Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Ἐπιστολαὶ καὶ Ἀμφιλόχια

Μέγας Φώτιος

Τα Αμφιλόχια: Προοίμιο και επίλυση φαινομενικών αντιφάσεων της Αγίας Γραφής

Η έναρξη της συλλογής των Αμφιλοχίων με επεξήγηση της ερμηνευτικής μεθόδου που αίρει τις φαινομενικές αντιφάσεις των βιβλικών κειμένων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 18 από 34

Τὰ Ἀμφιλόχια, ἢ λόγων ἱερῶν καὶ ζητημάτων ἱερολογίαι πρὸς Ἀμφιλόχιον τὸν ὁσιώτατον μητροπολίτην Κυζίκου, ἐν τῷ καιρῷ τῶν πειρασμῶν ζητημάτων διαφόρων εἰς ἀριθμὸν τριακοσίων συντεινόντων ἐπίλυσιν αἰτησάμενον Τῆς σπουδῆς σου τὸ γνήσιον δυσωπηθεὶς τὴν σὴν ἀφῆκα πρὸς πέρας ἐλθεῖν, ὡς ἤλπισας, αἴτησιν. καίτοι πολλὰ ἦν, καὶ κράτος εἶχεν, ἃ τὴν ἐμὴν γνώμην ἐκεῖθεν ἀνέστελλεν· ἓν μὲν ὅτιπερ οὐκ ὀλίγοις τῶν πρὸ ἡμῶν ἱερῶν ἀνδρῶν τὰ πλεῖστα τῶν σῶν ἀπορημάτων τῆς δεούσης διακρίσεως ἔτυχεν· ἕτερον δέ, καὶ ἡμῖν αὐτοῖς οὐκ ὀλίγα τούτων ἀλλαχόθι ἐπιλέλυται. οὐ μὴν ἀλλὰ γὰρ καὶ ὄχλον τοσοῦτον διελθεῖν συχνὸν ἀπαιτεῖ χρόνον, καίτοι ‘τοῦ καιροῦ συνεσταλμένου’, κατὰ τὴν θείαν τοῦ κήρυκος φωνήν, καὶ ὀψὲ τυγχάνοντος· ἡμῖν δὲ οὐχὶ τῷ κοινῷ λόγῳ τοῦ ἀνθρωπίνου βίου μόνον, ἀλλά γε νῦν καὶ τῷ ἰδιάζοντι ὁ καιρός, ὡς ὁρᾷς, ὑποστέλλεται. πῶς δ’ ἂν πλῆθος ζητημάτων εἰς τριακοσίων συγκεφαλαιούμενον ἀριθμόν (μέχρι γὰρ τοσούτου τὸ περὶ ταῦτά σου φιλότιμον τὴν παροῦσαν ἡμῶν στενοχωρίαν πλατύνειν ἐνόμισεν) οὐχὶ καὶ συχνὸν συναναλώσει χρόνον καὶ τὴν ἡμετέραν σχολὴν ἐκβιάσοιτο; τὸ δὲ σποράδην αὐτὰ προβεβλῆσθαι τὰ ἐρωτήματα καὶ τὸ ἀκοῦσαι παρόντα τῆς ἡμετέρας γλώττης ἐνίων αὐτῶν ἀφαιρουμένης τὸ ἄπορον (τί γάρ, ἐνὸν τὰ ἠκουσμένα μνήμῃ φυλάξαι, σὺ δὲ δευτέρους ἡμᾶς ἀπαιτεῖς πόνους;)

καὶ τὸ εἰς ὄγκον τὴν γραφὴν ἀπελθεῖν, οὔ τι τῶν εἰρημένων εἰσὶν ἐλάττω κωλῦσαι, καίπερ ἑτέροις ἤρκεσεν ἂν εἰς κωλυμάτων ὑπόθεσιν.

Οὐμενοῦν ταῦτα οὐκ αἰτιάσομαι· πλὴν τοσούτων γε καὶ τηλικούτων ὄντων τῶν πρὸς τἀναντία φερόντων, ἔχεις, ὥσπερ φθάσαντες ἔφημεν, ὅπερ ᾔτησας· οὐ λέξει μὲν ἐξειργασμένῃ καλλωπιζομένου τοῦ συντάγματος, τοῖς ἐπιτυχοῦσι δὲ τῶν ὀνομάτων καὶ ἃ μὴ τὴν τῶν πολλῶν ἀκοὴν περιορᾷ τὸν νοῦν τῶν ἠπορημένων ἐκκαθαίροντος. σὺ δὲ μὴ μόνον ἀγαθὸς ἦσθα ζητεῖν καὶ λαβεῖν, ἀλλὰ καὶ τῆς δωρεᾶς ἀπολαύειν ὀφθείης μοι σπουδαιότερος.

Ἀμφιλοχίῳ μητροπολίτῃ Κυζίκου, ἐν ᾗ ζητήματα τῆς θείας γραφῆς διαλύεται· ὧν προδιευκρινεῖται τὸ δεσποτικὸν ἐκεῖνο παράγγελμα τὸ λέγον ‘μὴ ἔχετε ζώνην μήτε ὑποδήματα μήτε πήραν, ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀράτω ὁμοίως καὶ πήραν’ καὶ ἑξῆς. Πολλὰ τῶν ἀπορημάτων προκατασκευῆς δεῖται καὶ τὴν λύσιν ὑποφεύγει χωρὶς ἐπιοῦσαν προκαταστάσεως· τοιαύτης τινὸς οἰκονομίας λόγον κατ’ ἐνίων δόξαν καὶ ὑπόληψιν καὶ τῆς σῆς συνέσεως ἀπαιτεῖ τὸ ἐρώτημα. διόπερ ἐκεῖνο δεῖ προειρῆσθαι καὶ προλαβεῖν τὴν τάξιν εἰς μάθησιν, ὅτι οὐχ ὅσα φαινομένην ὑποβάλλει μάχην, ἤδη καὶ τῇ ἀληθείᾳ ὁρᾶται μαχόμενα. πολλὰ μὲν γὰρ φαίνεται πολλάκις ἀλλήλοις ἀντιπίπτοντα, οὐκ ἔστι δέ· οὐδὲ γὰρ οὐδ’ ἁπλῶς καὶ ὡς ἔτυχεν ἡ μάχη συνέστηκεν, οὐκ ἐν λόγοις, οὐκ ἐν πράγμασιν, πολλῶν δὲ περιστάσεων συνδρομὴ ταύτην συγκροτεῖ καὶ συνίστησι. καὶ οὐκ ἔργον τοῦτο συνιδεῖν· οὐ γὰρ ὅσοι τὰ παλαιὰ φιλοσοφεῖν καὶ τὰ ῥητόρων πράττειν ἐγνώκασιν, οὐκ ἐν τούτοις μόνον πολὺ καὶ ἄπειρον ὑπονοηθὲν τὸ διάφορον, ὕστερον ἀκριβείας δικαζούσης διαφορᾶς ἀφείθη ἐλεύθερα, ἀλλὰ καὶ ἐν αὐτῇ γε τῇ καθωμιλημένῃ τῶν πολλῶν χρήσει πολλὰ μὲν ἁπλῶς οὕτως ἀκοῦσαι φαίνεται μάχεσθαι, κριθέντων δὲ εἰς συμφωνίαν ἡ μάχη μετέπεσεν.

εἴ τις οὖν τὴν μὲν ἐν τῇ ἀνὰ χεῖρα ὁμιλίᾳ φαινομένην στάσιν τῆς ἀληθοῦς μάχης ἀδεκάστῳ γνώμῃ διακρίνει, ἀφορίζει δὲ κἂν τοῖς τὸν φιλόσοφον καὶ ῥήτορα βίον ἀσκουμένοις τὰ μαχόμενα τῶν φαινομένων, ἐπὶ δὲ τῆς ἱερᾶς ἡμῶν φιλοσοφίας οὐ τὸν αὐτὸν διασῴζει νόμον, ἀλλὰ καὶ τὴν ἐπιπόλαιον ἀντιλογίαν εἰς ἄσπονδον ἐκβιάζεται λογομαχίαν, οὗτος καὶ χωρίς τινος αἰτιωμένου συκοφάντην ἑαυτὸν καὶ φαῦλον κριτὴν ἀποφαίνει.

Αὐτίκα γοῦν (ἵνα ἀπὸ τῆς τῶν πολλῶν συνηθείας ἄρξωμαι) ὁ φόνος αὐτοῖς καὶ πολιτείας ἐστὶ φύλαξ καὶ μύσους ὑπόθεσις· καὶ δὴ καὶ ἡ ἐμπορία κόσμος τῇ πόλει καὶ ὕβρις οὐκ ἔλαττον. καὶ πῶς οὐκ ἐναντία ταῦτα; ὅτι φονεύειν μὲν οὐκ ἔξεστιν εὐεργέτην οὐδὲ πολίτην εὔνουν τῇ πόλει οὐδ’ εἴ τις ἀναίτιος, πολέμιον δὲ καὶ προδότην καὶ κακοῦργον ἄλλως ἔνδικον τεθνάναι. καὶ δὴ καὶ τὸν ἀλλοτρίους γάμους διορύττοντα ἐπ’ αὐτοφώρῳ ἁλόντα κύριός ἐστιν ὁ ἠδικημένος καὶ τοῦ εἰσπράττεσθαι τὴν δίκην, ἔξω δὲ τοῦ μύσους λαβὼν δικαστὴν ἄλλον ἐπιζητεῖ τοῦ ἐγκλήματος. πάλιν ὅσοι τὸ ταπεινὸν σχῆμα τῆς πολιτείας ὑποδύονται ἐμπορίαις τὴν πόλιν συναύξουσιν, οἱ δὲ στρατηγεῖν ἢ δημαγωγεῖν ἢ τὰ τοιαῦτα ταχθέντες, εἰς ἐκείνην καταβαίνοντες τὴν πρᾶξιν τῆς πολιτείας ἐξυβρίζουσι τὸ ἀξίωμα. καὶ τῶν παραδειγμάτων οὐκ ἔστι πέρας τῷ βουλομένῳ διαπεράνασθαι. ὁρᾷς ὡς πολλὰ μὲν φαντασίαν παρέχεται ἀντιθέσεως, ἐξεταζόμενα δὲ τὴν συμφωνίαν ἀσπάζεται; οὕτως οὖν καὶ ἐπὶ τῆς ἱερᾶς ἡμῶν γραφῆς δέον θεωρεῖν, ἧς ῥητὸν καὶ τὸ σὸν πρόβλημα, πρὸς ὃ δηλονότι διετυπώθη καὶ τὸ ὅλον τοῦ λόγου προοίμιον.

Μωσῆς ὁ νομοθέτης εἶπεν, μᾶλλον δ’ ὁ κοινὸς καὶ πλάστης καὶ νομοθέτης δι’ αὐτοῦ, ‘οὐ φονεύσεις’ καὶ πάλιν ‘θέσθε ἕκαστος τὴν ἑαυτοῦ ῥομφαίαν ἐπὶ τὸν μηρὸν καὶ διέλθετε καὶ ἀνακάμψατε ἀπὸ πύλης εἰς πύλην διὰ τῆς παρεμβολῆς καὶ ἀποκτείνατε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἕκαστος τὸν πλησίον αὐτοῦ καὶ ἕκαστος τὸν ἔγγιστα αὐτοῦ.’ πῶς οὖν αὗται αἱ φωναὶ τὴν ἀλλήλων οὐ νομοθετοῦσιν ἀναίρεσιν; ἢ δῆλον ὅτι οὐ φονεύσεις μὲν τὸν ἀναίτιον, τὸν δέ γε θανάτου ἔνοχον καὶ τὸν πατρῴους νόμους ἐνυβρίσαντα εἰδώλοις τε τὸ τοῦ πλάστου σέβας ἀναψάμενον φόνῳ κολάσεις. ἐάσειν μοι δοκῶ τὸ ‘οὐ μοιχεύσεις’ καὶ τὸ ‘λάβε σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας’· ἔχει γάρ τι καὶ τοῦ ζητουμένου βαθύτερον, πλὴν ὅτι περίστασις κἀνταῦθα ποιεῖ τὴν φαινομένην μάχην μὴ μάχεσθαι. οὐκ ἔξεστιν εἰς θεοῦ προφήτην ὑβρίζειν, οὐ χειρί, οὐ γλώσσῃ, οὐχ ἑτέρῳ τρόπῳ τινί· καὶ μαρτύριον παῖδες ἀθύροντες καὶ προφήτην ποιούμενοι γέλωτα ἀντὶ σκωμμάτων σωμάτων εἰσεπράχθησαν ὄλεθρον. ἀλλ’ εὑρήσεις τινά, ἐπεὶ μὴ τοῦ προφήτου τὴν ὄψιν ἐπάταξεν, ὅτι τὴν ἐσχάτην δίκην ἀπέτισεν· καὶ τὸ κρατῦνον μᾶλλον τὸ ἄπορον, τούς τε πρὸς ὕβριν ἐξενεχθέντας θηρίον ἐσπάραξε καὶ τὸν εὐλαβηθέντα τὴν μίμησιν θηρίον ἄλλο διέσπασεν. τί οὖν; ἆρ’ οὐκ ἐναντία ταῦτα;

οὐμενοῦν, οὐδὲ πολλοῦ δεῖ· οὐκ ἔξεστι μὲν γὰρ οὐδ’ ὅλως, οἰκείᾳ κρίσει καὶ ὁρμῇ ἀνερεθιζόμενον· ἐπειδὰν δὲ θεὸς κελεύῃ καὶ ἡ ψῆφος ἄνωθεν φέροιτο, οὐ μόνον οὐκ ἔχει χώραν τὸ οὐκ ἔξεστιν, ἀλλὰ καὶ τὸν παρημεληκότα πικρῶς ἡ δίκη μετέρχεται. ἑκάτερον γοῦν τῶν ἱερῶν γραμμάτων παράδειγμα τὴν δοκοῦσαν ἐναντίωσιν ἀποσκευάζεται, τὸ μὲν ἐκ τῆς τοῦ ἀνευθύνου καὶ ὑπευθύνου δηλονότι περιστάσεως, τὸ δὲ παρὰ τὴν θείαν ψῆφον καὶ τὸ ἀνθρώπινον ὅρμημα.

Πολλὰ δὲ καὶ ἄλλα τὴν ἐν ἄλλοις μάχην προφαίνοντα, τῶν περιστατικῶν ὀρθῶς διακριθέντων εἰς συμφωνίαν μεθίσταται· ἄλλα δὲ γίνεται ποτὲ μὲν παρὰ τὸν τόπον, ἄλλοτε δὲ παρὰ τὸν χρόνον, ἐνίοτε δὲ καὶ παρὰ τὸ πρόσωπον. ἔχει μὲν οὖν καὶ ὁ χρόνος διαφορὰς οὐκ ὀλίγας, πολὺ δὲ τὸ πρόσωπον πλείους· ἄρχοντα καὶ ἀρχόμενον, εἰσάγοντα εἰσαγόμενον, τελειοῦντα τελειούμενον, μαθητὴν διδάσκαλον, οἷς ἄν τις συντάττοι καὶ τὸ αἴτιον καὶ τὸ ἀναίτιον. καὶ κοινὴ πάλιν τοῦ προσώπου τομὴ μεταβολὴ τούτου καὶ ὑπαλλαγή· ἄλλο γὰρ εἶδος ἀποτελεῖται τοῦ ἤθους μὲν μεταπίπτοντος, τοῦ προσώπου δὲ διαμένοντος, καὶ ἕτερον πάλιν ὅταν ἀνθ’ ἑτέρου ἕτερον ὑποβάλληται. οἷον ἐβασίλευσεν ὁ θεὸς τὸν Σαούλ, καὶ πάλιν ἀφεῖλεν αὐτὸν τῆς βασιλείας· ‘ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὴ καταστραφήσεται’, καὶ μένει χρόνον ἡ πόλις τῆς προθεσμίας ἐλεύθερον τοῦ πάθους ἀπείρατος· καὶ ἄλλα δὲ μυρία τῇ μεταβολῇ τῶν ἠθῶν τὸ πρόσωπον μεριζόμενα τῶν λογισμῶν τὴν στάσιν καλεῖ πρὸς διάλυσιν. τὸ δὲ τὸν Ἀαρὼν μὴ δοῦναι δίκην τῆς μοσχοποιίας, ὅτε τὸ ξίφος τοὺς μετεσχηκότας τῆς αὐτῆς αἰτίας ἐδίκαζεν, καὶ εἰς ἄλλας μέν ἐστιν ἀναφέρειν αἰτίας καὶ τὸ ἀντιπῖπτον ἐκεῖθεν συνάγειν εἰς τὸ ἀκόλουθον, ἀλλ’ οὖν γε καὶ ἡ τῶν προσώπων ἑτερότης οὐ μικρὸν διαλύσασθαι τὴν ἐναντίωσιν, εἴ γε μάλιστα καὶ τὰ ἄλλα περὶ αὐτό τε καὶ ἐξ αὐτοῦ λαμβάνει τὴν πρόοδον.

