Ἔργον
Μέγας Φώτιος – Ἐπιστολαὶ καὶ Ἀμφιλόχια
Η πολυσημία των λέξεων στην Αγία Γραφή και ορθός ερμηνευτικός κανόνας
Φιλολογική και σημειολογική εξέταση λέξεων με πολλαπλές σημασίες, προκειμένου να κατανοείται με ακρίβεια ο λόγος των ιερών κειμένων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η πολυσημία των λέξεων στην Αγία Γραφή και ορθός ερμηνευτικός κανόνας
Φιλολογική και σημειολογική εξέταση λέξεων με πολλαπλές σημασίες, προκειμένου να κατανοείται με ακρίβεια ο λόγος των ιερών κειμένων.
Πρόσθες, εἰ βούλει, καὶ διότι τοῖς μὲν καὶ ἡ προτέρα δόξα καὶ ἡ μεταγενεστέρα κατὰ τὸν ἴσον τρόπον, ἵνα μὴ λέγω καὶ πολλάκις προέχουσα παρρησιάζεται, ἀλλ’ οὖν οὐκ ἔστιν ἡ δευτέρα τῆς προτέρας πρὸς τὴν τῶν πολλῶν ἐπίγνωσιν δευτερεύουσα· τοῖς δὲ τὸ μὲν ἁμάρτημα θριαμβεύεται (φίλον γὰρ ἀνθρώποις διακωδωνίζειν τὰ ἀλλότρια), ἡ δὲ μεταμέλεια ἐν ἡσυχίᾳ τε καὶ κατὰ μόνας πραττομένη οὐχ ὅτι μόνον τῷ λανθάνοντι ἐκφεύγει τοὺς πολλούς, ἀλλ’ ὅτι καὶ τὸν φθόνον ἔχει πικρὸν ἐξεταστήν, οὐχ οὕτω περιφανῆ καὶ κατάδηλον τῆς καθάρσεως (δεῖ δὲ μηδὲ τῶν μικρῶν μηδένα σκανδαλίζειν) οὐμενοῦν οὐ παρέχεται παραπλησίαν πᾶσιν ὥσπερ δὴ τοῦ ἐλαττώματος τὴν ἐπίγνωσιν.
Ἐπὶ τίνος παραλαμβάνεται παρὰ τοῖς ἱεροῖς ἡμῶν λογίοις ἡ τοῦ ἀπεκρίθη φωνή, αὐτή τε καὶ τὰ παρὰ ταύτην ἐκ τῆς αὐτῆς σχηματιζόμενα λέξεως; Πολλῶν ὄντων φωνῶν πολυσήμων, ὥστε καὶ πραγματείαν ὁλόκληρον οὐκ ὀλίγοις ἐπελθεῖν περὶ αὐτῶν ἐξεργάσασθαι, οὐδὲν ἀπεικὸς ἂν εἴη οὐδέ τινα παρέχον ἀπορίαν τοιαύτας φωνὰς ὁρᾶσθαι κἀν τοῖς ἱεροῖς ἡμῶν ἐνούσας λογίοις. καὶ γὰρ παρ’ οἷς ἡ Ἀττικὴ σπουδάζεται γλῶσσα, οὐ μόνον ἐστὶν εὑρεῖν φωνὰς κατὰ τοὺς ἐπιδεικτικούς τε καὶ ἱστορικοὺς τῶν λόγων τὸ πολύσημον ἐμποιουμένας, ἀλλὰ καὶ πρὸς ἀντικειμένας διανοίας τὴν αὐτὴν φωνὴν ἀποσχιζομένην.
Αὐτίκα Πλάτων μὲν ‘ἄλοχον’ τὴν παρθένον λέγει, καὶ δοκεῖ τι σοφὸν λέγειν, οὔπω γὰρ ἐπέβη λέχους· ἀλλ’ ὁ αὐτός τε πάλιν καὶ πολλοὶ ἄλλοι τὴν ἐν λόγοις δευτέραν οὐκ ἔχοντες τάξιν τὴν συνιοῦσαν ἀνδρὶ πρὸς λέχος σημαίνουσι τῷ ὀνόματι.
Πάλιν ‘σοφιστήν’ ἐστιν ἀκούειν τὸν τὰς λογικὰς τέχνας διδάσκοντα, δεύτερον δὲ ᾧ τὸ λεκτικὸν εἶδος ἐπήσκηται, καὶ τρίτον ὅστις τὴν ἐν τοῖς λόγοις γυμνασίαν τῶν πλησιαζόντων πρὸς τὴν ἐπηρεάζουσαν ἔριν διέφθειρεν.
Ἀλλὰ γὰρ καὶ τὸ ‘σταθερὸν’ οὐ τὸ στάσιμον μόνον, ἀλλὰ καὶ τὸ ἰσχυρὸν καὶ θερμὸν καὶ ὀξὺ σημαῖνον εὑρίσκεται. Καὶ δὴ καὶ τὸ ‘φαῦλον’ οὐ τὸ κακὸν μόνον οὐδὲ τὸ μοχθηρὸν οὐδὲ τὸ ἀπρεπές, ἀλλὰ καὶ τὸ μέγα καὶ τὸ μικρόν, ὡσαύτως καὶ τὸ ῥᾴδιον καὶ ἁπλοῦν καὶ ἀπόνηρον καὶ τὸ τυχὸν καὶ τὸ ἁπλῶς περιείληφεν.
Ναὶ δὴ καὶ τὸ ‘πυνθάνεσθαι’, δοκοῦν πρὸς ἓν ἀναφέρειν, διαφόρων ἐστὶν ἀποφυάδων ῥίζα· προβάλλεται γὰρ τό τε μανθάνειν καὶ τὸ ἱστορεῖν καὶ ἐρωτᾶν καὶ τοιαῦθ’ ἕτερα. Ὁ δὲ ‘πελανὸς’ ἡ λέξις πέμμα τε ἐξ ἀλεύρου θυσίαις ἐπιτήδειον δηλοῖ, δηλοῖ δὲ καὶ τὸν περὶ τῷ στόματι πεπηγότα ἀφρόν, ἀλλὰ καὶ τὸ ὀπῶδες δάκρυον πεπηγός τε καὶ ἐξηραμμένον, οἷον κόμμι καὶ τὰ ὅμοια, καὶ τέταρτον τὸν ὀβολὸν ὃς τοῖς μάντεσιν εἴωθε δίδοσθαι μισθός.
Καὶ τὸ ‘ὁμόσε’ δὲ τὸ ἐπίρρημα δηλοῖ μὲν τὸ ‘ἐξ ἐναντίας’, ἡ δὲ τῶν ἀρχαίων χρῆσις ἐπιδείκνυσιν αὐτὸ καὶ ἀντὶ τοῦ ‘σχεδὸν’ καὶ ἀντὶ τοῦ ‘ἐγγὺς’ παραλαμβανόμενον. Οὐ μὴν ἀλλὰ καὶ τὸ ‘νῦν δὴ’ οὐ τὸ παρὸν ἤδη μόνον, ἀλλὰ καὶ τὸ μικρὸν ἔμπροσθεν γεγονὸς ὑποβάλλεται.
Ἤδη δὲ καὶ τὸ ‘κομψὸν’ εἰς πολλὰ μερίζεται σημαινόμενα· τό τε γὰρ περίτρανον καὶ τὸ περίλαλον ἀπαγγέλλει, τὸ πανοῦργόν τε καὶ τὸ πιθανόν, ναὶ δὴ καὶ τὸ τεχνικόν. Τὸ δὲ πολυθρύλητον ‘ἦ δ’ ὃς’ καὶ ‘ἦν δ’ ἐγώ’, ἡ τοῦ Πλάτωνος φιλοτιμία—ἀλλὰ γὰρ τὸ ‘ἦ δ’ ὃς’ σημαίνει μὲν ὡς ἐπὶ πᾶν τὸ ‘ἔφη δὲ οὗτος’, ἀλλὰ καὶ τὸ ‘ἔφη’ μόνον, τοῦ συνδέσμου καὶ τοῦ ἄρθρου παρέλκοντος ἐνταῦθα χώραν ἐχόντων, ἢ μηδὲ σύνδεσμον μηδὲ ἄρθρον ὑπεμφαινόντων, ἀλλὰ τῆς ὅλης φωνῆς μερῶν ὑπαρχόντων, ἡνίκα μηδὲ γένος μηδ’ ἀριθμὸν δύναιτ’ ἂν παρεμφαίνειν ἡ λέξις· ἐξ οὗ καὶ καθορᾶται τὸ ‘ἦ δ’ ὃς’ οὐ μόνον ἐπὶ τοῦ θήλεος μεθελκόμενον, οἷον ‘ἔφη αὕτη’, ἀλλὰ καὶ πρὸς πλῆθος ἀπὸ τῆς ἑνικῆς φωνῆς περιτρεπόμενον, σημαίνει γὰρ καὶ τὸ ‘ἔφασαν’. εἰ δὲ καὶ τὸ ‘ὦ φίλος’ δηλοῖ, οὔπω παρέχειν ἐστὶν ἀξιοπιστίαν Κριτόβουλος. ἀλλὰ τοσαῦτα μὲν τέως παραδηλοῖ τὸ ‘ἦ δ’ ὅς’. τὸ δὲ ‘ἦν δ’ ἐγώ’, καίτοι γε τὸν ὅμοιον σχηματισμὸν ἔχον, εἰς τρία τέμνεται ταῦτα, εἴς τε τὸ ‘ἔφην δ’ ἐγώ’, καὶ εἰς τὸ ἁπλῶς ‘ἔφην’, ὅπερ ὁμοίως ἐπί τε ἀρρένων παραλαμβάνουσι καὶ θηλειῶν.
Καὶ τὸ ‘θράττειν’ δὲ σημαίνει μὲν τὸ ταράσσειν καὶ τὸ ἐνοχλεῖν, σημαίνει δὲ καὶ τὸ νύσσειν καὶ κινεῖν, ἀλλὰ καὶ τὸ δυσωπεῖσθαι καὶ τὸ ὑφορᾶσθαι. Καί γε καὶ τὸ ‘τευτάζειν’ εὑρήσεις κατὰ διαφόρων ὑποκειμένων φερόμενον· καὶ γὰρ ἀντὶ τοῦ πραγματεύεσθαι παραλαμβάνεται καὶ ἀντὶ τοῦ σκευωρεῖσθαι, στραγγεύεσθαί τε καὶ διατρίβειν, καὶ φροντίζειν ἐνίοτε, ἐπιστρεφῶς τε πράττειν τι καὶ ἐνεργεῖν, καὶ μὴν καὶ σπουδάζειν, καὶ δεῖπνον παραθεῖναι.
Ὅρα δὲ καὶ τὰ συνήθη ταῦτα οὐχὶ μίαν ἐθέλοντα σημασίαν περιπτύσσειν. αὐτίκα δὴ τὸ ‘ἐπιεικῶς’ καὶ ‘ἐπὶ κόρρης’, τὸ μὲν εἴς τε τὸ ἱκανῶς καὶ μετρίως καὶ εἰς τὸ ἀστείως ἐπιμερίζεται· τὸ δὲ ‘ἐπὶ κόρρης’ καὶ τὸ κατὰ κεφαλῆς τύπτεσθαι σημαίνει, καὶ μὴν καὶ τὸ ἐπὶ τῶν σιαγόνων.
Οὐδὲ τὸ ‘ἐπισκηπτόμενος’ δὲ εἰς ἓν περιγράφεται, ἀλλὰ καὶ τὸν ἐναπερειδόμενον δηλοῖ καὶ τὸν ἐνδεικνύμενον καὶ τὸν ἐπὶ τελευτῆς ἐντελλόμενον καὶ πρὸς τούτοις τὸν ἐναντιούμενον. Ὡσαύτως δὲ τῶν πολυσήμων ἐστὶν καὶ τὸ ‘δυσωπεῖσθαι’· ὑφορᾶσθαι γὰρ ἀπαγγέλλει, καὶ τὸ φοβεῖσθαι μεθ’ ὑπονοίας, καὶ τὸ σκυθρωπάζειν· ἔνιοι δὲ τῶν <τὴν> Ἑλληνικὴν γλῶτταν ἐξακριβούντων, εἰ καὶ μὴ τῶν Ἀττικῶν ἡ κομψεία, καὶ ἀντὶ τοῦ αἰδεῖσθαι τὴν φωνὴν παραλαμβάνουσιν· ἡ μέντοι συνήθεια ἐπὶ τοῦ ἱκετεύειν καὶ παρακαλεῖν κέχρηται.
Καὶ τὸ ‘δεῦρο’ δὲ μετὰ τοῦ σημαίνειν τὸ ‘ἄγε’ καὶ τὸ ‘ἐνταῦθα’ οὐδὲ τὸ ‘ἐλθὲ’ ἀποστρέφεται. Σκόπει δὲ καὶ τὸ ‘γενναῖον’, ὅπως τόν τε συγγενῆ δηλοῖ καὶ τὸν ἀγαθόν· ἀλλὰ καὶ τὸν εὐγενῆ, καὶ τὸν ἀνδρεῖον οὐκ ἔλαττον.
Ἴδοις δ’ ἂν καὶ τὸ ‘ἄτοπον’ οὐ μόνον τοῦ κακοῦ καὶ τοῦ μοχθηροῦ κατηγορούμενον, ἀλλὰ καὶ κατὰ τοῦ μὴ τόπον ἔχοντος· ἄτοπον γὰρ κἀκεῖνο λέγουσιν, ὥσπερ καὶ τὸ ἀνυπονόητον, οἷον ὃ μή ἐστιν τοπάσαι· ἀλλ’ ἔτι περιέχει καὶ τὸ ξένον καὶ παράδοξον καὶ θαυμάσιον, καί γε καὶ τὸ παράλογον.
Ἐπὶ τούτοις καὶ τὸ ‘ἀρνύμενος’ πρός τε τὸ ‘καταλλαττόμενος’ ἀποδίδοται, καὶ τὸ ‘περιποιούμενος’· περιλαμβάνοιτο δ’ ἂν ὑπὸ τῆς αὐτῆς φωνῆς καὶ ὁ φυλάττων. Οὐδὲ τὸ ‘ἀεὶ’ δὲ περιπτύσσεται τὸ ἀμέριστον, ἀλλὰ καὶ εἰς ἐναντίας ἀποσχίζεται μερίδας· σημαίνει μὲν γὰρ τὸ διὰ παντός, ὃ καὶ πάντες ἴσασι· σημαίνει δὲ καὶ τὸ ἀντικείμενον, οἷον τὸ ἕως τινὸς καὶ μέχρι τινός.
Καὶ αὐτὸ δέ γε τὸ ‘ἕως’ ποτὲ μὲν ὡρισμένον χρόνον περιγράφει, ποτὲ δὲ τὴν περιγραφὴν ἀπαρνούμενον ἐᾷ τὸν χρόνον πρὸς τὸ ἀόριστον παρατείνεσθαι. Καὶ μὴν καὶ τοῦ ‘ἄντικρυς’ ἀποφύεται τό τε διαμπερὲς καὶ εὐθὺ καὶ ἐπ’ εὐθείας, καὶ τὸ ἰσχυρῶς καὶ σοφῶς, καὶ τὸ ἰθύς, ἀλλὰ καὶ τὸ ἁπλῶς καὶ ἀκριβῶς· εἰ δὲ τὸ τελευταῖον ἀποβάλλει σύμφωνον, τῆς ἀρχῆς τὸν τόνον τοῦ τέλους ἀναλαμβάνοντος, καὶ τὸ κατέναντι καὶ ἐξ ἐναντίας ἀναβλαστάνει.
Οὐχ ὁρᾷς δὲ καὶ τὸ ‘ἄρα’; οὐ λέγω δὲ ὃ τόνος τε διατέμνει καὶ εἰς δύο μέρη περιΐστησιν, ἀλλ’ ὃ κατὰ τὴν αὐτὴν προσῳδίαν ῥυθμίζεται καὶ πρὸς τὸ διαπορούμενον διαστέλλεται· σημαίνει μὲν σύνδεσμον τὸν συλλογιστικόν, σημαίνει δὲ καὶ τὸν ‘δὴ’ τὸν παραπληρωματικόν, παραλαμβάνεται δὲ καὶ ἀντὶ τοῦ ‘ὡς ἔοικεν’ καὶ ‘ὡς φαίνεται’.
