ἐπισκοπεῖν· οὐδ’ οὕτως ἥμαρτεν ἄλλος ἐμοί, ὡς καὶ μέχρι τῆς εἰς αὐτὸν ὕβρεως τὴν γλῶσσαν ἐξολισθῆσαι. οὕτως ἦσαν ἡμῖν ἅπαντες χρηστοί· τὸ δὲ ἡμέτερον αὐτοί, κἂν μὴ λέγω, κεκράγασιν. ἠγαπώμην τοῖς φίλοις ὑπὲρ τοὺς συγγενεῖς, ἄμφω δὲ τοῖς συγγενέσιν ἐλογιζόμην, καὶ τῶν συγγενῶν ὁ φίλτατος καὶ τῶν μάλιστα φιλούντων ὁ συγγενής. ἡ δὲ περὶ ἐμὲ τῶν πλησίον φήμη τῆς σπουδῆς καὶ τοὺς ἀγνῶτας εἷλκεν εἰς ἔρωτα θεῖον καὶ φιλίας δεσμόν· ἴσως δ’ ἂν ἐκεῖνοι καὶ ἀμεταμέλητον εὐφημήσωσιν.

Ἀλλὰ πῶς οἷόν τέ ἐστιν ἀδακρυτὶ ταῦτα παρελθεῖν; οἴκοι μὲν γὰρ μένοντι ἡ χαρίεσσα τῶν ἡδονῶν περιεπλέκετο τέρψις, τῶν μανθανόντων ὁρῶντι τὸν πόνον, τὴν σπουδὴν τῶν ἐπερωτώντων, τὴν τριβὴν τῶν προσδιαλεγομένων, δι’ ὧν ἡ πρὸς τὸ μὴ ῥᾷστα παράγεσθαι καταρτίζεται γνώμη, τῶν ταῖς μαθηματικαῖς σχολαῖς λεπτυνομένων τὴν διάνοιαν, τῶν ταῖς λογικαῖς μεθόδοις ἰχνευόντων τὸ ἀληθές, τῶν τοῖς θείοις λογίοις ἰθυνομένων τὸν νοῦν πρὸς εὐσέβειαν, ὃ τῶν ἄλλων ἁπάντων ὑπάρχει πόνων ὁ καρπός. τοιοῦτος γὰρ χορὸς τῆς ἐμῆς οἰκίας ἦν ὁ χορός. ἐξιόντι δὲ πάλιν πρὸς τὴν βασίλειον πολλάκις αὐλὴν αἱ προπεμπτήριοι τῶν εὐχῶν καὶ τοῦ μὴ βραδύνειν ἡ προτροπή· ἦν γάρ μοι καὶ τοῦτο γέρας ἀφωσιωμένον ἐξαίρετον, τὸ μέτρον ἔχειν τὴν βούλησιν τῆς ἐν τοῖς βασιλείοις διατριβῆς. ἐπανιόντι δὲ πάλιν πρὸ πυλῶν ἱστάμενος ὁ σοφὸς ἐκεῖνος ὑπήντα χορός· ἐξ ὧν οἱ μὲν ἐνεκάλουν τὴν βραδυτῆτα, οἷς καὶ θαρρεῖν τι τῶν ἄλλων πλέον δι’ ὑπερβολὴν ἀρετῆς ἐκεχάριστο· τισὶ δὲ καὶ προσειπεῖν ἤρκει· ἄλλοις δὲ καὶ τὸ δεῖξαι μόνον ὅτι μεμενήκασι. καὶ τοῦτο κύκλῳ ἐγίνετο, οὐκ ἐπιβουλαῖς λυόμενον, οὐ φθόνῳ κοπτόμενον, οὐκ ὀλιγωρίᾳ μαραινόμενον. καὶ τίς ἂν τοιούτου βίου παθὼν ἐπανάστασιν, ἑκὼν τὴν μεταβολὴν καὶ θρήνων ἐκτὸς ὑπενέγκοι;

Τούτων ἁπάντων ἐξέπεσον· ὑπὲρ τούτων ὠδυρόμην· τούτων ἀποσπωμένῳ πηγαὶ δακρύων ἀνεστομοῦντο καὶ λύπης ἀχλὺς περιεκέχυτο. ᾔδειν γὰρ καὶ πρὸ τῆς πείρας τὸ πολυτάραχον καὶ πολυμέριμνον τῆς καθέδρας ταύτης· ᾔδειν τὸ δυσάρεστον καὶ δυσήνιον τοῦ μιγάδος ὄχλου, τὴν πρὸς ἀλλήλους ἔριν, τὸν φθόνον, τὰς στάσεις, τὰς ἐπαναστάσεις, τὴν κατὰ τῶν προεστηκότων ὕβριν καὶ τὸν γογγυσμόν, ὅταν μὴ τύχωσιν ὅσων δέονται, καὶ ὅταν μὴ τυπῶνται καὶ σχηματίζωνται καθ’ ὃν τρόπον οὗτοι βούλονται· τὴν ὑπεροψίαν πάλιν καὶ καταφρόνησιν, ἐπειδὰν ἑλκύσωσιν πρὸς τὴν αἴτησιν καὶ συγκατασπάσωσιν τῷ σφετέρῳ βουλήματι. οὐ γὰρ ἑκουσίου χάριτος, ἀλλὰ βιαίου προστάγματος τοῦ θελήματος αὐτῶν ἐκλογίζονται τὴν τελείωσιν· καὶ κράτος λαβὼν ὄχλος ἄρχειν τοῦ κρατοῦντος ἑαυτῷ τε καὶ τῷ διέποντι ὀλέθριος γίνεται. καὶ ναῦς γὰρ δύσει ῥᾳδίως, ὅταν οἱ ναῦται τὸν κυβερνήτην παρωσάμενοι πάντες ἅμα κυβερνήσωσι· καὶ στρατὸς ἄρδην ὀλεῖται, ἐπειδὰν ἕκαστος αὐτῶν ἀστρατήγητος ὑπάρχων καταστρατηγεῖν τοῦ πλησίον ἀλαζονεύοιτο.