ἀλλὰ πολὺ μὲν καὶ πολλαχοῦ τῆς θείας γραφῆς τὸ ποικίλον τῆς ἐν τῷ προσώπῳ περιστάσεως· καὶ πολλὰ παρὰ τὴν ἄγνοιαν ἢ κακουργίαν τοῦ θεωρήματος οὐκ ἔχοντα μάχην, ὡς μηδ’ ἀποστροφὴν εὑρεῖν δεδυνημένα συμφωνίας προτείνεται.

Ἐκ τῶν τοιούτων τοιγαροῦν ἀγνοημάτων ἢ κακουργημάτων καὶ τὸ ‘μὴ ἔχετε ζώνην μήτε ὑποδήματα μήτε πήραν’ καὶ τὸ ‘ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀράτω ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων πωλήσει τὰ ἱμάτια αὐτοῦ καὶ ἀγοράσει μάχαιραν,’ ὡς ἐναντία προβάλλονται καὶ μαχόμενα. ἐγὼ δὲ οὔπω μὲν λέγω τὰ ἄλλα, ἀλλ’ ἐκεῖνο, πῶς ἡ τῶν ῥητῶν ἐφεξῆς καὶ κατὰ συνέχειαν σύνθεσις οὐκ ἐδυσώπει φυγεῖν τὴν τῆς μάχης ὑπόληψιν, παραπέμπει δὲ μᾶλλον ἐλθεῖν ἐπὶ ζήτησιν καὶ τὸ βάθος ἀνιχνεύειν τοῦ προστάγματος. ἅμα γὰρ καὶ ἐν τῷ ἀκαρεῖ, μήτε λήθης ἐμπιπτούσης μήτε γνώμης ἀστατούσης, οὐ μὴν οὐδὲ βίας ἰσχυούσης, ἀλλ’ οὐδ’ ἀκοῆς τὸ διάφορον ὑποβαλλομένης, πῶς ἐνῆν τὸν αὐτὸν τἀναντία ἐπισημαινόμενον νομοθετεῖν αἱρεῖσθαι ἃ καὶ φεύγειν προσέταττεν; ἀλλ’ εὐγνώμονος μὲν ἴσως ἂν εἴη λαβεῖν ἐντεῦθεν τῆς θεωρίας ὑπόθεσιν· τὸ δὲ καὶ ῥητῶς τὸν χρόνον ἀμείβειν καὶ τοῖς ῥᾳδιουργοῦσιν ἀντιστήσεται· ‘ὅτε’ γάρ φησιν ‘ἀπέστειλα ὑμᾶς, νῦν δὲ λέγω ὑμῖν’· ἄλλῳ δὲ καὶ ἄλλῳ καιρῷ ἑτέραν καὶ ἑτέραν ἐναρμόζειν ἐντολὴν οὐ μόνον οὐδὲν ἄτοπον, ἀλλ’ ἔσθ’ ὅτε μᾶλλον οἰκειότερον ἢ εἴ τις τὰ αὐτὰ προστάττοι, τοῦ κατὰ τὸν καιρὸν διαφόρου ἐξ ἀνάγκης ζητοῦντος διάφορα.

Ἀλλὰ γὰρ οὕτω τῶν εἰρημένων διεσκευασμένων τινὲς τὸ προκείμενον ἐπιλυόμενοί φασι τὸν κοινὸν δεσπότην τοὺς μαθητὰς πάλαι μὲν παιδοτριβοῦντα καὶ πρὸς τὸ τῆς ἀκτημοσύνης εἰσάγοντα στάδιον μηδὲν αὐτοῖς τῶν προσύλων καὶ χαμαὶ καθέλκειν δυναμένων ἐπιτρέψαι συνεφέλκεσθαι μηδ’ ἂν εἴη οἷς ὁ ῥέων βίος οὗτος καὶ πρὸς τὴν φθορὰν ἐλαύνων συνέχηται· εἴωθε γὰρ πολλάκις, καὶ μάλιστα τοῖς ἀτελεστέροις, ἡ τῶν ἀναγκαίων μέριμνα καὶ τῶν περιττῶν καὶ ὑπὲρ τὴν χρείαν τὴν σπουδὴν κατ’ ὀλίγον συνεπισύρεσθαι καὶ πολλὴν τῇ ψυχῇ τὴν λύμην συγκατεργάζεσθαι· διὰ τοῦτο, φασίν, ὁ σωτὴρ ἄρτι μυσταγωγουμένοις ἀπεῖπεν τότε μηδὲν τοῖς μαθηταῖς τῶν γηίνων καὶ σωματικῶν συνεφέλκεσθαι· ὕστερον δέ, τὸν ἀγῶνα διηνυκότας ἀνύβριστον καὶ πεῖραν ὅσην ἔδει δόντας ἐν οἷς τοῦ σαρκίου κατεφρόνησαν, ἔτι δὲ καὶ τοῦ σωτηρίου πάθους λοιπὸν ἐνεστηκότος, μεθ’ ὃ πολλῶν πειρασμῶν νιφάδες τοὺς ἀγωνιστὰς περιστοιχίζειν ἠφίεντο καὶ χειμὼν ἀνυπόστατος διωγμῶν καὶ θλίψεων ὑπεδέχετο, διὰ ταῦτα τὴν τῶν μετρίων κτῆσιν καὶ ἃ συγκροτεῖ τὴν ζωὴν μὴ διαρρυῆναι συγχωρεῖ. τοῦ γὰρ τῆς φιλοχρηματίας πάθους τῶν ἀποστολικῶν ἠθῶν τε καὶ τρόπων ἐξ αὐτῆς κρηπῖδος ἀνατραπέντος καὶ τοῦ διωγμοῦ σφοδρὸν καὶ ἀνυπόστατον πνέοντος, ἐχρῆν τι παραμύθιον εἰς ἐφόδιον φέρειν τῆς πανταχόθεν ἐπηρεαζομένης ζωῆς.

καὶ οὐδὲν οὐδ’ ὅλως θατέρᾳ τῆς ἐντολῆς ἡ ἑτέρα λυμαίνεται, ὥσπερ οὐδ’ εἴ τις στρατιώτην μετὰ νίκας καὶ τρόπαια τῶν πολεμικῶν ἀγώνων τέως ἀπάγων δίδωσι ποιεῖν καὶ ὅσα εἰρήνη χαρίζεται· ἢ εἴ τις εἰς διδασκάλου μὲν φοιτῶντα ἄλλαις συνασκεῖ μελέταις, τὸν ἔφηβον δὲ διεξιόντα βαθυτέροις νόμοις καὶ ὑψηλοτέραις ἐγγυμνάζει θεωρίαις· καὶ ποίμνιον μὲν ἄλλοις ἔθεσι καὶ θεσμοῖς εὐθηνεῖται, τὸν ποιμένα δὲ οὐχ ἡ αὐτὴ τοῦ βίου τρίβος κατευθύνει.

Ἀλλ’ οὕτω μέν τινες εἰς συμφωνίαν τὰς ἐν τοῖς ῥητοῖς συνάγουσι διανοίας. οἱ δὲ τὰ μὲν ἄλλα τῶν προτεθειμένων οὐκ ἔλαττον ἀγαπῶσι, φασὶ δέ, τῶν μαθητῶν πρότερον μὲν εἰσαγομένων καὶ τελειουμένων τάξιν ἐπεχόντων, ἀναγκαῖον εἶναι περὶ μηδὲν ἄλλο τοὺς λογισμοὺς μερίζεσθαι ἐπιτρέπειν, ὅλον δὲ τὸν νοῦν πρὸς τὴν μάθησιν τῶν σωτηρίων καὶ μεταχείρισιν ἐπεστράφθαι· ἄλλως τε δὲ καὶ τοῦ διδασκάλου παρόντος καὶ παρέχοντος αὐτοσχεδίως οὐχ ὅσα μόνον ἡ φύσις οὐκ ἔχουσα λύσιν ἔχει, ἀλλὰ καὶ χεῖρας πολλοῖς πλήθεσι τροφὴν ἀγεώργητον ὑπηρετουμένας· ἐπεὶ δὲ αὐτοὶ μὲν τῆς τῶν ἀτελῶν ὑπερανέδραμον παιδαγωγίας, ἐγγυτέρω δ’ ἐγένοντο τοῦ τελείου, αὐτὸς δὲ ἤδη τῷ ἑκουσίῳ καὶ σωτηρίῳ θανάτῳ τῆς σωματικῆς αὐτοὺς ἀποστερεῖν ἐπλησίαζε παρουσίας, καὶ πρός γε τὸ κήρυγμα αὐτοῖς ἐγχειρίζειν καὶ εἰς διδασκάλων καὶ ποιμένων προνόμιον ἀναβιβάζειν, ἀκώλυτον αὐτοῖς τότε τὰ ἀναγκαῖα τῆς ζωῆς ἐφόδια φέρειν ἀποφαίνει. ὅπερ ἐκεῖθεν φυὲν τὴν ἀρχὴν καὶ τὴν τῶν διδασκομένων πρόνοιαν ἐκαρποφόρει, ὡς ἐπ’ αὐτοῖς ἐστι τοῖς ἔργοις προϊὸν ἰδεῖν· καὶ γὰρ ‘παρὰ τοὺς πόδας τῶν ἀποστόλων’ τὰς τιμὰς τῶν οἰκιῶν καὶ τῶν ἀγρῶν φέροντες ‘ἐτίθουν, καὶ ἐδίδοτο ἑκάστῳ καθὸ ἄν τις χρείαν εἶχεν.’ Ἀλλὰ γὰρ καὶ τοῦτο καλῶς ἐπιθεωρεῖν ὑποτίθενται.

αὐτὸς ὁ δημιουργὸς καὶ συνοχεὺς τοῦ παντός, ὅτε συμπάσης ἀπῆγε τοὺς μαθητὰς περιπαθείας προσύλου καὶ κτήσεως, γλωσσόκομον εἶχε καὶ τοὺς βάλλοντας ἀπεδέχετο· ὥστε οὐ τὸ μὴ κεκτῆσθαι ἁπλῶς, ἀλλὰ τὸ μὴ τούτοις ἔχεσθαι καὶ προσηλῶσθαι καὶ διὰ τῆς ἐντολῆς ταύτης κωλύει. ἐπεὶ καὶ αὐτός, ὥσπερ ἔφημεν, εἶχεν οὐκ ἔχων, ἕνεκεν γὰρ τῶν δεομένων καὶ παραμύθιον τῶν ἀπορουμένων καὶ τῆς ἀνάγκης ἀποστροφήν τινα καὶ λύσιν. ὥσπερ οὖν οὐκ ἐναντίον αὐτὸν μὲν γλωσσόκομον φέρειν, ἐκείνοις δὲ μηδὲν συνεπιφέρειν ὅλως ἀπαγορεύειν, οὕτως οὐκ ἔστιν ἐναντίον οὐδὲ πάλαι μὲν αὐτοὺς πρὸς τὸ τῆς ἀκτημοσύνης τραχύ τε καὶ δυσπρόσοδον ἀνατρέχειν, ὕστερον δὲ καὶ τῇ συμμέτρῳ τῶν ἀναγκαίων κτήσει τῶν πολλῶν ἀνίεσθαι πόνων καὶ τῆς ἐσχάτης ἔχειν παραμύθιον στενοχωρίας.

Ἀλλὰ γὰρ καὶ πρὸς τούτοις, μᾶλλον δὲ πρὸ τῶν εἰρημένων, ὅταν ἴδῃς, φασί, τῆς ἀκτημοσύνης ἆθλον τὸν πλοῦτον, σαφέστερον ἂν ἐπιστήσας συνήσῃ ὡς οὐκ ἔστιν ἀλλήλων ἀναιρετικὰ οὐδὲ διαμάχεται ἡ ἐντολὴ τοῦ μὴ κεκτῆσθαι πρὸς τὴν ἐπιτρέπουσαν κεκτῆσθαι, ἂν τὸ μὲν συνάπτῃς δηλονότι τῷ ἐμπαθεῖ, ἡ κτῆσις δέ σοι τοῦ πάθους ἐλεύθερον· πῶς γὰρ ἂν τὸ ἀφιλάργυρον τῆς γνώμης καὶ τὸ τῆς ἀκτημοσύνης ἀνυπέρβλητον εἰς τὸ πολλαπλάσιον καὶ θαυμασιώτερον ἐβλάστανεν ἂν καὶ ἐκαρποφόρει τῆς περιουσίας τὸ ἄφθονον, εἰ διὰ μάχης ἀλλήλοις ἡ δικαία κτῆσις καὶ ὁ τῆς ἀκτημοσύνης λόγος προῄεσαν; καὶ τίς μάρτυς, τίς δὲ παράστασις τοῦ λόγου; αὐτὸς ὁ κοινὸς τοῦ γένους σωτὴρ καὶ δεσπότης, ὃς τοῖς δι’ αὐτὸν λιποῦσι πάντα τὰ αὐτῶν ἑκατονταπλασίονα λήψεσθαι ἐπηγγείλατο, καὶ οὐδὲ μέχρι τούτων τὸ ἔπαθλον περιέγραψεν, ἀλλ’ ἔτι πρὸς τὸ μεῖζον καὶ οὐδ’ ὅσον ἐστὶν εἰπεῖν μεῖζον ἐξαίρει καὶ ὑπερτίθησι· τὴν γὰρ τῶν οὐρανῶν βασιλείαν κλῆρον αὐτοῖς ἐπιφέρει.

Τοιαῦτα μὲν οὖν καὶ οἱ μετὰ τοὺς πρώτους συμφωνεῖν ἀλλήλοις τὰ ἱερὰ κατασκευάζοντες λόγια· καὶ δῆλον ὡς ἑκατέρα μοῖρα διὰ τῆς κατὰ τὸ πρόσωπον περιστάσεως ἑλκύσαι τὴν λύσιν ἐνεδυναμώθη τοῦ ἀπορήματος. ἕτεραι δὲ παρ’ ἃς ἐπήλθομεν δόξαι ἐκ τῶν αὐτῶν μὲν ἐγγὺς ἐκείναις ἀφορμῶν ἔσχον τὴν κίνησιν, οὔτε δὲ ταῖς προλαβούσαις οὔτε πρὸς ἀλλήλας τὰ αὐτὰ διασῴζουσι τέλη. ἀπὸ μὲν γὰρ τῆς τῶν προσώπων ἑτερότητος καὶ αὐταῖς τὸ ἄπορον λύεται, λέγουσι δὲ τὴν μὲν προτέραν ἐντολήν, ἥτις τὸν τῆς ἀκτημοσύνης εἰσέφερε νόμον, πρὸς τοὺς μαθητὰς ὡς ἀληθῶς εἰρῆσθαι κἀκείνοις ἐφαρμόζειν μόνοις καὶ ὅσοις τὸ τῆς φιλοσοφίας ἔντονον καὶ παραπλήσιον ἄλυτον διὰ βίου μένει, τὴν δὲ δευτέραν οὐδὲν μὲν παρακινεῖν τοῦ περὶ τῆς ἀκτημοσύνης τοῖς ἀθληταῖς δεδομένου νόμου, πρόσωπον δὲ ὑποβάλλειν μὲν τῶν μαθητῶν, εἰς ἑτέρους δὲ τὴν ἀναφορὰν ἔχειν. ἀλλ’ ἑκατέρᾳ μὲν δόξῃ τὰ κοινὰ μέχρι τούτου, σχίζεται δὲ τὸ λοιπὸν θατέρας ἡ ἑτέρα. καὶ ἡ μὲν πρόσωπον ὑποτιθεμένη ὅσον πολιτικόν τε καὶ τοῦ μιγάδος οὐδὲν ἀνέχει, ἅτε δὴ πρὸς μείζονα φιλοσοφίαν δυσανάγωγόν τε καὶ δυσήνιον, τούτοις δὲ ἄρα ὑπαγορεύει διοικονομεῖσθαι καὶ τὴν τῶν μετρίων κτῆσιν καὶ τῆς τοὺς μαθητὰς ἀθλοθετούσης νομοθεσίας ἐλευθέρους τούτους ἀφίησιν.