Ἐπισκόπει δὲ καὶ τὸ ‘ἀτεχνῶς’ περισπώμενον ὅσαις διανοίαις ὑποτέμνεται· τῇ τε γὰρ σημασίᾳ τοῦ ἀληθῶς καὶ τῇ τοῦ ἁπλῶς καὶ τελείως καὶ ἀδόλως, καὶ μὴν καὶ τῇ τοῦ ἰσχυροῦ καὶ καθάπαξ προέρχεται πληθυνόμενον.
Εὕροις δ’ ἂν καὶ τὸ ‘ἄττα’ διαφόρως προαγόμενον· νῦν μὲν γὰρ τὸ ‘ἅτινα’, νυνὶ δὲ τὸ ‘τινά’, ἄλλοτε δὲ τὸ ‘ἃ ἄν’, καὶ ἄλλοτε τὸ ‘ποτὲ’ σημαίνειν ἐθέλοι, καὶ εἰς τοσαῦτα καταμερίζεσθαι. Ἐπὶ δὲ τοῖς εἰρημένοις καὶ ὁ ‘σοφός’, τοῦτο δὴ τὸ πρόχειρον, σημαίνει μὲν τὸν μετεσχηκότα σοφίας τινός, ἰδίως δὲ καὶ τὸν λογικαῖς τέχναις προσανακείμενον, ἔπειτα δὲ καὶ τὸν συνέσει τῶν ἄλλων προέχοντα, ἐφ’ οἷς καὶ ὃν ἀρεταὶ κοσμεῖν ἴσασιν· ἀλλά γε δὴ καὶ τὸν ἐπιτήδειον καὶ πρὸς ὅ τι ἂν ὁρμήσῃ θεωρούμενον ἕτοιμον, ἐξ οὗ καί φασι ‘σοφὸς ἦν τοῦ κακοποιῆσαι’, καὶ ‘σοφὸς ἀρετὴν μετελθεῖν’. συνταγείη δ’ ἂν οὐκ ἀπεικότως τούτοις καὶ τὸ ‘θεσπέσιον’. καὶ γὰρ καὶ τοῦτο σημαίνει μὲν τὸ θεῖον, σημαίνει δὲ καὶ τὸ πρᾶον, ἀλλὰ καὶ τὸ θαυμάσιον καὶ τὸ πολύ.
Καὶ τὸ ‘κομιδῇ’ δὲ εἴς τε τὸ λίαν διαιρεῖται καὶ εἰς τὸ παντελῶς καὶ εἰλικρινῶς ὁλοσχερῶς τε καὶ δὴ καὶ τελείως. Ἀλλὰ καὶ τὸ ‘τέως’ διαφόρους διανοίας περιέχει· καὶ γὰρ τάττεται μὲν καὶ ἐπὶ τοῦ ‘τέως’, τάττεται δὲ καὶ ἐπὶ τοῦ ‘πρίν’, ἀλλὰ καὶ ἐπὶ τοῦ ‘ἕως τινός’, δηλοῖ δὲ καὶ τὸ ‘ἐπὶ τοσοῦτον’.
Καὶ ὁ ‘ἀλάστωρ’ δὲ σημαίνει μὲν ἁπλῶς τὸν κακοῦργον, σημαίνει δὲ καὶ τὸν αὐτοχειρίᾳ φόνον εἰργασμένον, ἀλλά γε δὴ καὶ τὸν ἐπεξιόντα τούτους, ὡς τὰ ἄλαστα ἐπισκοποῦντα καὶ τοὺς εἰργασμένους εἰσπράττοντα δίκας· ἔνθεν παρ’ αὐτοῖς καὶ ὁ Ζεὺς ἀλάστωρ.
Εὕροις δ’ ἂν καὶ τὸ ‘πύον’ εἰς πέντε διαιρούμενον σημαινόμενα· εἴς τε τὰς πρὸ τοῦ γάλακτος ῥανίδας τῶν θηλῶν ἀποθλιβομένας, καὶ εἰς αὐτὸ τὸ γάλα, καὶ μὴν καὶ εἰς τὸ μεταβεβληκὸς αἷμα, καὶ δὴ καὶ εἰς τὸ γαλακτῶδες ὑγρόν, ὅπερ καὶ ὀρὸν καλοῦσιν· τινὲς δὲ πύον καλοῦσι καὶ τὸ νέον τῷ χθεσινῷ συνεψηθὲν γάλα.
Οἶδεν δὲ καὶ τὸ ‘εἶεν’ διάφορα σημαίνειν· καὶ γὰρ παραλαμβάνεται μὲν ὡς ἀρχὴ λόγου, παραλαμβάνεται δὲ καὶ ἐπὶ κατανεύσεώς τε καὶ συγκαταθέσεως· οἱ δὲ συλλαμβάνοντες ἄμφω τὰ εἰρημένα, συγκατάθεσίν τε δηλοῦν αὐτὸ βούλονται τῶν ἐν τῷ λόγῳ προειρημένων καὶ ἀρχὴν τῶν μελλόντων εἰρῆσθαι· ἀλλὰ καὶ ἀντὶ τοῦ ‘ἄγε δὴ’ τῇ φωνῇ χρῶνται· τοῖς δὲ παραλαμβάνεται καὶ κατὰ τὸ ‘ἐπαΐω’ καὶ ‘συνίημι’.
Καὶ πολύστιχον ἄν τις ἀπαρτίσῃ βίβλον, οὐκ ἐάν ποθεν τὰς πολυσήμους φωνὰς ἁπάσας περιλαβεῖν ἐθελήσοι (ἐργῶδές τε γὰρ τοῦτο καὶ πλησίον τῶν ἀνεφίκτων), ἀλλ’ ἐὰν εἰς ἓν συναγαγεῖν βουληθείη τὰς ἐπὶ πλέον τῶν ἄλλων συνήθεις καὶ τοῖς λόγοις μᾶλλον ἐπιπολαζούσας· οἷα δὴ καὶ ἡμῖν ἐπράχθη τὴν τῶν μειρακίων ἡλικίαν, ὡς καὶ αὐτὸς οἶσθα, παραλλάττουσιν. νυνὶ δὲ καὶ ὅσαι εἴρηνται τὴν χρείαν αὐτάρκη παρέχονται· καὶ οὐδὲ ἐπὶ τοσοῦτον ἂν ὁ περὶ αὐτῶν προῆλθεν λόγος (φίλον γὰρ ἀεί μοι διευλαβεῖσθαι τὸ ἀπειρόκαλον), εἰ μὴ πολλάκις περὶ ἐνίας τῶν διευκρινηθέντων λέξεων πολλοὺς οἶδα συζητοῦντας καὶ σπουδὴν εἰς μάθησιν συνεισάγοντας.
Ἀλλὰ γὰρ τοσαύτης ἀφθονίας εὑρισκομένης τῶν πολυσήμων ἐν τοῖς τῶν ἀρχαίων συντάγμασιν, ὧν ὁ βίος εἴπερ τι ἄλλο λογάδων λέξεων ἡ σοφία, τί κωλύει καὶ ταῖς ἡμετέραις ἱερολογίαις, αἷς τῶν σωτηρίων ἔργων σκοπὸς ἡ διδασκαλία καὶ παραίνεσις, διαφόρων ὑποκειμένων σημαντικὰ παραλαμβάνειν ὀνόματα; διὸ καὶ τὸ ‘ἀπεκρίθη’, ὅπερ σε πολλάκις εἰς ἀμφιβολίαν ἔφης ἐμβαλεῖν, ἵνα νῦν ἐάσω τὸ ‘διεχωρίσθη’, καὶ ὃ μάλιστα παῖδες ἰατρῶν ἴσασι, τὸ ‘διεφορήθη’ τε καὶ ‘ἐξεκρίθη’ καὶ ‘ἐξεχύθη’, καὶ εἰς τοῦτο κατέληξεν—ἀλλ’ ἐφ’ ὧν γε συνήθης ἐστὶ τῶν θεοσόφων ἡ χρῆσις λογίων, σημαίνει μὲν τὸ ‘ἀπεκρίθη’ καὶ ἣν οὐδεὶς ἀγνοεῖ διάνοιαν, ἥτις καὶ πρὸς τὴν ἐρώτησιν ἀποδίδοται· πολλάκις δὲ καὶ παραπληρώματος ἐπέχει τάξιν, ἄλλοτε δὲ καὶ ἀρχὴν ἀναπληροῖ λόγου, ναὶ δὴ καὶ τὸ διαδέξασθαι τὸν προρρηθέντα λόγον ὑποβάλλεται· καὶ μὴν καὶ τὸ ‘ἱκέτευσεν’ καὶ ‘ἐδεήθη’· εὕροις δ’ ἂν σημαῖνον καὶ τὸ ‘ἠρώτησεν’.
Μαρτύρια δὲ τοῦ μὲν παρὰ πᾶσιν ἐγνωσμένου πολλά τέ ἐστιν καὶ λαβεῖν πρόχειρον· οἷον ‘ἀποκριθεὶς Σίμων Πέτρος εἶπεν· σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος’· καὶ γὰρ πρὸς τὴν δεσποτικὴν ἐρώτησιν τὴν προλαβοῦσαν, ‘ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;’ τὴν αὐτοῦ γνώμην ὁ κορυφαῖος καὶ τῶν συμμαθητῶν ἀποδίδωσιν. καὶ ἐν τῷ ‘ἀπεκρίθη δὲ λέγων αὐτοῖς· ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι’, ἡ αὐτὴ καθορᾶται διάνοια· τοῖς γὰρ ἐρωτήσασιν ὄχλοις ὅθεν καρπώσονται τὴν σωτηρίαν ὑποδείκνυσιν. ὥσπερ καὶ τὸ ‘ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων, ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε’· εἰς γὰρ τὴν αὐτὴν καὶ τοῦτο χρείαν ἀναφέρεται· καὶ μυρία ἄλλα.
Τὸ δὲ ‘ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν· ἐξομολογοῦμαί σοι πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς’, δῆλον ὅτι τῆς μὲν προειρημένης ἐννοίας διέστηκεν, ἀρχῆς δὲ χώραν ἐπέχει· οὔτε γὰρ ἐρώτησις προηγήσατο, ἀλλ’ οὐδέ τινα λέγοντα διεδέξατο, ἀλλ’ αὐτὸς ὁ Ἰησοῦς ἀρχὴν ἐμβαλὼν τῷ λόγῳ τὴν εὐχαριστίαν τῷ πατρὶ προσηνέγκατο. ὡσαύτως καὶ τὸ ‘ἀποκριθεὶς ὁ ἀρχισυνάγωγος ἀγανακτῶν, ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦ’, ναὶ δὴ καὶ τὸ ‘ἀποκριθεὶς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος, εἰπὲ ἡμῖν εἰ σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ θεοῦ’. ἀρχὴν δ’ ἂν ἐπέχοι λόγου καὶ τὸ ‘ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν· ὃς ἐὰν δέξηται ὑμᾶς ἐπὶ τῷ ἐμῷ ὀνόματι, ἐμὲ δέχεται· καὶ ὃς ἐὰν ἐμὲ δέξηται, οὐκ ἐμὲ δέχεται, ἀλλὰ τὸν ἀποστείλαντά με’.
Ἐν μέντοι γε τῷ ‘ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ· ὦ γύναι, μεγάλη σου ἡ πίστις, γενηθήτω σοι ὡς θέλεις’, εἰς οὐδέτερον μὲν ἀναφέρεται τῶν εἰρημένων, διαδοχὴν δὲ λόγου συνεισάγει. τῆς γὰρ Χανανίτιδος ἐλεεινολογουμένης μὲν τὸ τῆς θυγατρὸς πάθος, τὴν θεραπείαν δὲ αἰτουμένης, καὶ πρὸς τὴν ἀποτρέπουσαν τὴν σπουδὴν αὐτῆς ὕβριν εὐγνωμονούσης καὶ λεγούσης· ‘ναὶ κύριε, καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν’, ἐπάγεται κατὰ διαδοχὴν ἐκεῖνον τὸν λόγον· ‘τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ· μεγάλη σου ἡ πίστις, γενηθήτω σοι ὡς θέλεις’· δῆλον γὰρ ὅτι τοὺς τῆς εὐγνωμοσύνης καὶ δεήσεως λόγους διαδεξάμενος ὁ Ἰησοῦς τήν τε πίστιν αὐτῆς ἐμεγάλυνεν καὶ τὴν θεραπείαν παρέσχετο. εἰς τὴν αὐτὴν δὲ διάνοιαν ἀφορᾷ καὶ τὸ ‘ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ· μακάριος εἶ, Σίμων βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι’· διαδεξάμενος γὰρ τῷ λόγῳ τὴν ἀνακηρύξασαν αὐτὸν ὁμολογίαν Χριστόν τε καὶ υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος, ὑπολαβὼν ἐπιφέρει τὸν μακαρισμόν. τῆς αὐτῆς δ’ ἂν εἴη συστοιχίας καὶ τὸ ‘ἀπεκρίθη δὲ αὐτῷ ὁ Ἰωάννης λέγων· διδάσκαλε, εἴδομέν τινα ἐπὶ τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, ὃς οὐκ ἀκολουθεῖ ἡμῖν’, καὶ πολλὰ τοιαῦτα.
Ἡ δὲ κατὰ τὴν μεταμόρφωσιν τῆς θεοφανείας ἱστορία, τὸν Μωυσῆν καὶ τὸν Ἠλίαν παράγουσα συλλαλοῦντας τῷ δεσπότῃ, καθ’ ἣν καὶ ὁ Πέτρος ἐδεῖτο γενέσθαι αὐτοῖς σκηνὰς τρεῖς, ἐν τῷ ‘ἀποκριθεὶς ὁ Πέτρος’ τὴν ἱκεσίαν καὶ τὴν δέησιν σημαίνει. ὥσπερ πάλιν καὶ τὸ ‘ἀποκριθεὶς ὁ Πέτρος εἶπεν· κύριε, εἰ σὺ εἶ, κέλευσόν με ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα’· καὶ γὰρ τῆς δειλιώσης γνώμης τοὺς μαθητὰς ἀπάγοντος τοῦ Ἰησοῦ καὶ λέγοντος ‘θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε,’ δραξάμενος ὁ Πέτρος ἀφορμῆς εἰς ἱκεσίαν αὐτὸν καθιστώσης, ‘κύριε, εἰ σὺ εἶ’, φησίν, ‘κέλευσόν με ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα’. δῆλον γὰρ ὅτι τὸ ‘ἀποκριθεὶς’ ἐνταῦθα ἱκεσίαν καὶ δέησιν σημαίνει, ὥσπερ καὶ ἐν οἷς τὰ λόγιά φησιν, ‘ἀποκριθεὶς ὁ Πέτρος εἶπεν· φράσον ἡμῖν τὴν παραβολὴν ταύτην’· καὶ γὰρ καὶ τοῦτο χρείαν ἱκεσίας καὶ δεήσεως ἐμφαίνει.
Τίσι δ’ ἂν οὐκ ἂν γένοιτο δῆλον ὡς τὸ ‘ἀπεκρίθη’ ἔσθ’ ὅτε καὶ ἀντὶ τοῦ ‘ἀπεδέξατο’ καὶ ‘συγκατέθετο’ τίθεται; τοῦ γὰρ σωτῆρος ἡμῶν τὰς ἐν τῷ νόμῳ δύο πρώτας ἐντολὰς ἀπηγγελκότος καὶ τοῦ γραμματέως συμφωνήσαντός τε καὶ τῇ τοῦ δεσπότου συγκαταθεμένου κρίσει, ἐπάγει ὁ εὐαγγελιστής, ‘καὶ ὁ Ἰησοῦς ἰδὼν αὐτὸν ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ· οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ θεοῦ’· καὶ γὰρ εὔδηλον ὡς τὴν ὁμολογίαν καὶ συγκατάθεσιν τοῦ γραμματέως διὰ τοῦ ‘ἀπεκρίθη’ τὰ λόγια παρεδήλωσεν.