Καὶ τί ἄν τις τὰ κατὰ μέρος διεξίοι; ἀνάγκη γὰρ τὸν ἐφεστηκότα πολλάκις καὶ ὑπαλλάσσειν τὸ χρῶμα τῆς ὄψεως εἰς τὸ σκυθρωπόν, τῆς ψυχῆς οὐχ οὕτω διακειμένης, καὶ πάλιν ἔσθ’ ὅτε, ταύτης ἀλγυνομένης, τὸ πρόσωπον παρέχειν φαιδρόν· ὀργίζεσθαι δ’ αὖ πάλιν μὴ ὀργιζόμενον, καὶ μειδιᾶν ἀνιώμενον. τοιαύτη γὰρ ἡ σκηνὴ τῶν πλήθους προστασίαν ἀναδέξασθαι καταδικασθέντων. τὰ δὲ πρὶν ποῖα; φίλος τοῖς φίλοις ἀνεπαχθής, ἐχθρὸς δὲ οὐδενός· οἷος τὴν διάθεσιν, τοιοῦτος καὶ τὸ φαινόμενον. νῦν δὲ ἔσθ’ ὅτε καὶ πικρῶς ἐπιτιμᾶν ἀνάγκη τοῖς φίλοις καὶ τοὺς συγγενεῖς ὑπὲρ ἐντολῆς παρορᾶν καὶ τοῖς ἁμαρτάνουσι φαίνεσθαι βαρύν· φθόνος πανταχόθεν· ἀταξία χρόνῳ κρατυνθεῖσα. τί με χρὴ τὰ λοιπὰ καταριθμεῖν, οἷα πάσχω διώκων τὸν Σίμωνα, οἵους καθ’ ἑκάστην ὑφίσταμαι πειρασμούς, τὰς κοσμικὰς παρρησίας τοῦ ἱεροῦ περικόπτων συλλόγου, τὴν ὀλιγωρίαν τὴν περὶ τὰ κρείττονα, τὴν ἐπιμέλειαν τὴν περὶ τὰ μάταια; ἃ βλέπων καὶ πρίν, καὶ δακνόμενος τὴν ψυχήν, καὶ μὴ τῆς ἐμῆς ἰσχύος εἶναι τὸ ταῦτα περιελεῖν, ἔφευγον τὴν ψῆφον, παρῃτούμην τὴν χειροτονίαν, ὠδυρόμην τὴν ἐπιστασίαν· οὐκ ἦν δὲ ἄρα φυγεῖν τὸ προορισθέν.

Ἀλλὰ τί γράφω ταῦτα; ἐγράφη καὶ πρότερον. καὶ εἰ μὲν ἐπιστεύθησαν, ἀδικοῦμαι μὴ ἐλεούμενος· εἰ δὲ μὴ ἐπιστεύθησαν, ἀδικοῦμαι πάλιν ἀληθῆ γράφων καὶ ἀπιστούμενος. οὕτως ἐγὼ πανταχόθεν δυστυχής. ἀφ’ ὧν ἤλπιζον τῆς λύπης εὑρεῖν παραψυχήν, ἐκεῖθεν ἐπιπλήττομαι· ἀφ’ ὧν παράκλησιν καὶ παραμυθίαν, ἐκεῖθεν ἐπὶ τῷ ἀλγήματι προστίθεται ἄλγημα. οὐκ ἔδει σε, φησίν, ἀδικηθῆναι. πρὸς τοὺς ἀδικοῦντας τοῦτο εἰπέ. οὐκ ἔδει βιασθῆναι. καλή γε ἡ νομοθεσία· ἀλλὰ τίσιν ἡ ἐπιτίμησις; οὐχὶ τοῖς βιασαμένοις; τὸ ἔλεος δὲ τίσιν; οὐχὶ τοῖς τὴν βίαν ὑποστᾶσιν; ἂν δέ τις τοὺς βιασαμένους μὲν ἐᾷ, τὸν δὲ βιασθέντα ἐπιτιμᾷ, τὴν σὴν ἤλπιζον ἐπ’ αὐτὸν δικαιοσύνην καλέσαι κριτήν.

Ἀλλὰ κανόνες, φησίν, παρεβάθησαν, ὅτι πρὸς τὸ τῆς ἀρχιερωσύνης ὕψος ἀπὸ λαϊκοῦ προῆλθες τοῦ σχήματος. καὶ τίς ὁ παραβάς; ὁ βιασάμενος, ἢ ὁ βίᾳ καὶ ἄκων ἀνελκυσθείς; ἀλλ’ ἐχρῆν ἀντισχεῖν. μέχρι τίνος; ἀντέσχον γὰρ καὶ πέρα τοῦ δέοντος· εἰ δ’ οὕτω μοι προῄδειν τὸ κλυδώνιον τῶν πονηρῶν πνευμάτων μέλλειν ἐπιτραχύνεσθαι, ἀντέσχον ἂν καὶ μέχρις αὐτοῦ θανάτου. ποῖοι δὲ καὶ κανόνες ὧν ἡ παράβασις, οὓς μέχρι καὶ τήμερον ἡ Κωνσταντινουπολιτῶν ἐκκλησία οὐ παρείληφεν; ἐκείνων λέγεται παράβασις, ὧν ἡ φυλακὴ παραδέδοται· ἃ δὲ μὴ παραδέδοται, οὐδὲ μὴ φυλασσόμενα παραβάσεως φέρει ἔγκλημα.

Ἀλλ’ ἐμοὶ μὲν καὶ τὰ ῥηθέντα ἀποχρώντως ἂν εἶχεν ὡς τοῦ προσήκοντος εἰρημένα πλέον· οὐ γὰρ δικαιολογίαις ἑαυτὸν συνιστᾶν προήχθην· πῶς γάρ; ὅς γε εὐχῆς ἔργον ποιοῦμαι πολυτρόπως τῆς ζάλης ταύτης ἀπαλλαγῆναι καὶ τὸ φορτίον ἐλαφρυνθῆναι. οὕτως ἐγὼ τοῦ θρόνου ἐφίεμαι, καὶ οὕτως σφόδρα ἀντέχομαι. οὐ γὰρ ἀρχομένῳ μὲν βάρος ἦν ὁ θρόνος, προϊόντι δὲ δι’ ἐπιθυμίας ἐγίνετο· ἀλλ’ ὥσπερ ἄκων εἰσῆλθον, οὕτως ἄκων καθέζομαι, καὶ τοῦ βιασθῆναι πρὸς τὴν εἴσοδον μετὰ τῶν ἄλλων ἐναργὴς ἀπόδειξις τὸ μέχρι τοῦ νῦν ἀπ’ ἀρχῆς τῆς ἀρχῆς ταύτης ἐθέλειν ἐξίστασθαι. καὶ εἰ χάριέν τις ἔγραφεν ἐμοί, οὐκ ὤφειλε γράφειν· ‘τὰ μὲν ἄλλα πάντα χρηστὰ καὶ ἐπαινετά, καὶ δεχόμεθα καὶ τερπόμεθα καὶ χαριστηρίους ᾄδομεν θεῷ τῷ πανσόφως οὕτω τὴν ἐκκλησίαν ἰθύναντι, τὸ δὲ ἀπὸ λαϊκῶν οὐκ ἐπαινετόν, διὸ τέως ἐν ἀμφιβόλῳ καθιστάμεθα, τὴν τελεωτάτην συναίνεσιν εἰς τὴν τῶν ἀποκρισιαρίων ἡμῶν ὑποστροφὴν ἀναθέμενοι’· ἀλλ’ ἔδει γράφειν· ‘οὐ συναινοῦμεν ὅλως, οὐ καταδεχόμεθα, οὐδὲ μὴ εἰς τὸν αἰῶνα καταδεξαίμεθα τὸν προσδραμόντα, τὸν ἐμπορευσάμενον τὴν ἀρχήν, τὸν ἀψήφιστον, τὸν τὰ πάντα κακόν· ἔξιθι τοῦ θρόνου, ὑποχώρησον τοῦ ποιμαίνειν.’ οὕτως ἂν ὁ γράφων ἔγραφεν ἐμοὶ προσφιλῆ, εἰ καὶ τὰ πλείω ψευδῆ.

