Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Ἐπιστολαὶ καὶ Ἀμφιλόχια

Μέγας Φώτιος

Ερμηνεία προφητικών, ιστορικών και ευαγγελικών περικοπών

Απαντήσεις σε ζητήματα όπως η σφαγή των νηπίων, η διάκριση των όρων «Θεός» και «θεότης», το βάπτισμα του Ιωάννη και η σκοπιμότητα των παραβολών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 21 από 34

Τίνος ἐστὶν ἡ λέγουσα φωνὴ ‘τοῦτο δὲ ὅλον γέγονεν’, πότερον τοῦ συγγραφέως ἢ τοῦ ἀρχαγγέλου; {συγγραφέως ἢ τοῦ ἀρχαγγέλου;} Ὅτι μὲν ἐκπληττομένου καὶ θαυμάζοντός ἐστιν τῶν ἔργων τε καὶ τῶν λόγων τὸ ὑπερφυές, αὐτή τε τοῦ λόγου ἡ περικοπὴ καὶ τῶν ὀνομάτων ἡ συνθήκη παρίστησι σαφῶς. ‘τοῦτο γὰρ ὅλον γέγονεν’ φησὶν ἀντὶ τοῦ ‘πῶς ὅλον τοῦτο προῆλθεν; πῶς, ὢ τοῦ θαύματος, ἐφάνη; πῶς τοιοῦτον ἥλιος εἶδεν; πῶς ἀνθρώποις ἐπεγνώσθη;’ καὶ δὴ καὶ ὅτι μετὰ τὸ ἀνακηρύξαι τό τε ἄσπορον τοῦ τόκου καὶ τὴν ἐκ πνεύματος ἁγίου σύλληψιν καὶ τὴν τοῦ σωτῆρος κλῆσιν, ἣν διότι σῴζει προσείληφε τὸν λαὸν αὐτοῦ, καὶ τότε οὐκ ἀπό τινων σωματικῶν νοσημάτων, οἷς καὶ ἰατρῶν πολλάκις χεῖρες ἐπήρκεσαν, ἀλλ’ ἀπ’ αὐτῶν γε τῶν τῆς ψυχῆς ἀρρωστημάτων τε καὶ μολυσμάτων, ὧν οὐκ ἔστιν εὑρεῖν καθάρσιον οὔτε ἴαμα τῆς θείας χωρὶς εὐμενείας τε καὶ ἐπινεύσεως—διὰ γοῦν τὸ εἰπεῖν τά τε προειρημένα καὶ τὴν τοῦ σωτῆρος ἀπὸ τῆς κοινῆς εὐεργεσίας ὀνομασίαν εὐθὺς ἐπήγαγεν ‘τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ κυρίου διὰ τοῦ προφήτου λέγοντος· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ’.

Ἀλλ’ ὅτι μὲν ἐκπληττομένου τε καὶ ὑπερθαυμάζοντός ἐστιν τὸ ἄπειρον πέλαγος τῆς περὶ τὸ ἀνθρώπινον γένος προνοίας ἡ προκειμένη φωνή, φανερόν· εἴτε δὲ ταύτην ἀνεῖπεν ὁ ἄγγελος εἴτε καὶ αὐτὸς ὁ εὐαγγελιστής, οὐδεμίαν ἐλάττωσιν οὐδετέρωθεν τὰ ὑπὲρ λόγον ἐπιδέχεται. τὰ μὲν γὰρ μέσην τινὰ τάξιν ἔχοντα πολλάκις εἴωθε καὶ ἀπὸ τῆς τῶν προσώπων ποιότητος προσλαμβάνειν τὴν αὔξησιν, ἃ δ’ ἀμετρήτῳ λόγῳ τὴν ὑπεροχὴν πρὸς πάντα φέρει καὶ οἴκοθεν προβάλλεται τοῦ μεγέθους τὸ ἀσύγκριτον, ὅστις ἂν ὁ λέγων περὶ αὐτῶν εἴη, οὐ καταβιβάζει τῆς προσούσης αὐτοῖς ἀνεκφράστου μεγαλειότητος τὸ ἀξίωμα. πλήν γε καὶ ἡ προλαβοῦσα τοῦ λόγου περικοπὴ εἰς τὸν ἀρχάγγελον ἀναφέρει μᾶλλον καὶ τὴν ἐπενεχθεῖσαν συνέπειαν, καὶ οὐδὲν ἀπεικὸς μάρτυρα καλεῖν τῶν ὁρωμένων τε καὶ λεγομένων τὸν προφήτην· διὰ γὰρ τῶν συντρόφων ὀνομάτων μᾶλλον καὶ γινωσκομένων τῇ τῶν ἀνθρώπων ἀκοῇ τὸ τῆς πίστεως ἀδίστακτον παραγίνεται. ἄλλως τε δὲ οὐδὲ μέχρι τοῦ προφήτου προάγει τὴν μαρτυρίαν ὁ ἀρχάγγελος, ἀλλ’ ἐκεῖθεν εἰς τὸν κοινὸν δεσπότην ταύτην ἀνάγει· ‘τὸ ῥηθὲν’ γάρ φησι ‘διὰ τοῦ προφήτου ὑπὸ τοῦ κυρίου’.

Τίνος ἕνεκεν γεννηθεὶς ὁ Χριστὸς συνεχώρησεν δι’ αὐτὸν τὴν ἀναίρεσιν προελθεῖν τῶν νηπίων; Καλὸν μὲν καὶ συμπαθείας τὸ σὸν διαπόρημα, οὐ χειρόνων δ’ ἴσως, ἀλλὰ καὶ κρίσεως οἶμαι γλυκυτέρας τυγχάνει τῶν ἐπιλύσεων. ἔδει τὴν Ἡρώδου πᾶσιν ἐμφανῆ καὶ κατάδηλον γενέσθαι μιαιφονίαν· εἰ μὲν οὖν διὰ τῶν εἰς τελειότητα φθασάντων ἡλικίας ἐπεδείξατο ταύτην, οὐδὲν ἐκώλυεν τῶν κολάκων καὶ παρασίτων τὸ ἔθνος αἰτίας τινὰς ἀναπλάττειν δι’ ὧν μετριώτερον αὐτῷ κατεσκευάζετο τὸ τῆς μιαιφονίας ἄγος, ἐνόχους τε κακῶν οὐκ ὀλίγων τοὺς ἀνῃρημένους ἀποφαίνοντας καὶ βασιλεῖ πρέπον μὴ καταλιμπάνειν ἀτιμώρητα τὰ ἀδικήματα. ἐπὶ δὲ τῶν νηπίων οὐδὲν τοιοῦτον οὔτε ἐννοῆσαι οὔτε ἀναπλάσαι οὐδ’ ὁ τῶν μύθων ἀναιδέστατος εὑρήσει χώραν, ἀλλὰ γυμνὸν διὰ πάντων καὶ ἀπροφάσιστον ἐλέγχεται τὸ μισάνθρωπον καὶ τῆς παλαμναίας γνώμης καὶ γλώσσης καὶ χειρὸς τὸ ἀνυπέρβλητον.

Ἄλλως τε δὲ τοῦ καινοῦ καὶ ἀναμαρτήτου θύματος καὶ τὴν ἁμαρτίαν ἀποκαθαίροντος τοῦ γένους ἔδει τὰ προτέλεια κεχωρισμένα πάσης ἁμαρτίας, ὅση γε διὰ τῶν πράξεων πρόεισι, κεκαθαρμένα τε εἶναι καὶ μὴ καθυβρίζειν τὸ μέγα θῦμα τῇ δι’ αὐτῶν θυσίᾳ· διόπερ οἰκειότερον ἦν τὸν χορὸν τῶν νηπίων ἢ τῶν τισιν ὀλισθήμασιν ἐνεχομένων τοῦ θείου ἀμνοῦ τοῦ τὴν ἁμαρτίαν αἴροντος τοῦ κόσμου προτυθῆναι.

Εἰ βούλει δέ, καὶ παραμύθιον τῶν μεγίσταις περιστάσεσιν ἐταζομένων ὁρᾶν ἐστιν ἀναφυόμενον ἐντεῦθεν· σφαγιάζεται γὰρ τὰ βρέφη, ὧν ὁ βίος ἀνεπίδεκτος ἁμαρτίας, ἵν’ ἐπειδὰν πάσχωσί τινες μὴ διὰ βαρύτητα πλημμελημάτων νομίζοντες πάσχειν τὴν ἀπὸ τῶν παθῶν πληγὴν ὑφίστανται πικροτέραν καὶ πρὸς ἀπόγνωσιν ὦσιν ἀφορῶντες, ἀλλ’ ἵνα τὸ ἀναμάρτητον τῶν βρεφῶν καὶ τὸ ἐπ’ ἐκείνοις τόλμημα τῶν ἀλαστόρων ἔχοντες παράδειγμα ψυχαγωγίας καὶ ἱκανὸν παρακαλέσαι μακροθυμεῖν, εἰς εὐχαριστίαν διανίστανται τοῦ πάντα σοφῶς τὰ ἡμέτερα διοικονομοῦντος.

Καί γε δὴ καὶ τὸ δι’ ὧν {ὁ} φθόνος οὐδεὶς ἀναφλέγεσθαι χώραν εἶχεν— ἀρτιγενῆ γὰρ βρέφη τίνα ἂν παράσχοι πρόφασιν βασκανίας; —ἀλλὰ γὰρ τὸ κατ’ ἐκείνων εἰς σφαγὴν οὕτως ἀναίσχυντον καὶ ἀνιστόρητον ἐξορμῆσαι ζητήματος λύσιν οὐκ ἔστιν ἄπορον παρασχεῖν οὐδ’ εἰς εὐμάρειαν μεταρρυθμίσαι, ὅπως τὸ μισόχριστον τῶν Ἰουδαίων γένος εὐεργετοῦντα καὶ θεραπεύοντα νόσους ἀνιάτους τὸν σωτῆρα, ἀντὶ τοῦ δοξολογεῖν καὶ στεφάνοις ἀμείβεσθαι χαρίτων, σταυρῷ κατεδίκασεν καὶ ἐπονειδίστῳ θανάτῳ. εἰ γὰρ ἐφ’ ὧν ὁ φθόνος οὐδεμίαν πάροδον εἶχεν, σφαγῇ τοὺς ἀναιτίους ὁ τῶν Ἰουδαίων ἡγεμὼν μετῆλθεν, οἱ ταῖς μιαιφονίαις ὑπ’ αὐτοῦ παιδοτριβηθέντες τε καὶ προγυμνασθέντες τί οὐκ ἂν ἐπετόλμησαν, μάλιστα αὐτῶν τηλικούτου φθόνου στρατηγοῦντος; καὶ γὰρ ὧν ἐστιν ὁρᾶν ἔργα μεγάλα καὶ θαυμάσια καὶ τῶν πολλῶν πρὸς αὐτὰ οὐδὲν ἔλαττον τὴν θέαν ἢ τὴν εὔνοιαν ἐπιστρέφοντα, ὅσῳ τοὺς εὐγνώμονας εἰς εὐφημίαν καὶ θαῦμα γλυκὺ καὶ σεβασμιότητα διεγείρει, τοσούτῳ μάλιστα τοῖς ἀχαρίστοις καὶ κακομηχάνοις τὸ ἐξάγιστον τοῦτο πάθος ἐνδυναστεύει καὶ τὸ κράτος ἄμαχον περιβάλλεται.

Εἰ δέ σοι φίλον καὶ πλείους ἐπιθεωρεῖν αἰτίας, πρῶτος μὲν ὁ δίκαιος Ἄβελ, οὐδὲν ὀφείλων ὅσα γε ἧκεν εἰς οἰκείων ἔργων ὀφειλήν, παραδοθεὶς καὶ ὑποβληθεὶς τῷ θανάτῳ σαθρὰν αὐτοῦ τῶν θεμελίων τὴν κρηπῖδα καταβαλλομένην ἔδειξεν. ἐπεὶ δὲ μετ’ αὐτὸν πολλοὶ τῶν ἐνόχων περιετείχισάν τε καὶ ἐξωρόφωσαν αὐτοῦ τὴν οἰκοδομὴν εἰς ὀχύρωμα, ἔμελλεν δ’ ὁ σωτὴρ ἐπ’ εὐεργεσίᾳ τοῦ γένους παραγεγονὼς σκυλεύειν αὐτοῦ τὰ βασίλεια, οἱονεὶ δορυφόροι τινὲς καὶ πρόδρομοι τοῦ μεγάλου βασιλέως ἀναμάρτητοί τε καὶ τοῖς μαρτυρικοῖς αἵμασι περιρρεόμενοι καταλαβεῖν τοὺς ἐν τῷ ᾅδῃ κατεχομένους διοικονομοῦνται καὶ προαποστέλλονται, ἅμα τε τὴν δεσποτικὴν παρουσίαν καὶ κοινὴν ἀπολύτρωσιν διὰ τῆς αὐτῶν ἐπιστασίας εὐαγγελιζόμενοι καὶ δεικνύντες τὰς σφαγὰς ἃς διὰ τὸν κοινὸν ἐλευθερωτὴν ὑπέσχον καὶ δι’ αὐτῶν πιστούμενοι παραγενέσθαι τὸν ὑπὸ προφητῶν ἀνακηρυττόμενον σωτῆρα τοῦ γένους, καὶ δὴ καὶ τὸν ᾅδην, ὁρῶντα τοσαύτην φάλαγγα μαρτύρων ἀνευθύνων ἁμαρτίαις ἐπιστᾶσαν, ἐκδειματῶσαί τε καὶ τὴν ὅσον οὔπω μέλλουσαν αὐτῷ παντελῆ καθαίρεσιν διὰ τῶν προοιμίων ἐπιδεῖξαι· ἀναμαρτήτων γάρ, καὶ τότε τοσούτων, σφαγὴ καταβάλλει παντελῶς καὶ ἀφαιρεῖται τὸ τοῦ θανάτου δικαίωμα.

Πρὸς δέ γε τοῖς εἰρημένοις καὶ τὸ σύνηθες τῆς τοῦ θεοῦ σοφίας ἐνταῦθα μάλιστα παρρησιάζεται. ποῖον τοῦτο; εἴωθεν ὡς ἐπὶ πᾶν ἡ ἀπερινόητος καὶ ἀνέκφραστος τοῦ θεοῦ σοφία ἐκ τῶν ἀνιαρῶν προάγειν ἃ χαρᾶς ἐστι καὶ εὐφροσύνης παρεκτικὰ καὶ ἐκ τῶν ἐναντίων πηγάζειν τὰ ἀντικείμενα. αὐτίκα ἐκ τῆς βασκανίας τῶν ἀδελφῶν τοῦ Ἰωσὴφ τὸν φθονηθέντα τῆς Αἰγύπτου κατέστησε κύριον. εἰ μὴ γὰρ φθονερὸν αὐτῷ ἐπέβαλον ὄμμα οἱ τῶν ὠδίνων κοινωνοί, οὐκ ἂν ἐπράθη· οὐκ ἄν, μὴ πραθεὶς καὶ δουλεύων καὶ τὴν τῆς σωφροσύνης οὐκ αἰσχύνων ἐλευθερίαν, δεσμωτήριον ᾤκησεν· εἰ μὴ δέσμιος ἐγεγόνει, οὐκ ἂν τοὺς ὀνείρους δεδεμένος διέλυεν, οὐκ ἂν ἐκεῖθεν ἐγνωρίζετο βασιλεῖ, οὐδὲ τὴν μετ’ αὐτὸν ἀρχὴν τῆς Αἰγύπτου ἐγκεχείριστο. ὁρᾷς ἡλίκον ἐκ φθόνου καὶ μισαδελφίας ἔφυ ἀγαθὸν καὶ ὅσαις ὁ θεὸς τὸν Ἰωσὴφ δόξαις κατεστέψατο;

Ἄλλος ὕστερον Φαραὼ κατὰ τῆς Ἰσραηλίτιδος φυλῆς ἐξεμάνη καὶ τοῖς τῶν βρεφῶν ἄρρεσι τὸν ποταμὸν ὁ παράνομος ἐπενόησε δήμιον· ἀλλ’ ἐκ τῆς ἐκείνου μιαιφονίας ὁ Μωσῆς ἀντὶ τῆς ἰδίας ἑστίας, μιᾶς τῶν πολλῶν οὔσης καὶ οὐδὲν τῆς τῶν ὁμοφύλων διαφερούσης, ἐν τοῖς τῶν Αἰγυπτίων ἀνακτόροις ἀνετρέφετο, αὐτόθεν τῆς θείας προνοίας ἐπιδηλούσης ὡς ὁ ἐπιβουλευόμενος αὐτὸς ἐγκρατὴς τῆς τῶν ἐπιβουλευόντων δυναστείας ἔσται. ἐκεῖθεν γὰρ δίκην φόνου λαβὼν ὑπὲρ ὧν ἠδίκει τὸν ὁμόφυλον ὁ Αἰγύπτιος, καὶ κατάφωρος γεγονώς, φεύγει τε ἐκεῖθεν καὶ πάλιν ὀχυρωθεὶς σημείοις τε καὶ τέρασι παραδόξοις ἐφίσταται καὶ μαστίζει τὴν Αἴγυπτον· καὶ τέλος τοὺς μὲν ὁμοφύλους τῆς χαλεπῆς δουλείας ἀπαλλάττει, τοὺς δὲ καταδουλωσαμένους πανστρατιᾷ θαλάσσης ἀντὶ τῆς ποταμίου μιαιφονίας ἐναποπνίγει ῥεύμασιν. ὥστε ἐξ ὧν ὁ Φαραὼ τὰ τῶν Ἑβραίων βρέφη ποταμίῳ θανάτῳ κατεδικάσατο, ἐκ τούτων τε τὸ γένος ἅπαν ἀνεσώθη τῆς αἰχμαλωσίας καὶ τὸ φρύαγμα τῶν Αἰγυπτίων αὐτῇ στρατιᾷ καὶ ἅρμασι καὶ τριστάταις ὑποβρύχιοι γεγόνασι. καὶ πολλὰ τοιαῦτα ἐκ τῶν ἱερῶν λειμώνων τῆς ἐκκλησίας ἀνθολογησάμενος ἄν τις ἐπιδείξειεν.