Ἡ δὲ τοὺς Ἰουδαίους τῶν μαθητῶν ἀντεισάγουσα προφητείαν εἶναι τῆς δευτέρας τὰ ῥήματα διατίθεται κατὰ παντὸς τοῦ γένους, ἥτις καὶ πρὸς ἔργον ἐκβέβηκεν Οὐεσπεσιανοῦ καὶ Τίτου εἰς πολιορκίαν τῆς Ἱεροσολύμων πόλεως καταστάντων, οἳ καὶ ταύτην πολέμου νόμῳ παραστησάμενοι μαχαίρας ἔργον τὸ Ἰουδαίων ἔθνος ἀπέδειξαν. τότε γὰρ δὴ τότε οἷς μὲν ἡ κτῆσις ἔπιπλά τε καὶ ὅσα ἄλλα κομίσαι ῥᾴδια, ταῦτα φέροντες εἰς τὰς ἐπέκεινα τῆς Ἰουδαίας πόλεις τῆς οἰκείας ἀπέτρεχον μητροπόλεως· οἱ δ’ ἄλλως πλούτῳ βαρυνόμενοι ἢ καί τισιν ἑτέροις τρόποις ἐνισχημένοι, οὗτοι δὴ τῇ πόλει μένειν ἐξαπαιτούμενοι ξίφη καὶ μαχαίρας καὶ τὰς ἄλλας πολεμικὰς πανοπλίας ἐξωνεῖσθαι συνηλαύνοντο, τοῦ πολέμου πρὸς τὴν πρᾶξιν καὶ μὴ βουλομένους ἐπαναγκάζοντος· καὶ τοῦτο δή, τοῦτο εἶναι ὃ τὸ δεσποτικὸν προαπεθέσπισε στόμα, ‘νῦν δὲ ὁ ἔχων βαλλάντιον ἀράτω ὁμοίως καὶ πήραν, ὁ δὲ μὴ ἔχων πωλήσει τὰ ἱμάτια αὐτοῦ καὶ ἀγοράσει μάχαιραν.’ τοῦτο δὲ ἄρα καὶ χρησμοῖς ἄνωθεν προδηλοῦσθαι, ‘συγκόψατε τὰ ἄροτρα ὑμῶν εἰς ῥομφαίας καὶ τὰ δρέπανα εἰς σειρομάστας’ τοῦ θείου προκαταγγέλλοντος. οὕτως οὖν φασιν οὐδαμῶς μάχεσθαι τὸ ‘μὴ ἔχειν ζώνην μήτε ὑποδήματα μήτε πήραν’ πρὸς τὸ ‘νῦν δὲ ὁ ἔχων βαλλάντιον ἀράτω ὁμοίως καὶ πήραν· ὁ δὲ μὴ ἔχων πωλήσει τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγοράσει μάχαιραν.’

Ἀλλά γε τοῖς οὕτω τὴν ἀπορίαν ἐπιλυομένοις ἀντιπεσεῖται μὲν ἴσως αὐτὰ τὰ δεσποτικὰ ῥήματα· ‘ὅταν’ γὰρ ‘ἀπέστειλα ὑμᾶς’ φησιν, καὶ ‘νῦν δὲ λέγω ὑμῖν’· οὐκ ἄλλοις, ἀλλ’ ὑμῖν αὐτοῖς, οὓς καὶ κηρύσσειν ἀπέστειλα· ὥστε νῦν ἡ τῶν προσώπων ὑπαλλαγὴ οὐδεμίαν εὑρίσκει χώραν ἀποδοχῆς. οὐ μὴν ἀλλὰ καὶ τίνα λόγον, ποῖον δὲ συνδιασώσει εἱρμὸν τὸ ‘ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀράτω καὶ πήραν’ πρὸς τὴν τῆς ἀκτημοσύνης ἐντολήν; πῶς γὰρ ἂν ὁ ἀκτήμων βαλλάντιον ἔχοι; τίνα δὲ προφητείαν τὸ προσλαβεῖν τῷ βαλλαντίῳ καὶ πήραν τῆς τῶν Ἰουδαίων ὑπογράφει καταστροφῆς; ἀλλ’ ἡ τοιαύτη μὲν ἔρευνα τῶν λογισμῶν ἀδεκάστῳ κρίσει καὶ τῶν ἔμπροσθεν ἀποδεδομένων λόγων ἐνίοις τισὶ διανοίαις ἐμποδὼν ἂν σταίη καὶ οὐκ ἂν συγχωρήσειε τὴν λύσιν ἀναμφισβήτητον προελθεῖν. τῷ γὰρ πάλαι μὲν τοῖς μαθηταῖς ἀποκωλῦσαι, ὕστερον δ’ ἐπιτρέψαι τὴν κτῆσιν, ταύταις δὴ ταῖς ἐντολαῖς πῶς ἂν ἐφελκυσθείη συναρμόσαι τὸ ‘ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀράτω καὶ πήραν’ καὶ τὸ ‘ὁ δὲ μὴ ἔχων πωλήσει τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγοράσει μάχαιραν’; οὔτε γάρ, εἰ ταῦτα δοθείη, τῆς προτέρας ἐντολῆς οὐδαμῶς ἐπιγινώσκεται τοῖς λαβοῦσιν ἡ φυλακή (οὐ γὰρ ἂν χώραν εἶχε τὸ βαλλάντιον), καὶ ἡ δευτέρα δὲ οὐκ ἐπιτροπὴν εἰσάγει μᾶλλον τοῦ κτήσασθαι, ἀλλ’ ἔλεγχον τοῦ μὴ φυλάξαι τὰ πρότερα.

ἀλλὰ γὰρ τοὺς μὲν ἱεροὺς ἐκείνους ἄνδρας ἄγειν τε χρεὼν καὶ θειάζειν τῆς τε πρώτης ἐπιβολῆς καὶ τῆς εὐσεβούσης γνώμης, καὶ ὅτι τὴν ἀρχὴν τῆς εὐπορίας ἐκεῖθεν οἱ μετ’ αὐτοὺς ἀνεδέξαντο, σπέρματα λαβόντες καὶ ἀπαρχὰς ἀκριβεστέρων ἐπιλύσεων, καὶ τό γε πατέρας αὐτοὺς μᾶλλον ἡμῖν ἐπιγράφον καὶ τροφείων ἡμᾶς ἀποφαῖνον χρεώστας, ὅτι ταῖς συντόνοις αὐτῶν ἐπιβολαῖς καὶ φιλοπονίαις εἰς ἄκρον ἐστὶν ἰδεῖν τὰ πλεῖστα τῶν ἱερῶν γραμμάτων τὴν ἐργασίαν ἀπειληφότα καὶ μηδεμίαν ἀγνοίας ἢ ἀμφισβητήσεώς τισι καταλελοιπότα πρόφασιν.

Φαίη δ’ ἄν τις ἴσως, ὁδηγῷ τῷ πνεύματι χρώμενος ὥστε καὶ τὰς εἰρημένας λαβὰς ἐκφυγεῖν, ὡς τὸ μὲν πολλὰ τῶν φαινομένων ἐν τῇ θείᾳ γραφῇ μάχεσθαι παρὰ τὴν ἄγνοιαν ἢ τὴν κακουργίαν τῶν τοῖς ῥητοῖς ἐπιβαλλόντων ὀρθῶς τε καὶ δικαίως εἴρηται (οἱ μὲν γὰρ οὐ συνορῶντες τὰ περιστατικὰ δι’ ὧν τὰ μαχόμενα λύεται, οἱ δὲ κακομηχανοῦντες τὴν ἀπορίαν κρατύνουσι), πλὴν ἀλλά γε νῦν ἡ ἀπὸ τοῦ προσώπου περίστασις οὐδὲν μέγα τῇ παρούσῃ θεωρίᾳ συμβάλλεται, αὐτῶν δὲ μᾶλλον τῶν ἱερῶν γραμμάτων ἡ ἀκριβὴς συνεξέτασις ἐξ ἑαυτῶν διασκεδάζει τὴν ἐπιθολοῦσαν ἄγνοιαν τῇ καθαρότητι τοῦ νοήματος. καί μοι συνδιασκόπει τοῖς λογισμοῖς καὶ συνακολούθει τῷ ἐγχειρήματι. πρῶτον μὲν ὁ δεσπότης οὐκ ἐπιτάττει τοὺς μαθητὰς βαλλάντιον αἴρειν, ἀλλὰ τοὺς ἔχοντας καὶ πήραν συνεπιφέρειν ἀφίησι· ποῦ τοίνυν ταῦτα ἀσύμφωνα καὶ πῶς ἂν ἀλλήλοις μάχοιτο, μαθητὰς μὲν ποιεῖν καὶ δεικνύναι τῆς ἀκτημοσύνης νομοφύλακας, τοὺς ἠθετηκότας δὲ συγχωρεῖν κἀπὶ τῶν ὁμοίων λύειν τὸ πρόσταγμα; ἀρρωστήματι γὰρ γνώμης κανὼν ἀκριβείας ἀσύμφορον, καὶ ὁ δοὺς τοῖς προλαβοῦσι τῆς ὀλιγωρίας τὸν ἔλεγχον αὐτὸς ἀναχαιτίζει τοῦ νομοθέτου τὴν ἐπὶ τοῖς μέλλουσι πρόνοιαν.

συγχωρεῖται μὲν οὖν, ὡς ἔφημεν, τοῖς κτησαμένοις τὸ βαλλάντιον καὶ ἡ πήρα, ἢ εἰ βούλει προαναφωνεῖται τῆς ἐσομένης πολιτείας τοῖς μὴ τὰ φθάσαντα συντηρήσασιν ὁ τρόπος· ἐναντίον δὲ τῇ ἐντολῇ δι’ ἧς οἱ τελειωθέντες τὴν ἀκτημοσύνην κατώρθωσαν οὐδαμῶς ἂν τοῦτο συνοραθείη.

Ὁρᾷς πῶς ἐξ αὐτῆς τῆς λέξεως καθαρῶς ἡ λύσις προέρχεται, μηδὲν ἐργῶδες μηδὲ περινενοημένον παρέχουσα; ‘ἀλλὰ νῦν,’ φησίν, ‘ὁ ἔχων βαλλάντιον ἀράτω ὁμοίως καὶ πήραν.’ δύο τάξεις νῦν, ὃ καὶ ἐπὶ πάσης ἄλλης ἐστὶν εὑρεῖν ἐντολῆς, συνορῶνται· οἱ μὲν κατορθοῦσιν, οἱ δὲ τὸ πρόσταγμα παραβαίνουσι. τοῖς μὲν κατωρθωκόσι καὶ τῶν μειζόνων ὁ πόνος πιστεύεται, τοῖς δ’ ἐρραθυμηκόσιν οὐδὲν ἄλλο βάρος ἐπιτίθεται, ἀλλὰ καὶ συγχωρεῖται τὸ φθάσαν, ἵνα μὴ τὸ πᾶν ἐξ ἀπογνώσεως ἀπολέσωσιν. ἔδωκεν τοῖς μαθηταῖς μηδὲν κεκτῆσθαι· οὐδὲν αὐτοῖς τῶν ἀναγκαίων ἐπιλέλοιπεν, οὐ μικρόν, οὐ μέγα· οὐχ εὗρον ἀφορμὴν οὐδεμίαν οὐδ’ αἰτίαν πλάσαι παραβάσεως. καὶ μάρτυρες αὐτοὶ τοῦ μηδενὸς ἐν ἐνδείᾳ νομοφυλακοῦντας καταστῆναι· ‘μή τινος’ γάρ φησιν ‘ὑστερήσατε;’ οἱ δὲ ‘οὐδενός.’

ἐπεὶ οὖν ὁμοτίμως μὲν ἡ ἐντολὴ ἐδόθη, ὁμοτίμως δὲ τὸ τῆς χρείας ἄφθονον ὑπῆρχεν, ἀλλ’ οἱ μὲν οὐ δέον συνεπιφέρειν βαλλάντιον εἶχον, οἱ δὲ τῆς ἐντολῆς ἦσαν, τοὺς μὲν ὑπεριδόντας τὸ πρόσταγμα ἅμα μὲν ἐλέγχων, ἅμα δὲ ἀφιεὶς φέρεσθαι τῇ γνώμῃ καὶ οὐ συγκλείων εἰς βίαν, ἅμα δέ, εἰ βούλει, καὶ προαναφωνῶν αὐτοῖς τῆς πολιτείας τὸ μέλλον, ‘ὁ ἔχων’ φησὶ ‘βαλλάντιον ἀράτω ὁμοίως καὶ πήραν’ (προανεκήρυξεν γὰρ ὁ παραβὰς οἷς ἔφθασεν πράξας καὶ τῆς ἐντολῆς ἀλογήσας, οἵαν καὶ περὶ τῶν συστοίχων τὴν ἐν τῷ μέλλοντι διάθεσιν δείξει)· τοῖς δὲ καθαρῶς ἀσπασαμένοις τὸ πρόσταγμα, τῆς γνώμης αὐτῶν ἀποδεξάμενος τὸ στερρόν, καὶ τὸ κεφάλαιον τῶν κατορθωμάτων ἐν ἀγῶνος μοίρᾳ χαρίζεται καὶ πρὸς τὸ τῆς φιλοσοφίας ἄκρον οἷς εἰσάγει ἀναφέρει.

Διό φησι, πρὸς ἑκατέρους τοῦ λόγου σχιζομένου· ‘νῦν δέ, ὅτε μάλιστα τὸ πάθος ἥκει τὸ ἐμὸν καὶ ὁ καθ’ ὑμῶν ἐπὶ μέγα κρατύνεται πόλεμος καὶ πολλῶν ἔλεγχον δώσουσι λογισμοί, οἷς μὲν ὁ τῆς ἐντολῆς λόγος, οὐδ’ οὕτω χαλεπὸς ὤν, οὐκ ἐφυλάχθη, τούτοις ἀκολουθήσει μετὰ τοῦ βαλλαντίου καὶ ἡ περιποίησις τῆς πήρας· οἷς δ’ ἀνωτέρω γενέσθαι τῆς ἀθετήσεως διεπονήθη, οὗτοι καὶ τὸ τέλος οἰκεῖον τῶν προηγωνισμένων ἐπιθήσουσιν. καὶ τοὺς μὲν τῆς ἄκρας φιλοσοφίας καὶ διὰ τοῦτο καὶ τῆς ἀκτησίας κατενηνεγμένους ἡ τῶν πολλῶν μέριμνα καὶ ἡ φροντὶς ὑποδέξεται, οἷς μετὰ τοῦ βαλλαντίου καὶ ἡ πήρα καὶ ὅσα ἂν τὸ εὐπερίστατον ἐπιτάττῃ τοῦ βίου οὐ διαλείψει δι’ ὄχλου γινόμενα· τοῖς δέ γε τηρήσασιν ἐν σπουδῇ καὶ πόνοις τὸ ἀγώνισμα, ἐπεὶ τοῦτο’, φησίν, ‘ὑμῖν ὀρθῶς τε καὶ ἐπιμελῶς διαπέπρακται καὶ τὸν τῆς ἀκτημοσύνης ἆθλον ὥσπερ ἀρραγῆ κρηπῖδα τῶν μελλόντων ἀγώνων ἐπήξατε, λείπεται δὲ παρεσκευασμένους ἔτι μᾶλλον καὶ ἑτοίμους ὑμᾶς εἶναι νῦν ἢ πρότερον πρὸς τὸν ὑπὲρ ἐμοῦ θάνατον (ἤδη γὰρ κἀγὼ τὸν ὑπὲρ τοῦ κόσμου ὑπέρχομαι), εὖ δὲ ποιοῦντες προαπέθεσθε μὲν πάντα τὰ τοῦ βίου, οὐδὲν δ’ ὑμῖν ἐπισύρεται τῶν μεθέλκειν δυναμένων ἀπὸ τοῦ μὴ χαίροντας ἐλθεῖν ἐπὶ τὸ πάντων κεφάλαιον, τὴν ὑπὲρ ἐμοῦ σφαγήν, ἕψεται πάντως ὑμῖν προθύμους εἶναι καὶ τὸ ἔσχατον ἀποδοῦναι περιβόλαιον, καὶ ἀλλάξασθαι τῆς ζωῆς τὸν ὑπὲρ ἐμοῦ θάνατον.’