ἔδει γάρ, ὡς ἔοικεν, τὸν ἀδικηθέντα τὴν εἴσοδον ἀδικηθῆναι πάλιν τὴν ἔξοδον· καὶ τὸν ἀποτόμως ὠθισθέντα καὶ ἄκοντα, ἀποτομώτερόν τε καὶ νεανικώτερον ἀπωσθῆναι. τῷ δ’ οὕτως ἔχοντι καὶ λογιζομένῳ οὐ πολλὴ φροντὶς τὰς διαβολὰς ἀποτρίψασθαι ὧν τὸ κῦρος τοῦ θρόνου ἀφαίρεσις.

Καὶ ἤρκει μέν, ὡς εἴρηται, τὰ ῥηθέντα. ἐπεὶ δὲ δι’ ἡμᾶς σὺν ἡμῖν καὶ οἱ πρὸ ἡμῶν ἅγιοι καὶ μακάριοι πατέρες συνδιαβεβλῆσθαι κινδυνεύουσιν, ὡς Νικηφόρος καὶ Ταράσιος—ἐκ λαϊκοῦ γὰρ καὶ οὗτοι τοῦ σχήματος εἰς τὸ τῆς ἀρχιερωσύνης ἄκρον προέβησαν, οἳ τῆς καθ’ ἡμᾶς γενεᾶς ἀειφανεῖς λαμπτῆρες καὶ τῆς εὐσεβείας διαπρύσιοι γεγόνασι κήρυκες, βίῳ καὶ λόγῳ κρατύναντες τὴν ἀλήθειαν—, τὰ λείποντα τῷ λόγῳ προσθεῖναι χρεὼν ἡγησάμην, πάσης αἰτίας κρείττους καὶ πάσης διαβολῆς ἀνωτέρους τοὺς μακαρίους ἐκείνους ἄνδρας ἐπιδεικνύς. εἰ δ’ οὐδ’ ἄλλοι τινὲς τούτους ὑπαιτίους τολμῶσι φάναι, τὸ ἐκ λαϊκῶν δὲ πρὸς ἀρχιερωσύνην ἐλθεῖν κρατύνουσιν πρόσκομμα, μέμφονται μὲν οἷς οὐ μέμφονται—ἐκ λαϊκῶν γὰρ καὶ οὗτοι προήχθησαν—, οὓς δὲ πάλιν τιμῶσι καὶ τεθήπασι τὸ ψέγειν οὐ φεύγουσιν. ἀλλ’ οὗτοι—Ταράσιος ἦν καὶ Νικηφόρος—ἐν κοσμικῷ βίῳ ἀστέρων δίκην διαλάμποντες καὶ πρὸς ἱερατικὴν ἀρχὴν γεγονότες ἀπόλεκτοι, παρὰ κανόνα καὶ τύπον τὸν ἐκκλησιαστικὸν τῆς ἐκκλησίας προέστησαν; μή μοι γένοιτο τοιαύτην ἀφεῖναι φωνήν, μηδ’ ἄλλου λέγοντος ἀκοῦσαι. οὗτοι γὰρ τῶν κανόνων ἀκριβεῖς φύλακες, τῆς εὐσεβείας ὑπέρμαχοι, τῆς δυσσεβείας κατήγοροι, φωστῆρες ἐν κόσμῳ κατὰ τὸ θεῖον λόγιον λόγον ζωῆς ἐπέχοντες.

εἰ δ’ ὅτι κανόνας οὓς οὐκ ᾔδεισαν οὐκ ἐφύλαξαν, οὐδεὶς ἂν δίκαια ποιῶν ἐπιμέμψοιτο· ἀλλ’ ὅτι φύλακες ὧν παρέλαβον ἐχρημάτισαν, ἐν τούτῳ παρὰ θεοῦ ἐδοξάσθησαν. τὸ μὲν γὰρ τὰ δοθέντα συντηρεῖν γνώμης ἐστὶν σταθηρᾶς καὶ τὴν καινοποιὸν ἀποπεμπούσης προαίρεσιν· τὸ δ’ ἃ μὴ παρείληφεν χρείας μὴ καλούσης νομοθετεῖν ἢ φυλάττειν ἐπιχειρεῖν νεωτεροποιοῦ διανοίας καὶ ῥεμβομένης ἐστὶ περισσεύματα. μέτρῳ γὰρ ἕκαστος οἰκείῳ καὶ κανόνι συνέχεταί τε καὶ κατευθύνεται. πολλοὶ κανόνες ἄλλοις μὲν παραδέδονται, ἑτέροις δὲ οὐδὲ γνώριμοι· ὁ παραλαβὼν καὶ ἀθετῶν δίκης ἄξιος, ὁ δὲ μηδ’ ἐγνωκὼς ἢ μὴ παραδεξάμενος πῶς ὑπεύθυνος; πολλαὶ δὲ καὶ νομοθεσίαι οἷς μὲν ἐτέθησαν ἐφυλάχθησαν καὶ θεοῦ θεράποντας τοὺς φύλακας ἐπεδείξαντο, οἱ δὲ μὴ παρειληφότες καὶ διὰ τοῦτο μηδὲ τὸν νοῦν πρὸς αὐτὰ ἐπιστρέψαντες οὐδὲν ἔλαττον θεοφιλεῖς ἐγνωρίσθησαν· καὶ κατὰ χεῖρας τὰ παραδείγματα.

Ἵνα δὲ τὰ ἄλλα ἐάσω, ὁ μὲν Ἀβραὰμ ἐμπερίτομος, τὴν περιτομὴν ἐξ ἐντολῆς θείας εἰς νομοθεσίαν δεξάμενος· ἀπερίτμητος δὲ ὁ Μελχισεδέκ, ὃς εἰς ἀφομοίωσιν τοῦ υἱοῦ τοῦ θεοῦ καὶ τὴν ἀρχὴν τῆς γενέσεως καὶ τὸ τέλος ἔσχεν ἄγνωστον. ἀλλὰ τὴν τοῦ Ἀβραὰμ τῆς περιτομῆς φυλακὴν ἀποδεχόμενος ὁ θεὸς οὐδαμοῦ φαίνεται τῷ Μελχισεδὲκ παραβάσεως ἐπιφέρων ὀνειδισμόν· ἀλλὰ κἄν πού τις αὐτὸν παρανομίας γράψοιτο γραφήν, αὑτὸν μᾶλλον ἢ ἐκεῖνον, ὅτι τοῦτο τολμᾷ, ἐξελεγχθήσεται γεγραφώς. καίτοι γε τοῖς ἐξ Ἀβραὰμ γεγεννημένοις καὶ τουτονὶ τὸν νόμον ἐγκολπωσαμένοις θάνατος ἦν ἡ ζημία τῷ παραβάντι, οὐκ ἐξ ἀνθρώπων μόνον ἐπαγόμενος, ἀλλὰ καὶ παρ’ αὐτῶν ἀγγέλων σφοδρῶς ἀπειλούμενος. ἀλλ’ ἔν γε τούτῳ Ἀβραάμ τε καὶ Μελχισεδὲκ διαφερόμενοι, τὴν εἰς τὸν κοινὸν δεσπότην εὐγνωμοσύνην τε καὶ λατρείαν παραπλησίως ἀλλήλοις διέσῳζον· ἐξ ὧν οὐδετέρῳ παρὰ θατέρου μῶμος προσήπτετο, ἀλλ’ ἥ γε ἐν τοῖς καιριωτάτοις σφοδρά τε καὶ ἀκαινοτόμητος κοινωνία τὴν ἐν τοῖς λοιποῖς οὐκ εἴα σκοπεῖν τε καὶ πολυπραγμονεῖν ἑτερότητα.