Οὕτω δὴ οὕτω καὶ διὰ τῆς ἀλάστορος καὶ παλαμναίας τῶν νηπίων σφαγῆς οἱ μαρτυρικοί τε καὶ ἀκήρατοι τοῖς μακαρίοις ἐξήνθησάν τε καὶ διεπλάκησαν στέφανοι καὶ τὸ σὺν παρρησίᾳ παρίστασθαί τε τῷ θεῷ καὶ τὴν ἄληκτον ἐκείνην ἐν ἀδιηγήτῳ χαρᾷ καὶ εὐφροσύνῃ σὺν τοῖς ἀσωμάτοις τάγμασι συνεξελίσσειν χορείαν καὶ τοῦ μακαριωτάτου καὶ ἀκροτάτου τῶν ὀρεκτῶν ἀπολαύειν θεάματος· ὧν πόσαι σφαγαί, ποῖαι δὲ τιμωριῶν δριμύτητες ἀντάξια λογισθήσεται; ὥστε οὐ μόνον οὐκ ἦν ἄμεινον οὐδαμόθεν ἐπισχεῖν τὸν ἔκθεσμόν τε καὶ ἄωρον τῶν βρεφῶν θάνατον, ἀλλὰ καὶ πολλῷ κρεῖσσον ἐναφεῖναί τε καὶ ἐνδοῦναι προελθεῖν, τοσούτων αὐτοῖς ἐκεῖθεν αἰωνίων τε καὶ ἀδιηγήτων ἀναβλαστησάντων ἀγαθῶν.

Ἀλλὰ ταῦτα μὲν ἔστω σοι τῆς ἱερᾶς φιλομαθίας ὥσπερ τις ἱερὰ ἀφοσίωσις· εἰ δέ τις τῶν ἀπορρήτων τοῦ Παύλου ῥημάτων μύστης γεγονὼς μυσταγωγεῖν ἡμᾶς ἐθελήσειεν τελεώτερον, ἡδέως ἂν καὶ χάριν ἀνομολογοῦντες ὀφείλειν τῷ ἀνδρὶ διὰ βίου κοινῇ μαθητεύσαιμεν.

Πῶς λέγοντες θεὸν μὲν ἕνα, τρεῖς δὲ ὑποστάσεις, καὶ τὸν πατέρα λέγομεν θεὸν καὶ τὸν υἱὸν καθ’ ἑαυτὸν θεὸν καὶ τὸ πνεῦμα ὡσαύτως, θεότητα δὲ λέγοντες μίαν καὶ τρεῖς ὑποστάσεις οὐκέτι δυνάμεθα λέγειν οὔτε τὸν πατέρα θεότητα οὔτε τὸν υἱὸν οὔτε τὸ πνεῦμα, ἀλλ’ οὐδ’ ἅμα τὰ τρία; Τὸ μὲν οὖν ἅμα μὴ λέγειν τὰς θεαρχικὰς ὑποστάσεις θεότητα, καίτοι λεγομένας ἐν μιᾷ θεωρεῖσθαι θεότητι, εἰ βούλει δὲ καὶ γνωρίζεσθαι καὶ περιέχεσθαι, τοῦτο δέξοιτ’ ἂν αἰτίαν οὐκ ἄλογον, τὸ μηδ’ ἑκάστην καθ’ ἑαυτὴν τῶν μακαρίων ἐκείνων καὶ δημιουργικῶν ὑποστάσεων δύνασθαι λέγειν ἡμᾶς θεότητα· διὰ τί δὲ θεὸν μὲν ἕκαστον τῶν ὑπερφυῶν ὑποστάσεων λέγομεν, οὐκέτι δὲ καὶ θεότητα, ὧδ’ ἂν ἴσως θεωροίης.

Μᾶλλον δὲ πρὸ τούτου ζητητέον (ἐκεῖθεν γὰρ καὶ τοῦ παρόντος ζητήματος ἡ βλάστησις τὰς ἀφορμὰς ὑπεβάλλετο), πότερον ὁ θεὸς καὶ ἡ θεότης ταὐτὸν ἢ ἕτερον; εἰ μὲν γὰρ ἕτερον, τί τοῦτο; καὶ τί παρὰ τὸν θεόν; εἰ δὲ ταὐτόν, πῶς ἑκάστης τῶν ζωαρχικῶν ὑποστάσεων θεὸς λεγομένης οὐ λέγεται καὶ θεότης; οἱ μὲν οὖν τὸ σχῆμα τῆς λέξεως αἰτιασάμενοι, ὡς ἡ μὲν ἀρρενικοῦ τύπου, τὸ δὲ πρὸς τὸ θῆλυ τῆς φωνῆς σχηματίζεται, καὶ διὰ τοῦτο μὴ ὁμοίως ἑκάτερον ἐπὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος λέγεται, αὐτόθεν τὸν ἔλεγχον δέχονται· κατ’ οὐδέτερον γὰρ σχηματισμὸν τὸ πνεῦμα τῇ γλώττῃ προφερόμενον οὐδὲν ἧττον πατρὸς καὶ υἱοῦ θεὸς λέγεται, καὶ τῶν ὀνομάτων τὸ ἑτερογενὲς οὐδὲν ἐκώλυσεν τὴν αὐτὴν προσηγορίαν ἐπάγεσθαι ἣν καὶ ἃ τὸ αὐτὸ γένος τῆς φωνῆς περιεπτύσσετο. καὶ τούτου σαφέστερον ἔτι· γένους ἑτέρου τυγχάνουσα κατὰ φωνὴν ἡ οὐσία ἐπὶ πατρὸς καὶ υἱοῦ καὶ πνεύματος ὁμοτίμως κατηγορεῖται, οὐσίαν τε γὰρ αὐτὰ λέγομεν καὶ μιᾶς οὐσίας. οὐδὲ τὸν ἄνθρωπον δὲ ζῷον ἢ οὐσίαν καλεῖσθαι τὸ ἑτερογενὲς τῆς φωνῆς ἀπεκώλυσεν.

Τί οὖν δεῖ λέγειν; ἢ ὅτι ὥσπερ ὁ ἄνθρωπος καὶ ἡ ἀνθρωπότης, οὐκ ἄλλον καὶ ἄλλον παραδεχόμενα λόγον, ὅμως τὸ μὲν λέγεται κατὰ τοῦ Σωκράτους ἀκωλύτως, τὸ δὲ οὐκέτι, οὕτω καὶ ἡ θεὸς φωνὴ καὶ ἡ θεότης, οὐκ εἰς ἕτερον καὶ ἕτερον ἀναπτυσσόμενα νόημα, οὐχ ὁμοίως δύνανται κατὰ τῶν θεαρχικῶν ὑποστάσεων λέγεσθαι. ἀλλ’ εἴπειεν ἄν τις ἴσως τῶν χαριεστέρων ὡς αὔξησίς ἐστιν, οὐ λύσις τοῦ ἀπορήματος τοῦτο, καὶ τὴν τοῦ ἀπ’ ἀρχῆς αἰτεῖσθαι ὑποψίαν οὐκ ἐκφεύγει. τοὺς δὲ μάθοις ἂν ἐντεῦθεν ὡς διαπέφευγε τὸ ἀκριβές. ἡ γὰρ ἀπὸ τοῦ ὁμοίου πρὸς τὸ προκείμενον ἐπὶ ζήτησιν μετάβασις οὔτε κρατύνει μᾶλλον τὸ ἄπορον, ἀλλ’ οὐδ’ ἐπισύρεται τὴν αἰτίαν τὴν τοῦ ἀπ’ ἀρχῆς αἰτεῖσθαι.

ἐκεῖθεν δὲ μᾶλλον διελέγχοιντ’ ἂν οὐκ ὀρθὴν ὑπελθόντες τὴν κρίσιν· τὸ γὰρ ὁρᾶν ἐν φυσιολογίᾳ τοιαύτην ὀνομάτων θέσιν, ἐν οἷς καὶ τὸ ταὐτὸν οὐ λυμαίνεται καὶ πρὸς τὸ κατηγορεῖσθαι τὴν χρείαν οὐχ ὁμοίαν παρέχεται, πῶς οὐκ ἔστι σαφής τε καὶ ἀναντίρρητος παράστασις τοῦ μηδὲν ἄπορον νομίζειν μηδὲ παράλογον ἐν τῇ πολλῷ τῆς ὕλης ὑπερκειμένῃ θεολογίᾳ καὶ πολλῇ πανταχόθεν τὸν ἀνθρώπινον νοῦν ἐν τοῖς βαθυτέροις τῶν ζητημάτων ἀπορίᾳ περιτειχιζούσῃ, ἐφ’ ὧν οὐδὲν οὐδὲ τῶν ἄλλων ὀνομάτων οὐδενὶ ῥᾷόν ἐστι δηλῶσαι τοῦ ζητουμένου τὴν ἀκρίβειαν, ἐπὶ τούτων ἁμῶς γέ πως τοιαύτην φωνῶν ἀνευρίσκειν χρῆσιν αἳ κἀν τοῖς ἐνύλοις ὁρῶνται παλαιᾷ καὶ συνήθει κρίσει ἐναρμόττουσαι, καὶ τῆς μὲν ταὐτότητος οὐκ ἐξιστάμεναι, ἐν δὲ τῷ κατηγορεῖσθαι διιστάμεναι; ποῦ τοίνυν ἐνταῦθα ἡ τῆς ἀπορίας ἐπίτασις, ἡ τῆς ἄλλης αἰτίας ὑπόληψις;

Τινὰς δὲ λύειν νομίσαντας οἶδα ἐκ τοῦ τὸν ἄνθρωπον παραλαβεῖν καὶ τὴν φύσιν καὶ τὸ εἶδος, ἃ δοκεῖ μέν πως ἀλλήλοις εἰς ταὐτὸν συνιέναι, ἐν δὲ τῇ τοῦ Σωκράτους κατηγορίᾳ τὴν διάστασιν ἀντὶ τῆς ὁμολογίας ἐξοικειοῦνται· ἄνθρωπος μὲν γὰρ ὁ Σωκράτης, οὔτε δὲ εἶδος οὔτε φύσις, εἰ βούλει δέ, οὐδ’ ἡ συνταττομένη τούτοις μορφὴ δύναιτ’ ἂν λέγεσθαι. λανθάνει δὲ τούτους ὡς ἔοικεν ἡ τῶν ὀνομάτων διάκρισις, καὶ ὅτι ὅσα μέν ἐστι φυσικῶν πραγμάτων ὀνόματα, ταῦτα περιφανῶς τε καὶ καθαρῶς κατὰ τῶν ὑποκειμένων φέρεται· ὅσα δὲ διαλεκτικῆς προῆλθον ἐπινοίας καὶ διαλεκτικόν τινα περιέχουσι νοῦν, ταῦτα κατὰ τῶν ὑποκειμένων τῆς φύσεως ἔργων ἰσχὺν οὐκ ἔχει διαβιβάζεσθαι. ὁ δὲ ἄνθρωπος καὶ ἡ ἀνθρωπότης, καὶ δὴ καὶ ἡ θεότης καὶ ὁ θεός, οὐ λογικῶν ἐστι τεχνασμάτων προβλήματα, ὑποκειμένων δὲ πραγμάτων ὀνόματα.

Πλὴν κἀκ τούτων ἐστὶν ἴχνη τινὰ λαβεῖν πρὸς τὴν τῆς ἀπορίας λύσιν ἀνάγοντα· καὶ γὰρ ἀλλήλοις ταῦτα συνιόντα, τά τε τῶν πραγμάτων ὀνόματα καὶ ἅπερ τῆς λογικῆς ἐντρεχείας τυγχάνει προσρήματα, οὐκ ὀλίγην ἐν τῇ διαστολῇ τὴν πρὸς ἄλληλα κοινωνίαν ἀσπάζεται. περιέχουσι γὰρ τὰ καθ’ ἕκαστα καὶ ταῦτα καὶ ὑπερίδρυται τούτων καὶ πρὸς ἐκεῖνα λέγεται, εἰ καὶ μὴ κατὰ τὸν ὅμοιον τρόπον· φαμὲν γὰρ ‘Σωκράτους φύσις’ καὶ ‘εἶδος’ καὶ ‘μορφή’, εἰ καὶ μὴ τῶν ἐν τῇ προτάσει μερῶν, ὥσπερ ἐν ταῖς φυσικαῖς ὁρᾶται φωναῖς, ἑκάτερον ὁμολόγως κατὰ τὴν ὀνομαστικὴν προάγεται κλῆσιν. ἔτι δέ φαμεν τόν τε ἄνθρωπον καὶ τὸ ζῷον λογικὸν θνητὸν ταὐτόν, ναὶ μὴν καὶ τὸ γελαστικὸν ἑκατέρῳ· οὐ μὴν ὅσα περὶ ἑνὸς τούτων λέγεται καὶ περὶ τῶν λοιπῶν δυνατόν ἐστιν εἰπεῖν. τὸ μὲν γὰρ ἴδιον ἀνθρώπου, τὸ δὲ ὅρος, οὐδέτερον δὲ τούτων ὁ ἄνθρωπος ῥηθείη ἂν ἀνθρώπου, καίτοι κατὰ τὸ μάλιστα ταὐτὸν τὴν ταὐτότητα διεκληρώσαντο ταῦτα. πλὴν τὸν εἰρημένον περὶ τοῦ ἀνθρώπου καὶ τῆς φύσεως καὶ τοῦ εἴδους λόγον κἀνταῦθα λαβεῖν ἐστι τὴν τούτων κρίσιν ἀναδεχόμενον· καὶ γὰρ ἀφαιρουμένων τῶν λογικῶν φωνῶν ταὐτόν ἐστιν ἕκαστον ἀλλήλοις τῶν τριῶν. ἀλλ’ ἐπὶ μὲν τῶν εἰρημένων αἰτιάσαιτ’ ἄν τις τὸ ἑτερογενὲς τῶν φωνῶν, μεταρρυθμίζων εἰς τὸ εὔπορον τὴν ἀπορίαν, ἐπὶ δὲ τοῦ ῥηθησομένου τί ποτ’ ἂν ἐρεῖ;

ὁ μὲν γὰρ ἄνθρωπός ἐστιν οὐσία καὶ ζῷον, ταὐτὸν δὲ ὂν τῷ ἀνθρώπῳ τὸ γελαστικόν, ὅπερ ἐστὶ φυσικοῦ πράγματος φωνή, οὔτε οὐσία οὔτε ζῷον ἂν ῥηθείη, ἐπεὶ πολλαὶ ἂν εἴησαν ὁ ἄνθρωπος οὐσίαι καὶ ζῷα· ὥστε οὐκ ἐξ ἀνάγκης ἕπεται θατέρῳ τῶν συναπτομένων τῇ ταὐτότητι ὅσα καὶ τῷ ἑτέρῳ παρέπεται.

Ἢ ὁ λόγος οὗτος διορισμοῦ δεῖται· εἰ μὲν γὰρ γελαστικὸν λέγων τις τὴν τοῦ ἰδίου ἔννοιαν ἐκδέχεται, οὐκ ἂν οὔτε ζῷον οὔτε οὐσία τοῦτο εἴη· εἰ δ’ αὐτὸ τὸ ὑποκείμενον καθ’ οὗ φέρεται τὸ γελαστικὸν ἐννοεῖ, καὶ οὐσία καὶ ζῷόν ἐστιν. καὶ οὐδὲ πολλὰ ζῷα οὔτε οὐσίαι ὁ ἄνθρωπος· τὸ γὰρ πρῶτον ὑποκείμενον διὰ τῶν φωνῶν τούτων παραδηλοῦσιν, οὐχ ἕτερά τινα, ἃ μὴ ἀπ’ ἀρχῆς ὑπῆρχεν ἐκείνῳ, προσεπισυνάγουσιν. καὶ μᾶλλον ἂν ἐπεῖχεν χώραν μήτε λογικὸν ζῷον λέγειν μήτε σῶμα, ἀλλὰ μηδὲ οὐσίαν ὑπάρχειν τὸν ἄνθρωπον, ἵνα μὴ τοιοῦτον πλῆθος ληρημάτων τὸν Σωκράτην καταλήψεται. πλὴν εἰ καὶ καθ’ ἕτερον μέρος τῆς διαιρέσεως ὁρᾶται, μὴ τῷ ἑτέρῳ συνεπόμενα ἃ συνόντα τῷ ἑτέρῳ ἐγνωρίζετο, οὐδὲν ἧττον ὁ λόγος εὗρεν τὸ σπουδαζόμενον· οὐδὲ γὰρ εἰ μὴ πάντα ὅσα ταῦτα προὔκειτο δεῖξαι τὴν διαφορὰν ἐξοικειούμενα, ἀλλ’ ἤρκει τῷ λόγῳ παραστῆσαι εἴ τινα τῶν ἐν τοῖς τοιούτοις λεγομένων ἐν τῇ πρὸς ἄλληλα κοινωνίᾳ καὶ τὴν ἑτερότητα συνδιασῴζουσιν.

Ἴσως δ’ ἄν τις ἐρεῖ ὡς οὐδὲν τῶν παραδειγμάτων εἰς ὁμοιότητα τοῖς ἀπ’ ἀρχῆς ἠπορημένοις συνέρχεται· οὔτε γὰρ ἴδιον θατέρου θάτερον οὔτε ὁρισμός, ἀλλ’ ὡς ἂν εἴποι τις ὀνόματα δύο περὶ ἓν ὑποκείμενον ἀναστρεφόμενα, ὡς λώπιον καὶ ἱμάτιον· πῶς οὖν, φασίν, ὅσοις προνομίοις τὸ ἕτερον, τοῖς αὐτοῖς οὐχὶ καὶ θάτερον ἐπιγινώσκεται; οἶδα μὲν οὖν ἐν ταῖς συγγυμνασίαις λόγον εἰρημένον τοιοῦτον, ὡς τὸ μὲν ἄνθρωπος καὶ ἡ ἀνθρωπότης τὸ αὐτὸ μὲν ὑποκείμενον δηλοῦσιν, οὐχ ὡσαύτως δὲ παραλαμβάνονται· καὶ σὺ δ’ ἂν ἴσως ἀναμνησθείης. ἡνίκα μὲν γὰρ ἄνθρωπόν φαμεν, τὴν ἐγκατατεταγμένην τῇ ὑποστάσει φύσιν λογιζόμεθα, ἡνίκα δ’ ἀνθρωπότητα, τὴν αὐτὴν μὲν ἀνθρώπου φύσιν, οὐ τὴν ἐγκατατεταγμένην δέ, ἀλλ’ ἣν ὁ νοῦς ἐξαιρῶν τῆς ὕλης καθ’ ἑαυτὴν πολυπραγμονεῖ, ὥστε ταὐτά ἐστιν ὁ ἄνθρωπος καὶ ἡ ἀνθρωπότης καὶ τρόπον ἕτερον παραλλάττοντα. διὸ οὐκ ἀναγκαῖον, ὅσοις ἐνθεωρεῖται τὸ ἕτερον, τοῖς αὐτοῖς ὁρᾶσθαι καὶ θάτερον· οἷς γὰρ ἀλλήλων παρήλλακται, παρηλλαγμένην πάντως καὶ τὴν χρείαν παράσχοιτο ἄν.