Παρέλκοντος δ’ ἂν εἴη δηλωτικόν, ὁπηνίκα ὁ ἀρχισυνάγωγος ἀσθενοῦσαν ἐπιθανάτιον τὴν θυγατέρα καταλιπών, τὸν Ἰησοῦν μὲν ἐδεῖτο σωτῆρα γενέσθαι παραγεγονότα τῆς παιδός, ἐν δὲ τούτῳ τῆς φήμης αὐτῷ τὸν θάνατον ἀπαγγελλούσης ἐπάγει ὁ εὐαγγελιστής, ‘ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ· μὴ φοβοῦ, μόνον πίστευε’· ἐμφανὲς γὰρ ὡς εἰ καὶ μηδαμῶς παρεντεθείη τὸ ‘ἀπεκρίθη’, οὐδὲν ἔλαττον τὸ ὑπόλοιπον τοῦ λόγου τὴν αὐτὴν παρίστησι διάνοιαν. τοιοῦτον δὲ καὶ τὸ ‘ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ δὲ οὐδέποτε’. ὅτι μέντοι παρέλκον ἐστὶν ἐνταῦθα τὸ ‘ἀποκριθείς’, καὶ ὁ εὐαγγελιστὴς Μάρκος ἐκδιδάσκει μάλιστα· καὶ γὰρ αὐτὸ τοῦτο διερχόμενος τὸ χωρίον, ὅπερ ὁ Ματθαῖος σὺν τῷ ‘ἀπεκρίθη’ διηγήσατο, αὐτὸς οὐδὲν ὅλως τῆς φωνῆς δεηθείς, ‘ὁ δὲ Πέτρος ἔφη αὐτῷ· εἰ πάντες σκανδαλισθήσονται, ἀλλ’ οὐκ ἐγώ’. οὕτω δὲ σαφῶς ἐπιδείκνυται παρέλκον καὶ ἐν τῇ κατὰ τὸν Πιλᾶτον ἱστορίᾳ, ὅτε τὸν Ἰησοῦν ἐπεχείρει τῆς τῶν Ἰουδαίων ἀπολύειν μιαιφονίας· ἑκατέρου γὰρ τῶν δύο εὐαγγελιστῶν μετὰ τοῦ ‘ἀποκριθεὶς’ τὴν τοῦ λόγου σύνταξιν προενεγκαμένου, ὁ θεόσοφος Λουκᾶς τὴν αὐτὴν ἀναγράφων πρᾶξιν οὐδ’ ὅλως χρησάμενος τῷ ‘ἀποκριθείς’, ἔδειξεν τοὺς ἄλλους κατὰ τὸ παρέλκον χρησαμένους τῇ φωνῇ· ἔφη γὰρ ‘πάλιν οὖν ὁ Πιλᾶτος προσεφώνησεν, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν’. καὶ πολλὰ ἂν εἴη τοιαῦτα.
ἡμῖν δὲ οὐ συλλέγειν ἐστὶ πλῆθος μαρτυριῶν σκοπός, ἀλλὰ παραδείγματι μόνον ἐνδείξασθαι, κἂν τῷ ἑνὶ περιγράφοιτο, τοῦ σημαινομένου κατάδηλον τὴν διάνοιαν. ἐπεὶ καὶ τὸ ῥηθὲν μετὰ τὴν θεραπείαν τῆς συγκυπτούσης γυναικός, ‘ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος ἀγανακτῶν’, εἴ τις περιέλοι τὸ ‘ἀποκριθείς’, τὸ ἄλλο μέρος τῆς φράσεως ἀκήρατον τὴν αὐτὴν ἀναπτύσσει διάνοιαν.
Οὕτω μέν, οἶμαι, σαφῶς ἐπιδέδεικται ἀρχῆς τε λόγον πολλάκις ἐπέχειν τὸ ‘ἀποκριθεὶς’ καὶ διαδοχὴν ἡγησαμένων ῥημάτων καὶ παρέλκοντος τόπον ἐπέχειν καὶ ἱκεσίας ἀναπληροῦν χρείαν. ὅτι δὲ καὶ τὴν ἐρώτησιν ὑπέρχεται, ἡ τοῦ κορυφαίου Πέτρου παρίστησιν ἐναργῶς φωνή· τὸ γὰρ κατὰ τὸν Ἀνανίαν καὶ τὴν Σάπφειραν πάθος ἀπαγγέλλων ὁ λόγος καὶ τῆς ψευδολογίας τὸν εἰσπραχθέντα θάνατον, συνῆψε μέν, ‘καὶ ἡ γυνὴ αὐτοῦ μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν’, ἐπάγει δέ, ‘καὶ ἀπεκρίθη αὐτῇ ὁ Πέτρος· εἰπέ μοι εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε’. τί γὰρ ἂν ἕτερον οἰκειότερον εὑρεθείη ὑπὸ τοῦ ‘ἀπεκρίθη’ νυνὶ δηλούμενον ἢ τὸ ‘ἠρώτησεν’; ὥσπερ καὶ τὸ ‘ἀπεκρίθησαν οἱ Ἰουδαῖοι καὶ εἶπον αὐτῷ· τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς;’ ναὶ δὴ καὶ τὸ ‘ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην;’ φανερὸν γὰρ ἐπὶ τούτων ὡς ἑκατέρα λέξις τὴν τοῦ ‘ἠρώτησε’ δύναμιν ἔχει.
Οὐ ταῦτα δὲ μόνον τὸ ‘ἀπεκρίθη’ σημαίνει, ἀλλ’ ἔσθ’ ὅτε μὲν καὶ πρὸς οὐδὲν τῶν προφορικῶν ῥημάτων ἐπιφέρεται, πρὸς δὲ τὴν ἐνδομυχοῦσαν τῶν ἀνθρώπων διάνοιαν ἀπευθύνεται· ὡς ἐπὶ τοῦ ‘ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ· οὗτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἄν, τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν’. ὅρα γάρ, μηδεμιᾶς ἐρωτήσεως προηγησαμένης, μηδ’ εἰς ἀρχὴν τοῦ ἑξῆς ἀναφερομένου λόγου, μηδ’ ἄλλο τι τῶν προειρημένων τῆς φράσεως συνεισαγούσης, ἐπάγει ὁ εὐαγγελιστής· ‘καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν· Σίμων, ἔχω σοί τι εἰπεῖν’· καὶ δι’ ἐρωτήσεως προελθὼν τό τε βλάσφημον τῶν διαλογισμῶν ἐπερράπισεν καὶ πρὸς τὸ θεοσεβὲς καὶ ἀδίστακτον, ὅσα γε τῇ αὐτοῦ φιλανθρωπίᾳ, μετερρύθμισεν. οὐκ ἄδηλον γὰρ ὡς τὸ ‘ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν’, προταττόμενον τῆς προρρηθείσης ἑρμηνείας, πρὸς τὴν ἐν τῷ βάθει τῆς καρδίας κίνησιν τῶν διαλογισμῶν εἴη ἂν ἀποδεδομένον. ὁμοστοιχεῖ δὲ τῷ ῥηθέντι καὶ τὸ ‘ἀποκριθεὶς ὁ Ἰησοῦς πρὸς τοὺς νομικούς’, ἐπαγόμενον τῇ κατὰ τὴν διάνοιαν αὐτῶν ταραχῇ καὶ στάσει, ἡνίκα τὸν ὑδρωπικὸν ἔμπροσθεν αὐτῶν ἱστάμενον ἐθεώρουν, καὶ δέον τῷ πάθει πρὸς ἔλεον μεταβάλλεσθαι, οἱ δὲ τῆς ἀπονοίας οὐ μεθίεντο.
τὴν αὐτὴν δ’ ἂν παρέχοιτο σημασίαν καὶ τὸ ‘ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμήν, ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε· μετάβηθι εἰς τὴν θάλασσαν, μεταβήσεται’. καὶ γὰρ ὅσα γε κατὰ τὸ πρόχειρον τῆς συνεπείας πρὸς τὴν ἐν τῷ βάθει τῆς καρδίας μελέτην ἀπεδίδοτο ἂν τὸ ‘ἀποκριθείς’, εἰ μὴ Μάρκος ὁ θεσπέσιος ἀπαγγέλλων τὸ χωρίον σαφέστερον εἰς τὴν τοῦ λόγου διαδοχὴν τὴν σημασίαν μεθίστησιν· εἰπὼν γὰρ ‘καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ· ῥαββεί, ἴδε ἡ συκῆ ἣν κατηράσω ἐξήρανται’, εἰσάγει τὸν Ἰησοῦν διαδεχόμενον τὸν λόγον καὶ λέγοντα· ‘ἔχετε πίστιν θεοῦ· ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ· ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἀλλὰ πιστεύει ὅτι ὃ λαλεῖ γίνεται, ἔσται αὐτῷ ὃ λέγει.’ Εἰ μέντοι γε τῶν λογίων ἡ αὐτὴ περικοπὴ μὴ ἐφ’ ἑνὸς μόνου τῶν εἰρημένων ἐπιθεωρηθείη παράδειγμα, ἀλλὰ μεθελκυσθῆναι δύναιτο εἴς τε τὴν ἀπαρχὴν καὶ τὴν διαδοχὴν τοῦ λόγου, τάχα δὲ καὶ εἰς τὸ παρέλκον, οὐδ’ οὕτως τῶν σημαινομένων ὁ ἀριθμὸς πρὸς τὸ βραχύτερον συσταλήσεται, ἀλλὰ τὴν ἴσην συνδιασώσει ποσότητα.
ἀρκεῖ γὰρ τὸ πλῆθος μὴ καταβιβάζειν, κἂν ἔνια τῶν παραδειγμάτων εὑρεθείη μὴ πρὸς ἕν τι μόνον, ἀλλὰ καὶ πρὸς διάφορα τῶν σημαινομένων ἀναφέρεσθαι δυνάμενα, ἐπειδάν τι τούτων ὅλως εὑρίσκοιτο τὴν τοῦ ἑνὸς σημασίαν ἐξοικειούμενον. τὸ γὰρ συνεμπίπτειν πως ἀλλήλοις ἐπ’ ἐνίων ῥητῶν τὰ διάφορα σημαινόμενα οὐκ ἔστιν αὐτῶν τοῦ πλήθους ἀναίρεσις, ἐπείπερ οὐδὲ ἐξ ὧν συμβαίνουσιν, ἀλλ’ ἐξ ὧν παραλλάττουσι χαρακτηρίζονται· οὐκοῦν ἀπὸ τῆς διαφορᾶς ἕκαστον προσῆκε σκοπεῖν καὶ τὸ εἶδος φυλάττειν ἀσύγχυτον, ἀλλ’ οὐκ ἐξ ὧν εἰς κοινωνίαν συνάγονται τὴν ἐν αὐτοῖς διαφθείρειν ἑτερότητα.
Οὐ μόνον δὲ τοῦ ‘ἀπεκρίθη’ διάφοροι σημασίαι ὡς ὁ λόγος ἔδειξεν ἀποφύονται, ἀλλὰ καὶ τὸ ‘ἠρώτησεν’ δύο τινῶν τὸ ἐλάχιστον ὑποκειμένων παρὰ τοῖς ἱεροῖς ἡμῶν λογίοις ἀπαγγέλλει διάνοιαν· ὧν ἡ μὲν καὶ τοῖς ἔξωθεν ἐπιπολάζει, ἣ καὶ τὴν ἀπόκρισιν ἀπαιτεῖν εἴωθεν· ἡ δὲ πόρρωθεν μὲν ταύτης τῆς διανοίας διίσταται, σημαίνει δὲ τὸ ‘παρεκάλεσεν’ καὶ ‘ᾐτήσατο’, ἥτις οὐκ ἔλαττον τῆς προειρημένης ἐν τοῖς θεοσόφοις χρησμοῖς ἐπιφαίνεται πλεονάζουσα. τὸ γὰρ ‘ἠρώτα ἐλεημοσύνην’ καὶ ‘ἠρώτησαν αὐτόν· ῥαββεὶ φάγε’, καὶ ‘ἐρωτῶ σε, ἔχε με παρῃτημένον’ καὶ τὸ ‘ἠρώτα τις αὐτὸν τῶν Φαρισαίων, ἵνα φάγῃ μετ’ αὐτοῦ’, καὶ μυρία ἄλλα τὴν τοῦ ἱκετεύειν καὶ δεῖσθαι οὐδένα λανθάνει {τὴν} χώραν ἐπέχειν. παραλαμβάνεται δὲ {καὶ} τὸ ‘ἠρώτησεν’ καὶ ἀντὶ τοῦ ‘προσέταξεν’, ‘ἐνετείλατο’ καὶ ‘εἶπεν’. ‘ἐμβὰς’ γάρ φησιν ‘ὁ Ἰησοῦς εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον.’
οὐδὲ γὰρ ἀποκρίσεώς ἐστιν ἀπαίτησις ἡ φωνή, οὐδὲ τὸ ‘παρεκάλεσεν’ ἐνταῦθα σημαίνει, ἀλλ’ ἐπιτάγματος καὶ ἐντολῆς προβάλλεται χρείαν· καὶ τοῦτο μάλιστα τό τε ἡγούμενον τοῦ λόγου καὶ τὸ ἐπαγόμενον παριστᾷ, οὐχ ὅτι μόνον διδασκαλικῷ λόγῳ χρώμενος καὶ τὸν ὄχλον ἔχων ἡδέως προσέχοντα καὶ τὴν προσήκουσαν διδασκάλῳ τιμὴν νέμοντα τοὺς λόγους ὁ σωτὴρ μετ’ ἐξουσίας ἐποιεῖτο, ἀλλ’ ὅτι καὶ μετ’ ὀλίγον παραπλησίῳ πράξει χρῆσθαι τὸν Σίμωνα κελεύοντος τοῦ Ἰησοῦ, ἀντὶ τοῦ ‘ἠρώτησεν’ ὁ εὐαγγελιστὴς τὸ ‘εἶπεν’ τῆς ὁμοίας χρείας προτάττει· ‘εἶπεν’ γάρ φησι ‘πρὸς τὸν Σίμωνα· ἐπανάγαγε εἰς τὸ βάθος, καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν’· προστακτικὴν γὰρ ἄμφω δύναμιν ἔχει.
Ἀλλὰ ταῦτα μὲν ὡς ἐν κεφαλαίῳ καὶ τὴν σήν, οἶμαι, χρείαν ἱκανὰ πληρῶσαι· οὐ γὰρ ἄν σε λήσεται μνήμην ἔχοντα τῶν εἰρημένων, ποίαις τῶν ἱερῶν λογίων περιόδοις τίνα τῶν τοῦ ‘ἀπεκρίθη’ σημαινομένων ἐφαρμοσθείη· τῶν δ’ ἄλλων ῥημάτων οἷς τὰ ἱερὰ γράμματα ἐπὶ διαφόρων πραγμάτων ἐχρήσατο, τὰ μὲν ἤδη λόγῳ περιείληπται, τὰ δὲ τῆς θείας φιλανθρωπίας εὐμενέστερον εἰς ἡμᾶς ὁρώσης τάχα ἂν ὑποβληθήσεται.