τοῦτο γὰρ σημαίνοι ἂν τῶν εἰρημένων πάντων εὐστοχώτερον τὸ βαλλάντιον μὴ ἔχειν καὶ ἡ τοῦ ἱματίου πρᾶσις καὶ ἡ μάχαιρα· ὡσανεὶ ὅτιπερ οὐδὲ τοῦ ἐσχάτου περιβολαίου ὁ τὴν τῆς ἀκτημοσύνης τελεσάμενος φείσεται, ἀλλὰ κἀκεῖνο δώσει, χωρῶν εὐθύμως πρὸς μάχαιραν. διὸ οὐ ‘πωλησάτω’ φησὶν οὐδὲ ‘ἀγορασάτω’, ἀλλὰ ‘πωλήσει’ καὶ ‘ἀγοράσει’· ἅμα μὲν οὐ νόμον οὐδ’ ἐπίταγμα τὰ ῥήματα ποιῶν, ἅμα δὲ καὶ τὸ μέλλον προαγορεύων· οἷον ‘οὐκ ἐπιτάσσω’ φησὶ ‘τοῦτο γενέσθαι, ἀλλ’ εἰδὼς τὸ γενησόμενον προλέγω ὡς ἡ τῆς ἐντολῆς φυλακὴ καὶ τὸ ἔσχατον τοῦτο καὶ μέγα ὑμῖν προϋπογράφει κατόρθωμα· ἐκείνη γὰρ πείσει καὶ τὸν ὑπὲρ ἐμοῦ θάνατον ἡδέως ἑλέσθαι, τὸ πάσης ὑμᾶς βιωτικῆς ἐλευθέρους εἶναι μερίμνης, τὸ πρὸς μηδὲν ἐπιστρέφεσθαι τῶν σωματικῶν, τὸ πάντα πρὸς τὴν ἐμὴν ἀναφέρειν θεραπείαν.’

ὅτι δὲ οὐ μᾶλλον ἑτέρου τινὸς χάριν τὰς μαχαίρας ὁ τὰ ἀπ’ ἀρχῆς προβλήματα φθεγγόμενος αἰνιγματίζεται λόγος ἢ σύμβολον αὐτὰς πεποιημένος τοῦ τε οἰκείου πάθους καὶ τῶν μαθητῶν, σαφῶς ἀναπτύσσεται τοῖς ἐφεξῆς· ὑποκριναμένων γὰρ τῶν μαθητῶν ὡς μάχαιραι δύο εἰσίν, οὔθ’ ἕτερόν τι προσαπῄτησε παρ’ αὐτῶν, οἷον ἱμάτιον πωλῆσαι ἢ τοῖς ἔχουσι τὸ βαλλάντιον, εἰ καὶ ἡ πήρα προσείληπται, οὔτε πρὸς ἄλλην διάνοιαν μετεβίβασεν, ἀλλ’ ‘ἱκανόν ἐστί’ φησιν, ἀντὶ τοῦ ‘περιεγράφη τοῖς συμβόλοις τὸ μηνυόμενον καὶ ἀρκούντως ἔχει παραστῆσαι ταῦτα τὸν σκοπόν.’ αἱ γὰρ δύο μάχαιραι τὴν χρείαν ὅλην ὑπογράφουσι καὶ τοῦ συμβόλου τὸ βούλημα διαγγέλλουσιν· καὶ γὰρ τούτων ἡ μὲν παραβολὴν ἐπεῖχεν τοῦ δεσποτικοῦ πάθους, ἡ δὲ τῶν γνησίων τε καὶ ὡς ἀληθῶς τοῦ λόγου μαθητῶν, οἷς ἅπαντα τῆς εἰς τὸν δεσπότην εὐνοίας ἀλλασσομένοις καὶ αὐτὴ προσαποδύεται ἡ τελευταία περιβολή, γυμνοὶ δὲ τῶν περιγείων (τί δὲ λέγω περιγείων; ἀλλὰ καὶ αὐτῆς τῆς φύσεως) χαίροντες ἔδραμον πρὸς τὴν ὅταν ὁ καιρὸς ἐκάλει τοὺς ἀθλητὰς ὑπὲρ τοῦ ποθουμένου σφαγήν.

Ἀλλὰ τοιαύτη μὲν καὶ ἡ νῦν τῶν ῥητῶν τὴν συμφωνίαν δεικνῦσα θεωρία, τῇ μὲν τῶν προσώπων οὐ χρησαμένη διαφορᾷ, ὅτι μηδ’ ἐπέτρεπεν τοῦτο τῆς ἱερᾶς γραφῆς ἡ φωνή, ἀπ’ αὐτῶν δὲ τῶν ἐκβεβηκότων πραγμάτων καὶ τῆς καθ’ εἱρμὸν προόδου τοῦ λόγου τὴν συμβολικὴν τῶν ῥημάτων σημασίαν ἀναπτύσσουσα. ἔστι μὲν οὖν, ἔστιν οὐ κατὰ τοὺς εἰρημένους μόνον τρόπους τὴν φαντασίαν τῆς μάχης ἀπαντῶσαν λαβεῖν, ἀλλὰ καὶ κατ’ ἄλλους πολλῷ τῶν εἰρημένων πλείονας, ὧν ἡ στοιχείωσις καὶ συγκεφαλαίωσις ἰδιαζούσης, ἀλλ’ οὐχὶ τῆς νῦν ἐστιν ὑποθέσεως. πλὴν οὐδὲν κωλύει καί τινας αὐτῶν διελθεῖν, οἳ καὶ πρὸς ἄλλα τινὰ τῶν σῶν ἀπορημάτων τοῖς συνεπισκοποῦσι πόρον παρέχονται.

Πολλὰ μὲν γὰρ τῶν οὐ μαχομένων, ἂν τὸ μὲν οἰκονομία λέγῃ, τὸ δὲ τῆς φύσεως τὸ ἀκόλουθον, σὺ δὲ μὴ διαστείλῃς, πλάνην ποιεῖ ἀντιθέσεως. οἰκονομία δὲ λέγοιτ’ ἂν κυρίως μὲν ἡ τοῦ λόγου φρικτὴ καὶ ὑπὲρ ἔννοιαν ἐνανθρώπησις· καὶ καθ’ ἕτερον δὲ τρόπον, τῶν ἀκριβεστέρων νόμων ἡ ἐπί τινα χρόνον ὑποστολὴ ἢ σχολὴ ἢ τῶν ἀνειμένων εἰσφορά, πρὸς τὴν τῶν δεχομένων ἀσθένειαν διοικονομοῦντος τοῦ νομοθέτου τὸ πρόσταγμα. προκύπτουσι δὲ τῆς πρώτης οἰκονομίας, οὐδὲ τῆς δευτέρας ἐχούσης τὸ ἀδιαίρετον, καὶ ἄλλοι τρόποι διάφοροι. αὐτίκα ὁ σωτὴρ ἠγωνία τε καὶ παρῃτεῖτο τὸν θάνατον, ἀλλὰ καὶ ἐξουσίαν εἶχε θεῖναι τὴν ψυχὴν αὐτοῦ καὶ πάλιν λαβεῖν αὐτήν· καὶ ὅρα ὡς εἴ τις μὴ τὸ μὲν τῇ οἰκονομίᾳ δοίη, τὰ δὲ τῇ ἐξουσίᾳ τῇ θεϊκῇ, ἑαυτὸν τοῖς ἐναντίοις περιτρέψειεν. καὶ τό γε νῦν τῆς οἰκονομίας ὄνομα φύεται μέν, ὥσπερ εἴρηται, ἀπό γε τῆς δηλούσης τὴν ἐνανθρώπησιν, ἥτις καὶ κυρίως ἂν καὶ πρώτως οἰκονομία τῷ ἀξιώματί τε καὶ τῷ αἰτίῳ τῶν ἐξ αὐτῆς λέγοιτο, οὐ μὴν εἰς ὅλον ἐκείνῃ συμφύεται· σχίζεται γὰρ εἰς δύο τέως καὶ αὕτη, καὶ τὸ μὲν αὐτῆς ἐπὶ μᾶλλον, τὸ δὲ ἐπ’ ἔλαττον τῷ σημαινομένῳ συμβιβάζεται.

εἰ μὲν γάρ τις τὴν ἀγωνίαν καὶ τὴν τοῦ θανάτου παραίτησιν καθὸ γέγονεν ἄνθρωπος λαβεῖν ἐθελήσοι, οἰκονομίαν ἐνταῦθα τὴν μᾶλλον προσφυομένην ἕξει τῷ προταχθέντι ῥήματι· εἰ δ’ ἀγωνιᾶν καὶ παραιτεῖσθαι τὸν θάνατον οὐκ αὐτὸ τοῦτο, διότι γέγονεν ἄνθρωπος, τὶς ὑπολάβοι (πολλοῖς γὰρ καὶ τῶν μαρτύρων καὶ ἀσκητῶν ἑκούσιος ὁρμὴ καὶ χαρὰ πρὸς τὸν θάνατον), ἀλλ’ οἰκονομεῖσθαι νῦν τὴν ἀγωνίαν καὶ τὴν τοῦ θανάτου παραίτησιν εἰς βεβαίωσιν μὲν τῆς ἐνανθρωπήσεως, ἔλεγχον δὲ φθάνοντα τῶν ὑποθεμένων φαντασίαν τὸ φρικτὸν τῆς ἐνανθρωπήσεως καὶ παράδοξον, τὴν ἐπ’ ἔλαττον οὗτος συναπτομένην τῆς οἰκονομίας φωνὴν πρὸς τὴν τῆς μάχης λύσιν εὗρεν ἐπίκουρον. πλὴν ἀλλ’ οὐδὲν ἔλαττον ἑκατέρωθεν ἡ φαντασία τῆς μάχης ἐλαύνεται.

Εἰσὶ δὲ καὶ παρὰ τούτους οἰκονομίας διάφορα μὲν σημαινόμενα, τῆς αὐτῆς δ’ ὅμως λαχόντα γενέσεως. πλὴν ἀλλά γε νῦν μυρία μὲν καὶ ἄλλα τῶν εἰς ἀπορίας ἀναφερομένων τῇ ἐπικρίσει τε καὶ διαλήψει τοῦ τὴν κυρίως οἰκονομίαν δηλοῦντος ὀνόματος ἡ λύσις ἐκεῖθεν πρὸς τὸ σαφὲς ἄγει· ἐπιλύσεως δὲ οὐδὲν ἔλαττον διὰ ταύτης τύχοι ἂν ἢ δι’ ἄλλης ἐφόδου καὶ τὸ ‘τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν λελάληκα ὑμῖν;’ καὶ ‘ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.’ συγκρούειν μὲν γὰρ ἀλλήλοις δοκεῖ πως τοῖς ἀσυνέτοις ἢ ῥᾳδιουργοῦσι τὰ ῥητά· ἀλλ’ ὅ γε σοφὸς τῆς ἀληθείας λόγος τὴν μὲν τῶν φωνῶν τῇ ἀκηράτῳ καὶ μακαρίᾳ τῆς θεότητος ὑποφέρων φύσει, τὴν δέ, καθ’ ἣν αὐτῆς ὁ λόγος τὴν ἡμετέραν οὐσίαν προσείληφεν, πᾶσαν διωθεῖται ἀμφισβήτησιν. οὐκ ἀποστατήσειε δ’ ἂν τοῦ εἰκότος καὶ εἴ τις τῇ αὐτῇ διαλύοιτ’ ἂν ἐπισκέψει καὶ τὸ ‘ὁ πατήρ μου μείζων μού ἐστι.’ δεῖται μὲν γὰρ συνετῶν καὶ καθ’ ἑαυτὸ τοῦτο τὸ ἱερὸν χωρίον ἀκροατῶν, μᾶλλον δ’ ἂν δεηθείη καὶ τῆς εἰρημένης φωνῆς, ἥτις ἐδήλου τὴν ἰσότητα τοῦ πατρός, συνεξεταζομένης καὶ συμπαραβαλλομένης αὐτῷ.

εἰ γὰρ καὶ ἑτέραις πατρικαῖς ἐπιστασίαις ἡ ἐν αὐταῖς φαινομένη μάχη τὴν συμφωνίαν προήνεγκεν, οἷον ὅτι τὸ μὲν ‘μείζων’ εἰς τὸ αἴτιον ἀναφέρεται, τὸ δὲ ‘ἓν’ μηνύει τῆς φύσεως τὴν ἰσότητα, ἀλλ’ οὖν καὶ ὁ τῆς οἰκονομίας λόγος εἰς ἑαυτὸν τὸ μείζων ἀναδεχόμενος ἐλευθέραν ἐπηρείας τὴν τοῦ πατρὸς πρὸς τὸν υἱὸν διὰ τοῦ ἑνὸς συγκατασκευάζει ἰσότητα. οὐδὲν δὲ κωλύει τοὺς τὴν ἔριν ἐπιτιθεμένην αὐτοῖς ὑποφέροντας λόγους διαφόροις ἀποσκευάζεσθαι ταύτην ἐφόδοις· ἐπεὶ καὶ ὅπερ νῦν εἴρηται, ‘ὁ πατήρ μου μείζων μού ἐστιν’, ἑτέραις παρ’ ἡμῶν ἐπισκέψεσιν, αἳ τὴν τῶν ἀκροατῶν ὑπόληψιν ὑπεβάλοντο, τῆς ἀπορίας ἀνεκαθάρθη, οὐ μεμπτὴν οἶμαι τὴν λύσιν ἀπενεγκάμενον.

Χωρὶς δὲ τῶν εἰρημένων καὶ παρὰ τὴν ἀνάγκην καὶ τὴν ἄδειαν οἱ εἰς τὸ ἄπορον ἐπηρεαζόμενοι λόγοι συκοφάντας τοὺς ἐπιτιθεμένους αὐτοῖς ἀπελέγχουσιν· ἐξ οὗ καὶ ὁ κοινὸς δεσπότης καὶ πλάστης τοῦ γένους καὶ σωτὴρ τὸν Δαυὶδ τοὺς ἄρτους φαγόντα τῆς προθέσεως νόμων ἀφίησιν ἀθετήσεως. ὡς γὰρ θέμενος καὶ εἰδὼς τήν τε φύσιν καὶ ἰσχὺν τοῦ νόμου καὶ ὧν ὁ νόμος τὴν πολιτείαν ἐτέθη ῥυθμίζειν, τοὺς μὲν ὑβριστὰς καὶ οἷς ὑπεροψία ποιεῖ τὴν παράβασιν, δικαιοῖ τὴν δίκην ἐν ἄλλοις πολλάκις ὑπέχειν· οἷς δὲ στοργὴ μὲν καὶ αἰδὼς τῶν νόμων, ἀνάγκη δὲ τὴν στοργὴν καὶ τὸ αἰδούμενον διὰ τῆς ἀσθενείας ἐκλύει, συγγνώμην διδοὺς τῇ ἀτονίᾳ καὶ σπλάγχνοις ἐλέους τούτους ἀνακρίνων, καθάπερ δὴ καὶ τὸν Δαυὶδ νόμων παραβάσεως ἀπολύει, τοῖς ἠναγκασμένοις οὐχ ὑπεροψίαν ἐγκαλῶν τολμῆσαι τῶν νόμων, τῆς δ’ ἐν τῇ φύσει ῥώμης οὐ συμπαρατεινομένης τῇ γνώμῃ, καὶ τοῦτο λόγον αὐτοῖς τιθέμενος συνηγορίας ὁ φιλάνθρωπος γράφει τὴν ἐλευθερίαν. καὶ πολλὰ ἄλλα τῶν ἀπορουμένων εἰς τὸ εὔπορον διὰ τῆς αὐτῆς ἐπιβολῆς μεθοδεύεται.

Τί δὲ δεῖ τὰς ἄλλας ἐπεξιέναι περιστάσεις; αὐτὸς καθ’ ἑαυτὸν ὁ τῆς ἀναγνώσεως τρόπος οἰκείως μὲν τοῖς νοήμασι τῆς φωνῆς τὸν ἦχον ἐναρμοζόμενος πάσης ἀπορίας ἀποτειχίζει πάροδον· ἐπαλλαττομένης δὲ τῆς καταλλήλου φωνῆς τῷ νοήματι εἰς τὸ ἀδιανόητον τὸ σαφὲς καταδύεται. ‘ἐγώ’ φησιν ‘ἐξελεξάμην ὑμᾶς’ πρὸς τοὺς μαθητὰς ὁ σωτήρ· καὶ ‘οὐκ ἐγὼ ἐξελεξάμην ὑμᾶς;’ εἴ τις οὖν ἑκατέραν τῶν προκειμένων περίοδον τῷ αὐτῷ τῆς φωνῆς κατασχηματίσειε τόνῳ, ἢ τὸ ἀνάπαλιν τὴν μὲν προτέραν ἐν ἐρωτήσει, τὴν δὲ δευτέραν, ὅπερ ἦν τῆς προτέρας, ἀποφηνάμενος προενέγκοι, τὰ σαφῆ ποιήσει δυστέκμαρτα καὶ τὰ λαβῆς ἁπάσης ὑπερανεστηκότα ἐπίμωμα. ὁ γὰρ ἐκλεξάμενος, εἰδώς τε ὡς ἐξελέξατο καὶ τοῖς μαθηταῖς τὴν ἐκλογὴν ἐπὶ μνήμης φέρων, ὡς ἂν τό τε ἀρχαῖον χρέος τῆς εἰς αὐτὸν εὐνοίας μὴ ῥεύματι λήθης ὑποσύροιτο καὶ πειθηνίους μᾶλλον τοῖς προσταττομένοις ἔχοι, δῆλον ὡς οὐκ ἀπαγορεύων οὐδ’ ἐξαρνούμενος ὅπερ ἔπραξεν, ἀλλ’ ἐπιβεβαιούμενος μᾶλλον διὰ τῆς ἐρωτήσεως ‘οὐκ ἐγώ’ φησιν ‘ἐξελεξάμην ὑμᾶς;’ εἴωθε γὰρ ἐν πολλοῖς ὁ λόγος ἐκεῖνα τῶν εὐεργετημάτων ἐρωτήματα ποιεῖν ἃ περιφανεστάτην ἔχει τὴν ἐνάργειαν καὶ οὐκ ἔστιν οὐδενὶ τῶν λαβόντων ἐξαρνεῖσθαι τὴν χάριν.