Καὶ γὰρ ἔστιν ὄντως κοινὰ πᾶσιν, ἃ πάντας φυλάττειν ἐπάναγκες, καὶ πρό γε τῶν ἄλλων τὰ περὶ πίστεως, ἔνθα καὶ τὸ παρεγκλῖναι μικρὸν ἁμαρτεῖν ἐστιν ἁμαρτίαν τὴν πρὸς θάνατον· ἔστι καὶ ἰδιαζόντως τισὶ παρεπόμενα, ὧν ἡ παράβασις οἷς μὲν ἐδόθη κατέχεσθαι ἐπιζήμιος, οἷς δ’ οὐ παρείληπται καὶ τὸ μὴ συντηρεῖν ἀκατάκριτον. καὶ τὰ μὲν οἰκουμενικαῖς καὶ κοιναῖς τυπωθέντα ψήφοις πᾶσι προσήκει φυλάττεσθαι· ἃ δέ τις τῶν πατέρων ἰδίως ἐξέθετο ἢ τοπικὴ διωρίσατο σύνοδος, τῶν μὲν φυλαττόντων τὴν γνώμην οὐ παρίστησι δεισιδαίμονα, οὐ μὴν τοῖς γε μὴ παραδεξαμένοις τὸ παρορᾶν ἐπικίνδυνον.

Οὕτω ξυρᾶσθαι μὲν ἄλλοις πάτριον, ἑτέροις δὲ καὶ συνοδικοῖς ὅροις ἀπόβλητον—εὐφήμως δὲ τὸν λόγον εἰπεῖν ἔδει, καὶ εἴπομεν· εἰδὲ καὶ τὸν ἐν Σίδῃ κανόνα προσέθεμεν, βαρεῖς ἂν καὶ λίαν φορτικοὶ κατεφάνημεν. οὕτω πλὴν τοῦ ἑνὸς τὰ ἄλλα σάββατα συντηρεῖν ἡμῖν ἐπιλήψιμον· ἑτέροις δὲ καὶ τοῦ ἑνὸς πλείω νηστεύεται, καὶ φεύγειν τὴν μέμψιν ἡ παράδοσις οἴεται, τῷ ἔθει κατακρατεῖν τοῦ κανόνος ἐκνικήσασα. καὶ νομίμῳ γάμῳ γυναικὶ συναφθέντα οὐκ ἔστιν εὑρεῖν ἐν Ῥώμῃ πρεσβύτερον· ἡμεῖς δὲ καὶ τοὺς μονογαμίᾳ τὸν βίον ῥυθμίζοντας εἰς πρεσβυτέρου φέρειν βαθμὸν ἐδιδάχθημεν καὶ τούς γε διακρινομένους ἐξ αὐτῶν λαβεῖν τοῦ κυριακοῦ σώματος τὴν μετάληψιν πανταχόθεν ἀποκλείομεν, ἐξ ἴσου τούς τε πορνείαν νομοθετοῦντας καὶ τοὺς γάμου νόμον ἀναιροῦντας λογιζόμενοι. πάλιν ἄν τις παρ’ ἡμῖν τὴν τοῦ πρεσβυτέρου παρελθὼν χειροτονίαν τὴν τοῦ ἐπισκόπου τῷ διακόνῳ περιθείη, ὡς εἰς τὰ καίρια ἐξημαρτηκὼς κατακρίνεται, τισὶ δὲ παραπλήσιον ἀπὸ πρεσβυτέρου προάγειν ἐπίσκοπον καὶ ἀπὸ διακόνου τὴν μέσην τάξιν ὑπεραλλόμενον εἰς τὸ τῆς ἐπισκοπῆς ἀναρπάζειν ἀξίωμα. καίτοι γε ἡλίκον καὶ ὅσον τὸ μέσον ἐν τούτοις· ἄλλαι μὲν γὰρ καθ’ ἑκάστην τάξιν καὶ βαθμὸν εὐχαί, ἄλλαι δὲ τελεταί, καὶ ὑπουργίαι πάλιν ἕτεραι, ἄλλαι δὲ καιρῶν παραφυλακαί, καὶ δοκιμασίαι τρόπων ἕτεραι.

ἀλλ’ ὅπερ τις νομοθεσίαν οὐ παρεδέξατο, τοῦ μὴ συντηρεῖν ἀπολογίαν τὸ μηδὲ παρειληφέναι προβαλλόμενος, οὐκ ἂν εὐθύνας ἀπαιτηθήσεται· εἰ δέ τις παρ’ ἡμῖν τοῦτο δεδρακὼς ἐξελήλεγκτο, οὐδεὶς ἂν αὐτῷ συγγνώμης οὐδὲ ῥανίδα ἐπέσταξεν, τῶν γὰρ ἐλαττόνων νόμων ἡ παράβασις ἀτιμώρητος πρὸς τὴν τῶν μειζόνων ἐπιτρίβει καταφρόνησιν. ἄλλοις ἅπαξ μονάσασιν ἡ κρεωφαγία, οὔ τί γε βδελυσσομένοις, ἀλλ’ ἀσκουμένοις, μέχρι τέλους ἀπρόσιτος· ἑτέροις δὲ οὐδ’ ἐπὶ πολὺ παρατηρήσιμος. ἐγὼ δὲ καὶ λόγον παρὰ ἀνδρῶν πρὸ πολλοῦ τιμώντων ἤκουσα τὴν ἀλήθειαν. ὡς τὸν τὴν Ἀλεξανδρέων ἐκκλησίαν ἐφορᾶν μέλλοντα καὶ λόγον ὑποσχεῖν ἐκβιάζονται, ἀπό τινος ἐπιχωρίου περιπετείας τούτου κρατήσαντος, μὴ ἄν ποτε τῆς κρεωφαγίας ἀφίστασθαι. καὶ σχῆμα μὲν τοῦ μονάσαντος οὐκ ἄν τις παρ’ ἡμῖν εἰς κληρικοῦ μετασχηματίσειεν· ἔνιοι δέ, ἐπειδὰν πρὸς ἐπισκοπῆς ὕψος τὸν μοναστὴν ὑψοῦν ἐθελήσωσιν, τοῦτον περίτροχα κείροντες τὸ πρότερον μεταμείβουσι σχῆμα.