Τί δήποτε πρὶν ἢ διανοηθῆναι τὸν Ἰωσὴφ ἀπολῦσαι τὴν Μαριὰμ μὴ ἐπέστη ὁ ἄγγελος αὐτὴν προαναστέλλων τὴν μελέτην, ἀλλ’ ὅτε πρὸς τὴν πρᾶξιν ἀπὸ τῆς μελέτης κατέβη, τότε κωλύσων ἐφίσταται; καὶ διὰ τί τὴν παρθένον γυναῖκα λέγει τοῦ Ἰωσήφ; Περὶ τοῦ προκειμένου ζητήματος καὶ τῶν μακαρίων ἡμῶν πατέρων οὐκ ὀλίγοι διέλαβον· καὶ οἶδά τινας αὐτῶν εἰπόντας διὰ τοῦτο τηνικαῦτα τὸν ἄγγελον ἐπιστῆναι καὶ τῆς ὁρμῆς τὸν δίκαιον ἐπισχεῖν, ἵνα μὴ δεηθῇ πίστεως ἑτέρας κύειν ἀπαγγέλλων τὴν παρθένον, ἀλλ’ ἔχοι τὸ κυοφορούμενον μάρτυρα τῆς κυοφορίας· τάχα δ’ ἂν καὶ ἕτεροι τοιαύτας τινὰς ἀπέδοσαν αἰτίας, ἕκαστος καθ’ ὅσον εἵλκυσεν τῆς ἄνωθεν σοφίας. ἐμοὶ δὲ δοκεῖ τῶν λεγομένων τε καὶ πραττομένων τότε τὴν οἰκείαν ἰσχὺν ἕκαστον παρέχειν, ὅτε τὸν οἰκεῖον καιρὸν ἀναμένει· τὸ γὰρ ἄκαιρον περιθραύειν εἴωθεν ὡς τὰ πολλὰ τῆς ἐνεργείας τὴν δύναμιν. ὅτε οὖν εἰς ἀπορίαν λογισμῶν κατέστη ὁ Ἰωσήφ, τότε τὴν ἔριν ὁ ἄγγελος ἐπέστη λύων τῶν λογισμῶν.
Ὅτι δὲ διηπορεῖτο καὶ ταῖς τῶν διαβουλίων ἀντιπνοίαις ἐκυμαίνετο, δῆλον ἡ μελέτη τῆς πράξεως ποιεῖ· ‘ἠβουλήθη’ γάρ φησι ‘λάθρᾳ ἀπολῦσαι αὐτήν’, οὐκ ἂν οὔτε λάθρᾳ δηλονότι οὔτε ὅλως ἐκπέμψαι βουληθείς, εἰ νόθου γονῆς τὸν ὄγκον ἐπέπειστο τῆς γαστρός, ἀλλὰ τοὐναντίον, δίκαιος ὢν καὶ ἀρετῆς ἐραστὴς καὶ παρανομίαν εἴ τις ἄλλος μισῶν, νόμῳ ἂν καὶ τιμωρίᾳ παρεδίδου τοῦ γάμου τὴν κλοπήν, λύων τε πᾶσαν ὑπόνοιαν εἰς αὐτὸν ἀναφυομένην πονηρὰν καὶ τοῦ δικαίου τὴν προστασίαν οὐ προδιδούς. ἀλλὰ τοῦτο μὲν οὐμενοῦν οὐδ’ ὅλως ἐπέπειστο· πολλὰς γὰρ ἡ παρθένος τὰς πίστεις αἳ τὴν τοιαύτην αὐτοῦ ὑπόληψιν ἀφῄρουν παρεῖχεν, τὴν ἀκρίβειαν τοῦ βίου, τῆς ἀναστροφῆς τὴν σεμνότητα, τὸ καθαρὸν τῆς διαίτης, καὶ πρὸ τούτων τὸ ἐκ λαμπροῦ γένους προελθεῖν (βασιλικῆς γὰρ καὶ ἱερατικῆς κατήγετο φυλῆς), τὴν ἐν ἱερῷ τῆς πρώτης ἡλικίας ἀνιέρωσιν· ταῦτα καὶ τούτων πλείονα μακρὰν ὑπονοίας, οὐχὶ τῆς ὁρώσης εἰς εὐθύνας, ἀλλ’ οὐδὲ τῆς τὸ ἀπρεπὲς εὐλαβουμένης, τὸν πρεσβύτην ἐποίει. οὐδὲ ἐκεῖνο δὲ πάλιν ᾔδει, τὴν κύησιν θείας ἐνεργείας εἶναι· ὑπὲρ ἔννοιαν γὰρ ἀνθρωπίνην καὶ λόγον ἅπαντα τῆς περὶ ἡμᾶς τοῦ θεοῦ κηδεμονίας τὸ ἔργον ὑπῆρχεν· διόπερ τοὺς λογισμοὺς ἐνοχλούμενος οὐκ εἶχεν συνορᾶν, ὅπερ ἂν διαπραξάμενος τήν τε τοῦ δικαίου μὴ καθυβρίσῃ κλῆσιν καὶ θεῷ συνδιασῴζων τὸ εὐάρεστον ὀφθείη.
Ὅτε τοίνυν ἐν τοῖς τοιούτοις διεκλονεῖτο καὶ ἡ πρὸς θάτερον ῥοπὴ τῆς ἀνθρωπίνης κρίσεως αὐτὸν ἐπελελοίπει, τότε λίαν ἁρμοδίως καὶ κατὰ καιρὸν ὁ ἄγγελος ἧκεν, στηρίζων αὐτοῦ τὴν κεκινημένην διάνοιαν, ἐφ’ οὗπερ ἔδει μένειν ἀκλόνητον, καί φησιν· ‘Ἰωσήφ, υἱὸς Δαυίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου· τέξεται δὲ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.’ μηκέτι, φησίν, τῆς ἀμηχανίας ἔσο, μηδέ σε δόξαι μαχόμεναι διαπορεῖν ἀναπειθέτωσαν τὸ πρακτέον· ἐκ πνεύματός ἐστιν ἁγίου τὸ ἐν αὐτῇ γεννηθέν, ἁγίου δὲ πνεύματος παρουσία καὶ θέλημα σαρκὸς οὐχ οἷόν τέ ἐστιν (οὐδὲ σὲ λέληθεν) εἰς ἓν συνελθεῖν οὐδὲ τὴν αὐτὴν ἐξοικειοῦσθαι πρᾶξιν· παράδοξος ὁ λόγος, ἀλλ’ εὐαγγέλιόν ἐστιν παραδοξοτέρου τόκου. ‘ἐκ πνεύματός ἐστιν ἁγίου’ καὶ ‘τέξεται υἱόν’· ὅρα καὶ πρὸ τῆς γεννήσεως τὸν υἱόν, καὶ γεννηθέντος ἔστω σοι τεκμήριον τοῦ ἐκβεβηκότος ἡ πρόρρησις καὶ τῆς ἄλλης τῶν εὐαγγελίων ἀληθείας. ὁ γὰρ ἔτι τὸ κρυπτόμενον ἐν τοῖς θαλάμοις τῆς φύσεως καὶ εἰδὼς καὶ προανακηρύττων υἱόν, οὗτος καὶ τεχνίτης γέγονεν τῆς ἄνευ σπορᾶς ὑπὲρ λόγον δημιουργηθείσης σαρκός, καὶ τῆς παρθενίας φύλαξ, ὥσπερ μετὰ τὸν τόκον, οὕτω καὶ πρὸ τοῦ τόκου μὴ διαλύων τὰ σήμαντρα. ‘
καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν’· ἀλλὰ καὶ ἡ κλῆσις ἄνωθεν ἔχει τὴν κρίσιν· Ἰησοῦς γάρ, ὅτι σώσει τὸν λαὸν αὐτοῦ. ‘Μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου’· ταῦτα γὰρ οὐ πάντα μόνον ἀφαιρεῖται φόβον, ἀλλὰ καὶ μεγάλης θυμηδίας καὶ ἐλπίδων ἀνελπίστων χαρίζεται πλοῦτον. ‘μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου’· γυναῖκα σὴν τὴν παρθένον ἀκούων, ἔχεις ἐκ τῆς φωνῆς τὴν πρὸς πᾶσαν ἀνδρὸς ὁμιλίαν καθαρότητα· οἷς γὰρ ᾧ συνήφθη νόμῳ τὸ τῆς παρθενίας ἀνέπαφόν τε καὶ ἀκήρατον συνδιέσωσεν, πῶς ἂν ἑτέρου τινὸς ἔρωτα παραδέξασθαι κἂν γοῦν σκιάν τινα καταλίπῃ ὑπολήψεως; σοῦ γυνὴ νόμῳ γεγενημένη μνηστείας, κρείττω καὶ ὑψηλοτέραν ἑαυτὴν καὶ τῶν νομίμων διετήρησεν· ἑτέρῳ παρανομεῖν πῶς ἂν ὑπέστη χώραν παρασχεῖν καὶ τῆς ἐκείνου χάριτος ὕβριν ἀλλάξασθαι, ἡ μηδὲ χωρὶς ὕβρεως ἀνασχομένη τῆς παρθενίας ἐξίστασθαι; ἔχεις οὖν παρὰ σεαυτῷ τῆς καθαρότητος τὴν μαρτυρίαν ἀπαράγραπτον, διὸ μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· οἷς γὰρ πρὸς σὲ τὸ τῆς παρθενίας ἀμόλυντον διεσώσατο, τούτοις καὶ περὶ τῶν ἄλλων δίκαιος εἶ τὰς ἀποδείξεις ἀναντιρρήτους πορίζεσθαι.
γυνή σου, φησίν, ὅρα, καὶ παρ’ ἐμοῦ λέγεται, καὶ πεῖραν αὐτῆς οὐκ ἔσχες· εἰ δ’ ἐφ’ οὗ τὸ τῆς γυναικὸς ἥρμοσεν ὄνομα, τοῦτον ἡ παρθένος ἔδειξεν καθαρεύοντα τῆς πρὸς αὐτὴν ὁμιλίας, πῶς οὐκ εὔδηλον ὅτι καὶ παντὸς ἄλλου, οὗ μήτ’ ἀνθρώπινος μήτε θεῖος λόγος ὀνομάζων ὤφθη γυναῖκα;
Οὕτω μὲν ὁ ἄγγελος διὰ τῆς προσηγορίας τῆς γυναικὸς καθαρεύειν πάσης οὐκ εὐαγοῦς ὑπολήψεως τὸν Ἰωσὴφ ἐκδιδάσκει· ὀνομάζοι δ’ ἂν αὐτὴν ἴσως γυναῖκα καὶ διότι περὶ γυναικὸς ὅσαι φροντίδες ἔχουσιν ἄνδρα, οὐδεμιᾶς ταύτην ὁ δίκαιος ἀπεστέρει· τά τε γὰρ ἄλλα προνοούμενος αὐτῆς οὐκ ἠμέλει καὶ οἴκοι συνοῦσαν περιεῖπεν καὶ μώμου παντὸς καὶ διαβολῆς ἁπάσης οἷα δὴ κόσμιος ἀνὴρ γυναικὸς σωφρονούσης ἀνωτέραν ἐσπούδαζεν καθορᾶσθαι.
Εἰ δὲ καὶ γυναῖκα προσεῖπεν διότι μνηστῆρος τάξιν ὁ Ἰωσὴφ εἶχεν, ὥσπερ δὲ καὶ τοὺς μνηστῆρας τὸ ἔθος, κἂν οὔπω συνῆλθον εἰς εὐνήν, οὐ κωλύει προσαγορεύειν ἄνδρας, οὕτω δὴ καὶ ὅσαι τὴν παρθενίαν ἔτι διασῴζουσι, γυναῖκας αὐτῶν δίδωσι καλεῖσθαι, οὐδὲν ἐμοὶ διαφέρεσθαι προσήκει. καὶ γὰρ καὶ Ἰακὼβ ὁ πατριάρχης ἧς οὔπω καταστὰς ἦν εἰς πεῖραν ὁμιλίας, τὴν Ῥαχὴλ λέγω, γυναῖκα αὐτοῦ περιφανῶς ὀνομάζει· φησὶ γὰρ πρὸς Λάβαν, ἤδη τὸν τῆς δουλείας ὅρον ἐκπεπληρωκώς, ‘ἀπόδος τὴν γυναῖκά μου, πεπλήρωνται γὰρ αἱ ἡμέραι μου, ὅπως εἰσέλθω πρὸς αὐτήν’· οὕτως ἐστὶ παλαιὸν ἔθος γυναῖκας καὶ τὰς μεμνηστευμένας ὀνομάζειν. ὥστε κἀντεῦθέν ἐστι λαβεῖν ὡς μηδὲν ἡ τῆς γυναικὸς προσηγορία παραλυπεῖν ἐθέλει τὴν παρθενίαν.
Ὅτι δὲ πρὸς τὴν παρθένον τὸ τῆς γυναικὸς οὐ μάχεται ὄνομα, ἥ τε συνήθης τοῦ γένους διαίρεσις, εἰς ἄνδρα καὶ γυναῖκα τέμνουσα τὴν φύσιν, ποιεῖ φανερόν—τῷ γὰρ τῆς γυναικὸς ῥήματι οὐχ ὅσαι γνῶσιν ἔλαβον μόνον ἀνδρός, οὐδ’ ὅσαις γέγονεν ἐν τῷ τῆς παρθενίας ἀπαραλλάκτῳ τὴν τῶν νεανίδων ἡλικίαν ὑπαλλάττειν, ἀλλὰ καὶ τὸ πρὸ τῆς ἀκμῆς θῆλυ μέχρι τοῦ νεογενοῦς περιλαμβάνεται, ὥσπερ δηλονότι τῆς προσηγορίας μετέχουσι τοῦ ἀνδρὸς ὅσοι τε παῖδας ἔφυσαν καὶ ὅσοι τῶν ἠιθέων τὴν τάξιν ἐπέχουσιν, ἀλλὰ καὶ ὅσοι τῆς ἡλικίας ταύτης μέχρι βρέφους ὑποβεβήκασιν—οὕτω μὲν οὖν καὶ ἀπὸ τῆς εἰθισμένης χρήσεώς ἐστι λαβεῖν ὡς ἡ τῆς γυναικὸς οὐκ ἀφαιρεῖται φωνὴ τῆς παρθενίας τὸ δίκαιον, πολλῷ δὲ πλέον ἡμᾶς ἐκδιδάσκει τοῦτο τὰ ἱερὰ καὶ Μωσαϊκὰ λόγια. γυναῖκα γὰρ οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις τὴν Εὔαν ὀνομάζει τοῦ Ἀδὰμ ἔτι τε τοῖς παρθενικοῖς ἐνδιαπρέπουσαν ὡραΐσμασι καὶ τοῖς ἀκηράτοις ἄνθεσι τοῦ παραδείσου ἐνεαρίζουσαν καὶ πόρρω τῆς τε παραβάσεως τῆς δεσποτικῆς καθισταμένην ἐντολῆς καὶ τῆς γυμνώσεως καὶ τῆς τοῦ θηρίου συμβουλῆς ὑψηλότερον τὸ πολίτευμα φέρουσαν, ὅτε καὶ αὐτούς, ὡς ἔστιν ἀπ’ αὐτῆς τῆς τῶν πραγμάτων ἐναργείας σοι λογίσασθαι, ἀνενοχλήτους ἔφερε τοὺς λογισμοὺς σωματικῆς ἡδονῆς ἡ πολλάκις ἐξονομασθεῖσα γυνὴ τοῦ Ἀδάμ, κρείττονος ἀξιουμένη λήξεως ἢ σαρκικῶν ἐρεθισμάτων ἐνταλαιπωρεῖσθαι μάχαις.
Τί σημαίνει τὸ ‘ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν’; Οἶδα μὲν οὖν ὥς τινες τὸν εἴρωνα λόγον διὰ τῶν προκειμένων ῥημάτων φασὶ προενηνέχθαι, καὶ ὀνειδίζειν τὸν Ἀδὰμ ἐφ’ οἷς ὑπέρογκα φαντασθεὶς καὶ ἃ φιλανθρωπίᾳ τοῦ πλάσαντος χερσὶ κατεῖχεν ἐξ ἰδίας ἀβουλίας ἀπώλεσεν. οἱ δέ, γείτονα προκομίζοντες λόγον, ἕτερόν τι νομίζουσι λέγειν· διασύρεσθαι γάρ φασι καὶ διαχλευάζεσθαι τοῖς παροῦσι λογίοις τὴν τοῦ Ἀδὰμ περιπέτειαν. καὶ ἄλλοις ἔδοξεν ἐπεγγελᾶσθαι τὴν πρᾶξιν δι’ ἣν ὑψηλότερον τῆς αὐτοῦ φύσεως τοῖς λογισμοῖς ὁ ἄνθρωπος ἀναδραμών, καὶ ἧς ἠξιώθη τάξεως παρὰ τοῦ πλάσαντος ἐφεστάναι κατηνέχθη. παραπλήσια ταῦτα, καὶ ἀπὸ τῆς αὐτῆς ἐπιβολῆς τὴν πρόοδον λαβόντα, εἰ καὶ πρὸς διαφόρους δοκοῦσι παραφυάδας ἀποσχίζεσθαι.