διὸ καὶ ἄνθρωπον μὲν εὐλόγως φαμὲν τὸν Σωκράτην, ἀνθρωπότητα δὲ οὐκέτι, ἐν γὰρ τῷ παραλλάττοντι τὸ τῆς κατηγορίας· ἔχειν μέντοι τὴν ἀνθρωπότητα τὸν Σωκράτην ἐροῦμεν καὶ περιέχεσθαι τὸ καθ’ ἕκαστον ὑπ’ αὐτῆς, ὥσπερ ὑπὸ τοῦ ἀνθρώπου· ἐν τοῖς τοιούτοις γὰρ αὐτῶν ἐδόκει καὶ ἡ ταὐτότης· ὥστε εἰ καὶ μὴ τὸν αὐτὸν τρόπον, ἐφ’ ὧν ὁ ἄνθρωπος λέγεται, ἐπ’ αὐτῶν ἁρμόζειν δύναται καὶ ἡ ἀνθρωπότης, ἀλλὰ περιεκτικήν τε εἶναι τῶν ἀτόμων καθαρῶς ἄν τις τὴν ἀνθρωπότητα φαίη, καὶ ἔχειν ταύτην τὸν Σωκράτην, καὶ ἐνθεωρεῖσθαι αὐτὴν τοῖς ἀτόμοις. ὁ δὲ ἐπὶ τῆς φύσεως λόγος ἕτοιμός ἐστι καὶ ἐπὶ τῶν ὑπερφυῶν τὴν ἀμφισβήτησιν διαλύειν.

Ἀλλὰ τὰ μὲν προσεχῶς εἰρημένα σκιρτώντων ἴσως ἔτι κατὰ τὰς διαλεκτικὰς παλαίστρας, οὔπω δὲ τῶν εἰς τὸ βραβεῖον ἀφιγμένων ὃ χαρίζεται τῆς ἀληθείας ἡ κατάληψις νομιστέον. πῶς γὰρ ἡ ἀνθρωπότης καὶ ἐξῄρηται τῶν ἀτόμων καὶ ὑπ’ αὐτῶν ἔχεται; πῶς δὲ περιέχει ταῦτα, μηδ’ ὅλως αὐτῶν κατηγορουμένη; τὸ γὰρ ἔχειν καὶ τὸ εἶναι, κἂν γραμμάτων ἐναλλαγῇ βραχείᾳ διίσταται, μεγάλην πραγμάτων ἀπαγγέλλει ἑτερότητα. τὴν δ’ ἀπὸ τῆς ταὐτότητος καταδρομὴν εὐχερέστερον ἀναστέλλειν ἂν εἴη, οὐχ ὡς ἀνάγκη τις εἴπερ καὶ δοίη ταὐτὸν εἶναι τῷ ἀνθρώπῳ τὴν ἀνθρωπότητα, κατηγορουμένου τοῦ ἑτέρου καὶ τὸ ἕτερον κατηγορεῖσθαι. ταὐτὸν γὰρ ὁ Σωκράτης τῷ ἀνθρώπῳ, εἴπερ οὐχ ἕτερον ἑτέρου κατηγορεῖται· ἀλλὰ γὰρ τοῦ Σωκράτους μὲν κατηγορεῖται δῆλον ὁ ἄνθρωπος, οὐκέτι δὲ ὁ Σωκράτης ἀνταποδίδωσι τῷ ἀνθρώπῳ τὴν κατηγορίαν. λέγεται μὲν γὰρ ὁ Σωκράτης ἄνθρωπος, οὐκέτι δὲ ὁ ἄνθρωπος Σωκράτης· ὥστε οὐκ ἄπορον ἐπ’ ἐνίων ὀνομάτων λέγειν συμπροϊέναι τὴν ἑτερότητα τῇ ταὐτότητι.

Ἀλλ’ ἔτι καὶ τὸ ῥηθέν, παραδειγματικὴν πιθανότητα φέρον, οὐ τὴν αὐτὴν ἰσχὺν προβάλλεται τοῖς ἐξ ἀρχῆς ἠπορημένοις παρασχεῖν τὴν λύσιν. καὶ γὰρ ἐνταῦθα τὸ μὲν κοινόν, τὸ δὲ τῶν καθ’ ἕκαστον, ἐν ἐκείνοις δὲ παραπλησίως ἑκάτερον ἀπολαύει τῆς κοινότητος. τίς οὖν ἣ πανταχόθεν καὶ πάσης λαβῆς ἀνακεχώρηκε λύσις; καὶ γὰρ ὅτι μὲν οὐ πάντα τὰ εἰς ταὐτὸν συνιόντα κατὰ πάντα κοινωνεῖν ἀλλήλοις ἀπαιτεῖται, δέδεικται τρόπον τινά, καὶ ὅτι ἡ ἀπὸ τῆς ἄνθρωπος καὶ τῆς ἀνθρωπότητος φωνῆς προτεινομένη χρῆσις τὴν ἐν τῇ θεολογίᾳ διαλύει ἔριν· τάχα δ’ ἂν ἐπὶ μέρους ἔτι μένει τὸ ζήτημα καὶ τὸν ἔρωτα τῶν φιλοσοφεῖν αἱρουμένων ἀναφλέγει, ὅτι μὴ καὶ τὸ λεῖπον συνορᾶν χειραγωγίαν εὕροι.

Τί οὖν ἐστι φάναι; τί δαὶ σοφώτερον ἕτερον πρὸς τὴν ἐξ ἀρχῆς ἀπορίαν ἢ διότι ἡ μὲν θεὸς φωνὴ τήν τε φύσιν εἴωθε δηλοῦν καὶ τῶν ἀτόμων ἕκαστον οὐδὲν ἔλαττον πέφυκε σημαίνειν, ἡ δὲ θεότης σημαντικόν τέ ἐστιν καὶ δηλωτικὸν αὐτῆς γε μόνης τῆς φύσεως; διὸ περιεκτικὸν μὲν ἡ θεότης, ὥσπερ καὶ ἡ φύσις, εἰκότως ἂν ῥηθείη τῶν ὑποστάσεων, οὐδὲν δὲ θεότης τῶν ὑπ’ αὐτῆς περιεχομένων (καὶ γὰρ οὐδὲ φύσις) δύναται λέγεσθαι· ἡ δὲ θεὸς φωνή, ὥσπερ περιληπτικόν, οὕτω δὴ καὶ δηλωτικὸν τῶν ὑπερφυῶν ὑποστάσεων· διὸ καὶ ἀκολούθως ὁ λόγος ἕκαστον τῶν τριῶν θεὸν ὀνομάζειν συνεπίσταται. εἰ δέ τις αἰτίαν νεανιευόμενος ἐπιζητεῖ, τί δήποτε ἡ μὲν ἀνθρωπότης τὴν φύσιν, ὁ δὲ ἄνθρωπος καὶ τὴν φύσιν καὶ τὰ καθ’ ἕκαστα πέφυκε δηλοῦν, λέληθεν ἑαυτὸν ἐν τῷ νομίζειν σοφίας ὑπόληψιν θηρᾶν εἰς ἀμαθίαν ἐκφέρεσθαι, ἀρχὰς ἐπιζητῶν τῶν ἀρχῶν καὶ τῶν ἀναιτίων ἀπαιτεῖν αἰτίας ὑποσυρόμενος. ἀλλὰ ταῦτα μὲν ὁ κεφαλαιώδης τοῦ λόγου τύπος.

Εἰ τοῦ αὐτοῦ αἰτίου πρόεισιν ὁ υἱὸς καὶ τὸ πνεῦμα, πῶς οὐχὶ τὴν τῶν ἀδελφῶν ἀναδέξονται κλῆσιν καὶ τὴν τοῦ υἱοῦ προσηγορίαν οὐχ ὑπέλθοι τὸ πνεῦμα; Ἡ μὲν πρόοδος, ὦ βέλτιστε, ἅμα τε καὶ ἀδιαστάτως ἐκ τοῦ πατρὸς τῷ τε υἱῷ καὶ τῷ πνεύματι θεολογεῖται, οὐδεὶς δ’ ἀναγκάσει λόγος εἰς τὴν τοῦ υἱοῦ μεταπεσεῖν <τὸ πνεῦμα> προσηγορίαν ἢ τὴν ἀδελφικὴν ἀναδέξασθαι σχέσιν, ὅτι μηδὲ τὸ ἀνάπαλίν ἐστιν ἐννοεῖν ἢ λέγειν ὡς ὁ υἱὸς εἰς τὸ ἐκπορευτὸν μετέστη πνεῦμα ἢ τὴν ἐκείνου σχέσιν ἐξιδιώσατο. ἀλλὰ ταῦτα μὲν ἕκαστος τῶν νοῦν ἔχειν ἠξιωμένων Χριστοῦ καὶ φρονεῖν καὶ διδάσκειν ἄλλους ἕτοιμον παρέχεται τὴν χάριν· οὐ γάρ, διότι ἐκ τοῦ αὐτοῦ θεολογοῦνται προϊέναι, ἢ εἰς υἱότητα τὸ πνεῦμα συνδυασθήσεται τῆς ἰδίας ἐξιστάμενον ἰδιότητος, ἢ ὁ υἱὸς τῆς χαρακτηριζούσης αὐτὸν ἀποστὰς γεννήσεως εἰς τὸ τοῦ πνεύματος ἰδίωμα συγχυθήσεται. ἐκ τοῦ αὐτοῦ μὲν γὰρ ἄμφω, ἀλλ’ οὐχ ὡσαύτως οὐδὲ κατὰ τὴν ἰδιότητα τὴν αὐτὴν ἡ ἑκατέρου πρόοδος· καὶ γὰρ ὁ μὲν υἱὸς τοῦ πατρὸς προῆλθε διὰ γεννήσεως, τὸ πνεῦμα δὲ δι’ ἐκπορεύσεως.

ὥσπερ οὖν αἱ σχέσεις καθ’ ἃς ἡ πρόοδος ἑκατέρου διαφέρουσιν (οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὔτε ἡ γέννησις τὸ τῆς κυρίως ἐκπορεύσεως οἰκειουμένη ἰδίωμα, ἀλλ’ οὐδὲ ἡ ἐκπόρευσις τὸν τῆς γεννήσεως χαρακτῆρα ἐναρμόζεται), οὕτω δὴ οὕτω καὶ ἃ κατὰ τὰς διαφόρους σχέσεις ἱερολογεῖται τοῦ πατρὸς προέρχεσθαι διάφορον ἔχουσι καὶ τὴν κλῆσιν καὶ τὴν ἐν ταῖς ὑποστάσεσιν ἰδιότητα, ἃς αὐτοῖς τὸ τῶν σχέσεων ἀφώρισεν ἰδιότροπον.

Ἀλλ’ ἡ μὲν πραγματικὴ τοῦ δοκοῦντος ἀπορήματος λύσις οὕτως ἂν εἰς τὸ ἀναμφίβολον προαχθείη· εἰ δὲ καὶ παραδειγματικὴν ἐθέλοις πίστιν ἐκ τῶν ἐνύλων περὶ τῶν ἀύλων λαβεῖν, τὸ καυστικὸν καὶ τὸ φωτιστικὸν οὐδείς ἐστιν ὃς ἀγνοεῖ {μὴ} ἐκ τοῦ αὐτοῦ αἰτίου λαμβάνειν τὴν πρόοδον (πυρὸς γὰρ ἄμφω ἔργα τε καὶ προβλήματα), ἀλλ’ οὔτε τὸ καυστικὸν συνεργεῖν τῇ ὄψει, τὸν ἀέρα διαυγάζον πρὸς τὴν ἀντίληψιν τῶν ὁρατῶν, τοῖς γε σωφρονοῦσιν ἔνεστιν εἰπεῖν (ἴδιον γὰρ τοῦτο τοῦ φωτίζοντος), οὐ μὴν οὐδὲ τὸ φθαρτικὸν τῆς ὑποκειμένης ὕλης οὐδεὶς ἂν ἀποδοῦναι, καθό γε φωτίζει, παρενεχθείη τῷ φωτί· οὐδὲ μεταδώσει θατέρῳ τὸ ἕτερον τοῦ ὀνόματος, δι’ οὗ τὴν γνῶσιν παρέχεται τῆς ὑπάρξεως. οὕτω γοῦν ἐκ τοῦ αὐτοῦ αἰτίου κατά γε τὸ πλεῖστον ἅμα μὲν καὶ ὁμοτίμως προερχόμενα, οὐ κατὰ τὸν αὐτὸν δὲ τρόπον τὴν πρόοδον ἔχοντα, ἐν τῇ κοινωνίᾳ τῆς ὑπάρξεως καὶ τὸ διάφορον τῶν ἰδιωμάτων ἑκάτερον ἀσυγχύτως καὶ ἀμεταβλήτως συνδιασῴζει πρὸς ἑκάτερον.

Σὺ δέ μοι τοῖς παραδείγμασιν εἴ γε πλατύνεσθαι βούλει, καὶ τὸν Ἀδὰμ καὶ τὴν Εὔαν καὶ τὸν Ἄβελ ἐννόει. ἡ πρόοδος μὲν γὰρ ἧς τε γέγονεν ἀπαρχὴ τῆς διαπλάσεως ἡ πλευρὰ καὶ οὗ τῆς γενέσεως αἱ πηγαὶ τοῦ πρώτου πλάσματος αἱ γοναί, ἐκ τοῦ Ἀδάμ· ἀλλ’ οὔτε ἡ Εὔα εἰς τὸν τῆς υἱότητος λόγον περιενεχθήσεται οὔτε μὴν ὁ Ἄβελ τὸν υἱὸν ἀπαρνησάμενος εἰς ἑτέραν τινὰ σχέσιν παραδύσει καὶ συμμεταστήσεται. τὸ δὲ φωτίζειν τὸν ἥλιον καὶ φλογίζειν ἔστιν ἃ τῶν σωμάτων καὶ ὅτε, κοινόν ἐστι τῶν αἰσθανομένων ὁμολόγημα· ἀλλ’ οὔτε αἱ φλόγες εἰς ἑαυτὰς τὴν διαύγειαν ἀντὶ τοῦ φλέγειν ἠλλάξαντο μεταστήσασαι, οὐ μὴν οὐδὲ τὸ φωτίζον εἰς τὴν τοῦ φλογίζοντος κλῆσιν ἢ τὴν ὑπόστασιν ἀντὶ τοῦ φωτίζειν ὑπενεχθήσεται, ἀλλὰ τὸν ἀπ’ ἀρχῆς ἐντεθέντα παρὰ τοῦ δημιουργοῦ τῇ φύσει νόμον διευλαβούμενα ἐν τῷ ἀδιαιρέτῳ τῆς προόδου καὶ ἀπαραλλάκτῳ τῆς οὐσιώσεως ἀπαράβατόν τε καὶ ἀναλλοίωτον ἑκάτερον τούτων τὴν προσηγορίαν αὐτῶν καὶ τὴν ἰδιότητα τὸν αἰῶνα χρόνον ὁρῶνται διαφυλάττοντα.

Εἰ δ’ ἐκ τῶν οὐρανίων πάλιν ἐπὶ τὴν γῆν σοι κατιέναι φίλον, ὅρα τὸ αὐτὸ φυτόν, ὡς καρπόν τε καὶ ἄνθος καὶ φύλλα προβάλλεται (δεῖ γὰρ ἴσως πρὸς τοὺς παντελῶς ἑτεροπίστους παραδειγματικὰς ἀνθυποφορὰς οὐ μίαν, ἀλλὰ πλείους προκομίζειν, καὶ διελέγχειν αὐτῶν εἰς τὸ μάταιον διαλυόμενον τὸ περίεργον). ποῦ γὰρ τὰ φύλλα πρὸς τὴν ἰδιότητα τῶν καρπῶν συναγαγών τις ἐκβιάσαιτο; τίς δὲ τὸ ἄνθος, οὗπερ ἡ ἀποβολὴ κατὰ τὸ πλεῖστον τοῦ καρποῦ γνωρίζεται προβολή, καρπὸν ὀνομάσειεν; ἀλλ’ οὐδὲ τῶν ἄλλων οὐδέτερον ἄν τις, φύσιν εἰδὼς καὶ φύσεως ἔργα καὶ τὴν ἐν αὐτοῖς μετὰ τοῦ συμφυοῦς οὐκ ἀγνοῶν ἑτερότητα, εἴς τινα τῶν εἰρημένων μεταμορφώσειέν τε καὶ μεταστήσειεν ὑπόστασιν. οὕτω γοῦν κἀν τῇ παχύτητι τῶν σωματικῶν ἔργων τε καὶ προβλημάτων καὶ ἐκ τοῦ αὐτοῦ καθορῶνται προϊόντα καὶ τῆς οἰκείας ὑποστάσεως οὐ πρὸς ἄλληλα μεθιστάμενα, καὶ τῆς προταθείσης κατὰ τῆς εὐσεβείας ἐνστάσεως προφανῆ τὸν ἔλεγχον προβαλλόμενα καὶ τὸ σαθρὸν τῆς κακουργίας ἐξ αὐτῶν τῶν ὁρωμένων τε καὶ ἀνὰ χεῖρα στηλιτεύοντα· καὶ μυρία ἄλλα.

Ἡ δὲ ἀπὸ τῆς φύσεως ἐπὶ τὴν τέχνην μετάβασις (καὶ ὅρα μέχρι τίνος διασῴζεται τὸ ἀκόλουθον μὲν τῇ φύσει, ἀντικείμενον δὲ τῇ ἐξ ἀρχῆς προθέσει) πολλὰ μὲν καὶ ἄλλα σοι τῶν παραδειγμάτων χαριεῖται, καὶ τὸν κεραμέα δέ σοι δείξει ἐκ τοῦ αὐτοῦ πηλοῦ καὶ φυράματος ἀμίδας τε καὶ πίνακας ἱεραῖς ἐναρμοζομένους τελεταῖς διαπλάττοντα, ὧν οὐδ’ αὐτούς γε τοὺς ἀνιέρους ἀνερυθριάστως εὑρήσεις οἶμαι θάτερον τῶν κατασκευασμάτων εἰς τὴν τοῦ ἑτέρου χρείαν ἢ προσηγορίαν μετασκευάζοντας καὶ τὴν ἰδιότητα συγχεῖν ἑκατέρας τῶν ὑποστάσεων ἄνευ τινὸς δαιμονίας πληγῆς συνεπαγομένης τὸ ἀνίατον.