Οὕτως ἐν οἷς οὐκ ἔστι πίστις τὸ ἀθετούμενον, οὐδὲ κοινοῦ τε καὶ καθολικοῦ ψηφίσματος ἔκπτωσις, ἄλλων παρ’ ἄλλοις ἐθῶν τε καὶ νομίμων φυλαττομένων, οὔτε τοὺς φύλακας ἀδικεῖν οὔτε τοὺς μὴ παραδεξαμένους παρανομεῖν ὀρθῶς ἄν τις κρίνειν εἰδὼς διορίσαιτο. καίτοι γε τὸ νομισθὲν ὑμῖν εἰς ἐπίκλημα πρὸς ἔνια τῶν κατηριθμημένων οὐδ’ ἐν συγκρίσει τὸ ἀνεύθυνον ἀποφέρεται, ἀλλὰ τὰ μὲν εἰς τὴν τῶν ἐκθέσμων καὶ βδελυκτῶν ἀπελαύνει χώραν, αὐτὸ δὲ τῆς τῶν ἐπαινετῶν καὶ καλλίστων μερίδος ἐξήρτηται· καὶ τὸ μὲν καὶ πεπρᾶχθαι καὶ διαπράττεσθαι μέχρι νῦν πεπαρρησιασμένῃ καὶ φωνῇ καὶ γνώμῃ καὶ προσώπῳ κηρύσσεται—πῶς γὰρ οὐκ ἂν σεμνολογηθείη τις ὅτι μήπω λήξεως ἱερωμένων τυχὼν οὕτως τὴν ἑαυτοῦ πολιτείαν ἐρρύθμισεν, ὥστε καὶ ὑπ’ αὐτῶν τῶν κεκληρωμένων τὴν ἱερωσύνην καὶ παντὸς τοῦ ἄλλου πληρώματος εἰς ἀρχιερέα προκρίνεσθαι; —τὰ δὲ οὐδ’ ὅτι πράττεται, ὅσα ἐμὲ γινώσκειν, συνομολογεῖται τοῖς ἁμαρτάνουσι, τῇ ὑπερβολῇ τοῦ ἀτοπήματος ἴσως— ἢ οὐκ οἶδ’ ὅ τι καὶ εἴπω—τῶν δεδρακότων ἀλλασσομένων μᾶλλον τῆς ἀληθείας τὴν ἄρνησιν. τίς γὰρ σαββατίζειν ἐν Χριστιανοῖς τελῶν, κἂν μυριάκις ὑπενεχθείη τούτοις, οὐκ ἂν ἐξομόσαιτο; τίς δὲ γάμον βδελύττεσθαι ἔνθεσμον, εἰ μὴ τὰ τῶν δυσσεβῶν καὶ ἀθέων ἐπίπροσθε θείη καὶ τοῦ δημιουργοῦ καὶ τῆς ἐκεῖθεν ἀγαθοειδῶς οὐσιωθείσης ὑποστάσεως;

τίς δὲ τῶν δεσποτικῶν καὶ πατρικῶν καὶ συνοδικῶν δογμάτων—ἵνα μὴ καθ’ ἕκαστον λέγω—οὐκ ἂν αἰσχυνθείη καὶ πράττων ὁμολογῆσαι τὴν ἐξουδένωσιν; ἐκ μέντοι λαϊκῶν ἱερὰν πολιτείαν ἐπανῃρημένον εἰς ἀρχιερέα προάγεσθαι ἀκόλουθον ἄγαν καὶ πατράσι θείοις, οὐ λόγοις καθωμιλημένον, ἀλλ’ ἔργοις αὐτοῖς διαπεπραγμένον ἐπὶ μεγάλῳ κέρδει τῆς νύμφης Χριστοῦ ἐκκλησίας κατὰ διαφόρους καιροὺς ἐπιδέδεικται.

Ὅρα δέ, εἰ βούλει, πρὸς τοῖς εἰρημένοις καὶ τὰς τῶν λειτουργιῶν ἑτερότητας, τὰς ἐν ταῖς εὐχαῖς, τὰς ἐν ταῖς ἐπικλήσεσι, τὰς ἐν τάξει καὶ ἀκολουθίᾳ, τὰς ἐν τῷ τοῦ χρόνου μήκει καὶ τῇ βραχύτητι, τὰς ἐν πλήθει καὶ ὀλιγότητι· καίτοι δι’ αὐτῶν (ὢ τοῦ θαύματος) ὁ κοινὸς ἄρτος εἰς σῶμα Χριστοῦ μεταβάλλεται, καὶ ὁ κοινὸς οἶνος αἷμα χρηματίζει τοῦ λύτρον ἡμῖν ἐξ οἰκείας πλευρᾶς τοῦτο σὺν ὕδατι βλύσαντος. καὶ ἡ τῶν εἰρημένων ἑτερότης τε καὶ παραλλαγὴ τὴν ἑνοειδῆ καὶ θεοποιὸν χάριν τοῦ πνεύματος ἀπληθύντως τε καὶ ἀπαραλλάκτως ὑποδέξασθαι τὰ ἐφ’ οἷς ταῦτα τελεῖται οὐ διεκώλυσεν. ἀλλὰ καὶ μάρτυρες μὲν παρ’ ἡμῖν καὶ τοῖς παρ’ ἡμῖν κανόσι μέχρι τριῶν ἀριθμούμενοι, ἂν ἄλλως ἀδιάβλητοι τύχωσιν, ἱκανοὶ πιστώσασθαι τὴν ἀλήθειαν, κἂν εἰς ἐπισκόπου ληφθῶσιν ἐπίκλημα· παρ’ ἄλλοις δέ, ἂν μὴ τὸν ἑβδομήκοντα δῆμον τὸ τῶν μαρτύρων ὑπερεκπέσῃ πλῆθος, ἀνέγκλητος ὁ κατηγορούμενος, κἂν ἐπ’ αὐτοφώρῳ ληφθῇ, ἀπολύεται.

Ἐπιλείψει με ἡ ἡμέρα τὰς τοιαύτας διαφορὰς ἐπιλέγοντα· ἀρκεῖν δ’ ἡγοῦμαι καὶ τὰς εἰρημένας τοῖς εὐγνώμοσιν καὶ οἷς μὴ μᾶλλον ἐράσμιον τοῦ συνιέναι τὸ διελέγχεσθαι. τί δὲ καὶ σχῆμα τριχῶν καὶ χρόνου παράτασις εἰς ἱερωσύνης ἀντίληψιν δύναται; ὁ μὲν γὰρ τρόπος τὸν ἄνδρα καὶ πρὸ τοῦ σχήματος τῆς ἱερωσύνης δείκνυσιν ἄξιον, κἂν μήπω τις αὐτῷ τὴν χεῖρα ἐπιτιθῇ, κἂν μὴ ἐπιλέγῃ τὴν εὐχήν· πολλοὺς δὲ φυγὼν ὁ τρόπος ἐπὶ σχήματος μένειν τοὺς σχήματι σεμνυνομένους ἐγκατέλιπεν. ἡ μὲν γὰρ τῶν τριχῶν περικοπὴ σημεῖόν ἐστι πολιτείας καθαρευούσης ἔργων νεκρῶν· ὁ δὲ τὸν ἑαυτοῦ βίον ἀκηλίδωτον ὅση δύναμις συντηρῶν, κἂν ἡ τοῦ σημείου σάλπιγξ οὔπω ἠχήσῃ, τὸν βίον αὐτοῦ κηρύττουσα καθαρόν, οὗτος οὐδὲν ἐμοὶ τοῦ φέροντος τὸ σημεῖον ἐνδεέστερος εἰς ἀρετήν.