Ἐγὼ δὲ ταῦτα μὲν οὐκ ἂν οἰηθείην σοφὸν ἀποδοκιμάζειν· ἀκολουθότερον δ’ ἂν φαίην κατανοεῖν ἑτέρας εἶναι διανοίας παραστατικὸν τὸ ἱερὸν ἐκεῖνο χωρίον. ποίας ταύτης;
ἐπειδήπερ ὁ Ἀδὰμ ἀντὶ τοῦ νομοθετεῖσθαι νομοθέτου ἀξίωμα ἥρπασεν, ἀντὶ τοῦ κηδεμονίας καὶ παιδαγωγίας τῆς ἄνωθεν ἀπολαύειν τῇ ἰδίᾳ γνώμῃ καὶ προνοίᾳ τὰς τοῦ βίου πράξεις κατεπίστευσεν καὶ τὴν ῥώμην ἐνόμισεν ἔχειν ἄνευ θείας ἐπιτροπῆς καὶ τῆς τοῦ κρείττονος ἐπινεύσεως ἐξαρκεῖν αὐτῷ διακρίνειν τὸ καλὸν ἀπὸ τοῦ χείρονος—οὐ γὰρ ἂν μὴ ταῦτα διαθέμενος καὶ κυρώσας παρ’ ἑαυτῷ οὐμενοῦν οὐκ ἂν ὑψῶσαι δόξαν ἑαυτὸν ὑπέδραμεν εἰς τὸ μέγεθος τῆς πρώτης ἀρχῆς, ᾗ κρίνειν τε καὶ διακρίνειν τοῦ πονηροῦ τὸ καλὸν σοφία ἔμφυτος καὶ ἀπερινόητος ἐξ ἀιδίου περίεστιν, ἀλλ’ οὐδ’ ἂν προτάττειν ὁρμὴν ἐτόλμησεν τὴν αὐτοῦ τῆς ἁπάντων δεσποζούσης τε καὶ πάσας χάριτας διὰ γνώσεως πηγαζούσης διακρίσεως, οὐδ’ ἂν τὴν θείαν ἐντολὴν παρ’ οὐδὲν θέμενος ὅλην αὐτοῦ τῇ γνώμῃ τῶν πρακτέων τὴν διοίκησιν ἐνεχείρισεν—ἐπεὶ οὖν, φησὶν ὁ θεός, τοῖς ἔργοις παρέσχε τὸν ἔλεγχον ἑαυτῷ καταπιστεύσας τοῦ βίου τὴν πρόνοιαν καὶ οὐκέτι τοῖς ἡμετέροις ὑποκύπτειν ἐθέλει προστάγμασιν, ἀλλὰ τό γε δοθὲν αὐτῷ αὐτεξούσιον πρὸς τὴν τοῦ δεδωκότος ὕβριν ἀπεχρήσατο καὶ ἐνόμισεν ἑαυτὸν εἶναι ὡς ἕνα ἐξ ἡμῶν, νομοθέτην, οὐ νομοθετούμενον, προνοητήν, οὐ προνοίας δεόμενον, δεσπότην, οὐ δεσποζόμενον, ἄμεινόν ἐστιν αὐτὸν ἐκβληθῆναι τοῦ παραδείσου, διὰ δύο μάλιστα ταῦτα· ἓν μέν, ἵνα μὴ τρυφῆς εἰς ἄκαιρόν τε καὶ ἀπαιδαγώγητον ἀπόλαυσιν καταστὰς χείροσι κατολισθήσῃ παραπτώμασι· καὶ δεύτερον, ἵνα τοῖς τῆς ὑπερορίας κόποις καὶ πόνοις ἐνταλαιπωρούμενος ἀπ’ αὐτῶν τῶν ἔργων καὶ τῆς τῶν παθῶν πείρας μάθοι τῆς τε οἰκείας τὸ μέτρον δυνάμεως καὶ ὡς πολὺ αὐτῷ λυσιτελέστερον ἦν τῆς ἡμῶν προνοίας ἐξάπτειν τὰ τῆς διανοίας καὶ τῆς πολιτείας κινήματα, ὅσον τε καθέστηκεν ἐνδεὴς τοῦ γινώσκειν ἀφ’ ἑαυτοῦ τὸ καλόν τε καὶ τὸ πονηρόν.
ταύτης δὲ τῆς διανοίας οἶμαι καὶ Σύμμαχον ἐγγὺς γεγονότα τὴν περιοχὴν τοῦ ῥητοῦ ἐκδεδωκέναι, ‘ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν ἀφ’ ἑαυτοῦ καλὸν καὶ πονηρόν’.
Αἱ δὲ ἔμπροσθεν εἰρημέναι τοῦ ῥητοῦ διηγήσεις ἐδίδασκον ἂν ἡμᾶς μὴ πρὸς ἕτερόν τι βλέπειν, εἴ γε σύνηθες ἐνῆν ἡμῖν ὁρᾶν τοῖς ἱεροῖς ἡμῶν λογίοις ἐν τῷ διασύροντί τε καὶ εἰρωνικῷ καὶ διαγελῶντι τρόπῳ τὰ ἀντικείμενα τοῖς προτεινομένοις παραδηλούμενά τε καὶ αἰνιγματιζόμενα. καὶ οὔπω εἶπον ὃ διὰ τοῦ γράμματος ἰσχύει· οὐδὲν γὰρ ἐν πλάτει κωλύει λόγων παρεμπίπτειν κατὰ τὸ σπάνιον καὶ τὸ ἄηθες· ἀλλὰ πῶς οὐκ ἐκλύσειεν τοῦ διασύρειν καὶ εἰρωνεύεσθαι καὶ ἐπιγελᾶν τὸν τόνον ἡ κατὰ παραβολὴν καὶ ὁμοίωσιν προκειμένη λέξις; τοὐναντίον γάρ, εἴπερ εἶχεν ἀκολουθίαν τὰ εἰρημένα, ἅπαν ἔδει παραφυλάττεσθαι ῥῆμα τὸ ἀπότομον καὶ πικρὸν διαπραῧνον τῶν ὀνειδισμῶν, ἡ δὲ ‘ὡς εἷς ἐξ ἡμῶν’ τὸ δριμὺ τῆς εἰρωνείας ὑποτέμνεται, καὶ τὴν τραχύτητα καταλεαίνει τοῦ προπηλακισμοῦ. οὐ γὰρ ἴσον εἰπεῖν εἰς ἐπίπληξιν, οὐδὲ πολλοῦ δεῖ, ‘ἰδοὺ γέγονεν Ἀδὰμ εἷς ἐξ ἡμῶν’ καὶ ‘ὡς εἷς ἐξ ἡμῶν’· τὸ μὲν γὰρ ἄκρατον καὶ σφοδρὸν ἐπάγει καὶ καίριον τὸν χλευασμόν, τὸ δὲ διὰ τῆς παραβολῆς καὶ ὁμοιώσεως κεκραμένην πως καὶ μετριάζουσαν τὴν ἐπιτίμησιν ποιεῖ. καὶ τίνα λόγον ὑφέξει χλευάζειν τε ἅμα καὶ τὴν χλεύην ὑφαιρεῖσθαι, ἐξὸν ἀπ’ ἀρχῆς τὸν τρόπον μηδ’ ὅλως ὑπελθεῖν τῆς χλεύης;
Ἐπὶ δὲ τούτοις κἀκεῖνο συλλογίζου· εἰ διασύροντος ἢ διαγελῶντος ἢ εἰρωνείαν προβάλλοντος ὁ λόγος ἦν ὁ λέγων ‘ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν’, τίνα πρὸς αὐτὸ συνάφειαν ἢ ἀκολουθίαν ἕξει τὸ ἐπαγόμενον, οὐκ ἂν ἐθελήσει γνῶσιν παρασχεῖν. ὅμοιον γὰρ ὡσεὶ ἔλεγεν· ἐπειδὴ τῶν ἐλπίδων καταπεσὼν ὁ Ἀδὰμ αἷς ὀχούμενος τὰς ὀφρῦς ἀνέσπα, ὁρμῆς μὲν καὶ ἄκων τῆς ἀλόγου καθυφῆκεν, τὸ γαυρίαμα δὲ κατήφεια διεδέξατο, καὶ αἰσχύνη τῆς γυμνώσεως αὐτὸν περιετείχισεν—εἶτα τὸ ἐπαγόμενον· διὰ τοῦτο προσῆκεν αὐτὸν ἐκβληθῆναι τοῦ παραδείσου, ἵνα μὴ τὸ περιγεγονὸς αὐτῷ θράσος καὶ τὸ ὑπέρογκον τοῦ φρονήματος θρασυτέραν τὴν χεῖρα ἀπεργασάμενα εἰς τὴν ἁρπαγὴν ἐκείνων συνελάσει ὧν οὐδ’ ἅπτεσθαι πρότερον οὐδεμίαν τόλμαν ἐπεδείκνυτο. ἆρα γὰρ ἔχει τινὰ ταῦτα λόγον ἀκολουθίας, ἢ συνδιασῴζει καθαρεύουσαν μάχης διάνοιαν; καὶ τὴν οὐδὲν μᾶλλον ἕτερον τὸ ἐπαγόμενον ἢ τὸ εἰρημένον δηλοῖ· λέγει γὰρ ‘καὶ νῦν μήποτε ἐκτείνῃ τὴν χεῖρα καὶ λάβῃ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα’.
πῶς γὰρ οὐκ ἐπίδηλον, εἰ ἐφ’ οἷς τῆς προσδοκίας διέπεσεν ἐχλευάζετο, ὡς τούτοις ἐδείκνυτο πᾶσάν τε δύναμιν εἰς τὸ ἀσθενὲς μεταβεβλημένος καὶ τῆς ἐφ’ οἷς ἐσοβαρεύετο παρρησίας ὑποστὰς ἀφαίρεσιν, καὶ ὡς οὐ περιτειχίζεσθαι συνεχόμενον οἴκοθεν προσῆκον ἦν ὧν ἀπετειχίζετο πρότερον, ὡς αὐτῆς τῆς τοῦ βουλήματος διαμαρτίας καὶ τοῦ περιθραυσθῆναι τὸ γενναῖον τοῦ φρονήματος ἱκανῶν ὄντων δευτέρας αὐτὸν ἀπάγειν θρασύτητος; ἐμφανὲς δὲ καὶ ὡς ἡ μὲν χλεύη τὴν κατάπτωσιν αὐτοῦ τῶν νεανικῶν λογισμῶν καὶ ἀσθένειαν στηλιτεύει περιφανῶς, τὸ δὲ κωλύειν αὐτὸν τοῦ ξύλου τῆς ζωῆς μετασχεῖν τὸ ἀκμάζειν μετὰ τὴν παράβασιν καὶ ἀνδρίζεσθαι ποιεῖν ἃ μὴ πρότερον ἠδύνατο μαρτυρεῖ· οὐδεὶς γὰρ ἀπείργει τὸν οἴκοθεν ἀπειργόμενον. ἀλλ’ ἐκ πολλῶν μὲν ὀλίγα ταῦτα.
Εἴρηται μέντοι γέ τισιν τῶν χαριεστέρων τὸ ‘ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν’ οὐ πρὸς τὴν τῆς τριάδος ὑπεροχὴν τὴν ἀναφορὰν ἔχειν, ἀλλ’ εἰς τὸ πλῆθος ἀφορᾶν τῶν λειτουργικῶν καὶ ἀσωμάτων δυνάμεων. ἐγὼ δὲ καὶ τοῦτον τὸν λόγον, μετὰ τοῦ ἐνέχεσθαι ταῖς προειρημέναις αἰτίαις, οὐδ’ ὁρῶ τίνα χώραν ὅλως ἔχει παρεντεθῆναι ἐνταῦθα. οὔτε γὰρ τὴν συμβουλὴν τοῦ ὄφεως διασύρει οὐδ’ ἀγγέλων φύσιν ὑπελθεῖν ἔρωτά ποθεν λαβεῖν ὁ Ἀδὰμ ἐφωράθη, οὐδ’ ἦν πολὺ πόρρω δόξης τῆς ἀγγελικῆς διεστώς, κατὰ τὸν παράδεισον τὰς διατριβὰς ἔχων καὶ τῆς ἀθανασίας ἐπί γε τῇ προνοίᾳ τοῦ πλάσαντος ἀπολαύων. διὰ ταῦτα τοίνυν οὐ ῥᾴων εἰμὶ τῇ τοιαύτῃ τοῦ ῥητοῦ συνεπινεύειν ἑρμηνείᾳ, μάλιστα δὲ καὶ διότιπερ τὸ ἀντὶ ὀνόματος παραληφθὲν τοῦ λόγου μέρος εἰς τοιοῦτον σχηματίζεται τύπον, οὐχ ὥστε τὸ τρίτον ἀλλὰ τὸ πρῶτον σημαίνειν τῶν προσώπων.
Τάχα δ’ ἂν καὶ ἑτέροις τεθεώρηται τῶν εἰρημένων θειότερά τε καὶ τελειότερα· ἐμὲ δὲ μήτε μνήμην ἔχειν τούτων ἡ τῶν πολλῶν καὶ ἀλλεπαλλήλων πειρασμῶν πληγὴ παραχωροῦσα μηδ’ εἰς ἔρευναν καθίστασθαι μηδεμίαν ἄδειαν παρεχομένη (εἰς τοῦτο γὰρ ἡμᾶς ὁ τῶν ἀνθρώπων φθόνος συνέκλεισεν), ἃ παρῆν εἰπεῖν ἐξ ὧν συνεῖδον κατὰ τὴν σὴν φιλομαθεστάτην ἀξίωσιν, οὐκ ἐπέσχεν οὐδεμία καίπερ πολλῶν ὄντων σιγῆς πρόφασις. ἀλλὰ κατὰ μὲν ἐπιβολὴν κεφαλαιώδη καὶ σύντομον καὶ καιρὸν τοιοῦτον ἀρκέσει σοι τὰ εἰρημένα· εἰ δέ τι καὶ σὺ τούτοις προσθείης, οὐκ ἔλαττον σαυτῷ ἢ καὶ ἡμῖν γε τοῖς διδασκάλοις τὴν χάριν ἀνταποδοίης. ἴσως δ’ ἄν τινος ἀφορμῆς παρὰ σοῦ πορισθείσης καὶ ἡμῖν ἂν γένοιτο, τῆς Μωσαϊκῆς θεοπτίας οὐ πόρρω τὴν ἡμῶν σπουδὴν διωθουμένης, μάλιστά γε καὶ τῶν συνεχόντων παθῶν εὐμενείᾳ τοῦ κρείττονος ἐλαττουμένων, σοφώτερόν τι περὶ τῶν προκειμένων διανοηθῆναι.
Πῶς θελητόν τε καὶ ἀθέλητον τῷ πατρὶ ὁ θάνατος λέγοιτ’ ἂν εἶναι τοῦ Χριστοῦ; καὶ πῶς πάλιν ὁ αὐτὸς συνέλθοι τῷ πονηρῷ θελητός τε ἅμα εἶναι καὶ ἀθέλητος; Ἡ μὲν οὖν ἀπορία γλαφυρωτέρας τινὸς θεωρίας ἀπαιτεῖ καὶ διακρίσεως λόγον, οὐκ ἔστι δ’ ἀπροσδεὴς ἐπικουρίας, ἑκάτερον τῶν ἀπορουμένων ἀξιόλογον ἐπιδειχθῆναι· δεῖ δ’ οὖν ἐκεῖνα πρότερον εἰς τὴν ἐνισχύουσαν ῥοπὴν ἀναγαγόντας, οὕτω κατὰ τὴν προσήκουσαν τάξιν καὶ τὴν λύσιν ἐπάγειν πειρᾶσθαι.