Εἰ βούλει δὲ πάλιν ἀναδραμεῖν ἐπὶ τὸν ἄνθρωπον, δριμύτερον αὐτοῖς ἐπαφήσεις τὸν ἔλεγχον· ἐξ αὐτοῦ γὰρ ὅ τε λόγος καὶ ἡ φωνή—εἰ βούλει δέ, τὸ πνεῦμα· οὐδὲν γάρ ἐστιν ἄλλο φωνὴ ἢ πλήκτρῳ τινὶ τῶν ἐπιτηδείων πνεῦμα κρουόμενον—ἀλλ’ οὖν ὁ λόγος καὶ ἡ φωνή, τοῦ ἀνθρωπίνου προχεόμενα στόματος καὶ μικροῦ γε διὰ τῶν αὐτῶν ὀργάνων διαμορφούμενά τε καὶ προαγόμενα—καὶ γὰρ τῶν ἄλλων ὄντων κοινῶν, ὁ μὲν τῷ ἄκρῳ τῆς γλώττης, τὸ δὲ τῇ γλωττίδι μᾶλλον ἀποτίκτεται· καὶ τὸ μεῖζον καὶ θαυμασιώτερον, ὡς οὐδ’ ἂν προέλθοι λόγος ἄνευ φωνῆς, ἀλλὰ καὶ ἐν αὐτῇ τῇ διαμορφώσει ὑπερείδει τε καὶ ὑπερανέχει τὴν τοῦ λόγου μορφὴν ἡ φωνή, συνυφιστῶσά τε καὶ συμπροάγουσα—ἀλλὰ γάρ, τοσαύτης οὔσης τῆς συναφείας καὶ συνανακράσεως, ὅμως ὅτι μήτε λόγος ἡ φωνή, οὐ μὴν οὐδ’ ὁ λόγος φωνή, τοῖς καὶ τὰ μέτρια συνορᾶν δυναμένοις οὐδεμία ποθὲν ἐνοχλήσει ἀμφισβήτησις. οἷς ἐρρωμένος σαυτόν τε τῆς νομιζομένης ἀπορίας ἀπολύων διανάστηθι καὶ τῶν κακουργεῖν ἐθελόντων ἐπιστομίζειν τὸ περίεργον.

Εἰ τὸ βάπτισμα Ἰωάννου ἄφεσιν ἁμαρτιῶν, ὡς ὁ ἱερὸς Λουκᾶς ἀναγράφει, παρεῖχεν, τίς ἡ πρὸς αὐτὸ τοῦ δεσποτικοῦ διαφορά; Ὁ μὲν θεόσοφος Λουκᾶς ὅτι μὲν τὴν τοιαύτην ἀναγράφει φωνὴν οἷς αὐτὸς συνέταξεν εὐαγγελικοῖς λογίοις, οὐκ ἄδηλον· ὅτι δὲ τῷ βαπτίσματι περιάπτει, οὗπερ ἱερουργὸς ἐχρημάτιζεν ὁ Ἰωάννης, τὴν ἄφεσιν, οὐκέτι ὁμοίως δῆλον. πλὴν ἀλλὰ τοῦτο μὲν ἑξῆς ἀκριβέστερον τεθεωρήσθω· ὁ δὲ θεῖος Ματθαῖος, φασίν, εἰ καὶ μὴ προστίθησι ῥήματι τὸ ‘εἰς ἄφεσιν ἁμαρτιῶν’, ἀλλ’ οὖν δι’ ὧν εἶπεν ‘ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν’ καὶ αὐτὸς δίδωσι συνεπινοεῖν ἀφέσεως ἁμαρτιῶν εἶναι τὸ Ἰωάννου βάπτισμα· ὧν γὰρ ἡ ἐξομολόγησις, εἴπερ μὴ μάτην τῶν πεπραγμένων ἡ κατάγνωσις καὶ ὁ θρίαμβος, τούτων κερδαίνομεν καὶ τὴν ἄφεσιν. ἀλλ’ οὕτω μὲν καὶ ὁ ἐκ τελωνῶν θεολόγος· ὁ δὲ μακάριος Μάρκος τοσοῦτον ἀπέχει διαφωνεῖν τῷ θεορήμονι Λουκᾷ ὡς καὶ πηγὴ ἂν οὐκ ἀπεικότως δόξει τῶν ἱερῶν αὐτοῦ ῥημάτων· λέγει γάρ, ‘ἐγένετο Ἰωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν’.

Οὕτως πολλαχόθεν ταῖς μαρτυρίαις ἡ πρόοδος δι’ ὧν ἡ πίστις παρρησιάζεται ἄφεσιν ἁμαρτιῶν τὸ Ἰωάννου βάπτισμα τοῖς βαπτιζομένοις καταπράττεσθαι· καὶ μάλιστά γε ὅτι μηδ’ αὐτὸς αὑτῷ τὴν πρᾶξιν ἐνεχείρισεν, ἀλλὰ τῷ θείῳ πειθαρχῶν νεύματι τῆς ἱερουργίας ταύτης ἐγίνετο. καὶ γὰρ ‘ῥῆμα θεοῦ ἐγένετο’ φησὶν ‘πρὸς αὐτὸν’ ὁ Λουκᾶς· ἀλλὰ καὶ αὐτὸς ὁ τῆς ἀληθείας κῆρυξ ‘ὁ ἀποστείλας με’ φησὶν ‘βαπτίζειν’. ἃ δὴ πάντα σαφῶς παρίστησι δῶρόν τε εἶναι θείας εὐμενείας τὸ τοῦ προδρόμου βάπτισμα, καὶ τῶν Ἰουδαϊκῶν περιρραντισμῶν τε καὶ θυσιῶν καὶ τελετῶν ὑψηλότερον, δι’ ὧν ἐκεῖνοι τῶν ἁμαρτημάτων ὡς ἐν τύποις ἠξιοῦντο τῆς καθάρσεως. εἰ δὲ κρεῖττον ἐκείνων τοῦτο, δῆλον ὡς καὶ ἄφεσιν τῶν ἁμαρτιῶν ἐχαρίζετο· ὃ γὰρ προσῆν τῷ ἐλάττονι, πῶς οὐχὶ πολλῷ μᾶλλον ἐνυπάρξει τῷ μείζονι;

Καὶ οὐ δήπου γε, διότι τῶν βαπτισμάτων ἑκάτερον, τό τε τοῦ Ἰωάννου καὶ τὸ δεσποτικόν, ἄφεσιν ἁμαρτιῶν ἐχαρίζετο, διὰ τοῦτο τὴν ἐν αὐτοῖς ἀγνοητέον διαφοράν. οὐδὲ γὰρ οὐδ’ αἱ νομικαὶ θυσίαι καὶ αἱ τελεταὶ καὶ τὰ βαπτίσματα, διότι τῶν ἁμαρτημάτων ἐχρημάτιζον κάθαρσις, διὰ τοῦτο καὶ τὸ Ἰωάννου μηδὲν αὐτῶν διαφέρειν ἀπαιτήσουσιν· ἀλλ’ ὥσπερ ὁ πρόδρομος μείζων ἐν γεννητοῖς γυναικῶν, οὕτω καὶ τὸ βάπτισμα αὐτοῦ μεῖζον τῶν νομικῶν. καὶ γὰρ αἱ τῶν προσώπων ὑπεροχαὶ συνεισάγειν εἰώθασι τῶν πράξεων τὰς ὑπεροχάς· ἐπεὶ καὶ ὅσον πρὸς τὸ ἔλαττον ὑποστέλλεται ἡ φωνὴ τοῦ λόγου, ὁ κῆρυξ τοῦ κηρυττομένου, ὁ πρόδρομος τῆς βασιλικῆς παρουσίας, ὁ δοῦλος τοῦ δεσπότου, τοσοῦτον καὶ τὸ τοῦ Ἰωάννου βάπτισμα, εἰ καὶ κάθαρσιν παρεῖχεν ἁμαρτιῶν, τὸ ἐνδεέστερον πρὸς τὸ σωτήριον ἀποφέρεται. πρόδρομός ἐστιν ἐκεῖνος τοῦ βασιλέως πάντων καὶ τῆς κοινῆς σωτηρίας κῆρυξ, καὶ τίμιος ὁ ἀνὴρ καὶ ‘μείζων ἐν γεννητοῖς γυναικῶν’· πρόδρομόν ἐστι καὶ τὸ βάπτισμα αὐτοῦ τοῦ σωτηρίου καὶ παγκοσμίου βαπτίσματος, καὶ τῶν φθασάντων μὲν ἐντελέστερον, πολλῷ δὲ τοῦ μέλλοντος ἐνδεέστερον, καὶ καθαῖρον μὲν ἁμαρτίας ἤπερ ὁ νόμος, οὐκ ἐν πυρὶ δὲ καὶ πνεύματι, ὅπερ ἡ τελειότης· τῆς δεσποτικῆς γάρ ἐστι μόνης καὶ ἱερουργίας καὶ φιλανθρωπίας καὶ θεῷ πρεπούσης δυνάμεως τοῦτο δῶρον καὶ χάρισμα.

Ἐπεὶ οὖν τῶν ὑψηλοτέρων τούτων οὐδὲν περίεστιν τῇ τοῦ Ἰωάννου κατὰ τὸ βάπτισμα τελετῇ, διὰ τοῦτο καί τινες τῶν ἱερῶν ἡμῶν πατέρων ἐθάρρησαν ἄφεσιν ἁμαρτιῶν εἰπεῖν μὴ παρέχειν αὐτό· πολλῷ γὰρ τῆς χάριτος τῆς κατὰ τὸ σωτήριον ἀπελείπετο βάπτισμα· καὶ ἀπὸ τῆς πρὸς ἐκεῖνο συγκρίσεως, ἐπεὶ τῆς ἴσης δωρεᾶς ἀπεκρίνετο καὶ τῆς ὁμοίας οὐκ ἦν χορηγὸν οὐδαμόθεν καθάρσεως, εἰκότως οὐδὲ τὴν ἄφεσιν αὐτῷ τῶν ἁμαρτημάτων ὑπελείποντο. τοῦ γὰρ μακαρίου Μάρκου λέγοντος καὶ τοῦ ἱεροκήρυκος Λουκᾶ συνᾴδοντος ἀφέσεως ἁμαρτιῶν εἶναι παρεκτικὸν τὸ Ἰωάννου βάπτισμα, πῶς, εἰ κατ’ ἄλλον τινὰ τρόπον, ἀλλὰ μὴ ὃν ἡ σύγκρισις τὸ τραχὺ τῆς ἀντιλογίας διαπραΰνουσα παραδέχεται, οὐκ ἂν αὐθαδείας ὑπαίτιον ᾖ τὸ μὴ παρέχειν αὐτὸ κάθαρσιν τῶν ἁμαρτημάτων διισχυρίζεσθαι, ἀλλὰ καὶ τῶν νομικῶν κατ’ αὐτό γε τοῦτο πολὺ διελέγχειν εὐτελέστερον;

Τοῖς δὲ γένοιτ’ ἂν ἴσως καταφυγὴ καὶ τὸ τοῦ θεοσόφου Λουκᾶ ῥητὸν διὰ τοῦ μακαρίου Μάρκου ἐξευμενίζεσθαι, καὶ τὴν πρὸς αὐτοὺς δοκοῦσαν διαφωνίαν ἐκτρέπεσθαι· τὸ γὰρ ‘κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν’ οὐχὶ τὸ αὐτουργούμενον βάπτισμα παρὰ τοῦ προδρόμου εἴποιεν ἂν παραδηλοῦν, ἀλλ’ ἐκείνου τοῦ βαπτίσματος εἶναι παραστατικὸν οὗ κῆρυξ ὁ Ἰωάννης ἀπέσταλτο. καὶ γὰρ τὸν ἱερὸν Μάρκον περὶ μὲν ἐκείνου λέγειν ‘ἐγένετο Ἰωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ’, ἐν δὲ τῷ ‘κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν’ τὸ σωτήριον ἀνακηρύττειν βάπτισμα. καὶ οὕτω φαῖεν ἂν τὸν μακάριον Μάρκον ἑκάτερον τῶν βαπτισμάτων διαστείλασθαι, ἐπιμαρτυράμενον μὴ ἄφεσιν ἁμαρτιῶν παρέχειν μηδ’ αὐτὸν ὁμολογεῖν τὸν τὸ βάπτισμα παρεχόμενον· διὰ τοῦτο γὰρ καὶ εἰρηκέναι φιλαλήθει τε καὶ θεοσεβεστάτῃ γνώμῃ, ‘ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς ἐν ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν πνεύματι ἁγίῳ’· εἰ δ’ ὁ Μάρκος σαφῶς ἡμᾶς τὴν διαστολὴν τῶν βαπτισμάτων ἐδιδάξατο, τῷ δεσποτικῷ μὲν βαπτίσματι τὴν τῶν ἁμαρτημάτων ἀπονέμων ἄφεσιν καὶ πνεύματι τῷ ἁγίῳ τοῦτο δὴ τελεσιουργεῖσθαι, τὸ δὲ Ἰωάννου καὶ ὕδατος εἶναι καὶ ὀνομάζεσθαι βάπτισμα, δῆλον ὡς καὶ ὁ Λουκᾶς ἄρα πρὸς τὸν συνευαγγελιστὴν καὶ συνόμιλον τὸ σύμφωνον διασῴζων, οὕτω καὶ τὸ τῆς ἀληθείας ἀνύβριστον συνδιαφυλάξει ἀξίωμα.

καὶ εἴη ἂν αὐτῷ εἰρημένον τὸ ‘καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν’ οὐ περὶ ἐκείνου δήπουθεν ὅπερ αἱ τοῦ προδρόμου χεῖρες εἰργάζοντο, ἀλλὰ περὶ τοῦ σωτηρίου καὶ δεσποτικοῦ καὶ ὃ πάντας τοὺς βαπτισαμένους τῶν ψυχικῶν μολυσμάτων ἀπεκάθαιρεν· καὶ γὰρ μετ’ ὀλίγον καὶ οὗτος εἰσάγει τὸν Ἰωάννην λέγοντα, ‘ἐγὼ μὲν ἐν ὕδατι βαπτίζω ὑμᾶς, ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ’, εἶτα καὶ τὸ ἀξίωμα τοῦ κυριακοῦ βαπτίσματος, ‘αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί’.

Ναὶ μὴν καὶ Μάρκος πάλιν μετὰ τὸ φυγεῖν τοὺς Φαρισαίους καὶ Σαδδουκαίους ἀπὸ τῆς μελλούσης ὀργῆς (ἡ δὲ φυγὴ τίς ἂν ἦν, εἰ μὴ τὸ προσδραμεῖν τῷ βαπτίσματι;) ‘ποιήσατε’, ἐπιφέρει, ‘καρποὺς ἀξίους τῆς μετανοίας’, ὡς τοῦ δοθέντος βαπτίσματος οὐκ ἔχοντος ἰσχὺν παρασχεῖν τὴν τελείαν τῶν ἁμαρτημάτων ἀπολύτρωσιν. ἢ τοῦτο μὲν ἄν τις εἰρῆσθαι θείη οὐ πρὸς ἐκείνους οὓς τὰ τελεσθέντα ῥεῖθρα δεξάμενα τῶν μολυσμάτων ἐπλύνατο, ἀλλὰ τοῖς ὡρμημένοις μὲν ἐπὶ τῷ βαπτίσασθαι, οὔπω δὲ καταξιωθεῖσι τῆς καθάρσεως. πλὴν εἴ τις καὶ πρὸς τοὺς ἤδη βαπτισαμένους τὸν προκείμενον λόγον ἁρμόττειν δοίη, οὐδὲ τοῦτ’ ἂν ἐξ ἀνάγκης ὀφθείη τὴν ἄφεσιν τῶν ἁμαρτιῶν τοῦ κατὰ τὸν πρόδρομον βαπτίσματος ἀφαιρούμενον· ἡ γὰρ καρποφορία τῶν ἀρετῶν ἐγγυτέρω μᾶλλόν ἐστι τῆς κεκαθαρμένης ψυχῆς ἤπερ ἣν πολλαὶ παθῶν ἄκανθαι καὶ παραφυάδες ζιζανίων λελυμασμένην τε καὶ ῥυπῶσαν ἐξειργάσαντο.

Ἀλλ’ αὕτη μὲν ἡ ἐκβολὴ καὶ μετ’ ὀλίγον τάχα ἂν τύχῃ καὶ τελειοτέρας διακρίσεως. ὅτι δὲ μὴ παρεῖχεν ἄφεσιν ἁμαρτιῶν τὸ τοῦ προδρόμου βάπτισμα, καὶ ὁ σωτήρ, φασί, πρὸς Νικόδημον διαλεγόμενος περὶ παλιγγενεσίας ὑπεδήλωσεν, ‘ἐάν τις μὴ γεννηθῇ δι’ ὕδατος καὶ πνεύματος’ ἀποφαινόμενος ‘οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν’. καὶ μὴν ὁ Ἰωάννης οὐκ ἐβάπτιζεν ἐν πνεύματι, οὐκοῦν οὐδ’ εἰς τὴν βασιλείαν παρέπεμπεν τῶν οὐρανῶν· εἰ δὲ μὴ παρέπεμπεν, οὐδὲ τὴν ἄφεσιν ἐδίδου τῶν κωλυόντων τὴν εἴσοδον.

Ἐξ οὖν τῶν εἰρημένων καὶ δι’ ὧν προῆλθεν ἀμφισβητημάτων ἡ παράθεσις πρός τε τὴν δίαιταν ὁ λόγος ὡρμημένος ἐφέρετο, σκοπεῖν προσῆκεν τίνος μὲν ἐν κέρδει κατέστημεν, ποῦ δὲ στησόμεθα τοῦ ζητήματος καὶ πρὸς τὸ ἀσάλευτον ἡ διάνοια στηριχθήσεται. ἀλλὰ γὰρ πρό γε τοῦ τέλους βραχύς τις προηγείσθω τῆς διαίτης λόγος μέχρι νῦν ὑπολειπόμενος. τό τε γὰρ τοῦ θεσπεσίου Μάρκου λόγιον διπλῆν ἀναπτύσσειν βαπτίσματος χρείαν ἐκβεβίασται (τὸ γὰρ τοῦ Ἰωάννου μόνον ἀβιάστῳ κρίσει καὶ ἀποστολικῇ φράσει ἐπισημαίνεται) καὶ δὴ καὶ τὸ ἀμφιβαλλόμενον εἰς κατασκευὴν μεταλαμβάνειν διανοίας πρὸς διάφορον ὁμολογίαν ἐναρμοζομένης ἀνακόλουθον· τοὐναντίον γὰρ ἅπαν τὸ μονότροπον τῶν ἱερῶν ῥημάτων τοῦ Λουκᾶ, δι’ ὧν ἓν βάπτισμα τὸ τοῦ Ἰωάννου μόνον τρανῶς ἀπαγγέλλεται καὶ τῶν ἁμαρτημάτων ἡ ἄφεσις παραδίδοται, τοῦτο μᾶλλον, εἴπερ τινὰ καὶ ἀμφιβολίαν μερισμοῦ παρεῖχεν τὰ τοῦ μακαρίου Μάρκου ῥήματα, εἰς τὴν τοῦ ἑνὸς ἂν ἰθύνετό τε καὶ συναπηρτίζετο βαπτίσματος δήλωσιν. ἀλλὰ γὰρ καὶ τὸ ἐν ὕδατι βαπτίζειν τὸν Ἰωάννην, ἐν πνεύματι δὲ τὸν Ἰησοῦν, τὸ μέγεθος μὲν τῆς διαφορᾶς καὶ τὸ κατὰ παραβολὴν ἀσύγκριτον ἀπαγγέλλει, οὐ τὴν ἄφεσιν δὲ τῶν ἁμαρτημάτων ἀφαιρεῖται τῆς ἱερουργίας Ἰωάννου.