Ὑπάγοιτο δ’ ἂν τῷ αὐτῷ κανόνι καὶ τὸ ‘ἐὰν ἐγὼ περὶ ἐμαυτοῦ μαρτυρῶ, ἡ μαρτυρία μου ἀληθής ἐστι’ καὶ ‘ἐὰν ἐγὼ περὶ ἐμαυτοῦ μαρτυρῶ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής;’ εἰ γὰρ καὶ ἑτέρᾳ διασκέψει τὸ δοκοῦν ἐνταῦθα διαμάχεσθαι λύσιν εὑρίσκει, ἀλλ’ οὖν οὐδεὶς ἂν ἐπιτιμήσειεν, ὁρῶν πρὸς τὴν δίκην, καὶ εἴ τις μὴ ἀποφαινομένου λέγοι τὸ ‘ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής’, ἀλλὰ διὰ τῆς ἐρωτήσεως ἀπογυμνοῦντός τε καὶ ἀνακαλύπτοντος τὴν τοῖς Ἰουδαίοις ἐμβαθυνομένην καὶ ἀνελιττομένην τῆς ἀποστασίας τε καὶ κακουργίας γνώμην. εἰ μέντοι γέ τις τὰς ἀποφάσεις ἐν ὁμοίῳ σχήματι τῶν καταφάσεων τῇ ἀναγνώσει διεξίοι, μάχης ὡς ἀληθῶς ἑαυτὸν καὶ ταράχου ἐμπλήσει, κἂν τῆς θεορημοσύνης τὸ θαυμάσιον πάσης ἐπιβουλῆς καὶ ἐναντιώσεως ὑπερανῳκισμένον ὁρᾶται.

Τῆς αὐτῆς δ’ ἂν εἴη διασκέψεως καὶ ἡ ‘μείζων Ἰωάννου τοῦ βαπτιστοῦ οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν’ δεσποτικὴ μαρτυρία· εἶτα, ‘ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν;’ ἐρωτηματικῶς γὰρ ἀναγινωσκομένης τῆς ‘ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστι;’ φωνῆς, οὐδεμία μὲν ἀναίρεσις τῆς προτεταγμένης μαρτυρίας, οὐδεμία δὲ μικρολογίας εὑρίσκεται χώρα, οὐ μὴν ἀλλ’ οὐδὲ περινοίας ἄλλης δεήσεται ἡ τῶν προκειμένων ῥημάτων σαφήνεια. ἀλλὰ γὰρ τοῦτο μὲν καὶ ἰδίας ἐν ἄλλοις ἔτυχεν ἐργασίας.

Τοιοῦτον ἂν εἴη καὶ τὸ ‘καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε;’ οὐ γὰρ ἀποφαινομένου τὸ ῥῆμα, ἐν ἐρωτήσει δὲ ποιουμένου τὴν τῆς ὀλιγωρίας ἐπιτίμησιν· οἷς ἐπιφέρεται ἀκόλουθόν τε καὶ συναρμοζόμενον τὸ ‘ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν’· οὐ γὰρ ἂν ἄλλως ἑτοιμότερον ἡ τῶν ῥημάτων συνέπεια ἐλευθεροῦσαν ὑπέλθοι ψῆφον τοῦ μηδὲν μάχεσθαι, εἰ μὴ τὸ ‘καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε’ τὴν ἐρωτηματικὴν διὰ τῆς ἀναγνώσεως προβάλλοιτο ἐπιτίμησιν· καὶ μυρία ἄλλα.

Κακουργήσειε δ’ ἄν τις τῶν τὰ τοιαῦτα τολμᾶν εἰωθότων, παρὰ τὴν σύγχυσιν τῆς αἰτίας τὸ κακούργημα διαπλέκων, καὶ πρὸς τὸ ‘ἐάν τις σὲ ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον καὶ τὴν ἄλλην’ τὴν ἀντεπενεχθεῖσαν τῷ τυπτήσαντι δεσποτικὴν φωνὴν ‘τί με δέρεις;’ ὡς ἀντιπράττουσαν. προβαλλόμενος· ἀλλ’ εἰς τὸ ἐμφανέστατον καθισταμένου ὡς ἡ αἰτία διάφορος θᾶττον ἀπαιτεῖται τὸν ἔλεγχον. καὶ γὰρ τῷ μὲν εἰς ἀργύριον ἢ κτῆσιν ἄλλην ἢ καὶ αὐτὸ τὸ σῶμα τὴν ζημίαν ὑπομένοντι μὴ ἀντεπεξιέναι, παραχωρεῖν δὲ τῷ κριτῇ τῶν ὅλων ὁ τῆς εἰρήνης θεὸς ἐπιτάττει τὴν ἐκδίκησιν· ἐπειδὰν δέ τις τὰς ἀδίκους ἐκτείνῃ χεῖρας, οὐχ ὅπως εἴς τι τῶν εἰρημένων τὴν βλάβην ἐνστίξειεν, ἀλλ’ ἐν τῇ τοῦ προσώπου ὕβρει τὸ πρεσβευόμενον λωβήσηται, τὴν εὐσέβειαν, τότε μὴ φέρειν ῥαθύμως τὴν ὕβριν προσταττόμεθα μηδ’ ἐν ἀνεξικακίας προσχήματι θρασυτέραν ποιεῖν τὴν ἀσέβειαν μηδὲ σιγῇ συγκατασκευάζειν τῷ ἐχθρῷ τὸν προπηλακισμὸν τοῦ σεβάσματος.

ταύτην καὶ ὁ θεῖος Παῦλος, ἅτε δὴ γνήσιος τοῦ λόγου μαθητής, ἐν σοφίᾳ τὴν ἐντολὴν κατωρθώσατο, τοῦτο μὲν Ἐλύμαν τὸν μάγον ἐπιβουλεύοντα τῷ κηρύγματι στερήσει τῶν ὄψεων ἀναστέλλων τε τοῦ τολμήματος καὶ δίκην ἀπαιτῶν, τοῦτο δὲ τῷ χιλιάρχῳ τὸν Ῥωμαϊκὸν ἐπισείων φόβον, ἵνα μή, ῥᾷον ὂν ἀνασώσασθαι, τῆς σωτηρίας προδότης ἁλῷ καὶ τῷ τῆς εὐσεβείας ὑποκατακλινόμενος ἐχθρῷ, τοῦτο δὲ μακροῖς ἐπιστομίζων ἐλέγχοις τοὺς τὴν συκοφαντίαν κατὰ τῆς πίστεως συσκευάζοντας.

Καὶ τῶν καλλινίκων δὲ μαρτύρων ὁ θεῖος χορὸς διὰ τὴν αὐτὴν αἰτίαν πρὸς τοὺς τυράννους ἐπαρρησιάζοντο, ἀπτοήτῳ γλώττῃ καὶ ἀδυσωπήτοις ὀφθαλμοῖς τὸν ὑπὲρ τῆς εὐσεβείας λόγον συνείροντες καὶ τῆς ἀσεβείας τὸ δύσφημον διελέγχοντες. ἐν οἷς μὲν γὰρ ὁ τύραννος τὸν τοῦ μαρτυρίου λόγον ἔνδον κακούργως ἀποκρυπτόμενος ἄλλαις ἐπηρείαις ὥσπερ τισὶ προαγωνίσμασι τὸν ἀθλητὴν δοκιμάζει, σιγᾶν ἄμεινον καὶ πράως φέρειν τὴν ἐνόχλησιν· ἐπειδὰν δὲ τὴν σκηνὴν διαλύσας ἀπρόσωπον τὴν κατὰ τῆς εὐσεβείας εἰσέρχεται κωμῳδίαν, τότε δὴ τότε γενναῖόν τε καὶ φίλον θεῷ καὶ τῆς δεσποτικῆς ἐργασίας μίμησις ἀντεπεξιέναι λόγοις καὶ μὴ τῇ σιωπῇ προδιδόναι ταῖς κωμῳδίαις τὸ λατρευόμενον, κρεῖττον δὲ παρέχειν λαβῆς ἁπάσης καὶ συσκευῆς, τοῦτο μὲν ἀληθέσι λόγοις, τοῦτο δὲ τῷ τῆς ψυχῆς παραστήματι. εἰς ἀργύριόν τις ἐπιβουλεύει; εἰς ἀγρούς; ἢ καὶ χεῖρα ὕβρεως ἐπανατείνεται τῷ σώματι; ἀνεξικάκως προσήκει φέρειν, μακροθυμίᾳ διαπραΰνειν τὸ φλεγμαῖνον τῆς ὀργῆς, καὶ τῆς φιλαργυρίας ὀλιγωρίᾳ τῆς ζημίας ὑποστέλλειν τὸ ἄπληστον. ἀλλ’ ὡς ἐναγεῖς, ὡς ἀσεβεῖς τοὺς τῆς ἀρετῆς ἐργάτας καὶ τῆς εὐσεβείας κήρυκας ὁ ταύτης ἐλαύνει ἐχθρὸς καὶ κακοῖς παραδίδωσιν;

οὐ σιγῇ τὴν ὕβριν οἴσομεν, ἀλλ’ ὡς ἄδικα μὲν πάσχοιμεν εὐσεβοῦντες αὐτοί, ἄδικα δὲ πάσχοι τὸ σεπτὸν τοῦ κηρύγματος, καὶ γνώμῃ καὶ γλώσσῃ παρρησιασόμεθα· ἐκεῖ μὲν γὰρ ἡ σιγὴ θαυμασίας ἐστὶν ἀρετῆς ὑποτύπωσις, ἐνταῦθα δὲ τὸ σιγᾶν καταθρασύνεσθαι τοῦ λόγου μᾶλλον παρακαλεῖ τὴν ἀσέβειαν.

Ὑπάγοιτο δ’ ἂν τῷ αὐτῷ τῆς διακρίσεως τύπῳ καὶ ὁ Ἀνανίας καὶ ἡ Σάπφειρα, τῷ κορυφαίῳ ποινὰς εἰσπραττόμενοι, καὶ ἡ ἕως ἑβδομηκοντάκις ἑπτὰ ἐντολὴ μετροῦσα τοῖς ἁμαρτάνουσι τὴν συγχώρησιν. καὶ γὰρ διὰ μὲν τῆς ἐντολῆς αὐτός τε Πέτρος καὶ ἡμεῖς τὰ εἰς ἑαυτοὺς ἁμαρτήματα πολλάκις ἀφιέναι διδασκόμεθα, τὴν δ’ εἰς τὸ θεῖον ὕβριν οὔτε παρορᾶν ἐντολὴν ἔχομεν οὔτε παρεῖδεν ἐκεῖνος, ὅς γε τοὺς ἠσεβηκότας καὶ νοσφισαμένους μὲν τὰ ἀναθήματα, ψευσαμένους δὲ τὸ πνεῦμα τὸ ἅγιον, τὴν ἐσχάτην δίκην ἀπῄτησεν. ναὶ δὴ καὶ ὁ τοῦ κορυφαίου μὲν συνόμιλος, οὐκ ἐλάττοσι δὲ πρεσβείοις τῶν ἄλλων μαθητῶν φέρων τὸ προνόμιον—Παῦλον λέγω πάλιν, τὸν τῆς οἰκουμένης διδάσκαλον—ἀλλὰ γὰρ οὗτος ὁ θεῖος ἀνὴρ ἐν τῷ λέγειν ‘εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς, εὐλογεῖτε καὶ μὴ καταρᾶσθε’, καὶ πάλιν, ‘Ἀλέξανδρος ὁ χαλκεὺς πολλὰ κακά μοι ἐνεδείξατο, ἀποδῴη αὐτῷ κύριος κατὰ τὰ ἔργα αὐτοῦ’, διὰ τῆς αὐτῆς ἐφόδου ἀπολυθείη ἂν τῆς δοκούσης ἐναντιώσεως· τὸ μὲν γὰρ δίκην δοῦναι τὸν ἠδικηκότα ἐπαρᾶσθαι ὁ προπηλακισμὸς ποιεῖ καὶ ὁ πόλεμος τοῦ κηρύγματος, ὧν ὑπαίτιος καὶ Ἀλέξανδρος· τὸ δὲ εὐλογίαις ἀμείβεσθαι τοὺς ὑβριστάς, ἐφ’ οἷς εἰς ἡμᾶς αὐτοὺς τὸν διωγμὸν παλαμῶνται διατέτακται.

Οὐκ ἀγνοῶ δὲ ὡς οὐκ ἀρᾶς ἐπέχειν λόγον τῷ θεσπεσίῳ Παύλῳ τὰς περὶ τοῦ χαλκέως φωνὰς ἔνιοί φασιν, ἀλλὰ πρόρρησιν μᾶλλον εἶναι τῶν μελλόντων αὐτὸν ἐπ’ ἐσχάτῳ δεινῶν καταλαμβάνειν, δυσσεβοῦντά τε καὶ τὸν κατὰ τῆς εὐσεβείας πνέοντα πόλεμον, καὶ ταῦτα προανακηρύττειν καὶ ὑπογράφειν διὰ τῶν ῥημάτων τὸν κήρυκα, ἅμα μὲν τῆς τοσαύτης λύσσης τὸν ἀποστάτην ἀπάγοντα, ἅμα δὲ καὶ τοῖς συναθλοῦσιν εἰσάγοντα παραμύθιον τὸ δοῦναι δίκην πάντως τὸν ἐπηρεαστὴν μηδὲ λαθεῖν ἐφ’ οἷς ἔδρασεν τὸ τῆς προνοίας ἀλάθητον· δι’ ὧν καὶ τῶν πολλῶν τοὺς ὀκλάζοντας ἀνακτώμενόν τε καὶ πρὸς τὸ θαρρεῖν ἐστι συνορᾶν ἐπανάγοντα. ἐγὼ δὲ εἰ μὲν μηδαμοῦ κατὰ τῶν ἐπιβουλευόντων τῷ δόγματι μηδεμίαν εἶδον τοῖς ἁγίοις ἢ ἀγανάκτησιν ἢ ἐπιτίμησιν, οὐδ’ αὐτὸς ἂν ἀποστροφὴν ἄλλην ἐποιούμην τῆς νομιζομένης νυνὶ μάχης ἢ τὴν πρόρρησιν· ἀλλ’ ὅ γε μάγος ὁ Ἐλύμας, πλήρης μὲν παντὸς δόλου, πλήρης δὲ ῥᾳδιουργίας, υἱὸς δὲ καταβοώμενος διαβόλου καὶ πάσης δικαιοσύνης ἐχθρός, καὶ δὴ καὶ αὐτὰς πικρῶς ἀφῃρημένος τὰς ὄψεις, καὶ ὁ ‘κεκονιαμένος τοῖχος’, εἴτε τὸ τῆς ἀρχιερωσύνης ἔφερεν τυπτομένῳ τῷ ἀθλητῇ γνώρισμα εἴτε καὶ μή, καὶ ὅσα μὲν ἄλλα πρὸ βραχέος εἴρηται, ὅσα δὲ καὶ τῶν ῥηθέντων πλέον πανταχοῦ τῆς ἱερᾶς φέρεται γραφῆς—ἀλλὰ γὰρ ταῦτα δὴ ταῦτα λαμπρῶς οὐ κοινὴν οὐδ’ ἀσφαλῆ τὴν διὰ τῆς προρρήσεως καταφυγήν μοι δεικνύουσι.