Καὶ ταῦτά φαμεν οὐχ ἑαυτοὺς ἀποσεμνύνοντες, μή τι γένηται· ἐπ’ ἴσης γὰρ ἡμεῖς τῶν τε τρόπων καὶ τοῦ σχήματος ἀπελιπόμεθα. καὶ τοσοῦτον δέω ταῦτα λέγειν περὶ ἐμαυτοῦ, ὥστε καὶ εὐλογώτερον εἶναί φημι τοῖς βουλομένοις ἐπισκώπτειν ἡμᾶς ἀπὸ τῶν τρόπων μᾶλλον τῶν τῆς ἱερωσύνης ἀξίων ἢ ἀπό γε τοῦ σχήματος ἐπανίστασθαι. οὐχ ὑπὲρ ἡμῶν οὖν ταῦτα, ἀλλ’ ὑπὲρ ὧν καὶ πρόσθεν ἔφημεν γράφεται· πατέρων γὰρ κακῶς ἀκουόντων, δέδοικα τὸ μὴ ὑπεραγωνίζεσθαι· τὸ γὰρ σιγᾶν παρὸν ὑπεραγωνίζεσθαι καὶ τὸ τῆς κωμῳδίας ἀπάρχεσθαι οὐ κατὰ πολὺ τὸ διάφορον, τὸ δὲ πατραλοίας ὑπέχειν γραφὴν καὶ ἡ φύσις μυσάττεται. οὔκουν Ταράσιος ἢ Νικηφόρος ὑπαίτιοι, οἳ τὸν βίον τοῦ θρόνου καὶ πρὸ τοῦ σχήματος ἐπεδείξαντο ἄξιον. οὐδ’ Ἀμβρόσιος κακῶς ἀκούσει· καὶ δυσωπήσει, εὖ οἶδ’ ὅτι, καὶ Λατίνους εἰ μή τις ἄλλος Ἀμβρόσιος, Λατινίδος ὑπάρχων καλλώπισμα καὶ Λατίνων γλώσσῃ πολλὰ καὶ ψυχωφελῆ συγγραψάμενος. οὐδὲ μὴν Νεκτάριος ὑπὸ μῶμον πεσεῖται, σύνοδον γὰρ ἔσχεν οἰκουμενικὴν κυροῦσαν αὐτῷ τῆς ἐπισκοπῆς τὸ ἀξίωμα· ὃν εἴ τις ἐνδιασῦραι πειράσοιτο, οὐκ αὐτόν, ἀλλὰ τήν γε σύνοδον ὑπὸ δίκην μᾶλλον ποιεῖ. καίτοι τούτων ἑκάτερος οὐκ ἐκ λαϊκοῦ μόνον ἐπὶ τὴν τῆς ἀρχιερωσύνης προῆλθεν τελείωσιν, ἀλλὰ κἀν τοῖς ἀμυήτοις ἐξεταζόμενοι ὁμοῦ τε τῆς δωρεᾶς τοῦ βαπτίσματος καὶ τῆς ἀρχιερατικῆς ἠξιώθησαν χάριτος.

εἰ δὲ τούτων οὐδέτερον οὐδεὶς ἂν ἐν εὐθύναις λογίζεσθαι τολμᾷ, οὐδ’ εἰ πάντα θρασὺς εἴη, οὐδὲ Ταράσιον τὸν ἡμέτερον πατρόθειον, οὐδέ γε Νικηφόρον τὸν καὶ τοῦ γένους καὶ τοῦ θρόνου καὶ τῶν τρόπων ἀξίως διάδοχον. ἐῶ δὲ τὰ νῦν τὸν τοῦ θεολόγου Γρηγόριον καὶ τὸν Καισαρείας Θαλάσσιον καὶ τῶν λοιπῶν ἀρχιερέων τὸν θίασον, οἳ κατὰ τὴν ὁμοίαν τάξιν τε καὶ ἀκολουθίαν τὰς τῶν ἐκκλησιῶν προστασίας ἀναδεξάμενοι, παντὸς ψόγου καὶ διαβολῆς ἁπάσης κρείττους ἐγένοντο.

Ἀλλὰ ταῦτα μὲν ὑπὲρ ὧν προσῆκον ἦν ῥηθῆναι καὶ εἴρηται· ὑπὲρ ἡμῶν δὲ ἓν εἴρηται καὶ εἰρήσεται, ὡς ἄκοντες καὶ εἰσήχθημεν καὶ μέχρι τοῦ νῦν ὡς κατεχόμενοι καθεζόμεθα. ἐν πᾶσι δὲ τὸ πειθήνιον τῇ πατρικῇ ὑμῶν ἐπιδεικνύντες ἀγάπῃ, ἔτι δὲ σαφῶς παριστῶντες μὴ φιλονεικίας χάριν τὰ ῥηθέντα, τῆς δὲ τῶν μακαρίων πατέρων ἡμῶν ἀθῳώσεως εἰρῆσθαι, συνοδικῶς ἐκφωνηθῆναι συνευδοκήσαμεν μηκέτι τοῦ λοιποῦ πρὸς τὸ τῆς ἐπισκοπῆς ὕψος ἀθρόως ἀνάγεσθαι τοὺς ἐκ λαϊκῶν ἢ μοναχῶν ψηφιζομένους, εἰ μὴ διὰ τῶν ἐφεξῆς ἱερατικῶν βαθμῶν διοδεύσωσιν. ἐν οἷς γὰρ σκανδάλου νόσος τοῖς ἀδελφοῖς ἐπιφύεται, ἂν μὴ μέγα βλάπτῃ τὸ ἰάσασθαι—ἐπεὶ καὶ ‘ἄφετε αὐτοὺς’ ἐδιδάχθημεν ‘σκανδαλίζεσθαι’, ὅταν τινὲς ἑκόντες τῷ φθόνῳ τυφλώττωσιν—, ἕτοιμοι λύειν ἡμεῖς τοῦ σκανδάλου τὴν πρόφασιν καὶ ῥᾴστην παρέχειν τῇ ἀφαιρέσει τοῦ συνταράσσοντος τὴν θεραπείαν τοῦ ἀρρωστήματος. τὸ μὲν οὖν ἐπὶ τῶν προγεγενημένων ἀποδέχεσθαι τὴν συμβουλὴν καὶ τὸν παρ’ ὑμῖν κανόνα κρατεῖν ἀξιοῦν κατὰ πατέρων ἦν τὴν ὕβριν ἀναμετρεῖν καὶ τοὺς μηδὲν ἠδικηκότας δίκην ἀπαιτεῖν· τὸ δ’ εἰς τοὺς ἔπειτα γενησομένους συγχωρεῖν καὶ παραπέμπειν κρίσει πολλῶν οὔτε πατράσιν ὕβριν ἐμποιεῖ οὔτε ποινὴν ἄδικον, ἀλλ’ οὐδὲ ζημίαν ἐπάγει τισίν. δεῖ γὰρ τὰ τεθέντα φυλάσσειν, καὶ πατράσι τέκνα δίκαιόν τε καὶ ὅσιον πειθαρχεῖν.

διὸ τὸ μὲν οὐ προσηκάμεθα, ἀλλ’ ἀπεδοκιμάσαμεν καὶ τοῖς ἄλλοις ἀποδοκιμάζειν συνεβουλεύσαμέν τε καὶ συμβουλεύσομεν· τὸ δὲ καὶ προσῳκειωσάμεθα καὶ συνοδικῶς διεπραξάμεθα.