ναὶ δὴ καὶ τὸ μετὰ τὸ βάπτισμα καρποὺς ἀξίους τῆς προλαβούσης μετανοίας ἐπιζητεῖν τε παρὰ τῶν βαπτισαμένων καὶ παραινεῖν ἐπιδείκνυσθαι, ἀλλὰ μὴ καταισχύνειν διὰ τῶν ὑστέρων τὰ φθάσαντα, βεβαιωτικὸν μᾶλλον ἂν εἴη καὶ παραστατικὸν τοῦ κεκαθάρθαι διὰ τῆς ἱερουργίας Ἰωάννου τοὺς λελουμένους τοῖς Ἰορδάνου νάμασιν, ἀλλ’ οὐκ ἀναίρεσις οὐμενοῦν τῆς τελουμένης καθάρσεως.

Τούτων οὕτω διατυπωθέντων καὶ τῶν ἀντιπίπτειν δοκούντων τῶν μὲν ἐκκαθαρθέντων, τῶν δὲ τὴν συμφωνίαν ἀνθελομένων, μετὰ παρρησίας φιλαλήθους καὶ θεοφιλοῦς ἔξεστι καὶ φρονεῖν καὶ λέγειν ὡς παρεῖχεν μὲν ἁμαρτιῶν ἄφεσιν τὸ τοῦ προδρόμου βάπτισμα, οὐ πάντων δέ, ὥσπερ οὐδ’ αἱ νομικαὶ τελεταὶ καὶ θυσίαι· οὐδὲ γὰρ οὐδὲ τῶν ἐκ προνοίας φόνων, οὐ μὴν οὐδ’ εἴ τις ἀλλοτρίους γάμους διώρυξεν, οὐδ’ ὅσαι τὸ φρικτὸν ἐκεῖνο καὶ οὐράνιον πῦρ τοῖς ἐνόχοις ζημίαν ἐπέβαλλον, οὐδ’ ἄλλων πολλῶν ἐξαγίστων καὶ παραπλησίων ἔργων τὴν κάθαρσιν οὔτε ὁ νόμος οὔτε τὸ Ἰωάννου διεπράττετο βάπτισμα, ἀλλὰ τούτων ἁπάντων ὁ μὲν νόμος, ὅσα μὴ προλαβὼν ὁ πρῶτος νομοθέτης εἰσεπράττετο, δικαστὴν τὸ ξίφος ἐκάθιζεν, τὸ δὲ Ἰωάννου βάπτισμα εἰς τὸ κοινὸν καὶ σωτήριον, ὡς πολλῷ μεῖζον ὑπάρχον τῆς ἰδίας ἰσχύος, παρέπεμπεν.

Διὸ καὶ ὁ σωτὴρ ἡμῶν τὴν σκληροκαρδίαν καὶ τὸ ἀπειθὲς ἐξονειδίζων τῶν Φαρισαίων, καὶ δηλῶν ὡς τῶν ἐν πορνείᾳ καὶ τελωνείᾳ βιούντων χείρους τὰς γνώμας καὶ ἀδιορθώτους μᾶλλον ἔφερον, καὶ ἅμα διδάσκων τίνες τε εἴησαν τῶν ἐξ ἁμαρτίας ἐπιστρεφόντων καὶ τίνων ἁμαρτημάτων ἀπελύοντο, ‘ἦλθεν πρὸς ὑμᾶς’, φησίν, ‘ὁ Ἰωάννης ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ, οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ’. ὥστε τελωνείας μὲν καὶ πορνείας καὶ τῶν τοιούτων εἴη ἂν ὁ Ἰωάννης διὰ τοῦ βαπτίσματος τοῖς εἰλικρινῶς μετανοοῦσιν πραγματευόμενος κάθαρσιν, οὐ μήν γε λῃστὰς οὐδὲ τυμβωρύχους οὐδὲ τοὺς ἄλλους ἀρρητουργοὺς τῶν μολυσμάτων ἀπήλλαττεν, ὅτι μηδὲ θαρρεῖν εἶχον οὗτοι προσιέναι καὶ ἐξομολογεῖσθαι τὸ τόλμημα, τοῦ συνειδότος αὐτοῖς προαπαντῶντος καὶ τὴν ἀπὸ τῶν νόμων δίκην ἐπισείοντος καὶ οὐκ ἐῶντος τοῖς ἄλλοις συγκαταλέγεσθαι.

Παρεῖχεν μὲν οὖν, ὥσπερ εἴρηται, καὶ τὸ τοῦ προδρόμου βάπτισμα τῶν ἁμαρτημάτων ἄφεσιν, οὐ πάντων δέ· τοῦτο γὰρ τοῦ δεσποτικοῦ καὶ θειοτάτου βαπτίσματος τὸ ἐξαίρετον· παρεῖχεν δέ, προευτρεπίζον τῷ σωτηρίῳ τὴν τελειότητα, καὶ λουτρὸν ἦν πρὸ λουτροῦ καὶ ἄφεσις ἐκ μέρους πρὸ τῆς παντελοῦς ἀφέσεως καὶ ἀτελὴς κάθαρσις προοιμιαζομένη τὴν τελειοποιὸν καὶ καθαῖρον μὲν τὰ φθάσαντα τῶν ἁμαρτημάτων, οὐδὲν δ’ ἀσφαλὲς οὐδ’ ἐχέγγυον περὶ τῶν μελλόντων χαριζόμενον· τὸ δεσποτικὸν δὲ καὶ σωτήριον πάντων μὲν τῶν προλαβόντων ῥύσιον, ῥώμης δὲ παρεκτικὸν καὶ ἰσχύος μὴ κατὰ τὰς πρώτας ὀλισθήσεις ἔτι πρὸς τὰ πάθη κατασύρεσθαι. καὶ τὸ μὲν εἰς τὴν τῶν οὐρανῶν ἀναφέρει βασιλείαν, καὶ τὸ μεῖζον πάντων, υἱοθεσίαν χαρίζεται· τὸ δὲ τὴν μὲν ἄφεσιν ὧνπερ εἴρηται παρέχει, οὔτε δὲ βασιλείας οὐρανῶν κληρουχίαν οὐδὲ πολλῷ μᾶλλον πρὸς υἱοθεσίας ἀναβιβάζει ἀξίωμα.

Πῶς, τοῦ σωτῆρος ἡμῶν λέγοντος, ‘οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἄνευ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς’, Παῦλος ὁ τὸν Χριστὸν ἔχων λαλοῦντα ἐν ἑαυτῷ φησιν, ‘μὴ τῶν βοῶν μέλει τῷ θεῷ’; ἀντιφθέγγεσθαι γὰρ ἡ τοῦ μαθητοῦ πρὸς τὸν διδάσκαλον φαντασίαν παρέχεται φωνή {φαντασίαν παρέχεται φωνή} Ὅτι μὲν ἡ τοῦ θεοῦ πρόνοια καὶ μέχρι τῶν στρουθίων διήκει, καὶ οὐδὲ ἐν αὐτοῖς τὴν αὐτοῦ περιγράφει κηδεμονίαν, ἀλλ’ ἤδη καὶ φυτῶν καὶ βοτανῶν καὶ ἁπλῶς ὧν ἐγνώσθη γενεσιουργός, τούτων καὶ τῆς διαμονῆς καὶ οἰκονομίας ἀναλλοίωτόν τε καὶ ἀδιάδοχον φέρει τὴν φροντίδα, αἵ τε ἄλλαι τρανῶς ἡμᾶς ἐκδιδάσκουσιν ἱεραὶ γραφαὶ καὶ δὴ καὶ ὁ ἔμφυτος λογισμός, ὃς τὸν παραγαγόντα καὶ ὑποστήσαντα ἐκ μὴ ὄντων καὶ συνέχειν τὸ παραγόμενον καὶ προνοεῖσθαι κατὰ τὸν ἑκάστῳ πρέποντα τῆς προνοίας λόγον ἀπαιτεῖ. ἐπεὶ καὶ αὐτὸς ὁ σωτὴρ ἡμῶν, φιλανθρώπως ἀπάγων ἡμᾶς τῆς πολλῆς περὶ τὰ ἀνθρώπινα σχολῆς τε καὶ κατατριβῆς καὶ τῶν ῥεόντων τε καὶ διαλυομένων τῆς σπουδῆς ἐλευθερίαν τε καὶ ἀπαλλαγὴν εἰσηγούμενος, οὐκ ἀπὸ τῶν στρουθίων μόνων καὶ τῶν ἄλλων πτηνῶν τὴν ἀρίστην ταύτην εἰσήγησιν ποιεῖται, ἀλλὰ δὴ καὶ ἀπ’ αὐτῶν γε τῶν βοτανῶν. ‘

κατανοήσατε’ γάρ φησιν ‘τὰ κρίνα τοῦ ἀγροῦ, πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει’—εἶτα τοῦ ἀμφιάσματος τὸ κάλλος καὶ τὸ ἀξίωμα· ‘λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων’. ποίων τούτων; τῶν μετ’ ὀλίγον ἐμβαλλομένων εἰς κάμινον. εἰ δὲ τῶν οὕτω μικράν τινα πληρούντων ἀνθρώποις χρείαν (πόσον γὰρ ἀνάψει πῦρ ἡ καλάμη τῶν κρίνων, ἢ τοῦ χρώματος τὸ ἄνθος ἐπὶ πόσον χαριεῖται τὴν τέρψιν τῷ ὄμματι;) τοσαύτην ὁ θεὸς τὴν πρόνοιαν ἔχει, πῶς οὐχὶ πολλῷ μᾶλλον καὶ ἀσυγκρίτῳ διαφορᾷ τῶν ἀνθρώπων; οὕτω γοῦν οὐ μόνον ἡ τῶν στρουθίων ἀνεῖται γένεσίς τε καὶ αὔξησις καὶ διαμονὴ τῷ θεῷ, καὶ πάλιν ἡ κατὰ τοὺς οἰκείους καιροὺς λύσις, ἀλλὰ καὶ ἡ τῶν ἐν τῷ ἀγρῷ βοτανῶν· ἀπὸ γὰρ τοῦ ἑνὸς εἴδους καὶ περὶ τῶν ἄλλων τῶν ὁμογενῶν ὁ αὐτὸς ἂν τῆς ἀκολουθίας διαβαίνει λόγος. οὕτως οὐ μόνον τῶν βοῶν, ἀλλὰ καὶ αὐτῶν τῶν ἀπ’ ἀρχῆς ἀτελεστέρας φύσεως τετυχηκότων ἡ κηδεμονία τῆς θείας ἐξῆπται ῥοπῆς.

Τί οὖν ἐστιν ὃ λέγει Παῦλος, ὁ μετάρσιος ἄνθρωπος, ἡ γλῶσσα τοῦ πνεύματος; ἢ οὐδὲν δυσχερὲς οὐδέ, πολλοῦ δεῖ, μάχης ἁπτόμενον. νομίμων γὰρ παλαιῶν εἰς μνήμην καταστάς, ἃ πολλὰ περὶ τῶν ἀλόγων νομοθετεῖ ζῴων, δι’ ἐκείνων παιδαγωγοῦντα τὸ λογικόν—οἷον οὐ δεῖ νεοττοὺς ὀρνίθων τῆς νοσσιᾶς ἀφαιρούμενον καὶ τοὺς γεγεννηκότας συλλαμβάνειν, οὐδ’ ἑψεῖν ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ· εἰ βούλει δέ, μηδὲ διαφόροις σπέρμασιν τὸν ἀμπελῶνα κατασπείρειν, οὐδ’ ἱμάτιον διαφόρων ἐκ νημάτων ὑφασμένον περιδύεσθαι, καὶ πολλὰ τοιαῦτα, ὧν ἐστι καὶ τὸ ‘οὐ φιμώσεις βοῦν ἀλοῶντα’. ἐν χρείᾳ τοίνυν ὁ νομομαθὴς ἐκεῖνος ἄνθρωπος τοῦ παρόντος νομίμου γεγονὼς κἀκεῖθεν ὑφαίνων τὴν παραίνεσιν ὡς δεῖ τὸν εἰς ἀρετὴν ἑτέρους προτρεπόμενον αὐτὸν ταύτης ἀπολαύειν πρότερον, εἶθ’ οὕτως ἐπὶ τὴν μίμησιν τοὺς ἀκροατὰς παρακαλεῖν, ἤ, εἰ βούλει, τοὺς κοπιῶντας τῆς ἀπὸ τῶν πόνων παραμυθίας μὴ ὑστερεῖσθαι, ταῦτα καὶ διὰ τῆς Μωσαϊκῆς νομοθεσίας συγκροτῶν ἐπήγαγεν ‘οὐ φιμώσεις βοῦν ἁλοῶντα’· εἶτα, ἵνα μή τις εἴπῃ, ‘καὶ τί πρὸς ἀνθρώπων φύσιν τὸ τῶν βοῶν γένος;’ ‘οὐ τῶν βοῶν’, φησίν, ‘ἐνταῦθα μέλει τῷ θεῷ· δι’ ἡμᾶς γὰρ ὁ ἐπ’ αὐτοῖς ἐτέθη νόμος’. οὐ γὰρ ἔχει προηγουμένην τὴν θέσιν ἐπ’ ἐκείνων, οὐδὲ τῆς τῶν ἀλόγων πολιτείας ἡ Μωσαϊκὴ νομοθεσία στοχάζεται, ἀλλ’ ἅπερ ἑτέροις περιετέθη προσώποις, ταῦτα δι’ ἡμᾶς ἐρρήθη.

Μέλει μὲν γὰρ τῶν βοῶν τῷ θεῷ, ὥσπερ καὶ τῶν ἄλλων ἁπάντων αὐτοῦ κτισμάτων, ἀλλ’ οὐχ ὥστε περὶ αὐτῶν καὶ νόμους ἐκτίθεσθαι καὶ τῆς πολιτείας τύπους καθ’ οὕς γε βιώσονται· ἀλλὰ καὶ ὧν προῆλθε διάταγμα, διὰ τὴν τῶν ἀνθρώπων χρείαν καὶ παιδαγωγίαν τὴν εἰσφορὰν ᾠκειώσατο. καὶ τοῦτο φανερὸν οὐδὲν ἔλαττον καὶ ἐκ τῶν ἄλλων ζῴων καθίσταται, περὶ ὧν οὐδεμία νόμων εἰσφορὰ διαδείκνυται· ποῖος γὰρ περὶ λεόντων, τίς δὲ περὶ ἐλεφάντων ἢ μονοκερώτων ἢ δρακόντων νόμος εἰσενήνεκται, ἢ μυρίων ἄλλων γενῶν, ὧν τὰ μὲν ὁρᾶται χειροήθη γινόμενα, τὰ δὲ παντελῶς τὴν πρὸς ἄνθρωπον ὁμιλίαν καὶ τὸ ὁμωρόφιον ἀποστρέφεται; τοῦτο γοῦν καὶ ὁ μακάριος καὶ θεῖος ἐκεῖνος ἄνθρωπος, εἴπερ τις ἄλλος, οἷα δὴ μάλιστα καὶ νομομαθής, εἰδώς, τῆς ἐκκλησίας ἡ σάλπιγξ, ὁ νοῦς ὁ μετάρσιος, καὶ τὴν πρόνοιαν ἀνηρτῆσθαι πάντων πολλαχοῦ καὶ πολλάκις ἀνακηρύττει θεῷ, καὶ τοὺς περὶ τῶν ἀλόγων νόμους οἷς ἐχρήσατο τὸ γράμμα τὸ Μωσαϊκὸν οὐ διὰ τὸν ἐκείνων βίον θεσπισθῆναι προηγουμένως ἀποφαίνεται, οὐδὲ τοσοῦτον αὐτῶν μέλειν τῷ θεῷ ὥστε καὶ θεσμοὺς εἰς τὴν ἐκείνων πολιτείαν ἀναφερομένους ἀναγράφεσθαι, ἀλλ’ ἐπὶ παιδαγωγίᾳ καὶ νουθεσίᾳ τοῦ δυσηνίου καὶ Ἰουδαϊκοῦ ἔθνους καὶ ῥηθῆναι καὶ ἀναγραφῆναι σοφωτάτῃ καὶ συνεπτυγμένῃ κρίσει παραδίδωσιν.

Δῆλον οὖν ὡς οὐ μόνον οὐδὲν οὐδαμῶς ὁ κῆρυξ ἀντιφθέγγεται πρὸς τὰ τοῦ διδασκάλου διδάγματα, ἀλλὰ καὶ βεβαίωσις αὐτῶν καθίσταται μάλιστα, ἐν τῷ διαφόρῳ τῶν ὑποθέσεων καὶ τὴν διαφορὰν τῆς χρήσεως καταλλήλως ἁρμοττόμενος καὶ φυλάττων ἑκάστῃ χρείᾳ τὸ τῆς θεωρίας διακεκριμένον καὶ ἀσύγχυτον, καὶ νόμον τοῖς εὐσεβέσιν ἑαυτὸν προτιθείς, ὅπως χρὴ τῶν ἱερῶν ἡμῶν λογίων τὸν νοῦν ἀνιχνεύειν καὶ τῷ προχείρῳ τῶν ῥημάτων, τῆς διανοίας ἀντιφθεγγομένης μάλιστα, μὴ κατὰ τὸ ῥᾷον παρασύρεσθαι.