Πλὴν ἡμῖν οὐχ ἑρμηνείας νῦν ἀκρίβεια, παραδείγματα δὲ μόνον ζητημάτων ὧν ἡ λύσις γυμνάζεται πραγματεύεται· ἐπεὶ καὶ ἄλλην τινὰ οἶδα τοῦ προκειμένου ῥητοῦ διασάφησιν, ἥτις καὶ τὴν ἀρὰν καὶ τὴν πρόρρησιν ἀποκλίνουσα οὐδὲν χαλεπὸν οὐδ’ ἐφύβριστον τῷ Ἀλεξάνδρῳ περιτίθησι. τὸν γὰρ κύριον, ὅς ἐστι φιλανθρωπίας καὶ σωτηρίας πηγή, τοῦτον ἀποδιδόναι φησὶ τοῖς κακούργοις, οὐ τιμωρούμενον τὸ οἰκεῖον πλάσμα οὐδὲ κολάζοντα, μεθιστῶντα δὲ τῶν φαύλων ἔργων καὶ πρὸς τὴν τῶν ἀμεινόνων πρᾶξιν μεταρρυθμίζοντα· ὃ τίνος ἂν εἴη ἀρᾶς, τίνος δὲ ποινὰς ἀναβοώσης προρρήσεως; ἀλλ’ οὖν ὥσπερ καὶ θατέρᾳ τῶν ἐπιβολῶν, οὕτω μοι δοκεῖ καὶ ταύτῃ τὰ ἐφεξῆς διαμάχεσθαι· καὶ γὰρ ἐπάγει ‘ὃν καὶ σὺ φυλάσσου· λίαν γὰρ ἀνθέστηκεν τοῖς ἡμετέροις λόγοις.’ ἀλλ’ ἐμποδὼν μὲν τοῖς ἄλλοις ἴσως ἵσταται ταῦτα, συμφωνεῖ δὲ μᾶλλον τοῖς εἰς ἀρὰν τὸ χωρίον ἀναφέρουσιν.

Οὐκ ἐναντιώσεται δὲ ἡμῖν οὐδὲν οὔτε Στέφανος, ὁ τῶν μαρτύρων πρῶτος, τοὺς φονευτὰς εὐλογίαις ἀλλ’ οὐκ ἀραῖς ἀμυνόμενος, οὔτε πρὸ αὐτοῦ ὁ κοινὸς δεσπότης, ὑπὲρ τῶν σταυρούντων τὸν πατέρα ἐξιλεούμενος. ἀλλ’ ὁ μὲν τοῦ σωτῆρος λόγος ἔχει τι καὶ τῆς παρούσης ἐρεύνης βαθύτερόν τε καὶ μυστικώτερον· ὁ δὲ καλλίνικος μάρτυς πῶς ἡμῖν οὐ δι’ ἀγῶνος ἐλεύσεται; ὅτι τοὺς Ἰουδαίους βλέπων τοῖς κατ’ αὐτοῦ θυμοῖς ἀναφλεγομένους καὶ τῇ ἀπονοίᾳ μεθύοντας καὶ σφᾶς αὐτοὺς ὅλους τῷ φόνῳ βαπτίσαντας, αὐτὸς ἤδη λοιπὸν ἐπὶ πύλαις ἑστηκὼς τοῦ μαρτυρικοῦ θανάτου, καιρὸν δὲ παραινέσεως πάντα τῆς μιαιφονίας ἀποτειχιζούσης οὐδεμίαν τε ἐπιτίμησιν ἐνδιδούσης, τοῦτο μὲν ὅτι ἐπὶ ξυροῦ ἵστατο ἀκμῆς, τοῦτο δὲ διότι μηδεμία ὄνησις τοῖς οὕτω κεκρατημένοις ἐπιτίμησις ἢ παραίνεσις, ὃ λοιπὸν ἦν, τὴν ἐσχάτην ὁ ἀθλητὴς ἐπὶ τοὺς φονευτὰς ἁρπάζει θεραπείαν, καὶ μὴ στῆναι αὐτοῖς τὴν ἁμαρτίαν τὸν κοινὸν δεσπότην ἐξαιτεῖ. τίς οὗτος; ὁ μακρὰν μὲν αὐτοῖς πρότερον νουθέτησιν καὶ διδασκαλίαν ἀποτείνας· ὡς δ’ ἀπειθεστέρους τε τοῖς παραινοῦσι λόγοις καὶ μᾶλλον ἑώρα πρὸς δυσσέβειαν παροξυνομένους, τότε δὴ τότε καὶ μάλα δικαίως καὶ τοῖς ἐλέγχουσί τε καὶ στηλιτεύουσι τούτους ὑποβαλὼν ἀπεριτμήτους τῇ καρδίᾳ καὶ σκληροκαρδίους φονεῖς τε καὶ προδότας καὶ προγονικὸν τὸ μίασμα φέροντας, ἅτε δὴ προφητοκτόνων τέκνα, δεικνὺς ἅμα καὶ ἀποκαλῶν.

ὥστε οὐ μόνον οὐδαμῶς ἡμῖν ὁ πλήρης χάριτος καὶ σοφίας καὶ πνεύματος ἁγίου καὶ δυνάμεως οὐμενοῦν ἀνταγωνιστὴς οὐκ ἔστιν, ἀλλὰ καὶ πάντων μάλιστα συναγωνιστὴς καὶ ὑπέρμαχος. εἰ δ’ ὁ γνήσιος τοῦ δεσπότου μαθητὴς καὶ μαρτύρων πρῶτος δόξαν ἡμῖν τοῖς ἔργοις ἔδειξε μετελθὼν τὴν αὐτήν, δῆλον ὅτι καὶ τὸν διδάσκαλον (ἵνα μὴ νῦν λέγω ‘ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ’ καὶ ‘γενεὰ πονηρὰ καὶ μοιχαλὶς’ καὶ μυρία ἄλλα ὧν τὸ Ἰουδαίων ἔθνος ὑπεύθυνον) τὰ αὐτὰ καὶ τελεσάμενον καὶ διδάξαντα τὸν στεφοδότην τῷ γνησίῳ μάλιστα τοῦ κηρύγματος καὶ τῷ δι’ αἵματος πόθῳ λαμπρῶς καὶ ἀναμφιβόλως ὁ στεφανίτης παρέστησεν· κἂν εὐχῇ καὶ συγγνώμῃ μετὰ προκαταβληθεῖσαν πᾶσαν ἄλλην προνοίας τε καὶ φιλανθρωπίας μέθοδον ὁ σωτὴρ τοῦ γένους τοὺς διὰ σταυροῦ θάνατον αὐτῷ ἐπενεγκόντας ἀνέφερεν.

Ἀλλὰ ταῦτα μὲν ἴσως καὶ τῆς παρούσης μακρότερον ὑποθέσεως. χωρὶς μέντοι γε τῶν προεκτεθέντων καὶ παρὰ τὸ διττὸν τοῦ ὀνόματος συνταράξοι ἄν τις τὸ βούλημα τῆς γραφῆς οὐκ ἐν ὀλίγοις. αὐτίκα τὰ κακὰ καὶ οὐκ ἔστιν ἃ μὴ κτίζει κύριος καὶ τῶν κακῶν πάλιν οὐδενός ἐστιν αἴτιος. καὶ πῶς ἂν συμβιβασθείη ταῦτα, εἰ μὴ τὸ διττὸν τῆς φωνῆς διαιτήσειε, κακὰ μὲν λέγεσθαι κυρίως τὰ ἁμαρτήματα, ὧν ἐστι καὶ τὸ θεῖον ἀναίτιον, κακὰ δὲ καὶ τὰ λυποῦντα πάλιν καὶ ἀβούλητα, νόσος καὶ πενία καὶ τραύματα, ἀκρὶς καὶ βροῦχος καὶ ἐρυσίβη καὶ κάμπη καὶ χάλαζα καὶ ὅσα ἄλλα πολλάκις ἡ πρόνοια τὰς τῶν πλημμελούντων ὁρμὰς ἀναστέλλουσα καὶ τῶν κηλίδων ἀποκαθαίρουσα τοῖς ἐνόχοις ἐπαφιέναι καὶ λέγεται καὶ πιστεύεται, οὐ κακύνουσα τὸ ἀνθρώπινον οὐδὲ πρὸς τὸ χεῖρον τὸ δημιούργημα μεταπλάττουσα (μή τι γένηται), ἀπάγουσα δὲ τῶν κακυνόντων μᾶλλον καὶ τῇ καταλλήλῳ τοῦ νοσήματος θεραπείᾳ τὸ ἠρρωστηκὸς τῆς γνώμης πρὸς τὸ ἄμεινον ἐπανάγουσα;

Τοιοῦτον ἂν εἴη καὶ τὸ ‘παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ’ καὶ ‘παρέδωκεν αὐτοὺς εἰς πάθη ἀτιμίας’ καὶ ‘ἔδωκεν αὐτοῖς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν’. τῆς γὰρ φωνῆς τὸ ὁμώνυμον κἀνταῦθα οὐ τυχὸν μὲν διακρίσεως εἰς ἀτοπίαν συστρέφει τὸ νόημα (πῶς γάρ, καὶ τότε ψυχικόν, ὄμμα τυφλοῖ ὁ θεός; πῶς δὲ πάθεσιν ὁ τούτων καθαιρέτης καὶ ἀσεβείᾳ καὶ πλάνῃ παραδίδωσι;), διακριθέντος δὲ τοῖς σημαινομένοις τοῦ ῥήματος, παντὸς ὁ λόγος σοφίσματος ἀπολύεται. τὸ γὰρ ‘παρέδωκεν’ σημαίνει μὲν καὶ τὸ ἐνεχείρισεν καὶ παρέπεμψεν ἢ συνώθησεν καὶ συνήλασεν· σημαίνει δ’ οὐδὲν ἔλαττον, καὶ μάλιστά γε τῷ βουλήματι τῆς γραφῆς, καὶ τὸ συνεχώρησεν, καθυφῆκεν καὶ ἐνέδωκεν, εἴασε φέρεσθαι ταῖς ὁρμαῖς, ἀφῆκε τὸ ἑκούσιον αὐτοδέσποτον· καθ’ ὃ σημαινόμενον ὑπειλημμένου τοῦ ‘παρέδωκεν’, οὐδὲν τῶν παραλόγων ὅλως ὑφίσταται.

ἀφέλκει μὲν γὰρ τὸ θεῖον νόμῳ φιλανθρωπίας καὶ προνοίας τῶν παθῶν καὶ ἁμαρτημάτων τὸ ἀνθρώπινον, ἐπειδὰν δὲ μοχθηρίας ὑπερβολῇ τὸ ἀναστελλόμενον τῆς εὐεργεσίας καὶ χάριτος οὐκ ἀνέχοιτο οὐδ’ ἐθέλει τῷ μεθέλκοντι πείθεσθαι, τότε δὴ τότε ὑπενδίδωσι φέρεσθαι τῇ ῥύμῃ τὸ ἀπειθοῦν, καὶ ἀφίησιν ἀποκεχρῆσθαι τῷ βουλήματι, ἵνα μὴ ἐπὶ πλέον ἀναστέλλων καὶ ἀναχαιτίζων τῆς ῥοπῆς δόξῃ διαφθείρειν τὸ αὐτεξούσιον καὶ ἡ εὐεργεσία καὶ πρόνοια τοῖς ἀγνώμοσι καὶ ἀχαρίστοις εἰς ἔγκλημα περιτρέποιτο.

Κατὰ τοῦτο δὴ τὸ σημαινόμενον ἔθος ἐστὶ παραλαμβάνεσθαι τοῖς ἱεροῖς ἡμῶν γράμμασι τὸ ‘ἔδωκεν’ καὶ ‘παρέδωκεν’ καὶ εἴ τι τοιοῦτον, ὅπερ οὐδένα μῶμον οὐδὲ λαβὴν τῇ φιλανθρωπίᾳ καὶ δικαιοσύνῃ τοῦ θεοῦ οὐδ’ ἥντινα οὖν, ὡς πᾶσίν ἐστι φανερόν, προσάπτει. οὕτω λέγεται σκληρῦναι πάλιν τὴν καρδίαν Φαραώ, οὐχ ὅτι λαβὼν εἴκουσαν καὶ πειθομένην αὐτοῦ τοῖς προστάγμασιν εἰς τὸ σκληρὸν καὶ ἀτέραμνον καὶ ἀπειθὲς μετεπλάσατο, ἀλλ’ ὅτι μεθέλκων καὶ ἀνακόπτων τῆς ἀπειθείας καὶ τοῦ ἀντιτύπου φρονήματος, ἐπείπερ οὐδαμῶς εὗρεν ὑπενδιδόντα καὶ πρὸς πειθὼ μεθιστάμενον τὸν Αἰγύπτιον, ἀλλ’ ὅλον ἑαυτὸν ποιοῦντα τοῦ ἀντιθέτου καὶ ἀντιτεταγμένου βουλήματος, ὁ μηδαμοῦ φθείρων τὸ αὐτεξούσιον ἀφῆκε τῇ γνώμῃ φέρεσθαι τὸν οὐ βουληθέντα πεισθῆναι τῇ κρείττονι. εἴη δ’ ἂν ἀπᾷδον οὐδέν, καὶ εἴ τις ἐνταῦθα τὸ ‘ἐσκλήρυνεν’ ἀντὶ τοῦ σκληρὰν οὖσαν καὶ ἀπότομον αὐτὸς διὰ τῶν ἐπενεχθέντων σημείων μᾶλλον ἐξήλεγξεν καὶ τὴν ἀπείθειαν ἐθριάμβευσεν καὶ τὸ τῆς γνώμης ἀμείλικτόν τε καὶ ἀνίατον, οὔπω τοῖς πᾶσιν οὕτω γνώριμόν τε καὶ περιβόητον ὄν, περιφανῶς ἐστηλίτευσεν. ἡ γὰρ τῶν θαυμάτων ὑπερβολή, παρακλήσεως καὶ πειθοῦς ἁπάσης τοὺς νόμους νικῶσα, τοῦ Φαραὼ δὲ τῆς γνώμης ἐλαττουμένη, πῶς οὐκ ἀνυπέρβλητον αὐτοῦ καὶ ἀθεράπευτον τὴν σκληροκαρδίαν παρίστησιν;

οὕτω μὲν οὖν τὸ ‘ἔδωκεν ὁ θεὸς’ καὶ ‘παρέδωκεν εἰς πάθη ἀτιμίας’ καὶ ‘ἐσκλήρυνεν τὴν καρδίαν Φαραὼ’ πᾶσαν συκοφαντίας ἐκφεύγει περιδρομὴν καὶ δεινότητα.

Τί δὲ τὰ ἄλλα με δεῖ τῶν ὁμωνύμων ἐπέρχεσθαι, ὅπου γε καὶ ἡ ‘τίς’ συλλαβὴ τοὺς τῆς διαστολῆς λανθάνουσα νόμους οὐ τὴν τυχοῦσαν σύγχυσιν καὶ ταραχὴν τοῖς μηδὲν τούτων ἐπικοινωνοῦσιν εἰσάγει; καὶ γὰρ δηλοῖ μὲν αὐτὸ τοῦτο καὶ τὸ ἀνὰ χεῖρα, τὴν ἐρώτησιν, συμφθέγγεται δὲ καὶ τῶν ἀποφάσεων ἥτις αὐτῷ μάλιστα διαμάχεται, τῇ ‘οὐδείς’· ἄλλοτε δὲ τὸ ἀόριστον σημαίνει· οὐ μὴν οὐδὲ θαυμασμοῦ καὶ καταπλήξεως τάξιν ἀπαρνεῖται· ἀλλὰ καὶ πρὸς τὸ σπάνιον ὑποφέρεται· ἐπιτίμησιν δὲ πάλιν ἔσθ’ ὅτε καὶ ἀμηχανίαν καὶ διαπόρησιν μηνύει· ὅτι δὲ καὶ προσδιορισμός, τοῖς φιλοσοφοῦσι καθωμίληται· οὐδὲ τὴν εὐτέλειαν οὐδὲ τοιαῦτα ἕτερα παρατρέχει. καὶ τῶν παραδειγμάτων τὰ ἱερὰ γέμει γράμματα, ἅπερ εἴ τις μὴ φυλοκρινήσειε μηδ’ ἑκάστῳ τῆς φωνῆς τὸ προσῆκον ἀπονέμοι, οὐδὲ λόγου δεῖ πλάνης ὅσης τοὺς ἑαυτοῦ λογισμοὺς ἀναπλήσει. καὶ τοῦτο κατάδηλον καὶ ἀπ’ αὐτῆς γε τῆς τῶν ῥητῶν παραθέσεως. αὐτίκα τὸ ‘τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;’ καὶ τὸ ‘τίς εἶ σύ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς’ καὶ ὅσα τοιαῦτα ἐρώτησίν τε δηλοῦσι καὶ οὐδεμίαν ἀπορίαν κινοῦσιν. εἰ δέ τις διὰ τὴν τῆς φωνῆς ὁμοιότητα καὶ τὸ ‘τίς ἔγνω νοῦν κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; καὶ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ;’

καὶ ‘τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον;’ —εἴ τις οὖν καὶ ταῦτα διὰ τὸν αὐτὸν τύπον τῆς φωνῆς πρὸς τὴν αὐτὴν διάνοιαν ἐκβιάσοιτο, πολὺ ἂν τῆς ἀληθείας ἀποσφαλείη. ταῦτα γὰρ τὴν τῆς ἀποφάσεως ἐπέχοντα δύναμιν τὴν τῆς ἐρωτήσεως οὐκ ἀναδέχεται τάξιν· οὐδεὶς γὰρ οὔτε νοῦν ἔγνω κυρίου οὔτε σύμβουλος αὐτοῦ γέγονεν, οὐ μὴν ἀλλ’ οὐδ’ ἔστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον. οὐδετέρῳ δὲ πάλιν τῶν εἰρημένων συμφέρεται, εἰ καὶ τῇ προόδῳ τοῦ ῥήματος οὐ διήλλακται, οὐδὲ τὸ ‘ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι’ καὶ ‘ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἰερουσαλὴμ εἰς Ἰεριχώ’· τὸ γὰρ ἀόριστον ἡ φωνὴ νυνὶ σημαίνει, τῶν ἄλλων ἀποστήσασα· ὥσπερ καὶ τὸ ‘εἰσί τινες τῶν ὧδε ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ θεοῦ’, τὴν τοῦ προσδιορισμοῦ χρείαν ἀναπληροῦν· ἀρκεῖ γὰρ καὶ μνήμη μόνον ἑνὸς παραδείγματος τὴν χρῆσιν ἐπιδεῖξαι τῆς φωνῆς, ὡς οὐδενὶ τῶν προτεταγμένων συμβιβάζεται.