Καὶ εἴθε πάλαι ἡ Κωνσταντινουπολιτῶν ἐκκλησία τὸν κανόνα τοῦτον φυλάττουσα κατεφαίνετο· οὕτω γὰρ ἂν ἴσως ἐγὼ τῆς ἀφορήτου βίας καὶ τῶν ἐπιρρεόντων μοι καὶ συμπνιγόντων πειρατηρίων τὸν ὄχλον ἐξέφυγον. ἀλλ’ ἑτέροις. μὲν ἐπὶ σωτηρίᾳ καὶ ἀπαλλαγῇ φροντίδων ὁ κανὼν ἀναγέγραπται· ἐμοὶ δὲ τῆς ἀλλεπαλλήλου τῶν πόνων τε καὶ καμάτων ἐπιρροῆς τίς μηχανὴ τῆς ἀπαλλαγῆς εὑρεθήσεται; τοὺς ἀστηρίκτους στηρίξαι, τοὺς ἀμαθεῖς ἐκδιδάξαι, τοὺς ἀπαιδεύτους παιδεῦσαι, καὶ τότε λόγῳ, πειρᾶσθαι, οἳ μόλις ἐπιστρέφονται καὶ ταῖς μάστιξιν· τοὺς θρασεῖς ἑλκύσαι, τοὺς βλακώδεις ἀνδρῶσαι, τοὺς φιλαργύρους πεῖσαι χρημάτων ὑπερφρονεῖν καὶ φιλοπτώχους εἶναι· τοὺς φιλοτίμους χαλιναγωγῆσαι καὶ τιμῆς ἐρᾶν ἐθίσαι ἥτις τιμιωτέραν καὶ θειοτέραν ψυχὴν ἀπεργάζεται· τοὺς ὑπερηφάνους κατασπάσαι καὶ μετριοφρονεῖν παρορμῆσαι· τοῦς ἐκπορνεύοντας ἀνακόψαι καὶ σωφρονεῖν καταρτίσαι, τοὺς ἀδικοῦντας κωλῦσαι καὶ δικαιοπραγεῖν παρασκευάσαι, τοὺς ὀργίλους ἡμερῶσαι, τοὺς ὀλιγοψύχους παραμυθήσασθαι—καὶ τί δεῖ τὰ κατὰ μέρος ἀριθμεῖν; —τῶν ἐθίμων παθῶν τε καὶ κακιῶν, ἃ ψυχὰς ἐδούλωσεν καὶ σώματα κατερρύπωσεν, καὶ ἀκόντων τῶν κατεχομένων σπεύδειν ἀπαλλάξαι καὶ Χριστῷ παραστῆσαι γνησίους θεράποντας. καὶ πῶς ἄν τις τηλικούτων τε καὶ τοσούτων πραγμάτων φροντίζειν τεθεὶς οὐ τὴν ἀφαίρεσιν μᾶλλον ἢ τὴν ἐγχείρησιν τῆς ἀρχῆς ἐπιζητήσειεν;

Κύκλῳ πάλιν οἱ ἀσεβεῖς, οἱ μὲν τὴν εἰκόνα Χριστοῦ διαπτύοντες καὶ Χριστὸν αὐτὸν ἐν ταύτῃ διασύροντες, οἱ δὲ τὰς ἐν αὐτῷ φύσεις συγχέοντες ἢ ἀπαρνούμενοι, ἄλλης φύσεως καινοτέρας ἐπεισαγωγῇ τὰς προτέρας ἐξορίζοντες καὶ τὴν τετάρτην σύνοδον μυρίαις ταῖς βλασφημίαις καθυποβάλλοντες· πρὸς οὓς ἡμῖν ὁ πόλεμος ἀναρριπισθεὶς καὶ χρόνῳ συχνῷ συγκροτηθεὶς εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ πολλοὺς ᾐχμαλώτισεν. τίς δέ μοι δοίη καὶ τὸ πᾶν ἰδεῖν αἰχμαλωτιζόμενον;

Αἱ ἀλώπεκες πάλιν, τῶν φωλεῶν ὑπεκδύνουσαι καὶ τοὺς τῶν πολλῶν ἀφελεστέρους ἢ εὐηθεστέρους ὀρνιθίοις ἴσα δι’ ἀπάτης κατεσθίουσαι· τὰς σχισματικὰς ἀλώπεκας λέγω, ὧν ἐν κρυπτῷ ἡ κακία καὶ ἡ βλάβη πολὺ τῶν προφανῶς ἐπιβουλευόντων χαλεπωτέρα. καὶ γὰρ εἰσιόντες εἰς τὰς οἰκίας, κατὰ τὸν θεῖον ἀπόστολον, ἐξαπατῶσι γυναικάρια σεσωρευμένα ἁμαρτίαις, πορισμὸν αὑτοῖς, γαστριμαργίας καὶ κενοδοξίας καὶ τῆς ἄλλης ἁπάσης ἡδυπαθείας καὶ ἀκαθαρσίας τὴν κατὰ τῆς ἐκκλησίας ἐπιτεχνώμενοι ἐπανάστασιν. φιλεῖ γὰρ ὡς τὰ πολλὰ τῶν ἀγελαίων ὁ τρόπος διὰ τὸ τῆς γνώμης ἠρρωστηκὸς καὶ ἀστήρικτον ταῖς καινοτομίαις τε καὶ ταῖς νεωτεροποιίαις προσκεχηνέναι μᾶλλον ἢ τοῖς καθεστηκόσιν καὶ καλῶς κειμένοις προσεπερείδεσθαι. ὧν ἁπάντων εἰ καὶ τὸ πῦρ τοῦ θράσους καὶ τῆς παροινίας τῇ συνοδικῇ κατεσβέσθη ψήφῳ, τῆς ὑμῶν πατρικῆς ὁσιότητος διὰ τῶν τιμιωτάτων αὐτῆς τοποτηρητῶν τὴν κατ’ αὐτῶν ἐπικυρούσης ἀπόφασιν, ἀλλ’ οὖν ὁ καπνὸς ἔτι δάκνει καὶ ἀνιᾷ τοῦς ἐπισκοπεῖν ἐμμελῶς τὸ ποίμνιον προαιρουμένους καὶ τὸ μικρὸν τῶν ποιμαινομένων ἁμάρτημα μεγάλην σφῶν λογιζομένους ζημίαν. ἴσως δὲ τοῖς τυπωθεῖσι κανόσιν, οἷς ὁλόκληρος ἡ Ῥωμαίων ἐκκλησία συντετήρηται, σχισματικαῖς οὐ μεριζομένη μανίαις, καὶ ὁ καπνὸς διασκεδασθῇ καὶ τὸ ζοφῶδες ἐκριπισθῇ καὶ ἡμῖν τῆς ἀθυμίας ἀναψυχὴ πορισθήσεται.