Ἔνεστιν οὖν, διδασκάλῳ τῷ κοινῷ τῆς ἐκκλησίας διδασκάλῳ χρώμενον, οἷς ἔρως μὲν ἡ εὐσέβεια, ἔργον δὲ σοφίας ἡ διάκρισις καὶ ἡ ἄνωθεν τῶν λόγων χάρις ἐναυγάζουσα, κατὰ μίμησιν τοῦ καθηγεμόνος μεθοδεύοντα φανερώτερον ἔτι δεικνύναι ὡς οὐδὲν ἡ τοιαύτη τῶν ῥημάτων χρῆσις οὔτε τι τῶν ἱερῶν ἡμῶν δογμάτων ἐπιλυμαίνεται οὔτε τινὰ μῶμον ἐπιτρίβεται, ἀλλὰ καὶ τοὐναντίον ἅπαν τὸ σύμφωνόν τε καὶ ἀδιάβλητον συνεργάζεται. οἷον ἀσπλαγχνίας τις καὶ ἀσυμπαθείας μεθέλκων τινά, ἢ πρὸς ἀπληστίαν ῥέουσαν ἀναχαιτίζων γνώμην, ἢ ταῖς ἰγνύσιν ἀμφοτέραις, τὸ λεγόμενον, ἐπιχωλαίνοντα ἀνορθῶν τε καὶ ὑποστηρίζων καὶ πρὸς τὴν σωτήριον καὶ μονότροπον ἀπευθύνων τρίβον—τούτων ἕκαστον τῆς ἀλόγου ῥοπῆς εἴ τις ἄλλαις μὲν πολλαῖς παραινέσεσιν ἐπιχειροίη ἀνακτᾶσθαι, συνείρει δὲ μάλα εὐστόχως τε καὶ ἐπικαίρως ‘οὐ γὰρ ἔμαθες, ἄνθρωπε, παρὰ τῶν Μωσαϊκῶν παραγγελμάτων μὴ ἑψεῖν ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ, μηδὲ σπείρειν τὸν ἀμπελῶνα, μηδὲ περιβόλαιον σαυτῷ ποιεῖσθαι κίβδηλον ἐξ ἑτερογενῶν νημάτων, ἐρίου τε καὶ λίνου, συνυφασμένον;’ ἢ οὐ πᾶσιν ἐπίδηλον ὡς τὰ θεσπίσματα ταῦτα οὐ περὶ ἀρνῶν καὶ μητρῴου γάλακτος προηγουμένην ἔχει τὴν θέσιν, ἀλλ’ οὐδέ γε περὶ ἀμπελῶνος, οὐ μὴν οὐδὲ περὶ τῶν διαφόροις νήμασι συντεθειμένων ὑφασμάτων;

ποῦ γὰρ περὶ νημάτων ἢ περὶ ἀμπελώνων ἢ ἀρνῶν καὶ γάλακτος τῷ θεῷ μέλει, ὥστε καὶ νόμοις ὑποβάλλειν αὐτά, καὶ μηδὲν αὐτῶν τὴν ἀνθρωπίνην φύσιν, δι’ ἣν ἅπαντα προήχθη, διαφέρειν; ἀλλὰ δῆλον ὅτι δι’ ἡμᾶς καὶ προὐνοήθη τὴν ἀρχὴν τὰ τοιαῦτα καὶ γράμμασι διετυπώθη, τὸ μὲν τῶν ἀρνῶν, εἰ βούλει δέ, καὶ τῶν στρουθίων, ὡς ἂν ἐπὶ τῶν ἀλόγων τὸ συμπαθὲς καὶ εὔσπλαγχνον παιδαγωγηθέντες πολλῷ μᾶλλον ἐπὶ τῶν ὁμογενῶν καὶ τὴν αὐτὴν λαχόντων φύσιν τὸ φιλάνθρωπόν τε καὶ τὸν ἔλεον ὦμεν ἐπιδεδειγμένοι· τὸ δέ, ἵνα μὴ πρὸς ἀπληστίαν κεχηνότες τά τε ἄλλα δυστυχῶς φερώμεθα—πολλῶν γὰρ ἡ ἀπληστία κακῶν αἴτιον καὶ συναπορρεῖν ὡς ἐπὶ πᾶν εἴωθεν αὐτῇ καὶ ὃ δικαίως ἂν ἡμῖν ἐξ αὐταρκείας περιεγένετο· τὰ δὲ νήματα, ἵνα μὴ τὰς γνώμας ὦμεν ποικίλοι τε καὶ πολύτροποι, ἐκ διαφόρων ἢ δογμάτων ἢ ἐθῶν ἢ βουλευμάτων ἢ ῥημάτων ἢ πράξεων συντεθειμένοι, καὶ πρὸς ἑαυτοὺς ἀθλίως τε καὶ καταγελάστως στασιάζοντες.

Ὥστε οὐ μόνον οὐδὲν ἡ τοῦ θεσπεσίου Παύλου μέθοδος οὐδ’ ἡ ἐξ αὐτοῦ προχεομένη τῶν δογμάτων αἴγλη τοὺς εὐσεβεῖς λογισμοὺς εἰς δισταγμόν τινα καὶ σύγχυσιν περιίστησιν, ἀλλὰ καὶ διδασκαλία δύναται προκεῖσθαι θαυμαστὴ τοῖς ἐκεῖθεν τὰς τῆς σοφίας ἀκτῖνας ἐναυγάζεσθαι δυναμένοις, ὅπως χρὴ διαιτᾶν μετὰ τοῦ πνεύματος τὰ τοῦ πνεύματος λόγια.

Πῶς νοητέον τὸ ‘δύναται ὁ θεὸς καὶ ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ’; Τὸ μὲν πρόχειρον τῆς φωνῆς ἄνευ τινὸς βαθυτέρας ἐπινοίας ἐκδιδάσκοι ἂν ὅτι καθ’ ὃν τρόπον ἐκ τῆς εὐδιαχύτου καὶ ἀπαγοῦς καὶ γεηρᾶς ὕλης συνέπηξεν ὁ θεὸς τῷ ζῴῳ τὸ σῶμα καὶ εἰς ἀνθρώπου φύσιν καὶ εἶδος διεμορφώσατο τὴν κόνιν, κατὰ τὸν αὐτὸν τρόπον ῥᾷόν τε καὶ οὐδὲν ἐργῶδες ἐκ τῆς στερεωτέρας φύσεως τῶν λίθων ἀνθρώπων ὑπόστασιν συντεθῆναι, θεοῦ τεχνίτου τὴν πλάσιν ἀναδεχομένου, καὶ τέκνα τοὺς γεγονότας ἐκ τοιούτου φυράματος χρηματίσαι τοῦ Ἀβραάμ· οὐ γὰρ ἧττον εἰς θαῦμα, ἵνα μὴ λέγω καὶ μεῖζον, κόνιν εἰς ἀνθρώπου συμπῆξαί τε καὶ συναρμολογῆσαι σάρκα καὶ λίθου φύσιν στερεὰν εἰς σώματος ζῴου μεταπλάσαι χρείαν.

Ἄλλως τε δὲ οὐ μόνον ὁ πρῶτος ἄνθρωπος ἐκ χοὸς καὶ παράδοξον ἔσχεν τὴν γένεσιν, ἀλλὰ καὶ ἡ τοῦ Λὼτ γυνή, εἰς στήλην ἁλὸς ἀπολιθωθεῖσα, τὴν τοῦ θεοῦ δύναμιν ἀδιήγητόν τε καὶ ἀκατάληπτον ἀνακηρύττει ἐν τῷ ἀδιαλύτῳ τοῦ θαύματος, τὴν τῆς φύσεως ἀπόθεσιν ἄνευ ἐπιφανοῦς φθορᾶς ἑτέρας μορφῆς ἐπιδεικνυμένη καὶ ὑποστάσεως γένεσιν· καὶ ὃ μὲν γέγονεν οὐκ ἦν, ὃ δὲ μὴ οἷόν τε ἦν ἀνθρωπίνοις λογισμοῖς γενέσθαι χωρὶς ὑπέστη τῆς τοῦ προτέρου διαλύσεως. ὁ τοίνυν θεὸς ὁ ταῦτα παραδοξοποιῶν, καὶ τότε δίκην εἰσπραττόμενος γύναιον ἓν παραβάσεως ἐντολῆς, ὁ θέλων τὸν ἄνθρωπον σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, τί οὐκ ἂν δράσειεν διὰ φιλανθρωπίαν, εἰ λίθων ὄψεται φύσιν ἐπιτηδειοτέραν παρέχουσαν χρείαν εἰς τὸ γενέσθαι τέκνα τοῦ Ἀβραάμ; οὐ γὰρ οὕτω ῥᾷον τοῖς Ἰουδαίοις τοῦ Ἀβραὰμ χρηματίζειν τέκνα, ὧν οὐκ ὀλίγον μέρος τοῦ γένους ἐξώσθησαν, ὡς τῷ θεῷ διὰ τῶν λίθων αὐτῷ πολλοὺς υἱοὺς ἀπεργάσασθαι.

Εἰ δέ τις ἐθέλοι καὶ προφητικὸν ἀνακηρύττειν ἔργον τὸ ῥῆμα, οἱ τότε ῥηθέντες λίθοι τῷ προδρόμῳ, ἐξ ὧν τῷ Ἀβραὰμ ἐχρησμῴδησεν ἀνίστασθαι τέκνα, οὗτοι δὴ κατὰ τὸ ἑκούσιον τοῦ σωτῆρος πάθος καὶ τὴν παγκόσμιον σωτηρίαν καὶ ἀνάστασιν τῷ δεσποτικῷ ῥαγέντες πάθει καὶ διασχισθέντες καὶ οἷον ἐγκύμονες γεγονότες τῷ θαύματι, πολλοὺς τῶν ἀνθρώπων εἰς εὐσέβειαν ὠδίνησάν τε καὶ ἀπέτεκον, οἷα δὴ λαμπρᾷ τῇ φωνῇ καὶ οὐρανίῳ κηρύγματι τῷ καθ’ ἑαυτοὺς παθήματι τῆς ἐπὶ τῷ σωτῆρι τόλμης καὶ πλάνης τοὺς ἀνθρώπους ἀνακαλοῦντες καὶ πρὸς τὴν ἐπίγνωσιν τῆς ἀληθείας χειραγωγοῦντες καὶ πρὸς τὸ τῆς παλιγγενεσίας δῶρον ὁρᾶν ἀφορμὰς χαριζόμενοι· οὓς καὶ ἡ κοινωνία τῆς πίστεως υἱοὺς Ἀβραὰμ καὶ νομίζειν οἶδεν καὶ ὀνομάζειν μᾶλλον ἢ τοὺς ἐξ αἵματος.

Εἰ δὲ καὶ διὰ τοῦ γράμματος ἐπιβαίνειν τινὸς θεωρίας ἔρως ἔχει σου τὸ φιλόθεον, καὶ λίθοι μὲν ἂν νοοῖντο οἱ τῶν ἐθνῶν πεπωρωμένοι καὶ σκληροκάρδιοι (ἐξ ἐκείνων δὲ ὁ τοῦ Ἀβραὰμ κλῆρος ἀναπεπλήρωται, μεταβληθέντων ἐκ τῆς πωρώσεως ἐπὶ τὸ συνορᾶν τὸ σωτήριον καὶ τῆς Ἑλληνικῆς πλάνης εἰς τὴν μυσταγωγίαν τοῦ πνεύματος), οὐδ’ οὕτως, οἶμαι, πόρρω ἂν ὀφθείης τῆς νύσσης ἐλαύνων, ἣν ἡ κατάληψις τῆς κατὰ τὴν θεωρίαν ἀληθείας ἐν τῷ σταδίῳ τῆς ἐκκλησίας ἐπήξατό τε καὶ ὑπεστήσατο.

Τί δηλοῖ ‘οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ’ καὶ ἑξῆς; Ἐπειδὴ τὸν σωτῆρα κηρύσσων ὁ πρόδρομος ἄλλα τε θεολογῶν περὶ αὐτοῦ διεξῄει καὶ ὡς ἐν πνεύματι ἁγίῳ καὶ πυρὶ τοὺς προσιόντας αὐτῷ βαπτίσει—τὸ δὲ ‘βαπτίσει’ τῆς δωρεᾶς τὸν πλοῦτον καὶ τὸ δαψιλὲς τῆς εὐεργεσίας ἐμφαίνει τε καὶ παρίστησι· καὶ γὰρ ἀπολύτρωσιν καὶ υἱοθεσίαν παρεχόμενος πανταχόθεν ἡμᾶς περιαντλεῖ τοῖς τῆς χάριτος ἀειρρύτοις νάμασι—ταῦτα εἰπὼν τὰ σωτήρια καὶ πολλῆς τῆς περὶ ἡμᾶς φιλοτιμίας γέμοντα, ἵνα μὴ δόξῃ τισὶν ὡς δωρήσασθαι μὲν τηλικαῦτα δῶρα καὶ ἐν εὐεργεσίᾳ τοσαύτῃ καταστῆσαι παρῆν τῷ σωτῆρι ἡμῶν βούλησις καὶ ἰσχύς, τιμωρήσασθαι δὲ καὶ κολάσαι τοὺς ὑπευθύνους καὶ ἀπειθεῖς οὐδεὶς αὐτῷ λόγος περιῆν, διὰ τοῦτο ἐπήγαγεν διορθούμενος τὴν ἀπάτην αὐτῶν, ‘οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ’· οἷον, οὐ μόνον ἐστὶν εὐεργετικὸς καὶ χορηγὸς ἄφθονος τοῖς ἐπιτηδείοις τῶν ἀγαθῶν, ἀλλὰ καὶ κολαστικὸς τῶν ἐκθέσμων ἔργων καὶ τῶν παραβάσεων τιμωρητικός.

Τὸ γὰρ ‘πτύον ἐν τῇ χειρὶ αὐτοῦ’ ἀντὶ τοῦ ‘πρόχειρος αὐτῷ ἡ ἀνταποδοτικὴ τῶν φαύλων πράξεων τιμωρία, ὥσπερ δὴ καὶ τῶν καλῶν ἡ ἀντιμισθία· διὸ ἡ διακρίνουσα καὶ χωρίζουσα δύναμις καὶ ἐξουσία τοὺς ἐνόχους τιμωρίας τῶν ἀξίων τῆς εὐεργεσίας πρόχειρος αὐτῷ καὶ ἀνὰ χεῖρα’. ἐξ οὗ τὸν μὲν σῖτον, ὃ νῦν ὁ τῶν δικαίων ὀνομάζεται χορός, εἰς τὰς ἄνω μονὰς ἀποθησαυρίζει, ἐν αἷς ἀποθήκαις ‘οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, οὔτε κλέπται διορύσσουσι καὶ κλέπτουσιν’· οἷς δὲ τὸ ἀμεταμέλητον κακοῦ προσθήκη τοῖς ἡμαρτημένοις συνεφέλκεται, πυρὶ ἀσβέστῳ τὴν τιμωρίαν τούτους οὐκ ἔχοντι λήγουσαν παραπέμψειεν. εἰκότως δὲ τὸ ἐν τῇ χειρὶ αὐτοῦ πτύον τὸ πρόχειρον αἰνιγματίζει καὶ ἕτοιμον· οὐ γὰρ μελέτῃ καὶ χρόνῳ καὶ λογισμῶν ἐρεύνῃ διαχωρίζει τῶν βελτιόνων τοὺς χείρονας, ἀλλ’ ἐκ τοῦ εὐθέως καὶ παραχρῆμα διαστέλλει τῆς σῳζομένης μοίρας τὸ τιμωρούμενον. ἠβουλήθη γάρ· ἠκολούθησεν ἡ διάκρισις, προῆλθεν ἡ κρίσις· καὶ ἡ τιμωρὸς συμπροῆλθε δίκη· ἀθρόα γὰρ ἐνώπιον θεοῦ πάντα. ἐπεὶ καὶ ἡ τιμωρὸς ἐνέργεια καὶ δίκη πάρεδρός ἐστι καὶ ὑπηρέτις τῶν τοῦ θεοῦ κριμάτων, ὥσπερ ἡ ἄφθονος καὶ φιλάνθρωπος καὶ κρείττων ἀμοιβῆς ἀνταπόδοσις δι’ ἧς ἡμῖν τὰ ἀμείνω πρυτανεύεται.

Σῖτον μέντοι ὀνομάζει τὰ ἱερὰ λόγια οἵτινες τὴν ἐξ ἀρχῆς εὐγένειαν φυλαξάμενοι καὶ τῆς θεόθεν τῇ φύσει καταβληθείσης ἀρχεγόνου τε καὶ σωτηρίου σπορᾶς τὸ ἀνόθευτον καὶ καθαρὸν μέχρις αὐτῆς τῆς καρποφορίας διεσώσαντο· ἄχυρον δὲ καὶ πυρὸς δαπάνην, οἷς ἡ ἐπιμιξία τῶν ζιζανίων παραφυεῖσα τὴν τοῦ πνεύματος γεωργίαν ἐναπέπνιξεν καὶ ἀτελεσφόρητον ἀπειργάσατο, καὶ πρὸς τὴν τῶν σκυβάλων ἀχρηστίαν τὴν τῶν καρπῶν ἐλπιζομένην ἀπέρριψεν ὡραιότητα.

Τὸ δέ γε ‘ἐν πνεύματι ἁγίῳ βαπτίσει καὶ πυρὶ’ οὐχ ὡς δύο τινῶν τὴν φύσιν παρηλλαγμένων μίαν τὴν τοῦ βαπτίσματος χρείαν καὶ τελειότητα ἀποτελούντων (τίνος γὰρ ἂν καὶ δεήσῃ ἔνθα τὸ πανάγιον πνεῦμα ἐνεργεῖ; τί δ’ ἂν εἴη συμπαραλαμβανόμενον, ὃ τὴν χώραν ἀναπληρώσει τοῦ λείποντος;) ἀλλά γε τὸ ‘ἐν πυρὶ’ νυνὶ συμπαρείληπται τὴν καθαρτικὴν ἀπαγγέλλον τοῦ πνεύματος δύναμίν τε καὶ ἐνέργειαν. ἐπεὶ γὰρ διάφορα τοῦ παναγίου πνεύματος τὰ χαρίσματα, ἓν δὲ αὐτοῦ τῶν θεοπρεπῶν ἐνεργειῶν καὶ τὸ καθαρτικὸν καὶ τῆς χείρονος ὕλης ἀφανιστικόν, καὶ οἷς ἂν ἐπιφοιτήσειεν ὅλην διόλου τὴν φύσιν ἀναχωνεύειν, μηδὲν τῶν καταρρυπούντων αὐτὴν ἐμφωλεύειν ἔτι καὶ λανθάνειν δυνατόν, διὰ τοῦτο εἰπὼν ‘ἐν πνεύματι ἁγίῳ’ προσέθηκε ‘καὶ πυρί’, ἵνα εἴπῃς ἐν πνεύματι ἁγίῳ τῷ καθαρτικῷ τε καὶ δαπανητικῷ τῶν ἐν ἡμῖν τῆς κακίας παθῶν, ὧν διὰ τῆς ἐμπύρου καὶ δραστικῆς ἅμα καὶ ἀναχωνευτικῆς ἐνεργείας ἀποκαθαιρόμενοι τῆς ἁγιότητος ἀξιούμεθα. ‘καὶ γὰρ ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον’ τήν τε ἄλλην φθοροποιὸν μοχθηρίαν καὶ ὅση παρεισέδυ καὶ ἐναπετάκη ἐξ ἀπροσεξίας τῇ φύσει ἡμῶν.