Ἀλλὰ γὰρ ὅτι μὲν θέλημα τοῦ πατρὸς ἦν ὁ σταυρὸς τοῦ Χριστοῦ, αὐτὸς ἡμᾶς ὁ σωτὴρ διδάσκει ἐν τῇ τοῦ θανάτου παραιτήσει, λέγων ‘πλὴν οὐχὶ τὸ ἐμὸν θέλημα, ἀλλὰ τὸ σὸν γενέσθω’, ἡνίκα τὸ πάθος, τῆς ἀνθρωπίνης φύσεως τὴν ἀλήθειαν ἐπιδεικνύς, ἀπηύχετό τε καὶ ἀθέλητον ὠνόμαζεν. οὐ μόνον δὲ τότε, ἀλλὰ καὶ ἡνίκα ἐπετίμησεν τῷ Πέτρῳ, φρόνημα μὲν τοῦ θεοῦ εἰπὼν τὸν ἑκούσιον θάνατον αὐτοῦ, φρόνημα δὲ διαβόλου, ᾧ δὴ καὶ ὁ Πέτρος, ἐξ οὗ καὶ τὴν ἐκείνου κλῆσιν κατεδικάζετο, τηνικαῦτα συνυπήγετο, εἰ καὶ μὴ ἐκ τῆς αὐτῆς διαθέσεως—ὁ μὲν γὰρ ἐκ φιλοστοργίας καιρὸν οὐκ ἐχούσης, ὁ δὲ τὴν ἡμῶν ἐξ ὧν ἐκακούργει καὶ ἐνήδρευεν σωτηρίαν—ἀλλ’ οὖν εἰς ἓν συνέρρεον, καίτοι γνώμης ἐκ μαχομένης ὡρμημένοι, τὸ μὴ βούλεσθαι παθεῖν οὗ τὸ πάθος τὰ πάθη τῆς ἀνθρωπίνης ἰάσατο φύσεως. ὁρῶν μὲν γὰρ ὁ τῆς κακίας γενεσιουργὸς τὸ πανάχραντον ἐκεῖνο καὶ θεοπρεπὲς σῶμα τοῖς φυσικοῖς καὶ ἀδιαβλήτοις ὑποκείμενον πάθεσι, τὴν ἐπιβουλὴν ἐβούλευέν τε καὶ εἰς ἔργον ἄγειν ἐσπούδαζεν· ὁρῶν δὲ πάλιν διὰ τῶν θεοσημείων τῆς θεϊκῆς ἀξίας τὴν αἴγλην ὑπεραστράπτουσαν, συνεστέλλετό τε καὶ ἀνεδύετο, καὶ πρὸς τὸ θέλειν τε ἅμα καὶ μὴ θέλειν τὸν δεσποτικὸν θάνατον ὑποφερόμενος τὴν μηχανὴν εἶχεν εἰς ἀμηχανίαν καταστρέφουσαν. ὅμως ἐνίκα τὸ δειλὸν ἡ ἀπόνοια· τῷ γὰρ τῆς μιαιφονίας τεχνίτῃ μᾶλλον αἱρετὸν τὸ σύνηθες ἢ φοβερὸν ὁ ἐπιφυόμενος φόβος.
οὕτω γοῦν ἐμφανῶς τῶν ἱερῶν ἡμῶν λογίων θελητὸν εἶναι τῷ πατρὶ τὸν θάνατον ἀνακηρυττόντων τοῦ υἱοῦ, ἀθέλητον δὲ τῷ πονηρῷ— τὸ γὰρ ὅτι παντὸς αὐτῷ μᾶλλον ὁ διὰ σταυροῦ θάνατος ἠγωνίζετο λαβεῖν ἐστιν καὶ ἐκ πολλῶν ἄλλων, καὶ ὅθεν οὐκ ἄδηλον· καὶ γὰρ τὸ Ἰουδαίων ἔθνος ἐκείνου κακουργεῖν ἀνακινοῦντος τὸν κατὰ τοῦ σωτῆρος αὐτῶν ἐπαλαμῶντο θάνατον—ἀλλ’ ὁμοίως μὲν ἐπίδηλον καὶ ὡς οὐχὶ τῷ πατρὶ τὸ πάθος τοῦ υἱοῦ θελητόν, ἔτι δὲ τοῦ λόγου προϊόντος ἐπὶ πλέον δηλωθήσεται.
Ἐπεὶ οὖν εἰς τάξιν ἤχθη ταῦτα διατυπώσεως, διαλογίζεσθαι προσῆκεν καὶ σκοπεῖν, ὡς εἰ καὶ περὶ τοῦ αὐτοῦ πράγματος τἀναντία λέγεται, τοῦ δεσποτικοῦ φημι θανάτου, ἀλλ’ οὐ κατὰ τὸν αὐτὸν τρόπον, ἀλλὰ τὸ μὲν ἐξ αὐτοῦ τοῦ πάθους ὃ πέπονθεν λέγεται, τὸ δὲ ἐκ τοῦ ἐκβεβηκότος. τὸ μὲν γὰρ ἐκβεβηκὸς διὰ τοῦ θανάτου ἡ σωτηρία τοῦ γένους ἐπράχθη τῶν ἀνθρώπων καὶ τῆς τοῦ διαβόλου τυραννίδος ἡ καθαίρεσις· ὃ δηλονότι θελητόν τε τῷ πατρὶ καὶ εὐδοκία καὶ τῆς αὐτοῦ προνοίας συμπάσης περὶ τὸ ἀνθρώπινον γένος τὸ κεφάλαιον· τοῦτο δὲ πῶς οὐκ εὔδηλον, ὅτι καὶ τῷ ἐχθρῷ ἀθέλητόν τε καὶ ἐσχάτη πληγή; τὸ μέντοι γε σφαγιασθῆναι τὸν υἱόν, ὅπερ ἦν ἡ διὰ τοῦ πάθους προϊοῦσα πρᾶξις, καθ’ ἑαυτὸ μὲν οὔτε ἡδὺ τῷ πατρὶ οὔτε εὐπρόσδεκτον, ἀλλὰ καὶ λίαν ὀργῆς ἄξιον καὶ θυμοῦ, ὥσπερ δὴ τῷ πονηρῷ καταθύμιόν τε καὶ πάντων ἐρασμιώτατον τῶν τερπνῶν· διὸ καὶ ὁ φιλάνθρωπος ἡμῶν σωτὴρ ἐν τύπῳ μεθοδεύων προσευχῆς τὴν ἄφεσιν τῶν ἐξυβρισάντων εἰς αὐτόν, ‘πάτερ’, φησίν, ‘ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην· οὐ γὰρ οἴδασι τί ποιοῦσιν’. οὕτω μὲν ἀθέλητον τοῦ παιδὸς ἡ σφαγὴ τῷ πατρὶ καὶ πολλὴν τὴν ἀγανάκτησιν ἀνακινοῦσα, ὡς καὶ αὐτῆς δεῖσθαι τῆς δεήσεως τοῦ ἠδικημένου ἐφ’ ᾧ διὰ μετανοίας καθηραμένους μὴ δοῦναι δίκην τοὺς ἠδικηκότας.
καὶ οὐκ ἐναντίον τὸ θέλειν τε καὶ μὴ θέλειν τὸν θάνατον τοῦ υἱοῦ τὸν πατέρα· τὸ μὲν γὰρ ἐκ τοῦ ἐκβεβηκότος κατορθώματος, τὸ δὲ ἐξ αὐτῆς τῆς προκαταρχούσης λέγεται πράξεως.
Καθάπερ γὰρ εἴ τις στρατηγὸς τὸν ἀριστέα βλέπων δεχόμενον τραύματα καὶ τοῖς τραύμασι τῶν ἐναντίων τὰς παρατάξεις κενοῦντα καὶ αὐτὸν τὸν ἀρχηγὸν τοῦ πολέμου καταβάλλοντα, χαίρει μὲν οἷς τὸ τρόπαιον κατὰ τῶν ἀντιπάλων ὁ ἀριστεὺς ἵστησι καὶ τοῖς τραύμασι πρὸς τὸ παράδοξον βλέπων τοῦ κατορθώματος οὐκ ἀλγύνεται, καθ’ ἑαυτὰς δὲ τὰς πληγὰς λογοθετῶν καὶ ταύταις ἐπιστρεφόμενος οὐχ ἡδέως ὁρᾷ τραυματίαν τὸν τὴν νίκην ἀναδησάμενον, οὕτω δὴ καὶ ὁ πατὴρ οἷς μὲν ἑώρα τὸν υἱὸν τοῦ ἀνθρωπίνου γένους τὸν πολέμιον ταῖς ἐπὶ τοῦ σώματος πληγαῖς καταβάλλοντα, τῆς θεῷ πρεπούσης εὐφροσύνης ἦν καὶ ταῖς τοῦ παιδὸς ἀνδραγαθίαις ἐσεμνύνετο· οἷς δ’ ὁ φίλτατος τετραυματισμένος ἦν ταῖς πληγαῖς καὶ τοῖς μώλωψιν καθ’ ἑαυτό γε εἰς αἵρεσιν οὐκ ἀνέφερεν. μᾶλλον δ’ ἐνταῦθα πλέον τὸ τῆς θελήσεως ἤπερ ἐν τῷ παραδείγματι· ἐκεῖ μὲν γὰρ ἀρχομένων τῶν τραυμάτων, ἐπείπερ ἄδηλος ἦν ἡ νίκη, πικρὸν τὸ θέαμα τῷ στρατηγῷ, τῆς τροπῆς τῶν ἐχθρῶν οὔπω παρούσης, κατεφαίνετο· ἐνταῦθα δὲ ἀπ’ αὐτῶν τῶν τραυμάτων, μᾶλλον δὲ καὶ πρὶν ἢ τοὺς μιαιφόνους τὸν σωτῆρα τοῖς τραύμασιν ἐνυβρίσαι, λαμπρόν τε καθεωρᾶτο τὸ τρόπαιον, καὶ οὐδὲν ἔλαττον ἢ ὅτε τοῖς ἐναγεστάτοις ἐτολμᾶτο τὰ ἀτόλμητα.
θεῷ τε γὰρ καὶ τὰ μέλλοντα πάρεστι καὶ ἡ γνῶσις ἀμφοῖν πρόεισι δι’ ἴσου, οὐδὲν κατ’ αὐτό γε τοῦτο τῶν ἐπιγενομένων οὔτε τῶν πάλαι γεγονότων οὔτε μὴν τῶν ἤδη παρόντων τὸ ἔλαττον ἀποφερομένων.
Οὐδὲν οὖν ἄπορον ἔτι παρέχεται τὸ θελητὸν εἶναι τῷ πατρὶ τὸν θάνατον τοῦ υἱοῦ καὶ ἀθέλητον, οὐδὲ τὸ σπουδὴν μὲν αὐτὸν εἶναι καταπραχθῆναι τῷ ἀρχεκάκῳ τῆς φύσεως ἡμῶν ἐχθρῷ, πάσης δὲ μᾶλλον χαλεπωτέραν πληγὴν φέρειν τὸ προελθὸν πέρας ἀπὸ τῆς σπουδῆς. ὁ μὲν γὰρ πονηρὸς τῷ αἵματι χαίρων καὶ περιχανὼν τοῦ σωτῆρος, οὔπω τῆς χαρᾶς τοῖς σπλάγχνοις ἐμβαθυναμένης τήν τε ἀνίατον ἔσχεν καταλαμβάνουσαν πληγὴν καὶ τὸν ὄλεθρον ἀπαραίτητον· ὁ δὲ πατὴρ οὐκ ἀρεσκόμενος αὐτόθεν τῇ τοῦ αἵματος χύσει ἠρέσθη τε μάλιστα συμπροϊὸν τὸ τέλος ὁρῶν καὶ περιχαρῶς προσεδέξατο, οὐκ αὐτὸ τοῦτο φιλῶν, τὴν σφαγὴν τοῦ παιδός, ἀλλ’ ἐκ τοῦ τέλους, ὡς εἴρηται, καὶ ταύτην ἐξοικειούμενος καὶ εἰς εὐδοκίας λόγον μεταποιῶν.
Καὶ ἔχεις κἀντεῦθεν, εἰ βούλει, καὶ ἀπορήματος παλαιοῦ πρὸς λύσιν ὁρῶσαν ἀναφυομένην ἀφορμήν· τὸ δὲ ἀπόρημα, εἰ καὶ τοῖς τὰ θεῖα φιλοσοφοῦσιν οὐκ ἄδηλον, ἀλλ’ οὖν εἰς κοινὴν ἁπάντων γνῶσιν εἰπεῖν λυσιτελέστερον. εἰ λύτρον ἐδόθη τὸ σωτήριον αἷμα τὴν ἀπὸ τῆς αἰχμαλωσίας ἀνάρρυσιν τοῦ γένους ἡμῶν μεθοδεῦον, τίς ὁ λαβών; πατρὶ μὲν γὰρ οὐχ ἡδὺ τοῦ παιδὸς ἡ σφαγή· τὸ δὲ λῃστῇ πῶς οὐ τολμηρὸν καὶ φονεῖ δοῦναι κύριον αἵματος γενέσθαι τοῦ δεσποτικοῦ; πολλὰ μὲν γὰρ καὶ ἄλλα τὴν διάλυσιν παραστήσει τοῦ ζητήματος, ὧν οὐκ ἄκαιρον ἴσως μετ’ ὀλίγον ἐπιμνησθῆναι· τὸ δὲ διὰ τῶν ῥηθέντων προϊόν, ὁ πατὴρ μὲν δέχεται τὸ αἷμα τοῦ παιδὸς πόθῳ τοῦ ἐκβεβηκότος, ὁ δὲ πονηρὸς ἐτόλμα μὲν καὶ ἐθρασύνετο λαβεῖν, ἀντέλαβε δὲ τῆς τυραννίδος αὐτοῦ τὴν καθαίρεσιν καὶ τὴν ἀπροσδόκητόν τε καὶ ἀνίατον πληγήν· ἣν καὶ ὑπιδόμενος ἅμα τε ἐπεπήδα τῷ σταυρῷ καὶ ἅμα συνεστέλλετό τε καὶ ἀφίστατο τῆς θεομαχούσης ὁρμῆς. καὶ οὐκέτι παρενοχλεῖν, οἶμαι, τὸ τῆς ἀπορίας ἰσχὺν ἕξει τὰς τῶν εὐσεβούντων ἀκοάς.
Πλὴν οὐδὲν κωλύει πρὸς τὴν ἐπαγγελίαν ἐλθεῖν, ὡς ἐπεὶ τὸ λύτρον πρὸς δύο τινὰ τὴν ἀναφορὰν ὡς ἐπὶ πᾶν ἔχει, ῥύσιόν τε τῶν κατεχομένων εἶναι καὶ δῶρον ὁρᾶσθαι τῷ κατέχοντι, ὡς μὲν ῥύσιον τῶν κατεχομένων λύτρον ἂν εἴη τὸ σωτήριον αἷμα, ὡς δὲ δῶρον τοῦ κατέχοντος οὐδαμῶς.