Τίνα δ’ ἂν ἔχοι κοινωνίαν πρὸς τὰ προλαβόντα, εἰ καὶ τῆς φωνῆς ἀπαράλλακτος ὁ ἦχος, τὸ ‘τίς ἀνήγγειλέν σοι ὅτι γυμνὸς εἶ;’ καὶ ‘τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ἡμᾶς;’ καὶ ‘τίς εἶ σὺ ὁ κρίνων ἀλλότριον οἰκέτην;’ καὶ ‘τίς ἐπάταξε τὸν Ἀβιμέλεχ, υἱὸν Ἰεροβοάμ; ‘καὶ ‘τίς ἐστιν οὗτος ὁ κρύπτων με βουλήν;’ ταῦτα γὰρ εἰς ἀγανάκτησιν μὲν καὶ ἐπιτίμησιν ἀφορῶσιν, οὐδὲν δὲ ὅμοιον τῶν προδεδηλωμένων παριστῶσιν. εἰ δέ τις καὶ ταῦτα εἰς τὸν τῆς ἐρωτήσεως μεθελκύσει νόμον, ἵνα μὴ πρὸς τὰ ἄλλα λέγω, ἄγνοιάν τε κατηγορήσοι τοῦ θείου, καὶ οὐ καταμέμφεσθαι τὰς πράξεις διὰ τῆς φωνῆς, ἀλλὰ μαθεῖν ζητεῖν ἐξ ἀγνοίας τὸν παρασχόντα τὴν τοῦ πρᾶξαι ἄδειαν. ναὶ δὴ καὶ τὸ ‘τίς εἰμι ἐγώ, κύριέ μου κύριε; καὶ τίς ἐστιν ὁ οἶκος τοῦ πατρός μου;’ ἐπὶ τοσοῦτον ἐμφανεστάτην φέρει τὴν παραλλαγήν, ἐφ’ ὅσον ἀπαράλλακτον προάγει τὴν φωνήν· εὐτελείας γὰρ ὁμολογίαν ἰδίας καὶ τῆς πρὸς θεὸν εὐχαριστίας γνώμην ἀναφαίνει· οὐ μὴν εἰς ἐρώτησιν οὐδὲ (πολλοῦ δεῖ) πρὸς ἐπιτίμησιν ἢ ἀγανάκτησιν ἢ πρὸς ἄλλο τι τῶν προειρημένων τὸν λογισμὸν διαβιβάζει.

Τὸ μέντοι σπάνιον, εἴπερ τι ὅλως, δηλοῖ τὸ ‘τίς σοφός, καὶ φυλάξει ταῦτα;’ καὶ τὸ ‘τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη;’ εἰ γὰρ καὶ μὴ πάντες, ἀλλ’ οὖν γέ τινες καὶ πεπιστεύκασι, καὶ τὴν φρουρητικήν τε καὶ κυβερνητικὴν καὶ παντοκρατορικὴν τοῦ θεοῦ δύναμιν ἐκ τῆς περὶ αὐτοὺς καὶ τῆς περὶ τὸ σύμπαν εὐεργεσίας τε καὶ προνοίας συνιδεῖν ἠξιώθησαν, καὶ τῆς ἐκεῖθεν μαρμαρυγῆς ταῖς λαμπηδόσι τὸν νοῦν ἐλλαμφθῆναι. πῶς δ’ αὐτίκα τὸ θαῦμα καὶ τὴν ἔκπληξιν οὐκ ἀφίησιν ὁ λέγων ‘τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ;’ καὶ ‘τίς ἐστιν οὗτος, ὅτι καὶ ἡ θάλασσα καὶ οἱ ἄνεμοι ὑπακούουσιν αὐτῷ;’ ὅπερ οὐδεμία τῶν προτεταγμένων φωνῶν οὐμενοῦν οὐκ εἶχεν ἰσχὺν σημαίνειν. προσθείη δ’ ἄν τις τοῖς εἰρημένοις καὶ τὸ ‘τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ;’ καὶ ‘τίς ἄν με θείη κατὰ μῆνα ἡμερῶν τῶν ἔμπροσθεν;’ καὶ ‘ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;’ εὐχῆς μὲν γὰρ καταφυγὴν ἐξ ἀμηχανίας τὰ εἰρημένα δηλώσει, εἰς οὐδὲν δὲ τῶν προδιεσταλμένων συνενεχθείη· καὶ ἀπαλλαγῆς μὲν ἐξαίτησιν τῶν συνεχόντων, οὐ μὴν ἐρώτησιν οὐδὲ προσδιορισμὸν οὐδὲ τὸ ἀόριστον οὐδ’ ἐπιτίμησιν, ἀλλ’ οὐδὲ τὸ σπάνιον, ἀλλ’ οὐδ’ εὐχαριστίαν ἢ εὐτέλειαν, οὐδὲ θαῦμα καὶ ἔκπληξιν ὑπογράφει.

Σὺ δέ μοι κἀκεῖνο προσεπιζήτει, τὸ ‘τίς ἀπατήσει τὸν Ἀχαάβ;’ καὶ ‘τίνα ἀποστελῶ, καὶ τίς πορεύσεται πρὸς τὸν λαόν;’ φαντασίαν μὲν γὰρ παρέχεται ὡς δυνατὸν ὑφ’ ἕν τι τῶν προδιευκρινημένων ἀναχθῆναι, οὐ μήν γε καὶ τῇ ἀληθείᾳ πάροδον εὑρίσκει, ἀλλὰ προκλητικῆς μᾶλλόν ἐστι διανοίας ἢ ἑτέρου τινὸς τύπον διασώσει. τὸ δὲ ‘τίς γάρ μου ἡ ἰσχύς, ὅτι ὑπομένω; ἢ τίς μου ὁ χρόνος, ὅτι ἀνέχομαι;’ πῶς οὐχ ἕτερόν τι σημαινόμενον ἐπιζητήσει, δι’ οὗ τὸ οἰκεῖον βούλημα οὐκ ἐξυβρίσοι; τὸ γὰρ βραχὺ καὶ ἄτονον καὶ ὀλιγοχρόνιον τοῦ βίου καὶ τῆς ἰσχύος ὁ τῇ ταλαιπωρίᾳ ἐκτρυχωθεὶς παραστῆσαι βουληθείς, διὰ τούτων τῶν ῥημάτων ἐκεῖνά τε ἅμα καὶ τὸν ἐπ’ αὐτοῖς ὀλοφυρόμενον νοῦν καὶ ἀπειρηκότα ἀναπτύσσει. ἀλλὰ γὰρ καὶ τὸ ‘τίς ἄρα γνοίη ὅτι εὕροιμι αὐτόν;’ καὶ τὸ ‘τίς οἶδεν εἰ ἐπιστρέψει;’ κατὰ διαπόρησιν εἰρημένα, εἰ οὕτως προσληφθείη, οὐδὲν μὲν τὴν διάνοιαν ἀμαυρώσει, εἰς οὐδεμίαν δὲ ἀμφιβολίαν τὸν ἀκροατὴν περιτρέψει· ἐκπεσόντα δὲ τῆς τοιαύτης σημασίας, οὐδὲν ἔλαττον ἢ ὅπερ ἐβούλετο δηλοῦν ἡ ὀρθότης τοῦ σημαινομένου, ἀπορίας αὐτὸν ἀναπλήσει. καὶ οὐ ταύτας μόνον, ἀλλὰ καὶ πολλὰς ἄλλας διαφορὰς τῆς προκειμένης φωνῆς παραλελειμμένας ὁ βουλόμενος τὴν ἱερὰν ἀναλεγόμενος γραφὴν εὐπορήσοι· ἃς οὐδὲν ἔργον οὔτε αὐτὸν λαβεῖν οὔτε τοῖς ἄλλοις ἐκκαλύψαι.

Οὐ μόνον δὲ μία λέξις, καὶ τότε βραχεῖα, κατὰ πολλῶν μὲν ὑποκειμένων φερομένη, οὐ προσφυῶς δὲ παραλαμβανομένη, τὸν νοῦν τῶν ὀρθῶς ἐχόντων ἐπιθολοῖ καὶ διαταράττει, ἀλλὰ καὶ γράμματος παραλλαγὴ ἢ πρόσθεσις καὶ ἀφαίρεσις, εἰ καὶ μὴ χαλεπὸν ἀποσκευάσαι, ὅμως ἄτοπόν τι ἀπαντᾶν εἴωθεν παρασκευάζειν. καὶ ἵνα νῦν ἐάσω τὰ ἄλλα, ἀλλὰ γὰρ καὶ τὸ ‘ἔκτησεν’ εἴ τις μηκυνόμενον διὰ τοῦ βραχυνομένου καὶ γράψειε καὶ νοήσειεν ἐν τῷ ‘κύριος ἔκτησέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ’, εἶτα πρὸς τὴν τοῦ Ἀρείου γνώμην ἀποκλίνοι, κατὰ τῆς τοῦ υἱοῦ θεότητος τὴν γλῶσσαν ὀξύνοι· οὗ τὸ δύσφημον πολλαχῶς μὲν ἐπιρραπίζειν καὶ διελέγχειν ῥᾷον, ἀλλ’ οὖν οὐδὲν ἔλαττον καὶ ὅτι τὸ ‘ἔκτησεν’ οὐ διὰ τῆς τοῦ ἰῶτα γραφῆς, διὰ δὲ τῆς τοῦ ἦτα προφερόμενον ὁ ὑποδεικνὺς ἀνακαλύπτων εἰς σιγὴν αἰσχύνης τοῦ αἱρετικοῦ φρονήματος τὸ λάλον θράσος συνελάσει. ἡ γὰρ μετὰ τοῦ μεγέθους προϊοῦσα λέξις οὐκ ἐλαττοῖ τὴν φύσιν, οὐμενοῦν οὐδὲ συστέλλει πρὸς τὸ βραχύτερον, οὐδὲ εἰς κτίσμα τὴν ἄκτιστον οὐσίαν κατάγει (μή τι γένηται), οἰκείωσιν δὲ μᾶλλον καὶ πρόσληψιν καὶ κοινωνίαν τῶν ὁμοφυῶν, πατρὸς ὑπογράφει καὶ υἱοῦ.

ὁ γὰρ ἀδιαστάτως πανταχοῦ συνὼν τῷ γεννήματι γεννήτωρ καὶ μηδὲν ἀπότομον καὶ διῃρημένον τῆς ἐκείνου βουλῆς καὶ γνώμης, μὴ κατὰ δημιουργίαν, μὴ κατὰ πρόνοιαν πράττων, δῆλον ὅτι μετ’ οἰκειώσεως καὶ προσλήψεως τῶν βουλευμάτων τοῦ υἱοῦ πάντα ἂν καὶ προαγάγοι καὶ προνοίας ἀξιώσῃ· οἷς γὰρ ἀπαράλλακτον καὶ κοινὸν τὸ ἀξίωμα καὶ ἡ φύσις καὶ ἡ ἐξουσία, τούτοις δῆλον ὅτι καὶ τὸ δημιουργεῖν καὶ προάγειν ἀμέριστόν τε καὶ ἀδιάστατον καὶ παραλλαγὴν τῆς γνώμης οὐ φέρον οὐδεμίαν. ὃ καὶ ἡ παροῦσα συνεπιμαρτύρεται ῥῆσις· ἐπί τε γὰρ τῇ κοσμογενείᾳ τοῦ παντὸς καὶ ἐπὶ τῇ ἀνακαινίσει καὶ σωτηρίᾳ τοῦ παρολισθήσαντος ἡμῶν γένους καὶ καταπεσόντος εἰς συντριβήν, κοινὴν καὶ τὴν δημιουργίαν καὶ τὴν πρόνοιαν πατρὸς εἶναι καὶ υἱοῦ ἐκδιδάσκει. ἥ τε γὰρ τῶν ὅλων ἐκ μὴ ὄντων πρόοδος καὶ ἡ τῆς ἡμετέρας φύσεως εἰς τὸ χεῖρον ἀπονευσάσης ἐπὶ τὸ ἄμεινον ἀνάκτησις καὶ ἐπιστροφὴ δῆλον ὅτι τῆς τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ πνεύματός ἐστι δημιουργίας τε καὶ προνοίας. ἀλλ’ ἡ μὲν ἐκ τοῦ συστέλλεσθαι καὶ μηκύνεσθαι γραφή, ὡς ἐπὶ παραδείγματος εἰπεῖν, τὴν ἀπορίαν οὕτως διασκεδάζει. ὡσαύτως δὲ καὶ τὸ ‘ἐγέννησεν’ ἀφαίρεσιν μὲν ἐξ ἐπιβουλῆς ἢ ἐξ ἀγνοίας τοῦ ἑνὸς ν πεπονθός, κτισμάτων ὕπαρξιν ἐπεισάγει· λαβὸν δὲ τὸ ἀφαιρεθέν, πρὸς τὸ ὁμοφυές τε καὶ ὁμοούσιον κατευθύνει.

καὶ πολλὰ δὲ ἄλλα κατά τε τοὺς ἔξω λόγους κἀν τοῖς ἱεροῖς δὲ καὶ ἡμετέροις χρησμοῖς φωράσειέ τις εἰς τὴν αὐτὴν ἀναφερόμενα σκέψιν.

Οὐ μόνον δὲ γράμματος ἑνὸς πρόσθεσις καὶ ἀφαίρεσις οὕτω πολλῶν πραγμάτων καταστροφὴν καὶ ἀλλοίωσιν ἀπεργάζεται, ἀλλὰ καὶ τόνου χρῆσις οὐκ εὔκαιρος τό τε ῥῆμα ἀνθ’ ἑτέρου, καίτοι τῆς γραφῆς ἀναλλοιώτου μενούσης, παρέδειξεν ἕτερον, καὶ εἰς νόημα παντελῶς ἀλλοτριώτατον τὸν νοῦν ἐκτοπίσασα ἢ δυσσεβῆ δόξαν ἢ γελώμενον λῆρον συνήγαγεν. τί δαὶ λέγω γράμματα; ὅπου γε καὶ αὐτὸ τὸ πάντων βραχύτατον, ἡ στιγμή, κακουργούμενον ἢ παρορώμενον καὶ τῆς οἰκείας μετατιθέμενον λήξεως, παντοδαπὰς μὲν καὶ μεγάλας αἱρέσεις ἀπέτεκεν, ἀφρόνων δὲ πολὺν χρόνον κατενεμήθη φρονήματα, καὶ τοῖς εὐσεβοῦσιν ὥστε θριαμβεῦσαι τὰ τῆς δυσσεβείας δόγματα μακρὰ παρέσχεν τὰ ἀγωνίσματα.