Πῶς, τῆς θεομηνίας τῆς περὶ τὸν Κορὲ καὶ Δαθὰν καὶ Ἀβειρὼν γεγενημένης, δέον τὸ ἄλλο πλῆθος κατεπτηχότας καὶ τὸν περὶ ψυχὴν κίνδυνον δεδιότας τό τε τοῦ φρονήματος γαῦρον καὶ ἀπονενοημένον συστέλλειν καὶ ἐπιγνώμονας γίνεσθαι τῶν ἡμαρτημένων, οἱ δέ, μηδὲν τοιοῦτον ἐπιδεικνύμενοι, καὶ κατὰ Μωυσέως γογγύζουσι; Ἢ διότι πλῆθος ὄντες, ὁρμαῖς ἀλόγοις ἐκδεδιῃτημένον καὶ λογισμοῖς ἐνεχόμενον ἰταμωτέροις, ταῖς τοῦ Μωσέως ἐνόμιζον ἐπῳδαῖς ἢ περιδρομαῖς τὸ θεῖον θέλγεσθαι καὶ παρέλκεσθαι καὶ πρὸς τὸ κεχαρισμένον ἐκείνῳ παραπείθεσθαι καὶ διὰ τοῦτο τὰς τιμωρίας κατὰ τῶν λυπούντων ὁμογενῶν ἐπαφίεσθαι. ἐδόκει γοῦν τοῖς διαβουλίοις τούτοις περιπλανώμενον καὶ τῇ θρασύτητι συγκροτούμενον διὰ τῆς σφῶν ἐπαναστάσεως δεδίττεσθαί τε τὸν Μωσέα καὶ ἀπάγειν τοῦ ἐγχειρήματος, καὶ μήτε τὸ λοιπὸν παροξύνειν τὸν θεὸν οἷς αὐτὸν ἐπὶ τὰς κολάσεις παρεκάλει τῶν ἀδικούντων, καὶ δὴ καὶ τῆς θείας ὀργῆς ἀπαλλάττειν τὸ ὁμόφυλον. οἷς γὰρ αὐτοὶ γνώμης ἀδεκάστου καὶ ἀπαθείας καὶ ὀρθότητος ταῖς διανοίαις οὐχ ὑπέβαλλον τὸ στήριγμα, πρὸς δὲ τὰ πάθη τὴν κρίσιν ἐρρύθμιζον, τούτοις οὐ τὸν Μωυσέα μόνον, ἀλλὰ καὶ αὐτὸν τὸν κοινὸν δεσπότην καὶ δημιουργὸν ὑποκεῖσθαι ἐφαντάζοντο.

Ἄλλως τε δὲ καὶ τὸ μέτριον τῆς τιμωρίας κεραννύμενον τῇ μὴ λίαν καταπεπληγμένῃ τῶν ἀνθρώπων γνώμῃ ἐπιστροφῆς πολλάκις καὶ μεταβολῆς παραίτιον γίνεται, φοβούσης μὲν τῆς κολάσεως, τῷ ὑφειμένῳ δὲ λεαινούσης τὴν τραχύτητα καὶ συνορᾶν τὸ δέον χειραγωγούσης· ἀνυπερβλήτου δὲ ταύτης διὰ τὴν ὑπερβολὴν τῶν ἡμαρτημένων φερομένης, ἀντὶ τοῦ πρὸς συγγνώμην ὁρᾶν ὡς ἐπὶ πᾶν τὸ ἀνθρώπινον εἰς ἀπόγνωσιν καὶ ἀπόνοιαν καίτοι μὴ δέον περιτρέπεται καὶ πρὸς ἀγνωμοσύνην καὶ δυσφημίαν, ἐπὰν μὴ τοῖς ἔργοις ἔχῃ τὴν ὀργὴν ἐνδείξασθαι, διανίσταται.

Καίτοι τῷ μᾶλλον φοβοῦντι μᾶλλον ἔδει τῶν οὐ θεμιτῶν ἀπάγεσθαι καὶ πρὸς τὸ νουθετοῦν κατευθύνεσθαι, καὶ μὴ κατὰ τῆς ἰδίας σωτηρίας παρατάττεσθαι· καὶ γάρ, φησίν, ‘ὅταν ἀπέκτεννεν αὐτούς’ (ἄλλη τοῦτο τοῦ Ἰσραὴλ ὡς ἐν ἐλάττοσιν ἀρρωστήμασι νόσος), ‘τότε ἐξεζήτουν αὐτὸν καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν θεόν’. πῶς δ’ οὐ λίαν ἔμπληκτον καὶ ποινὰς βαρυτέρας ἐκκαλούμενον τὸ μηδὲ τῇ σφοδρότητι τῆς πληγῆς τῶν χειρόνων μεθίεσθαι καὶ τὴν μετάνοιαν ἀνταλλάττεσθαι; καὶ γὰρ ὁ μὲν τῷ μετρίῳ τῆς τιμωρίας μὴ σωφρονισθεὶς τάχα ἂν τῷ μείζονι πρὸς τὴν διόρθωσιν πολλὰς ἐλπίδας παράσχοι συνελαθήσεσθαι, ὁ δὲ μηδὲ διὰ τούτου παιδευόμενος μηδὲ τὸ σωφρονεῖν αἱρετώτερον τοῦ παραφρονεῖν τιθέμενος, ἀνίατον ὁμολογεῖ τὸ πλημμέλημα· ὁ δὲ μὴ μόνον πρὸς τὸ βέλτιον οὐ μετατιθέμενος, ἀλλὰ καὶ τοῦ χείρονος μᾶλλον γινόμενος, τὸ λεῖπον τῆς τιμωρίας οὐχ ὑπερβολῆς κόλασιν, ἀλλ’ εἰς τὴν τοῦ δικαίου φύσιν προστιθέμενον, κἂν μὴ τῇ γλώσσῃ, τῇ πράξει δὲ τὴν ψῆφον ἐλέγχεται φέρων. ‘ἥμαρτες’, φησίν, ‘ἡσύχασον’· οἱ δέ, ἁμαρτάνοντες τά τε ἄλλα καὶ οἷς τῶν δικαίως τὴν δίκην δεδωκότων ὑπερήλγουν, οὐ μόνον οὐκ ἐσίγων (οὐδὲ γὰρ εἴα τῶν ἁμαρτημάτων ἡ ὁμοιότης), ἀλλὰ καὶ πρὸς γογγυσμὸν τοῦ παιδαγωγοῦντος ἀντανίσταντο καὶ δι’ αὐτοῦ τῷ κοινῷ δεσπότῃ καὶ εὐεργέτῃ προσερρήγνυντο, κακῷ μείζονι τὸ ἔλαττον φιλονεικοῦντες ἀποκρύψασθαι.

διὸ καὶ τὸν ὄλεθρον παραπλήσιον τῶν προδεδωκότων ἀνεδέχοντο, καὶ παγγενεὶ διώλοντο ἄν, εἰ μὴ τοῦ Μωσέως ὁ ἐξιλασμὸς καὶ ἡ δέησις τὴν θραῦσιν ἔστησεν.

Εἰ δὲ γοητικαῖς μαγγανείαις καὶ θειοδάμοις τὸν τῆς ἀρετῆς καὶ θεογνωσίας νομοθέτην ὁ νομοθετούμενος ἀνακεῖσθαι ὑπελάμβανεν καὶ ταύταις εἰσπράττεσθαι τὰς τιμωρίας τοὺς παραλυποῦντας εἶχεν φρόνημα, οὐ τὸν ἐπὶ πάντων δὲ θεὸν καὶ δημιουργὸν ἐφορᾶν τὰ δρώμενα καὶ ἐπέχειν τῶν παραπτωμάτων ἐκκαλούμενον, ἡ μὲν ἐξ ἀρχῆς ἀπορία κατὰ τὸ ῥᾴδιον τὴν λύσιν ἔχει, οὐκ ἐλάττονα δὲ ἡ λύσις ἄλλην ἀτοπίαν ἀποτίκτει· καὶ τὸ πλῆθος, οἳ ταῖς δόξαις ταύταις ἑαλώκεσαν, οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις ἀπολωλέναι δίκαιοί εἰσιν, μάλιστά γε τῶν ἐν Αἰγύπτῳ γοήτων καταισχυνθέντων οὐχ ἅπαξ, ἀλλὰ καὶ δεκάκις, καὶ τῆς κακουργίας αὐτῶν τοῦ Μωσέως θαυματουργοῦντος εἰς τὸ λαμπρότατον ἐξεληλεγμένης, καὶ ταῦτα τοὺς οἰκείους ὀφθαλμοὺς μάρτυρας ἔχοντες παραγραφὴν οὐ δυναμένους ἔχειν. ἔτι δὲ τερατείᾳ καὶ μαγγανείᾳ τίς ἂν διατέμοι θάλασσαν, καὶ τοῖς μὲν ὑπηκόοις ὁδὸν μηδὲ νοτίδος ἴχνη φέρουσαν κατασκευάσει, τοῖς ἐχθροῖς δὲ τάφον αὐτοσχέδιον ἀποδείξει; ἐξ οὐρανοῦ δὲ πῶς ἂν τροφὴν παρασκευάσῃ καὶ τράπεζαν ἑτοιμάσῃ καὶ τὰ ἄλλα ὅσα θεουργῶν ὁ Μωσῆς εἰς σωτηρίαν τοῦ Ἰσραὴλ τὸ θεῖον ἐξευμενιζόμενός τε καὶ ἱλεούμενος διεπράττετο;

Ἀλλ’ ἐκεῖνοι μὲν τῆς ἐπαναστάσεως οὐ μεμπτὴν τὴν δίκην εἰσεπράχθησαν· τῶν δὲ πρὸ ἡμῶν, ὅτι μηδὲ διηπόρηται οὐδὲν τῶν εἰρημένων, οὐδ’ εἰς λύσιν ἐπινενόηται. σὸν δ’ ἐστὶ συνορᾶν εἴτε πραγματικῆς ἐστιν ἡ λύσις θεωρίας ἔργον, εἴτε λαλιᾶς σιγᾶν αἰσχυνομένης.

Ἐν τῷ εὐαγγελικῷ ῥητῷ τίνα δεῖ νοεῖν παιδία ἃ τοῖς Ἰουδαίοις ηὔλησαν, Ἐν τῷ εὐαγγελικῷ ῥητῷ τίνα δεῖ νοεῖν παιδία ἃ τοῖς Ἰουδαίοις ηὔλησαν, καὶ οὐκ ὠρχήσαντο, ἐθρήνησαν, καὶ οὐκ ἐκόψαντο; τὸν γὰρ πρόδρομον καὶ τὸν κοινὸν δεσπότην παιδία νοεῖν μὴ τῷ ἀτόπῳ συνδιαλύεται καὶ τῶν Ἰουδαίων τὸ ἔγκλημα· παιδίοις γὰρ μὴ πειθαρχεῖν οὐχ ὑπεύθυνον. Ἄλλος μὲν ἄν τις τῶν παραβολῶν καὶ ὁμοιώσεων τῆς ἰδιότητος τὸν τύπον φυλάττων οὐ πάντως ἐρεῖ παραδέχεσθαι καθ’ ἕκαστον πρᾶγμα τὸν ἐπιμερισμὸν τῶν ὀνομάτων οὐδὲ βιάζεσθαι τά τε πρόσωπα τῶν παραβαλλομένων καὶ οἷς παραβάλλεται κατὰ τὸ ἀπαράληπτον περὶ πόδα ποιεῖν καὶ τὸ τῆς ὁμοιότητος διασῴζειν ἀπαράλλακτον· οὔτε μὴν τὴν ἄλλην τάξιν τῶν ῥημάτων καὶ τῶν πραγμάτων ἑκατέρας διανοίας ζητεῖν ἀδιάφορον, μηδὲν δὲ μήτε τὰ πρὸς τὴν παραβολὴν εἰκαζόμενα μήτε τῆς παραβολῆς μηδαμῶς ὅλως μέρος παραχωρεῖν προσλαμβάνεσθαι, ὃ μὴ συνδεῖ πρὸς ἄλληλα ταῦτα καὶ πρὸς λεπτολογίαν ἕκαστον ἑκάστῳ ἀνταποδίδοται.

Ὁ μὲν γὰρ τῆς ἱστορίας λόγος καὶ τοῦ διηγήματος καὶ πρὸς ὃν ἡ ἔκφρασις ἀναφέρεται, οὗτος καὶ τῶν ῥημάτων τὴν θέσιν πρὸς ἕκαστον ὄνομα τῶν ὑποκειμένων ἐναρμόττεσθαι πολυπραγμονεῖ καὶ οὐδὲν οὔτε συνεπινοούμενον οὔτε παρεντιθέμενον ἄριστα λέγων ἀνέχεται ὑποβάλλεσθαι· ὁ δὲ τῆς παραβολῆς καὶ ὁμοιώσεως οὐκ ἐθέλει δουλεύειν ἐξ ἀνάγκης τοῖς αὐτοῖς θεσμοῖς οὐδ’ ὑποκεῖσθαι τοῖς παραγγέλμασιν. διὰ τί; διότι ἡ μὲν ἱστορία καὶ τὸ διήγημα καὶ τὰ παραπλήσια τῶν ἀγνοουμένων ἐκδιδάσκει τὴν μάθησιν καὶ τὴν ἀρχὴν τῆς γνώσεως τοῖς ἀκροαταῖς παρεχόμενα κατὰ τὸ ἀκριβέστατον ἀπαιτεῖται τὰς φωνὰς τοῖς πράγμασι περιάπτειν, καὶ οὐδὲν οὔτε ῥῆμα μὴ λίαν συνᾷδον οὔτε πρᾶγμα τῶν ἀσυναρτήτων οὔτε βιαζόμενον τὴν νόησιν παραδέχεται· ἀναίρεσις γὰρ ταῦτα τῆς προτεθείσης ὑποθέσεως καὶ διδασκαλίας, ἀλλ’ οὐ κατασκευὴ διαγνώσεως. ἡ δὲ παραβολὴ καὶ ὁμοίωσις πρῶτον μὲν δῆλόν ἐστιν ὡς ἐπὶ προεγνωσμένων πραγμάτων παραλαμβάνεται καὶ παραβάλλειν ἁμῶς γέ πως τὰ ἐγνωσμένα τοῖς παρασκευάζουσιν αὐτὰ προαιρεῖται πιθανώτερα· καὶ σκοπὸς οὐκ ἔστιν ἄλλος προηγούμενος τοῖς χρωμένοις τῇ μεθόδῳ ταύτῃ ἢ πειθὼ παρασχεῖν ταῖς ψυχαῖς καὶ πρὸς συγκατάθεσιν ἄγειν τὸν ἀκροατὴν ὡς σωτηρίας πρόξενον ἀσπάζεσθαι τὴν παραίνεσιν, ἢ τό γε προτεινόμενον ἁπλῶς ὡς συμφέρον ἢ δυνατὸν ἀποδέχεσθαι.

ἐπὰν δ’ εἰς τοῦτο τῶν παραβολῶν καὶ ὁμοιώσεων ἡ χρεία τῷ λόγῳ κατασκευασθῇ, τὴν λεπτολογίαν καὶ τὸν καθ’ ἕκαστον ἑκατέρας διανοίας ἐπιμερισμὸν καὶ τὰς κατὰ λεπτὸν συναφείας καὶ ἀνταποδόσεις ἢ δευτέρᾳ φροντίδι ἢ οὐδεμιᾷ γε παραπέμπεται. καὶ τοῦτο οὐ μόνον κατὰ τοὺς ἱεροὺς ἡμῶν λόγους πολλάκις ὁρᾶται καὶ πραττόμενον καὶ κατευθυνόμενον, ἀλλὰ καὶ ὅσοις ἄβατος ὁ θεῖος καὶ καθαρὸς τῆς εὐσεβείας περίβολος συντετήρηται, καίτοι περὶ πολλοῦ τῶν λόγων οὗτοι τὴν σοφίαν εἰσὶν ἄγοντες. οὐκοῦν οὐδὲ τὰ παιδία τις ἐπιτάττει νόμος ὡρισμένων προσώπων καὶ τῆς πρὸς τοὺς ἄλλους ἀποκεκριμένων ἐπιζητεῖν ἀνταπόδοσιν· ἱκανὰ γὰρ καὶ τὴν τῶν ἀορίστων ἀναδεδεγμένα τάξιν τῆς παραβολῆς ἀναπληρῶσαι τὸ βούλημα.

Ὁ μὲν οὖν σκοπὸς τῆς δεσποτικῆς παραβολῆς καὶ ὁμοιώσεως σαφής τέ ἐστι καὶ δῆλος, ὡς τό γε Ἰουδαίων ἔθνος ἐπιδεῖξαι βούλεται μήτε τοῖς θέλγουσι καὶ εὐφραίνουσι, τοῦτ’ ἔστι τῇ ἐθίμῳ καὶ ἐπιπολαζούσῃ διαίτῃ (καίτοι δέον τῷ ὁμοίῳ ἐπικλίνεσθαί τε καὶ συνεφέλκεσθαι), τὸ λυσιτελοῦν ἠθέλησε δρέψασθαι, οὔτε διὰ τοῦ ἀνακεχωρηκότος τῶν πολλῶν καὶ συνεσταλμένου βίου, καίπερ δυσωπεῖν οἶδεν καὶ εὐλαβεστέρους ἀπεργάζεσθαι τὸ παράδοξον, ἀλλ’ ὅμως ὑπ’ οὐδενὸς τούτων ἐπεστράφησαν τὸ ἀκόλαστον αὐτῶν καὶ δυσανάγωγον πρὸς εὐσέβειαν ἀποθέσθαι καὶ ἀποσείσασθαι· καὶ τὴν πειθὼ δὲ συνυφαίνει τὸν ἔλεγχον ἐπιφέρουσαν ὡς μὴ μετανοοῦντες τῶν Ἰουδαίων ὁ δῆμος πᾶσαν ἀπολογίαν καὶ συγγνώμην ἑαυτοῖς περικόπτουσι.

Ταῦτα μὲν δὴ πράττουσα ἡ παραβολὴ τὰ λοιπὰ τῶν ὀνομάτων καὶ πραγμάτων, ὅσα μηδὲν τῶν ἀναγκαίων καὶ πρὸς σωτηρίαν ἐκκαλουμένων προξενεῖ, οὐδὲ σεμνύνεται πολυπραγμονεῖν. ἐπεὶ τίνες οἱ τὸν καύσωνα τῆς ἡμέρας καὶ τὸν παγετὸν τῆς νυκτὸς ἐπὶ τοῖς θείοις ἔργοις εὐψύχως διενεγκόντες, τοῖς δὲ μετ’ αὐτοὺς ἐλθοῦσι μιμήσασθαι βάσκανον καὶ πονηρὸν ὀφθαλμόν, ἐφ’ οἷς μετέσχον τῶν ἴσων, ἐπιβάλλοντες; τίς δ’ ὁ τῆς ἀδικίας κριτής, ὁ θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος, εἶτα τῆς χήρας καταβοώσης εἰς οἰκτιρμοὺς διαλύων τὴν ἀπόνοιαν; τούτων γὰρ ἑκάτερον μὴ μετὰ πολλῆς τῆς παρεκβολῆς καὶ ἀδολεσχίας οὐμενοῦν οὐκ ἔστιν εἰς πρόσωπον περιωρισμένον ἐναρμόσασθαι. ἀλλ’ αἱ παρθένοι, ὧν αἱ μὲν πέντε μωραί, αἱ δὲ πέντε φρόνιμοι, τίνος πρόσωπον ὡρισμένον ἐξεικονίσουσιν; ὁ χρόνος δέ, καθ’ ὃν αἱ μὲν εἰσῆλθον, αἱ δὲ τοῦ νυμφῶνος ἀπεκλείσθησαν, τίς ποτ’ ἂν εἴη; ὁ γὰρ τῆς κοινῆς κρίσεως οὔπω ἐφέστηκεν.