ἐπεὶ καὶ πολλὰ ἄλλα τῷ κυρίως λεγομένῳ προσόντα λύτρῳ τῇ ἀφράστῳ ταύτῃ καὶ ὑπὲρ λόγον οὐ πρόσεστιν οἰκονομίᾳ· καὶ γὰρ ὁ μὲν τὸ λύτρον διδούς, οὐκέτι δυνάμενος εἶναι κύριος ὧν παρέσχεν, τὴν ζημίαν ἔχει κατὰ τὸ ἀπαραίτητον ἀκολουθοῦσαν, κερδαίνει δ’ ὁ λαβὼν καὶ καθίσταται δεσπότης ὧν πρότερον τὴν ἐξουσίαν οὐκ εἶχεν· ἐνταῦθα δὲ τοὐναντίον ἅπαν, ὁ μὲν καταθέμενος τὸ λύτρον (καὶ γὰρ πάντα ἐν τῇ χειρὶ αὐτοῦ, καὶ οὐδὲ τὸ τοῦ Ἄβελ αἷμα, οὐ μὴν οὐδὲ τῶν μαρτύρων ἔξω τῆς αὐτοῦ καθέστηκε προνοίας καὶ χειρός) οὐδὲν μὲν δηλονότι ἐζημίωται—τίς γὰρ ἂν ὅλως εἰπεῖν ἐννοήσει ὡς μὲν τῶν θεραπόντων αὐτοῦ καὶ ὧν ἐκενώθησαν αἱμάτων ἐστὶ λόγος αὐτῷ, καὶ μετὰ θάνατον ὡς ἀθανάτων βοώντων ἀκούει, τὸ δὲ σωτήριον καὶ ζωοποιὸν αἷμα τοῦ κόσμου οὐκ ἐν τοῖς ἀθανάτοις τῆς αὐτοῦ προνοίας ταμείοις συνέχει, ἀνώλεθρον αὐτῷ καὶ φθορᾶς σωμάτων ἀνέπαφον συντηρούμενον; —οὐκ ἐζημίωται τοίνυν οὐμενοῦν ὁ τὸ λύτρον καταθέμενος, ἀλλὰ καὶ τοῦ γένους ἡμῶν παντὸς ὁ φιλάνθρωπος προσεκέρδησεν τὴν σωτηρίαν, ὁ δὲ λαβεῖν νομίσας, ὅτι λαβεῖν μόνον ἐνόμισεν, καὶ αὐτὴν προσαπώλεσεν, ἐφ’ ᾗ τε μέγα ἐφρόνει καὶ ἣν ἐνισχύειν ἐνόμισεν αὐτοῦ τυραννίδα.
Ὥστε τὸ σωτήριον καὶ δεσποτικὸν αἷμα καὶ λύτρου χώραν ἂν ἐπέχοι (ἀνεκομίσατο γὰρ ἡμᾶς τῆς αἰχμαλωσίας) καὶ τοῦ λύτρου παραλλάσσει ὅτι μηδὲ προσηνέχθη τῷ τὴν ἡμετέραν φύσιν ἀπάτῃ δουλωσαμένῳ, καὶ ὅτι ἐν μὲν τῷ λύτρῳ τὸ κέρδος ὁρᾶται μέγα, μηδεμιᾶς συνεπινοουμένης ζημίας, ἐν δὲ τῷ κατέχοντι τοὺς αἰχμαλώτους διπλῆ, μᾶλλον δὲ παντελὴς ἡ ζημία· εἰ βούλει δὲ καὶ διότι τῶν μὲν ἄλλων λύτρων συμβατήριοι προηγοῦνται λόγοι, ἐνταῦθα δὲ τοῦ λύτρου μελετωμένου ἡ δικαία κρίσις ἐκ παλαιτάτου τῷ πολεμίῳ τὸ ἄσπονδον καταψηφιζομένη, ἔτι μᾶλλον τηνικαῦτα τὴν τοιαύτην ἐξ ὧν ἐκεῖνος ἔπραττεν ἐπιβάλλει καταδίκην. καὶ δὴ καὶ ἐπὶ μὲν τῶν ἄλλων σπονδαὶ πάντως ἢ ἐπὶ πολὺν ἢ ἐπ’ ὀλίγον συνίστανται χρόνον, ἐν δὲ τῷ παρόντι λύτρῳ οὐδ’ ἐπινοίᾳ λαβεῖν ἐστι ψιλῇ τοιοῦτόν τι προενηνεγμένον· καὶ πόσα ἄλλα τοιαῦτα; ὥστε χώραν ὁ λόγος προτείνεσθαι ἀνάγκην οὐκ ἔχει, ὃν τρόπον ἐπὶ τοῦ κυρίως δύναται προβάλλεσθαι λύτρου· ἐκ μεταφορᾶς γὰρ ἐνταῦθα, εἴπερ ἀλλαχοῦ, παρείληπται ἡ φωνή.
Καὶ δῆλον ὡς οὐ χρὴ βιάζεσθαι συνεφαρμόττειν τοῖς κατὰ μεταφορὰν λεγομένοις ὅσα πάντως παρέπεσθαι εἴωθε τῷ κατὰ τὴν ἀπ’ ἀρχῆς θέσιν τῆς φωνῆς ὠνομασμένῳ (δεῖ γὰρ εἰς κοινὸν ἀναγαγεῖν τύπον ἃ νῦν ἐπὶ τοῦ προταθέντος ἐγυμνάσθη προβλήματος, ὡς ἂν πρὸς πολλὰ εἴη τῶν εἰς τὴν αὐτὴν ἀπορίαν συνάγεσθαι δυναμένων ἐξ ἑτοίμου καὶ καθολικωτέρας ἐφόδου τὴν λύσιν ἐπάγειν καὶ τὸ συνταράττον ἀποσκευάζεσθαι). οὐ τοῦτο δέ φημι, ἄπαγε, ὡς τοῖς τροπικοῖς τῶν ὀνομάτων οὐ δεῖ κεχρῆσθαι· σύντροφος γὰρ ἡμῖν οὐ πολὺ τῶν κυρίων ἔλαττον ἡ χρῆσις αὐτῶν, καὶ εἴ τις ἀφέλοι ταύτας ἔκ τε τῆς ἀνὰ χεῖρα ὁμιλίας καὶ ἐξ αὐτῆς γε τῶν συγγραμμάτων τῆς ἑρμηνείας, καὶ μάλιστά γε τὰς πολλὴν ἐχούσας τὴν ὁμοιότητα καὶ ἐγγύτητα πρὸς τὰς οὐδὲν τετραμμένον παρεχομένας, οὐκ ἐπὶ πολὺ ἔλαττον εἰς στενὸν κομιδῇ τὴν τῶν λόγων συγκλείσει χρείαν, ὡς πολλὰ τῶν πραγμάτων μηδ’ ἔχειν ὀνόματι δηλῶσαι, ἢ εἴ τις τὴν κυριότητα τῶν ὀνομάτων τῆς ἡμετέρας χρήσεως ὑπερόριον ποιήσει. οὔκουν ἀχρηστίαν ἐστὶ καταγινώσκειν τῶν ἀπὸ τῆς τροπῆς τὴν γένεσιν ἐχόντων ὀνομάτων· ἀλλ’ ἐκεῖνο φαίην ἄν, ὡς εἰδέναι χρὴ λέξεως ἰδίωμα κυρίως τε λεγομένης καὶ κατὰ μετάθεσίν τινα τοῖς πράγμασιν ἐπιτιθεμένης, καὶ χρῆσθαι μὲν ταῖς φωναῖς ὡς ἐπιτρέπει τὸ ἔθος, μὴ μέντοι γε τὰ ὑπ’ αὐτῶν σημαινόμενα εἰς τὴν αὐτὴν ἐξ ἀνάγκης συνάγειν τε καὶ συνδιαπλέκειν φύσιν.
μεγάλων γὰρ γένοιτ’ ἂν τοῦτο σφαλμάτων αἰτία, καὶ ἀπορίαι δόξουσι προκύπτειν, ἀπορίας μὲν τῇ ἀληθείᾳ λόγον οὐδένα προβεβλημέναι, τῇ δὲ μὴ κατὰ λόγον χρήσει τῶν σημαινομένων οὐ πρὸς ἑτέρους μᾶλλον ἢ καθ’ ἑαυτῶν τῶν οὕτω χρωμένων ταῖς φωναῖς τὴν ἀπορίαν ἐπινοούντων.
Αὐτίκα μάρτυρας καλοῦμεν τοὺς ὑπεραθλήσαντας Χριστοῦ καὶ τὰ αἵματα αὐτῶν προσαγαγεῖν φαμεν τῷ θεῷ, καλῶς γε καὶ δικαίως· ἀλλ’ ἐκ μεταφορᾶς τῶν ὀνομάτων ἑκάτερον λέγεται. ἀπὸ γὰρ οὓς ἡ πολιτεία μάρτυρας καλεῖν οἶδεν, οἳ πάρεισιν ἐπὶ βεβαιώσει τῆς κατὰ τὸν βίον ἀληθείας καὶ πίστιν δι’ ὧν ἴσασιν ἐπάγουσι τοῖς προτεινομένοις, ἀπὸ τούτων καὶ τοὺς τῆς εὐσεβείας ἀγωνιστὰς ὀνομάζομεν μάρτυρας· καὶ γὰρ ὡς ἀληθῶς οὗτοι τὴν ἐνυπόστατον θεολογοῦντες ἀλήθειαν ἐνώπιον τυράννων καὶ βασιλέων ἐμαρτύρησαν. καὶ προσενεγκεῖν αὐτῶν τὰ αἵματα τῷ Χριστῷ φαμεν μετενεγκόντες τὴν προσφορὰν ἀφ’ ὧν τε Ἄβελ ὁ δίκαιος τὰ τῶν ἀρνῶν ἐστεατωμένα, καὶ Ἀβραὰμ τὰ διχοτομήματα, καὶ τοὺς ἄρτους καὶ τὸν οἶνον ὁ Μελχισεδὲκ τῷ Ἀβραάμ, εἰ βούλει δὲ καὶ τὴν δεκάτην τῷ Μελχισεδὲκ ὁ προδεξιωθεὶς προσενήνοχεν. καὶ δῆλον ὡς ἕκαστος τῶν προσενεγκόντων ἕτερον προσήνεγκεν παρ’ ἑαυτόν, καὶ μηδὲν ἀνιαρὸν ὑφιστάμενος οὐδέ τι τῶν μελῶν περικοπτόμενος· οἱ δὲ τοῦ Χριστοῦ μάρτυρες οὔτε τι κεχωρισμένον προσήνεγκαν, οὐδ’ ἀπαθεῖς τὸ σῶμα προσφέροντες ἔμειναν, ἀλλ’ οὐδὲ κληθέντες ὑπό τινος μαρτυρεῖν ἐφεστήκασιν, ἀλλ’ αὐτοκλήτῳ γνώμῃ τὴν θαυμαστὴν ἐκείνην καὶ θεολόγον μαρτυρίαν ἐμαρτύρησαν.
εἴ τις οὖν μὴ διαστείλας τὰ τοῦ μάρτυρος σημαινόμενα ἐπὶ θατέρου τὰ τοῦ ἑτέρου συμβιβάζειν φιλονεικήσειεν, ἆρ’ οὐκ ἐμπλήσει ἀποριῶν τὰ ὦτα τῶν ἀπειρότερον ἀκουόντων, σφαλείη δὲ οὐδὲν ἔλαττον αὐτός, ἀπορίαν οἰόμενος προκομίζειν ἣν οὐχ ἡ τῶν πραγμάτων δυσκολία παρέσχεν, ἀλλ’ ἡ ἐκείνου τῶν ὀνομάτων οὐκ ἐν γνώσει μεταχείρισις; ἐρεῖ γὰρ κἀνταῦθα ῥᾷον· τῶν μαρτύρων προσενεγκάντων τὸ αἷμα, τίς ὁ προσδεξάμενος; εἰ μὲν γὰρ ὁ Χριστός, καὶ πῶς ὁ φιλάνθρωπος ἀνθρώπων αἵμασιν ἐπαγάλλεται; εἰ δ’ ὁ πονηρός, καὶ πῶς ἠνέσχοντο τῷ ἐχθρῷ τὸ οἰκεῖον αἷμα σπείσασθαι; ποῦ δ’ ὁ κριτής, ὃς τὴν ἴσην γνώμην τοῖς κρινομένοις διένειμεν; οἱ δὲ κρινόμενοι, ὧν ὁ μάρτυς θατέρῳ τὴν ἐπὶ νίκῃ ῥοπὴν παρασχεῖν ἐφέστηκεν, τίνες; καὶ πόσα ἄν τις τοιαῦτα λαβὼν ἀπὸ τῶν κατὰ τὴν πολιτείαν μαρτύρων ἐπὶ τοὺς θεολόγους διαβιβάσειε μάρτυρας, ᾧ φορυτὸς ἔρως ἀποριῶν καὶ μυθολογεῖν καὶ παίζειν κἀν τοῖς σπουδαίοις ἀνύβριστον;
Καὶ γὰρ οὐδὲν ἔργον πρὸς τὸ πρῶτον σχῆμα τῶν ἀπορημάτων εἰπεῖν ὡς οὐχὶ τῷ αἵματι τῶν ἀθλητῶν, τῇ δὲ γνώμῃ συναρεσκόμενος ὁ Χριστὸς καὶ τὴν σφαγὴν καὶ τὸ κενωθὲν αἷμα προσεδέξατο· ὥσπερ οὐδὲ τὸ ἐπενεγκεῖν ὡς ἐσφάγησαν μὲν οἱ μάρτυρες ὑπὲρ Χριστοῦ καὶ τὸ αἷμα ἐξέχεαν, τοῦτο κυρίως καὶ οὐ τροπικόν, τὸ δὲ ‘προσήνεγκαν’ καὶ ‘προσέφερον’ καὶ τὰ τοιαῦτα ῥημάτων ἐστὶν ἐξοικειουμένων τὴν τροπήν. οὔκουν οὐδ’ ἀναγκαῖον ἐπιζητεῖν τίνι προσήνεγκαν, ὥσπερ οὐδὲ συζητεῖν πῶς οἱ νεκρωθέντες τὸ σῶμα τῇ κενώσει τοῦ αἵματος δύναιντ’ ἂν προσενεγκεῖν λέγεσθαι, πῶς δὲ προσέφερον, οὐχ ἕτερον προσάγοντες, ὅπερ ἐστὶ τῶν κυρίως προσφερόντων. τὰ γὰρ τοιαῦτα τοσοῦτον ἀπέχει τοῦ διαπορητικοῦ τύπου ὡς ἄμεινον ὑπεριδεῖν, μήποτε ἄρα σοι δόξωμεν συμπλεκόμενοι τοῖς παίζουσιν οὐκ ἔξωθεν τοῦ εἰκότος συνδιαβάλλεσθαι· ὥσπερ γὰρ ἐν τοῖς σπουδαίοις παίζειν ἀσύνετον, οὕτω πρὸς τὰ γελοιότερα σπουδάζειν καταγέλαστον.
τὰ δὲ τῆς ἐμφανοῦς μὲν ἀτοπίας καὶ οἴκοθεν ἐχόντων τὸν ἔλεγχον ἀνακεχωρηκότα, ταραχὴν μὲν καὶ θόρυβον προτεινόμενα ταῖς τῶν πολλῶν ἀκοαῖς καὶ οἷς οὐκ ἔστι κρίσις διαστέλλειν τῶν ἄνευ τροπῆς προαγομένων φωνῶν ἃς ὁ τῆς τροπῆς νόμος ἐσχημάτισεν—ἐπεὶ ῥᾷόν ἐστι τοῖς τὸ διάφορον αὐτῶν ἐπεσκεμμένοις ἀποκρούεσθαι καὶ διαλύειν τῆς δοκούσης ἀπορίας τὸ περίεργον—δεῖ δ’ οὖν λέγειν μὲν τὰς φωνὰς καὶ τιθέναι ἐφ’ ὧν φέρειν εἰώθαμεν, εἰδέναι δὲ τὰ ἑκατέρᾳ παρεπόμενα καὶ φυλάττειν αὐτῶν ἀσύγχυτον καὶ τὸ σημαινόμενον καὶ τὸ ἰδίωμα.