Οὐ γὰρ μόνος ὁ προρρηθεὶς κανὼν κατὰ τὴν ὑμετέραν παραίνεσιν φυλάττεσθαι δεδικαίωται, ἀλλά γε δὴ συνευδοκούντων ἁπάντων καὶ ἕτεροι παραδέδονται, ὧν τὸ κράτος καὶ πολλὴν τῇ ἐκκλησίᾳ τὴν εἰρήνην βραβεύει καὶ τὴν ὀφειλομένην τιμήν τε καὶ δόξαν εἰς τοὺς πάλαι μὲν παρειληφότας, νυνὶ δὲ καὶ μεταδόντας διαβιβάζει. καὶ οὐδεὶς ἂν τῶν ὑπὸ τῆς ὑμῶν θεομακαρίστου πατρότητος διορισθέντων τυπωθῆναι παραλέλειπτο, εἰ μή τις βασιλικὴ ἀνάνευσις, πλέον ἰσχύσασα τοῦ ἡμετέρου θελήματος, περὶ τῶν λοιπῶν ἀποθεσπίσαι οὐ παρεχώρησεν. διὸ ἅμα τῶν τιμιωτάτων τοποτηρητῶν συμφέρον ἡγησάμενοι μὴ ἐν τῇ ἐπιζητήσει τοῦ παντὸς συναπολέσαι τὸ πᾶν, ἐν τῇ ἀπολήψει τῶν πλειόνων τὴν ἐν τοῖς ὑπολοίποις ζημίαν τέως ὑπέστημεν. ἄριστον μὲν γὰρ ὧν τις ἐφίεται μηδενὸς ἐκπεσεῖν· ἀπρονόητον δὲ πλειόνων διδομένων περὶ τῶν οὐ διδομένων πολυπραγμονεῖν καὶ φιλονεικοῦντα περὶ τούτων πάντων ἑαυτὸν ἀποστερεῖν. διὸ περὶ ὧν ἡ γνώμη σύμφωνος ἐξενήνεκται, συνοδικῶς τούτους ἐξεθέμεθα, οὓς ἐν τῷ γραμματείῳ μετὰ τῶν προεκτεθέντων ὑφ’ ἡμῶν συνυπετάξαμεν.

Περὶ δέ γε τῶν τὰς χειροτονίας αὐτόθεν πάλαι λαμβανόντων ἐκοινολογήσαντο ἡμῖν οἱ τῆς ὑμῶν ὁσιότητος τοποτηρηταί, ὡς χρεὼν εἴη τούτους ἐπαναστραφῆναι καὶ πρὸς τὴν οἰκείαν παλινδρομῆσαι προμήτορα. ἀλλ’ εἰ μὲν ἐν ἡμῖν τὸ τοῦ βουλήματος κῦρος ἔκειτο καὶ μὴ συνεμεμέριστο τῇ βασιλείᾳ ἡ πρᾶξις, οὐκ ἂν ἀπολογίας ἔδει, αὐτὸ δὲ τὸ ἔργον κρεῖττον ὂν τῆς ἀπολογίας ἐδείκνυτο. ἐπεὶ δὲ τὰ ἐκκλησιαστικά, καὶ μάλιστά γε τὰ περὶ τῶν ἐνοριῶν δίκαια, ταῖς πολιτικαῖς ἐπικρατείαις τε καὶ διοικήσεσιν συμμεταβάλλεσθαι εἴωθεν, ἡ τῆς ὑμῶν ὁσιότητος εὐγνωμοσύνη, τὸ ἡμῶν ἐπὶ τὸ συνευδοκεῖν εἰς τὸ παρασχεῖν ἀποδεχομένη θέλημα, τὸ μὴ λαβεῖν τῆς πολιτικῆς ἀλλ’ οὐχ ἡμέτερον λογιζέσθω ἔγκλημα. ἐγὼ γὰρ οὐχ ἃ πάλαι ὑπ’ ἄλλους ἐτέλει μετὰ τοῦ δικαίου καὶ τῆς φίλης εἰρήνης ἀναστρέφειν πρόθυμος, ἀλλὰ καὶ τῶν ἀνέκαθεν τῷ θρόνῳ τούτῳ προσανατεθειμένων, εἴ τις ἰσχύων ἐπιτροπεύειν ἠξίου, ἑτοίμως ἂν παρεχώρησα τῷ δυναμένῳ μᾶλλον πλειόνων ἀντέχεσθαι. καὶ γὰρ ὁ μὲν ἐμοί τι τῶν οὐ προσόντων προστιθείς, οὗτος τὸ βάρος πλέον ἐστὶν ὁ ἐπιτιθείς, μερίμνης γὰρ αὔξησιν ποιεῖ· ὁ δὲ καὶ τῶν προϋπαρχόντων τινὰ σὺν ἀγάπῃ λαβεῖν ἐπιζητῶν μᾶλλον ἐμοὶ χάριν διδόντι ἢ αὑτῷ λαμβάνοντι κέρδος προξενεῖ, ἐλαφρότερον γάρ μοι τὸ φορτίον τῆς ἐπιστασίας ἀποτελεῖ.

Εἰ δ’ ὁ τὰ ἐμὰ λαμβάνων σὺν ἀγάπῃ καὶ προσκαταβάλλειν χάριν ἀνωμολόγηταί μοι, τῷ τὰ οἰκεῖα ζητοῦντι πῶς ἄν τις οὐ δώσει χαίρων, μηδενὸς ὑπάρχοντος ἐμποδών, μάλιστά γε τηλικούτῳ πατρὶ καὶ διὰ τοιούτων θεοφιλῶν καὶ σπουδαίων ἀνδρῶν ποιησαμένῳ τὴν αἴτησιν; ἄνδρες γὰρ ὡς ἀληθῶς οἱ τῆς ὑμῶν πατρικῆς τελειότητος τοποτηρηταὶ συνέσει τε καὶ ἀρετῇ καὶ πολυπειρίᾳ διαπρέποντες καὶ οὐδὲν ἧττον διὰ τῆς οἰκείας πολιτείας ἢ οἱ Χριστοῦ μαθηταὶ τιμῶντες τὸν ἀποστείλαντα· οἷς τὰ πλείω τῶν ὀφειλόντων καὶ ῥηθῆναι καὶ γραφῆναι προσανεθέμεθα, ἅτε δὴ πεπεισμένοι καὶ λέγειν αὐτοὺς τἀληθῆ δυνατοὺς καὶ πολὺ πλέον τῶν ἄλλων ἀξίους πιστεύεσθαι. καὶ ἐβουλόμην μὲν ὅλως μηδὲν γράψαι περὶ ἡμῶν, μάλιστά γε τῆς ὑμῶν πατρικῆς ὁσιότητος οὐ διὰ γραμμάτων, διὰ δὲ τῶν οἰκείων τοποτηρητῶν πληροφορηθῆναι κρινάσης· ἀλλ’ ἵνα μὴ τὸ μηδὲ τὴν ἀρχὴν ἐθέλειν γράφειν παροράσεως αἴτιον νομισθῇ, τούτου χάριν ἐν ἐπιδρομῇ τὰ καθ’ ἡμᾶς διεξήλθομεν, πολλῶν ὄντων καὶ σχολῆς πολλῆς δεομένων τῶν παραλελειμμένων. αὐτόπται δὲ καὶ αὐτήκοοι οἱ θεοσεβέστατοι τοποτηρηταὶ τῶν πλειόνων γεγονότες δύναιντ’ ἂν ἅπαντα σαφῶς ἀναδιδάξαι, τῆς ὑμῶν μεγαλοφυεστάτης συνέσεως διαπυνθάνεσθαι βουλομένης.