Καὶ πολλοῖς ἄλλοις ὁ ζητῶν ὡρισμένα πρόσωπα καὶ πράγματα καὶ κατατεμαχίζειν φιλοτιμούμενος τὰς παραβολὰς περιενεχθείη ἂν τὴν διάνοιαν ἀπορήμασιν, οὐ τοσοῦτον τῶν παραβολῶν τοῦτο παρεχομένων ὅσον τῆς περιεργίας καὶ ἀτόπου λεπτολογίας εἰς ἀμαθίαν μᾶλλον, ἀλλ’ οὐκ εἰς εὕρεσιν ἀποτελευτώσης. τίνες δὲ πάλιν οἱ μὴ διδόντες τῶν κερατίων μετασχεῖν τῷ εἰς μακρὰν ἀποδημήσαντι πόλιν καὶ τὰ πατρῷα καταναλώσαντι ἀσώτως; οἱ μίσθιοι δὲ πάλιν τίνες, εἴπερ τὸ ἀνθρώπινον γένος εἰς δικαίους καὶ ἁμαρτωλοὺς διαιρούμενον διὰ τῶν ἐν τῇ παραβολῇ δύο λαμβανομένων υἱῶν παραδηλοῦται; καὶ πῶς οὗτος ὡς εἷς τῷ πατρὶ τῶν μισθίων νομισθῆναι ἐξαιτεῖται; ὁ δὲ υἱὸς ὁ πρεσβύτερος, ὁ τὸ τοῦ πατρὸς θέλημα πληρῶν, εἶτα φθονεροῖς ὄμμασι θεωρῶν τὴν ἐπιστροφὴν καὶ σωτηρίαν τοῦ ἀδελφοῦ καὶ δικαιολογεῖσθαι παροξυνόμενος τῷ πατρί, πῶς ἂν ὡρισμένῳ τινὶ προσώπῳ περιτεθείη; ὥστε φανερὸν ὡς οὐχ ἅπαντα τῆς παραβολῆς τὰ μέρη πολυπραγμονεῖν καὶ λογοθετεῖν προσήκει, πρὸς μόνον δὲ ἀφορᾶν τὸ διὰ τῆς ὁλοκληρίας ὑπὸ ταύτης σημαινόμενον.

Τὸν δὲ πλούσιον ἄνθρωπον, ὃς τὸν διαβεβλημένον οἰκονόμον τῆς οἰκίας προεστήσατο, τίνι ἄν τις προσώπῳ ἐξιδιώσαιτο; τίνας δ’ ἂν εἴποι τοὺς διαβάλλοντας; ἡ δὲ ἀνταπόδοσις τῶν μὲν ἀγαθῶν τῷ Λαζάρῳ, τῶν δὲ ἀνιάτων κακῶν τῷ πλουσίῳ, πῶς ἂν εἴη γεγενημένη, οὔπω τῆς κοινῆς κρίσεως συνεστώσης; καὶ αἱ διαλέξεις δὲ ἃς ὑποβάλλεται ἡ παραβολὴ τοῦ Ἀβραὰμ καὶ τοῦ κολάσει καταδεδικασμένου, πῶς ἂν γένοιντο, τῷ μὲν σιγᾶν τῶν βασάνων ἐπιταττόντων καὶ πλὴν τῶν καθ’ ἑαυτὸν στεναγμῶν τε καὶ ὀδυρμῶν χαλινὸν τοῖς ἄλλοις ἐπιβαλλόντων, τοῦ δὲ μηκέτι μετὰ τὴν κρίσιν πρὸς τὸν ἐφάπαξ καταδεδικασμένον ἐπιστρεφομένου; κατὰ τὸν αὐτὸν οὖν τύπον καὶ νόμον οὐδὲ τὰ τῆς παραβολῆς παιδία ζητήσει περιγεγραμμένων προσώπων ἀπαγγέλλειν ἰδιότητας.

Ἀλλὰ γὰρ οἷς ἄν τις διὰ τῶν τῆς κοινοτέρας φωνῆς ἰδιωμάτων καὶ περὶ τῆς προκειμένης παραβολῆς ἐπέλθοι καὶ ὁμοιώσεως, ταῦτα ἂν εἴη· ἐπεὶ τό γε αἰνιγματικὸν εἶδος αὐτῆς, καθ’ ὃ καὶ ἡ νῦν ἐταζομένη προενήνεκται, καὶ ἑτέραις περινοίαις τὸν πολὺν ἀκροατὴν οὐ παραδεχομέναις θαλαμεύεται. καὶ τοῦτο ἄρα καὶ ὁ σωτήριος λόγος ὑποσημαινόμενος, ‘ὑμῖν’ ἔλεγεν πρὸς τοὺς μαθητὰς ‘δέδοται γνῶναι τὰ μυστήρια, ἐκείνοις δὲ ἐν παραβολαῖς’, τῇ ἀκριβεστάτῃ καὶ κατὰ λεπτὸν ἐπιγνώσει καὶ ἀνακαλύψει τοῦ μυστηρίου τὴν κατὰ τὰς παραβολὰς ἀντιδιαστέλλων κατάληψιν· διὸ καὶ ‘φράσον ἡμῖν’ ἔλεγον οἱ ἀπόστολοι ‘τὴν παραβολὴν ταύτην’. ταύτῃ ἄρα καὶ τῶν ἀπειθεστάτων Ἰουδαίων ἡ συναγωγὴ οὔτε βλέποντες ἔβλεπον καὶ ἀκούοντες οὐκ ἤκουον, ὡς τῶν τοιούτων παραβολῶν καὶ ὁμοιώσεων τοῦτο μὲν καθορᾶν καὶ ἀκούειν παρεχομένων, τοῦτο δὲ τῷ ἀκαταλήπτῳ καταδύεσθαι μηδὲν ἐναντιουμένων.

εἰ γὰρ καὶ πωρώσει τῆς καρδίας τὸ τῶν Ἰουδαίων πλῆθος καὶ πρὸς τὸ τῆς εὐσεβείας φῶς ἑκουσίως καταμύοντες οὐκ ἔβλεπον βλέποντες οὐδὲ ἀκούοντες ἤκουον, πλὴν ἀλλά γε καὶ ἡ παραβολή, μηδὲν πρὸς τὴν αὐτῶν ἀνθισταμένη διάθεσιν (τῇ γὰρ ἀσαφείᾳ ἐπεσκίαστο), οὐ τῆς ἀγνωμοσύνης ἀφορμήν τινα παρέχεται, ἀλλὰ καὶ τὸν τρόπον αὐτῶν τῆς ἀπειθείας μᾶλλον διελέγχει, ὅτι δέον ζητεῖν ἐξ ὧν συνίεσαν ἃ μὴ συνίεσαν, ὥσπερ ἔπραττον οἱ ἀπόστολοι, οἱ δὲ λόγον οὐδένα τῶν ἀγνοουμένων ἐτίθεντο. τὸ δὲ τῶν παραβολῶν καὶ ὁμοιώσεων δυσθεώρητον καὶ ὁ παροιμιαστὴς τῇ παραθέσει τῶν παραλλήλων φωνῶν ὑπεδήλωσεν, ἡνίκα τὸν ταῖς παροιμίαις τελεσθέντα τὴν διάνοιαν σοφὸν διαγράφων καὶ νοήμονα, ‘νοήσει τε παραβολήν’ φησιν ‘καὶ σκοτεινὸν λόγον ῥήσεις τε σοφῶν καὶ αἰνίγματα’.

Ἀλλ’ οὗτος μὲν ὁ λόγος, ὁ ἀπὸ τῶν ἰδιωμάτων τῆς παραβολῆς καὶ ὁμοιώσεως ἐπιλυόμενος τὸ ἀπόρημα, τῆς καθολικωτέρας φωνῆς τῶν παραβολῶν καὶ ὁμοιώσεων οὐ παντελῶς καθελκόμενος, πολλῶν καὶ ἄλλων κατὰ τὸν εἰρημένον τρόπον ἐξευμαρίζειν ζητήματα δύναται· ὁ δὲ μέλλων ῥηθήσεσθαι, ὅσον τῆς προτεταγμένης θεωρίας μᾶλλον ἀκριβολογεῖται τά τε πράγματα καὶ τὰ ῥήματα, τοσοῦτον ἰδιάζουσαν ἀποφαίνων ἐφ’ ἑνὶ ζητήματι περιγράφει τὴν ἐπίλυσιν. διττὸν τοιγαροῦν παρὰ τοῖς ἱεροῖς ἡμῶν χρησμοῖς τὰ παιδία· ‘ἄφετε’ γὰρ ‘τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἔρχεσθαι πρός με’, καὶ τῆς αὐτῆς ἐννοίας οὐ πόρρω, ‘ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν’· εἶτα, ‘ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε’. ὥστε διττὸν ἂν εἴη τὸ παιδίον, μᾶλλον δὲ καὶ τριττόν, εἴπερ ὁ σοφός, εἴ τις ἄλλος, τὰ θεῖα καὶ τὰ ἀνθρώπινα Παῦλος, ἐφαρμόζειν τε εἰδὼς τὰς καταλλήλους φωνὰς ταῖς συγγενεστάταις ἐννοίαις, διακέκραγεν· ‘ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου.’ δῆλον γὰρ ὡς τὸ παιδίον ἐνταῦθα οὔτε τὸ ἁπλοῦν καὶ ἄκακον καὶ κακουργίας ἐλεύθερον ἀπαγγέλλει, οὔτε μὴν τὸ ἀσύνετον καὶ τὴν διάνοιαν εὐπαράφορον, ἀλλὰ τὴν ἀνθρωπίνην ἁπλῶς ἐπισημαίνεται φύσιν.

Διόπερ ὁ πρόδρομος καὶ ὁ σωτὴρ παιδία ἂν οὐκ ἀπεικότως κληθείη, ὅτι τε τῆς αὐτῆς εἰσιν οὐσίας κεκοινωνηκότες, καὶ προσεχέστερον καὶ οἰκειότερον διὰ τὴν πολλὴν ἡμερότητα καὶ πραότητα καὶ τῶν ἀδιαβλήτων παθῶν καὶ ἠθῶν τὴν πρὸς τὰ παιδία ὁμοιότητα. καὶ γὰρ ἐν ἑαυτοῖς ταῦτα ἐπεδείκνυον διαμορφούμενα, οὔτε πῦρ ἐξ οὐρανοῦ καταφέροντες οὔτε ξίφει τοὺς ἀδικοῦντας κολάζοντες, οὐ χάσματι γῆς τιμωρούμενοι οὐδὲ καταποντίζοντες τοὺς ἀπειθοῦντας ὕδατι, ἀλλὰ παίδων εἰς ὁμοιότητα διὰ τῆς πραότητος καὶ ἡμερότητος καὶ ἀοργησίας καθιστῶντες ἑαυτοὺς παιδικοῖς τέως λόγοις τοὺς μαθητευομένους ἐρρύθμιζον, κατὰ τὸ ‘γάλα ὑμᾶς ἐπότισα καὶ οὐ βρῶμα’, καὶ μὴν ‘καὶ ἄλλα πολλὰ ἔχω λέγειν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι’. ὥστε παῖδες οὐκ ἀπᾴδοντι οὔτε πρὸς ὕβριν ἐκφερομένῳ λόγῳ καὶ νομισθεῖεν ἂν καὶ ῥηθεῖεν ὅ τε βαπτίζων ἐν ὕδατι καὶ ὁ βαπτίζων ἐν πυρί, κατά γε τὸν λόγον τῆς φύσεως καὶ τῶν σημαινομένων τὸ τιμιώτερον καὶ σεμνότερον· παῖδες δὲ τὴν ἀφροσύνην νηπιάζοντες τὰ τῶν Ἰουδαίων πλήθη, οἳ μήτε καταυλούμενοι μήτε θρηνούμενοι οὐδὲ καθ’ ἕτερον τούτων τῆς ἀπροσεξίας μετανέστησαν οὐδὲ τῆς οἰκείας μοχθηρίας τὴν ἀπαλλαγὴν ζητεῖν ᾑρετίσαντο.

Σὺ δὲ τὸν σωτῆρα λέοντα πολλάκις ἀκούων καὶ τὸν καθ’ ἡμῶν ἐχθρὸν ὠρυόμενον ὑπὸ τῆς αὐτῆς δηλούμενον κλήσεως, σκώληκά τε πάλιν τὸν δημιουργὸν τῆς ὁρατῆς τε καὶ ἀοράτου κτίσεως (‘ἐγὼ γάρ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπου καὶ ἐξουθένημα λαοῦ’), ἀλλὰ καὶ ‘ὁ σκώληξ αὐτῶν’ (τιμωρίας τοῦτο βαρυτάτης εἶδος) ‘οὐ τελευτήσει’, ὡς ἐν ἐκείνοις σοφὸς ἐγένου διαιτᾶν, καὶ τὸν μὲν τῶν λεόντων εἰς τὴν εἰκόνα μεθέλκεις τοῦ δεσπότου, τὸν δὲ τῷ ἀρχεκάκῳ θηρίῳ προσαρμόζεις, καὶ δὴ καὶ τὸν σκώληκα νῦν μὲν ἐπὶ τῆς ἀσπόρου καὶ ἀχράντου καὶ ἀγεωργήτου σαρκὸς τοῦ σωτῆρος ἐκλαμβάνειν, νῦν δὲ τὸ πικρὸν καὶ ἀπαραίτητον τῆς κολάσεως σημαίνειν οὐκ ἐρυθριᾷς νομίζειν, οὕτως καὶ ἐπὶ τῶν εὐαγγελικῶν παιδίων τῇ συνήθει χρώμενος θεοσοφίᾳ καὶ ἑκάστῳ νέμων καὶ ἀπομερίζων τὸ οἰκεῖον οὐδὲν οὔτε ἀσαφὲς οὔτε δυσπαρακολούθητον εὑρήσεις.

Πολλὴ δὲ καὶ ἄλλη τοῖς ἱεροπρεπέσιν ἡμῶν λογίοις τῶν τοιούτων ὀνομάτων ἐγκατέσπαρται ἡ χρῆσις· καθάπερ ὁ σκύμνος ὁ μὲν ‘ὠρυόμενος καὶ ζητῶν τροφὴν παρὰ θεοῦ’, ὁ δὲ κοιμώμενος καὶ ἐξανιστάμενος καὶ συνεγείρων τὸ γένος τοῦ τε παλαιοῦ πτώματος καὶ τῆς τοῦ θανάτου κατασχέσεως· καὶ ἑωσφόρος ὁ μὲν πρωῒ ἀνατέλλων καὶ τὰς τῶν πιστῶν καρδίας ἔτι μᾶλλον τῷ φωτὶ τῆς θεογνωσίας ἐναυγάζων, ὁ δὲ τῷ σκότῳ προσαρμοζόμενος καὶ ὃν τὸ ἑκούσιον τῆς μοχθηρίας τῆς νοερᾶς καὶ μακαρίας λαμπρότητος ἀπεγύμνωσεν. ὄφις τε ὁ τὴν Εὔαν ἐξαπατήσας καὶ δὴ καὶ οὗ μιμητὰς ἡμᾶς ὁ σωτήριος λόγος γενέσθαι προτρέπεται· ‘γίνεσθε’ γάρ φησιν ‘φρόνιμοι ὡς οἱ ὄφεις’. ἀλλὰ γὰρ καὶ βασιλεὺς ὁ μὲν τῶν ἁπάντων καὶ οὗ σύμπασα κτίσις δακτύλων ἔργον, καὶ μὴν καὶ τῶν ἐν τῷ βίῳ δυσχερῶν <τὸ χαλεπώτατόν τε> καὶ σκυθρωπότατον καὶ ὃν φευκτότατον ὄντα φυγεῖν {τὸ χαλεπώτατόν τε} οὐκ ἔστιν, ὁ θάνατος. ἀστραπὴ δὲ πάλιν ὁ διὰ τὴν ἔπαρσιν ἐξ οὐρανοῦ καταπεσὼν καὶ δι’ ἧς ἡ δευτέρα τοῦ κριτοῦ φρικτὴ καὶ σεβάσμιος παρουσία ἀπεικάζεται. ὅρα δὲ καὶ σκότος ἱερόν, ὃ τὸ θεῖον παρασκήνιον τῆς ἀποκρυβῆς αὐτοῦ περιτίθεται, καὶ σκότος ἄλλο, τοῦτο μὲν τὸ ἐξώτερον, τοῦτο δὲ δι’ ὃν κἀκεῖνο παρεσκευάσθη τε καὶ ἡτοίμασται.

Οὕτω τοιγαροῦν εἰσιν πολλαὶ φωναὶ κατά τε τὰς ἱερολόγους ἡμῶν πραγματείας, ἀλλά γε δὴ καὶ ἐφ’ ὧν ἡ Ἀττικὴ γλῶττα σεμνύνεται, ἐπὶ τἀναντία τῶν πραγμάτων μεριζόμεναι. καὶ τοῦτο οἶμαι νόμῳ παρακολουθεῖν εἰδότι διακρίνειν τὰ μηδὲ πρόχειρον ἔχοντα τὴν διάκρισιν· καὶ γὰρ ἕκαστον τῶν εἰρημένων ὀνομάτων ἀντικειμένας δυνάμεις καὶ ἐνεργείας φύσιν ἔχοντα ἀπαγγέλλειν, δίδωσι τοῖς βουλομένοις ἀπαραποδίστως τε καὶ ἀβιάστως ἐπιμερίζειν πρὸς ἑκάτερον τῶν πεφυκότων ὑπὸ τὴν αὐτὴν ἀνάγεσθαι σημασίαν. δῆλον δὲ ὡς ὁ τρόπος οὗτος τῆς τῶν ὀνομάτων διπλόης ἐξῄρηται τῆς τῶν ὁμωνύμων θεωρίας· ἐκείνων γὰρ τὰ μέν, ὡς φάναι τὸ ἔπος, αἰτίαν οὐκ οἶδεν καθ’ ἣν ὄντα διάφορα τὴν αὐτὴν κλῆσιν ὑπῆλθε, τὰ δὲ δι’ ὁμοιώσεώς τινος ἀποτίκτεται· ἐνταῦθα δὲ οὐδέτερον τούτων ὁ λόγος παραδεχόμενος, μᾶλλον δὲ καὶ διὰ τῶν ἀντικειμένων καὶ ἐναντίων προϊών, τὴν κλῆσιν ὅμως ἐφίσης νέμει ὧν ἐστιν ἡ φύσις κατὰ τὸ ἄρρητον παραλλάττουσα. ἀλλὰ γὰρ τοῦτο μὲν ἡδύσματος χάριν καὶ ἀνέσεως παρεντεθήσθω τῆς καταπυκνούσης τε καὶ περιδριμυττούσης τὴν διάνοιαν ἱερολόγου φιλοπονίας.