Ὁρᾶν δέ ἐστιν κἀντεῦθεν· ὁ μάρτυς ὁ πολιτικὸς ἕνα τῶν δικαζομένων συνιστῶν τὸν ἕτερον συκοφάντην ἀπελέγχει, τοῦ κριτοῦ τὴν γνώμην ἴσην διανέμοντος τοῖς προσώποις· ἐν δὲ τῷ θεολογοῦντι μάρτυρι ποῦ σχέσις ἢ πόθεν ἔχει παρρησίαν ἡ τοιαύτη; πάλιν ὁ ἀθλητὴς τὸν ἀντίπαλον χερσὶ καὶ πυγμαῖς παίων καὶ κατακρατῶν εἰς τέλος τοῦ νικητικοῦ τυγχάνει στεφάνου· ἐνταῦθα δὲ βαλλόμενός τε καὶ τιτρωσκόμενος καὶ πυρὶ θανατούμενος ἢ σιδήρῳ ἢ δι’ ὧν ἄλλων ἐπενόησεν ἡ δήμιος ὠμότης κατὰ τῆς ἀνθρωπίνης φύσεως τοὺς ἀνθρώπους ἐξάγειν τῆς ζωῆς, τὰ τῆς νίκης ἐστὶν ἀναδούμενος διαδήματα· καὶ ἐπὶ μυρίων ἄλλων ἡ διαφορά. πῶς οὖν οὐ παράλογον ἐν ἑκατέρῳ τῶν σημαινομένων τὰ αὐτὰ ζητεῖν ἐπιθεωρεῖν, καὶ ἃ προσῆν τῷ ἑτέρῳ, τὰ αὐτὰ θατέρῳ περιάπτειν ἐκβιάζεσθαι;
Πολλὰ μὲν οὖν τῶν ἐπὶ διαφόρων πραγμάτων ταττομένων ὀνομάτων ἐμφανεστάτην ἔχει τὴν διαφοράν, ὡς μηδέ τινα τῶν εἰς ἄκρον ἀναισχυντίας ἢ ἀσθενείας ἡκόντων χωρὶς αἰσχύνης ἢ εὐλαβείας μετενεγκεῖν ἐπὶ θάτερον ἃ τῷ ἑτέρῳ διωμολόγηται· πολλὰ δὲ κρύφιον φέρει τὴν ἑτερότητα, ὡς ὁ μάρτυς, ὡς ὁ ἀθλητής, ὡς τὸ λύτρον, ὡς τὸ τρόπαιον, ὡς τὰ τοῦ ᾅδου βασίλεια, ὡς μυρία ἄλλα, ἐφ’ ὧν ἐστι ῥᾷον καὶ αὐτὸν πολλάκις ἀπάτην λαβεῖν τὴν ἀπορίαν παραδυόμενον ἢ ἑτέροις τὴν ἀπάτην προάγειν ἐν τῷ λανθάνοντι. δεῖ δ’ οὖν ἐκ τῶν ἐμφανεστάτην ἐχόντων τὴν παραλλαγὴν καὶ παντελῶς ἐπιπόλαιον τῶν προτεινομένων τὴν διάλυσιν τὸν κανόνα λαβεῖν, καὶ ἀπευθύνειν τῇ κοινῇ μεθόδῳ καὶ ἃ πολλὴν τὴν ἐγγύτητα πρὸς ἄλληλα κεκτημένα τὸ τῆς ἀπάτης σχῆμα πιθανώτερον προβάλλεται, καὶ οὕτως ἀπ’ ἐκείνων τὴν κρίσιν ἀπλανῆ καὶ ἐπὶ τούτων συνδιασῴζειν.
Αὐτίκα τὸ πτερύγιον τοῦ ἱεροῦ· τὸ δὲ πτερύγιον, οἷς μέλει τῆς Ἀττικῆς γλώττης, οἱ μὲν ἀετόν, οἱ δὲ καὶ ἀέτωμα καλοῦσιν, καὶ στέγασμά φασιν εἶναι τοῦτο τῶν ἱερῶν οἴκων τῷ σχήματι τὴν πτῆσιν τοῦ ζῴου μιμούμενον· ὃ δὴ καὶ πτερὸν ἔνιοι καλοῦσιν. οἱ δὲ διαστέλλουσι τὸ πτερὸν καὶ τὸ πτερύγιον τοῦ ἀετοῦ τε καὶ τοῦ ἀετώματος· φασὶ γὰρ εἶναι τὸ δηλούμενον ὑπ’ αὐτῶν τὸ πρὸ τῶν ἱερῶν ἐκ λίθου πρὸς ὕψος ἀνατεινόμενον μᾶλλον κατεσκευασμένον οἰκοδόμημα. πλὴν ἀλλὰ γὰρ εἴ τις προτείνας τὸ πτερύγιον διερωτῴη πότερον ἐξήπλωτο τῷ ἀέρι καὶ ὑπηρέτει κινούμενον τῷ ὄρνιθι τὴν πτῆσιν ἢ συνέσταλτό τε καὶ συνεπτύσσετο καὶ εἰς τὸ σχῆμα τῶν ἠρεμούντων τὸ πτηνὸν συνῆγεν, οἶμαι ἂν ἀντὶ τοῦ λύσιν αἰτεῖν τῆς ἀπορίας γέλωτα παρασχεῖν· καίτοι γ’ ἂν ἴσως καὶ ἐπινεωτερίσαιτο, ὡς ὁπότερον ἄν τις δοίη, ἀδύνατα λέγων φωραθήσεται· οὔτε γὰρ ἐκτεταμένον τὸ πτερύγιον ὄγκον σώματος καὶ βάρος ἐπιβαῖνον ἀνέχειν δύναται οὔτε τὴν κατὰ συστολὴν θέσιν ἔχον πολλῷ μᾶλλον οὐδὲ τὴν ἐπίβασιν ὅλως παραδέχοιτ’ ἄν. ἆρα γὰρ οἱ τὰ τοιαῦτα προάγοντες ἀντὶ τοῦ συνάγειν εἰς ἀπορίαν ἑτέρους οὐ πολὺ πρότερον ἑαυτοὺς εἰς χλεύην ἀπάγουσιν;
ἐρεῖ γάρ, οἶμαι, ῥᾳδίως καὶ τῶν ἐπιτυχόντων ἕκαστος ὡς ‘ὦ βέλτιστε, ταῦτά σου τὰ δριμέα διαπορήματα ἐπὶ μὲν τοῦ ἑτέρου σημαινομένου ἀπορίαν ἐμποιήσειεν, ἐνταῦθα δὲ καὶ οὐδέτερον ἔνεστιν εἰπεῖν καὶ οὐδεμία φαίνεται πρόφασις ἀπορίας ἀνακύπτουσα’. ἀπὸ γοῦν τῶν οὕτω περιφανεστάτην τὴν διαφορὰν ἐχόντων εὐχερέστερόν ἐστιν καὶ οὐδὲν ἐργῶδες καὶ ἐπὶ τῶν ἐγκεκρυμμένην ταύτην φερόντων, τῷ κοινῷ χρωμένους κανόνι, τὰς ἀπορίας εἰς εὐπορίαν μεταβάλλειν.
Τρόπαιόν ἐστιν ὁ σταυρὸς τοῦ Χριστοῦ κατὰ τοῦ διαβόλου ἱστάμενον, καὶ τροπαίων τὸ λαμπρότατον· ὅπου γε καὶ αὐτὸς ὁ τύπος αὐτοῦ τῷ ἀέρι χαρασσόμενος πᾶσαν αὐτῷ συμφυγαδεύει τὴν δύναμιν. καὶ οὐ δήπου δεῖται βαθυτέρας περινοίας εἴ τις εἰς ἀπορίαν διαπλάσαι τὸ ῥῆμα προέλοιτο, ἐκ γὰρ τῶν προειρημένων εὐφώρατον ἔχει τὴν διάκρισιν· οἷον εἰ τρόπαιον ὁ σταυρός, τίς ὁ στήσας τὸ τρόπαιον; εἰ μὲν ὁ νικήσας, τί μάτην τὸ Ἰουδαίων ἔθνος εἰς Χριστοκτονίαν διαβάλλεται; εἰ δ’ αὐτοὶ τοῦτον ἐπήξαντο (οὐδὲ γὰρ ἀμφισβητήσιμον τοῦτο), πῶς ὁ Χριστὸς κατὰ τοῦ διαβόλου τὸν σταυρὸν τρόπαιον στῆσαι λέγεται;
Ὡσαύτως δὲ καὶ εἴ τις λαβὼν τῷ λόγῳ τὰ τοῦ ᾅδου βασίλεια, εἶτα προσαναπυνθάνοιτο εἰ ἔστιν ᾅδου βασίλεια, δῆλον ὅτι τὸν βασιλέα συνεπάγεται. λέγει δέ που καὶ Παῦλος, ὁ τῆς ἀληθείας κῆρυξ, ὡς ‘ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωυσέως’, οὐ μόνον ὧν ἦν τὸ ἁμάρτημα καθ’ ὁμοιότητα τοῦ Ἀδάμ, ἀλλὰ καὶ ἐπὶ τοὺς μὴ κατ’ ἐκείνην τὴν μίμησιν ἁμαρτήσαντας. εἰ δὲ βασιλεύς, τῷ δὲ βασιλεῖ νόμος τε τὸ ἀξίωμα καὶ ἡ τῶν ὑπηκόων ἐγχειρίζεται ψῆφος, ᾧ δὲ ταῦτα περίεστι, πῶς ἂν εἴη λόγον ἔχον τῆς ὅτι δικαίως ἐβασίλευε τιμῆς ἀντὶ τοῦ γέρας προσλαμβάνειν ὑπέχειν τὴν στέρησιν; καὶ γὰρ ἑκάτερον τῶν εἰρημένων ἴσως μὲν καὶ αὐτόθεν τὴν ἀπορίαν τοῖς ἀκριβέστερον ὁρῶσιν οὐδὲν ἧττον ἢ τὴν λύσιν προβάλλεται, μάλιστα δὲ ἐκ τῶν προειρημένων ῥᾳδίαν ἕλκουσι τὴν ἀπάντησιν.
Καὶ γὰρ ἐπίδηλον, τρόπαιον μὲν λέγεσθαι τὸν σταυρὸν ἀπὸ τοῦ κατὰ τοὺς πολέμους τροπαίου τῆς φωνῆς μετενεχθείσης, ἐπεί γε λαμπρῶς καθεῖλεν ὁ Χριστὸς δι’ αὐτοῦ τὸν ἐχθρόν· οὐ διότι δὲ τὸν σταυρὸν ἔστησεν, οὐδὲ γὰρ αὐτὸς ἔστησεν. ἐπήξατο μὲν γὰρ αὐτὸν τὸ θεομάχον ἔθνος, οὐχ ὡς τρόπαιον δὲ κατὰ τοῦ ἐχθροῦ, ἀλλ’ ὡς τοῦ κοινοῦ σωτῆρος κολαστήριον· ὁ δέ, τὴν ἐκείνων κακουργίαν εἰς τὴν κατὰ τοῦ ἐχθροῦ νίκην ἀντιστρέψας, οἷα δὴ τροπαίῳ τῷ σταυρῷ προσεχρήσατο. οὔτε γοῦν τὸ τῶν Ἰουδαίων ἄγος τὸ τρόπαιον ἔστησεν, οὐ μὴν ἀλλ’ οὐδ’ ὁ σωτὴρ τοῦ γένους ἑαυτῷ τὸν σταυρὸν συνεπήξατο, ἀλλ’ ἐκείνων ἐπὶ κολάσει τοῦ δεσπότου πηξαμένων, αὐτὸς ἐπὶ σωτηρίᾳ τῆς ἡμετέρας φύσεως εἰς τρόπαιον μετετάξατο.
Καὶ ᾅδου δὲ βασίλεια λέγεται καὶ βασιλεὺς ὁ θάνατος, οὐχ ὅτι θεσμοῖς καὶ γνώμῃ τῶν ἀρχομένων τὴν κατ’ αὐτῶν ἔσχεν κυριότητα (ταῦτα γὰρ τῷ κυρίως σημαινομένῳ διὰ τῆς τοῦ βασιλέως φωνῆς ἕπεται), ἀλλ’ ἐπειδήπερ τῶν ἐπὶ γῆς ὁ βασιλεύων τὸ κράτος ἀδέσποτον φέρει κατὰ τῶν ὑπὸ χεῖρα, τοῦτο δὲ ὁ θάνατος διὰ τῆς παραβάσεως ἥρπασεν, ταύτῃ δὴ καὶ βασιλεὺς εἶναι καὶ τὰ τούτου βασίλεια λέγεσθαι μεταθεμένοις τὸ ὄνομα δύναται. καὶ ἦν μὲν αὐτῷ πρὸ τοῦ σταυροῦ καθ’ ἡμῶν ἄμαχος ἡ τοιαύτη ἀρχή, πᾶσαν ἀναστάσεως ἐλπίδα περικόπτουσά τε καὶ νεκροποιοῦσα· τοῦ δὲ δεσποτικοῦ πάθους τῆς ἰσχύος αὐτὸν παντελῶς ἀφελομένου, εἰκότως καὶ κατὰ λόγον φαμὲν ἐσκυλεῦσθαι τὰ τοῦ ᾅδου βασίλεια.
Ἔνεστιν οὖν, οἶμαι, γνώμῃ τε χαιρούσῃ καὶ παρρησιαζομένῃ γλώσσῃ λέγειν ὅπως τε θελητόν ἐστιν καὶ ἀθέλητον ὁ θάνατος τοῦ υἱοῦ τῷ πατρὶ καὶ ὅπως ἑκάτερον αὐτῶν περὶ τὸν πολέμιον ὁρᾶται λεγόμενον· καὶ ὡς μὲν ὑπὲρ ἡμῶν τὸν σταυρὸν ὑπέστη καὶ τὸ οἰκεῖον ὁ φιλάνθρωπος αἷμα ἐξέχεεν, οὐ προσήνεγκεν δὲ τοῦτό τινι, οὐ γὰρ αὐτῷ σκοπὸς ἦν προσενεγκεῖν, ἀλλ’ ἐν τῷ πάθει τὸ ἀπολωλὸς ἀνασώσασθαι. οὐ προσήνεγκεν οὖν, εἰ μή τινι κατὰ μεταφορὰν τὸ ὑπὲρ ἡμῶν παθεῖν αὐτὸν φίλον ἐστὶν ὀνομάζειν προσενεγκεῖν· ἀκώλυτος γὰρ διὰ τὴν ὁμοιότητα τῆς φωνῆς ἡ χρῆσις ἐν σχήματι λεγομένης τροπῆς, ὥσπερ κεκωλυμένον τῆς τὸ κύριον ἐχούσης προσηγορίας τὸ ἰδίωμα ἐπὶ ταύτης ἀπαιτεῖν. καὶ φανερὸν ὡς οὔτε προσήνεγκεν οὔτε προσέφερεν ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου τὸ σωτήριον καὶ καθάρσιον αἷμα τοῦ γένους ἡμῶν, εἰ καὶ ὁ πατὴρ διὰ τὸ ἀπὸ τοῦ πάθους ἐκβεβηκὸς τερπομένῃ καὶ χαιρούσῃ γνώμῃ τὸ αἷμα τοῦ παιδὸς ὑποδέξασθαι λέγεται.
Ἀλλὰ ταῦτα μὲν εἰ καὶ τῆς ἐλπίδος ἣν ὤδινεν ἡ ἐξαίτησις ἴσως μὲν ἐντελέστερον, πλήν γε κατὰ τὸν ἐπίτομον προενήνεκται τύπον· ἐπεὶ μηδ’ ἐπιλέλησμαι κατὰ τὰς σχολαζούσας μελέτας τοῖς ἱερωτάτοις ἡμῶν δόγμασιν πολλάκις ἀκοῦσαι τὴν σὴν ἀρετὴν φυλοκρινούμενα τὰ τοιαῦτα, καὶ ῥᾷόν ἐστιν ἐκ τῶν παρόντων, εἴ τι καὶ λήθη τῶν λογισμῶν ἀφείλετο εἰς τὴν τῶν παραλελειμμένων ἐπανάγεσθαι μνήμην.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.