Αὐτίκα, ἵνα τὰ ἄλλα παρῶ, ὁ μετάρσιος ἄνθρωπος καὶ τῆς οἰκουμένης διδάσκαλος, ὁ μέγας ἀπόστολος, ἔν τισι τῶν αὐτοῦ γραμμάτων (Κορίνθιοι δὲ τὴν ἐπιστολὴν ὑποδέχονται) οὕτω φησίν· ‘ἐν οἷς ὁ θεός, τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ ἐναυγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ’· ἀλλ’ ὁ μέν, τοῦτο εἰπών, θαυμάσιόν τινα καὶ τῶν οὐρανίων ἀπηχημάτων ἐπάξιον νοῦν τοῖς τετελεσμένοις τὴν ἐκείνου σοφίαν μυσταγωγεῖ· οἱ δ’ ἀπὸ Μάνεντος καὶ Μαρκίωνος δυσσεβεῖς ἁρπάσαντες τὴν φωνὴν καὶ πρὸς τὴν ἰδίαν αἰχμαλωτίσαντες ὁρμήν, εἶτα μεταξὺ τοῦ ‘θεὸς’ καὶ ‘τοῦ αἰῶνος τούτου’ οὐ παρέντες κεῖσθαι τὴν στιγμήν, εἰς τοσαύτην ἦλθον δυσσεβείας ὑπερβολὴν ὡς μὴ μόνον τὰ ἔσχατα δυσσεβεῖν, ἀλλὰ καὶ ταῖς ἱεραῖς φωναῖς ἀνάπτειν τὴν αἰτίαν τοῦ θεομαχεῖν, καὶ ἕτερον μὲν εἶναι δοξάζειν θεὸν ὃς τῶν ἀοράτων τε καὶ νοητῶν τῆς δημιουργίας ἔχει τὴν ἀρχήν, ἕτερον δὲ τὸν τοῦ παρόντος αἰῶνος καὶ ὅσα σύστοιχα τούτου καὶ ὁμοταγῆ ἀνακηρύττειν δημιουργόν.

Ἀλλ’ ἡ μὲν περὶ τὸ ῥητὸν φρενοβλαβὴς ἐπιβουλὴ καὶ ἄλλοθεν μὲν πολλαχόθεν δείκνυται σαθρά, οὐδὲν δὲ ἧττον διελεγχθείη ἂν καὶ ὅτι μὴ τὴν στιγμὴν ἐπὶ τῆς οἰκείας χώρας ἀφῆκεν ἠρεμεῖν· ἐπεὶ καὶ ὁ παρὼν αἰὼν ποτὲ μὲν αὐτὴν τὴν χρονικὴν παράτασιν, ἔσθ’ ὅτε δὲ καὶ τὰς ἀτόπους πράξεις αἳ κατὰ τὸν παρόντα βίον εἰώθασιν ἀναφύεσθαι σημαίνει. ὥστε καὶ εἴ τις αὐτοῖς τὸ περὶ τὴν στιγμὴν κακούργημα ἐνδώσει, οὐδὲν ἔλαττον αὐτῶν καθαιρούμενον τὸ φρόνημα διελέγχει· τῶν γὰρ πονηρῶν ἔργων καὶ πράξεων ἅτε δὴ σπορεὺς καὶ ὑποβολεὺς ὁ ἀρχέκακος ὤν, εἰ καὶ κύριος αὐτῶν καὶ δημιουργὸς καὶ θεὸς ῥηθείη, πρὸς τὴν δόξαν μάλιστα τῶν ὑπηρετουμένων αὐτοῦ τῇ πονηρίᾳ τῶν ῥημάτων μεθαρμοζομένων, οὐδὲν ἂν ἡ ἀποστάτις ἐπιβουλὴ κέρδος εὑρήσῃ· ἐπεὶ καὶ τὰ τῶν ἐθνῶν εἴδωλα οὐκ ἦσαν μὲν ὅπερ ἐλέγοντο, ἐλέγοντο δ’ ὅμως θεοί. θεὸς μὲν γὰρ δημιουργίας τινὸς ἢ πραγμάτων ἐχόντων σταθηρὰν καὶ γνωριζομένην ὑπόστασιν οὐμενοῦν οὐκ ἂν οὔτε λεχθείη οὔτε νομισθείη, ἐκθέσμων δὲ παθῶν καὶ ἁμαρτίας, οἷς ἥδεται καὶ τρυφᾷ καὶ τοὺς ἄλλους πρὸς αὐτὰ δι’ ἀπάτης ἕλκειν ἄπαυστον ἔχει τὸ φιλονεικεῖν, μέχρις ἂν ταῦτα ἐνεργῇ, οὐδεὶς αὐτὸν οὔτε τῆς ὀλεθρίου ταύτης καὶ ἀθλίας κυριότητος οὔτε μὴν τῆς ἀρχῆς ἀπαλλάξει.

Οἶδα δ’ ὅτι τὸ ἱερὸν τοῦ Παύλου ῥητὸν οὐ μόνον ἐκ τῆς τοιαύτης θεωρίας τὴν δόξαν διαφεύγει τῶν ἀποστατῶν, ἀλλὰ καὶ εἴ τις τὸν περὶ στιγμῆς λόγον ἐάσει, οὐδὲν ἔλαττον αὐτῶν καταισχύνει τὸ προπετές. ὥσπερ γὰρ ὁ ἀληθὴς θεὸς ἡμῶν καὶ τοῦ παντὸς δημιουργὸς θεὸς οὐρανοῦ καὶ γῆς λέγοιτ’ ἄν, καὶ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, καὶ θεὸς παρακλήσεως, καὶ θεὸς εἰρήνης, καὶ οὐ δήπου διὰ ταῦτα τῶν ὁμοταγῶν καὶ συστοίχων οὐκ ἔστι θεός, ἀλλὰ μᾶλλον ἐξ ὧν λέγεται τούτων, καὶ τῶν ἄλλων συνεισάγεται θεός, οὕτω καὶ θεὸς τοῦ αἰῶνος τούτου λεχθεὶς ἀπὸ μέρους, καὶ τοῦ παντός, ὅσα τε εἰς νοητὴν λῆξιν καὶ ὅσα πρὸς αἴσθησιν ἀναφέρεται, συνεπινοεῖται καὶ συνανακηρύττεται.

Οὐ μὴν ἀλλὰ καὶ καθ’ ὑπέρθεσιν τὸ ῥητὸν ἐκληφθὲν πᾶσαν ῥᾳδίως τῶν ἐπηρεαζόντων διαφεύγει λαβήν· τὰ γὰρ νοήματα τῶν ἀπίστων τοῦ αἰῶνος τούτου ὁ θεὸς τυφλοῖ, τοῦτ’ ἔστιν ἀνάξια κρίνει τῆς τῶν κεκαθαρμένων θεωρίας, δι’ ἧς αὐτοῖς ἐνῆν τὸν φωτισμὸν ἐναυγασθῆναι τοῦ εὐαγγελίου. οἱ μὲν γὰρ τοῦ νῦν αἰῶνος ἄπιστοι καὶ στασιάζειν καὶ προσφιλονεικεῖν ἀφίενται τῷ οἰκείῳ δεσπότῃ καὶ δημιουργῷ, ἐν δὲ τῷ μέλλοντι, ὅτε ‘πᾶν γόνυ κάμψει αὐτῷ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται αὐτῷ’, οὐδεὶς αὐτῶν οὔτε ἀποστασίας οὔτε φιλονεικίας ἢ ἀγνοίας εἰς τὸ μὴ συνιδεῖν τὴν κατὰ πάντων κυριότητα καὶ τὸ κράτος ἐπιπροσθήσει γνόφος ἢ ἀχλύς.

Ἀλλ’ ὅπερ ἐλέγετο μέν, ἡ περὶ τῆς στιγμῆς σκέψις οὐ μόνον ἐν τοῖς θεοπνεύστοις τοῦ Παύλου ῥητοῖς κακουργουμένη μὲν δίδωσι πλάνης ἀφορμάς, ἀκριβολογουμένη δὲ καταστρέφει τὰς τῆς ἀπάτης μηχανάς, ἀλλὰ καὶ ἐν αὐταῖς ταῖς δεσποτικαῖς τε καὶ κυριακαῖς φωναῖς οὐ τὴν τυχοῦσαν πρὸς ἑκάτερα δίδωσι ῥοπήν. οἱ γὰρ αὐτοὶ τῆς ἀποστασίας ἐρασταὶ τῆς δεσποτικῆς δημιουργίας τὸ ὡραῖον τοῦτο καὶ θαυμασιώτατον φιλοτέχνημα, τὸν ὁρώμενον λέγω καὶ περικαλλῆ κόσμον, οὐ θέλοντες ἀνομολογεῖν ἔργον εἶναι τοῦ δημιουργοῦ, ἀλλ’ εἰς ἑτέραν ἄτοπον φιλονεικοῦντες ἀναφέρειν ἀρχήν, τὸ ‘πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲν ὃ γέγονεν’ οὐκ ἀγαπῶσι καταλήγειν εἰς στιγμήν, συνείροντες δὲ τοῖς προλαβοῦσι καὶ τὸ ‘ἐν αὐτῷ’, οὕτως λήγουσαν τὴν φωνὴν ἀφιᾶσιν εἰς στιγμήν. διὰ τί; ἵνα τὰ ἐν αὐτῷ δι’ αὐτοῦ γενέσθαι λέγοντες μόνον, ὁποῖα ἂν αὐτῶν καὶ τὸ μάταιον τῶν λογισμῶν ἀναπλάσοι, τῶν γεγονότων λοιπὸν ἁπάντων τὴν γένεσιν αὐτὸν ἀφαιρήσουσι καὶ δημιουργίαν. ὁρᾷς καὶ οὗ βραχύτερον οὐκ ἔστιν εὑρεῖν, μὴ τῇ πρεπούσῃ κρίσει καθυποβληθὲν οἵων ἀτόπων τε καὶ δυσσεβεστάτων νοημάτων ἀφορμὴ τοῖς ἀσεβοῦσι καθίσταται καὶ καταφυγή;

Οὐκ ἀγνοῶ δὲ ὡς καὶ ἄλλας τινὰς ἐπαναστάσεις ἡ αὐτόλεκτος αὕτη καὶ δεσποτικὴ παρὰ τὴν αὐτὴν αἰτίαν ὑπέστη φωνή. ὁ μὲν γὰρ κοινὸς τῆς ἀληθείας καὶ ἀπερίεργος λόγος, μετὰ τὸ ‘πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν’, ὡς καὶ προείρηται, οὕτως ἐπάγει τὴν στιγμήν· οἱ δὲ στίζουσι μὲν μετὰ τὸ ‘οὐδέν’, ἀρχῆς δὲ ἀπ’ ἄλλης προφέροντες τὸ ‘ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν’ νοῦν μὲν ἀναγκαῖον οὐδένα δηλοῦσιν, ἀνοίγουσι δὲ τοῖς βουλομένοις τὰ μυστικὰ καὶ φρικτὰ κάλλη τῶν ἱερῶν ἡμῶν λογίων κατορχεῖσθαι πλατεῖαν ὁδόν. τί γάρ, ἐνὸν ἀρκεῖσθαι τοῖς ἐγνωσμένοις καὶ κάλλιστα τῆς ἑρμηνείας ἔχουσιν, ὑπερορῶντας ταῦτα ζητεῖν, τοῖς μηδὲν ὅμοιον κεκτημένοις, καινότητα δὲ μόνον χαριζομένοις καλλωπίζεσθαι; καὶ οὐ κατὰ πάντων φέρω τὴν ψῆφον, ἀλλ’ ὧν ἡ γνώμη τὸν λόγον μοι δείκνυσιν ἐπαληθεύοντα. ἄρχει δὲ τῆς ὁδοῦ ταύτης, ὅσα γε τὴν ἐμὴν οὐκ ἔλιπε μνήμην, ὁ πολυμαθὴς μέν, οὐδὲν δὲ ἧττον ἢ πολυπλανὴς Ὠριγένης· ἐκδέχεται δὲ τὴν μίμησιν ὁ πνευματομάχος, εἰ καὶ μὴ τῆς δυσσεβείας (οὐ γὰρ ἅμα τε τὴν στιγμὴν ἐκεῖνος ὑπερετίθει καὶ τὴν ἀσέβειαν διὰ τοῦ ῥητοῦ μετεδίδασκεν), ἀλλ’ οὖν γε τῆς περὶ τὴν στιγμὴν καινοτομίας καὶ τῆς ἀναγνώσεως ζηλωτὴς ὁ πνευματομάχος γεγονώς, τῆς οἰκείας δυσσεβείας ὄργανον αὐτὸς ποιεῖται τὴν τοιαύτην ἀνάγνωσιν.

τὸ γὰρ ‘ὃ γέγονεν ἐν αὐτῷ’ συνθεὶς ἔκ τε τῆς προλαβούσης συναφείας τὴν λέξιν τεμὼν καὶ ἐκ τῆς ἐπακολουθούσης διαστάσεως τὴν στιγμὴν ἀφελών, τοῦτο τολμηρῶς τε καὶ ἀθέως κατὰ τοῦ πνεύματος ἕλκει, τοῖς γεγονόσι τε διὰ τὴν τοῦ ‘γέγονε’ φωνὴν καὶ εἰς κτίσμα τελοῦσι τὴν ἄκτιστον φύσιν συναριθμῶν, μήτε τῆς τῶν ῥημάτων ἀκολουθίας τὴν ἐπήρειαν ἀνεχομένης μήτ’ ἄλλης αὐτῷ πρὸς τὴν δυσσέβειαν μηδεμιᾶς παρακροτούσης αἰτίας.

Ἀπολινάριος δὲ καὶ αὐτὸς τὴν μίμησιν Ὠριγένους κατὰ διαδοχὴν ὑποδύς, οὐκέτι ὁμοίως καὶ τῆς διανοίας ἐγένετο μιμητής. ἡ μὲν γάρ, εἰ καὶ τὸ περίεργον ἔχει, ἀλλ’ οὖν γε μετὰ τοῦ μηδεμίαν ἄλλην ἀτοπίαν συνεφέλκειν, οὐδέ τινος γλαφυρότητος παντελῶς ἀμοιρεῖ· ὁ δὲ μετὰ τοῦ μηδὲν τῶν ἐπαινουμένων εἰπεῖν, καὶ εἰς μακροὺς λήρους καὶ ἀνακολούθους γνώμας καταστρέφει τὴν σπουδὴν αὐτῷ, καὶ μικροῦ δι’ ὧν λέγει τὸν κύαμον καὶ τὸν ἅλα παροιμιάζεται. εἰ δὲ καὶ τῷ θεσπεσίῳ Κυρίλλῳ ἡ τοιαύτη θέσις ἤρεσε τῆς στιγμῆς, ἀλλ’ οὖν ὅσον τῶν ἀσεβῶν τῆς γνώμης διέστηκεν, τοσοῦτον καὶ τὸ ἀναπτυσσόμενον τοῦ ῥητοῦ πρὸς τὴν ἐκείνων σπουδὴν ἐνδείκνυται τὸ διάφορον.

Ἀλλὰ γὰρ ὅτι μὲν ἀντὶ τοῦ ζητεῖν ὡς οὐ δεῖ καὶ τὰ θεῖα λόγια κατ’ ἀλλήλων συγκρούειν ἄμεινόν ἐστι τὸ διαπορεῖν εἰς τὸ μαθεῖν, ἔτι δὲ πολλῷ μᾶλλον περὶ τὴν συζήτησιν καὶ θεωρίαν τῶν τε λεγομένων περιστατικῶν καὶ εἴ τις ἄλλος τρόπος τούτοις παραπλήσιος ἐγγυμνάζεσθαι, αὐτὸς μὲν εὖ οἶδ’ ὅτι λόγων οὐ δεήσῃ, διδάσκαλον δέ σε καὶ ἑτέρων ἀξιῶν γενέσθαι οὐκ ἂν ἀπελπίσαιμι. οὐ μόνον δὲ τοσούτοις καταμερίζεται τρόποις ἡ διὰ τῶν ἱερῶν λογίων προϊέναι δοκοῦσα φαντασία τῆς ἐναντιώσεως, ἀλλὰ καὶ πολλῶν μὲν ἄλλων μνήμην οὔπω πεποιήμεθα· ἡ δ’ οὖν ἐπὶ τοῖς εἰρημένοις γυμνασία οὐκ ἐν αὐτοῖς μόνον περιγράφει τὸ χρήσιμον, πολλὴν δὲ ῥώμην καὶ κράτος παρέχει πρὸς τὸ τὴν ἀλήθειαν μεθοδεύειν καὶ διευκρινεῖν καὶ τὰ ὅμοια. καὶ γὰρ ὅσα δι’ ὑπέρθεσιν λόγων ἢ ῥημάτων ἢ ὀνομάτων ἢ τούτων ἔλλειψιν καὶ περικοπὴν ἢ τροπὴν καὶ μεταφορὰν εἰς ἀμφίβολον καὶ μαχομένην διάνοιαν συσκευάζεται, καὶ ταῦτα ὁ ταῖς εἰρημέναις ἔμπροσθεν ἐφόδοις ἐγγυμνασάμενος τὴν τῆς ἀκριβείας βάσανον κἀνταῦθα καθιείς, οὐ χαλεπῶς τε τὸ συγκεχυμένον διακρινεῖ καὶ τὸ περιτρεπόμενον ὧδε κἀκεῖσε πρὸς τὴν τῆς ἀληθείας ἑδράσει διάγνωσιν.