Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Ἐπιστολαὶ καὶ Ἀμφιλόχια

Μέγας Φώτιος

Το κατ' εικόνα Θεού, η σκλήρυνση του Φαραώ και η διδασκαλία του Αποστόλου Παύλου

Θεολογική διερεύνηση της δημιουργίας του ανθρώπου, της σχέσης θείας οργής και αμαρτίας, και ερμηνεία δυσνόητων χωρίων των Επιστολών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 22 από 34

Πῶς οὐ μάχεται ἡ τοῦ κορυφαίου τῶν μαθητῶν παραίνεσις ἡ λέγουσα ‘ἕτοιμοι γίνεσθε ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος’ καὶ τὸ δεσποτικὸν πρόσταγμα παρακελευόμενον μὴ προμελετᾶν ἀπολογεῖσθαι ἐπὶ βήματος βασιλέων καὶ ἡγουμένων ἀγομένους ἐφ’ ᾧ λόγον ὑποσχεῖν τῆς πίστεως; Διότι, φιλολόγων ἱερῶν ἄριστε, ἑκατέρα χρεία, εἰ καὶ διαφόροις ὀνόμασιν ἀπαγγέλλεται, ἀλλά γε πρὸς τὸν αὐτὸν σκοπὸν ἀπευθύνεται· οὐκ ἂν δὲ εἴη μαχόμενα, οὐδὲ πολλοῦ δεῖ, ἃ πρὸς τὴν αὐτὴν ἐνάγει πρᾶξιν καὶ τοῖς αὐτοῖς ῥυθμίζειν νόμοις τὴν γνώμην παρακελεύεται. τὸ γὰρ ἑτοίμους εἶναι τὸ μηδὲν ἀναβάλλεσθαι πρὸς τὴν ἐρώτησιν βούλεται μηδὲ τοῖς λογισμοῖς ἐπιδιστάζειν ἀποκρίνεσθαι πρὸς τοὺς ἐπερωτῶντας ὑποτίθεται· καὶ τὸ μὴ προμελετᾶν μηδὲ τὸν καιρὸν τῆς παρρησίας καιρὸν ποιεῖσθαι τῆς διασκέψεως μηδὲ τοῦ ἀγῶνος παρόντος θορυβεῖσθαι τοῖς προαγωνίσμασιν, εἰς τὴν αὐτὴν συντρέχει καὶ συναπαρτίζεται διάνοιαν.

ὁ γὰρ ἕτοιμος μελέτης καὶ μερίμνης καὶ ἀμφιβολίας ἀπήλλακται· καὶ ὃς ἀπηλλαγμένην φέρει τὴν συνείδησιν ταύτης τῆς ἐμπαθοῦς διαθέσεως οὐδὲν δεῖται προμελετᾶν οὐδὲ προαγωνισμάτων οὐδὲ πρὸς τοὺς ἐνεστηκότας ἄθλους καὶ τὰ γυμνάσια καταμερίζεσθαι, ἀλλὰ τὸ καλῶς προμελετηθὲν καὶ βεβηκὸς ταῖς διανοίαις ἀμετακίνητον, τῷ τε χρόνῳ καὶ τῷ ἔθει τὴν κρίσιν ἀδίστακτον ἐπιφερόμενον, τοῦτο δὴ προβαλλόμενος οἴκοθεν ὁ τῆς εὐσεβείας ὑπέρμαχος, τῆς τοῦ παναγίου πνεύματος συνεργούσης αὐτῷ χάριτος, ἕτοιμός ἐστι καὶ τοῖς μαθεῖν ἐθέλουσι χορηγεῖν τὴν ἀπὸ τῆς διδασκαλίας ὠφέλειαν καὶ τοῖς πειρωμένοις μωμεῖσθαι καὶ διαχλευάζειν τοῦ δόγματος τὴν ἀκρίβειαν ἀνθυποφέρειν μετὰ στερροῦ καὶ ἀκλονήτου τοῦ φρονήματος τῆς τε πεπλανημένης δόξης τὸν ἔλεγχον καὶ τῆς εὐσεβείας τὸ ἀμώμητον. βεβαίωσις γὰρ καὶ σταθερότης γνώμης τούς τε πρὸς μάθησιν ὁρῶντας προσεχεστέρους ποιεῖ καὶ τῶν ἐπηρεαζόντων ἐπιρραπίζειν οἶδεν τὸ κακοῦργον καὶ ἐπίμοχθον.

Διὸ τοσοῦτον ἀποδεῖ τὰ εἰρημένα πρὸς ἄλληλα μάχεσθαι, ὡς καὶ σοὶ νῦν ἔξεστι συνορᾶν, ὥστε εἴπερ τι τῶν συνᾳδόντων καὶ συμφωνούντων οὐδεμίαν ἄλλοις ὑπερβολὴν ἀπολείπεται, οὐδ’ ἡ προκειμένη τῶν ῥητῶν θεωρία καὶ ἐξέτασις οὐμενοῦν οὐκ ἂν εἴη πρὸς ὁμολογίαν καὶ συμφωνίαν δευτέραν τάξιν ἐπέχουσα. εἰ δέ, ὡς ἔνιοι, τὸ μὲν τοῖς πρὸ τῶν ἀγώνων σχολάζουσιν εἴρηται, ἵνα μὴ ὦσιν ἀμεληταὶ μηδὲ τῆς ἀληθείας ὀλίγον λόγον ἔχοντες, τὸ δὲ πρὸς τοὺς ἐν αὐτοῖς ἐμβεβηκότας τοῖς ἀγῶσιν, ἵνα μὴ τῇ δειλίᾳ πρὸς ἀθρόαν κρίσιν καὶ ἐξέτασιν ἀγόμενοι τὸ στερρὸν τῆς ἐνούσης αὐτοῖς ὑποσαλεύωσι πίστεως, καὶ ἡ τοιαύτη τῶν ῥημάτων πρὸς τὴν διαφορὰν τῶν ὑποκειμένων διανομὴ καὶ διαίτησις μετὰ τοῦ μηδὲν ἐναντιοῦσθαι καὶ τῆς δεσποτικῆς προνοίας καὶ συνεργίας μέγα μαρτύριον καὶ ἀπαράγραπτον γίνεται. ἠρεμοῦσιν οἱ διωγμοί; σὺ τῶν ἱερῶν λογίων τῇ μελέτῃ σχόλαζε· ἀναρριπίζονται καὶ κατὰ τῆς εὐσεβείας μαίνονται; μηδὲν δειλιάσῃς μηδὲ θορυβηθῇς μηδὲ πρὸς τὸ λεῖπον, ἂν οὕτω τύχοι, τῆς παρασκευῆς ἀποβλέπων τὸ παράστημα τῆς ψυχῆς τοῖς τυράννοις ἐπιδείξῃς δειλαινόμενον· ἔχεις γὰρ τὸν δεσπότην, ὑπὲρ οὗ τὸν ἀγῶνα φέρεις, οὐ τὸ λεῖπον μόνον ἀναπληροῦντα, ἀλλὰ καὶ πολλῷ δαψιλεστέραν τὴν συνεργίαν καὶ δύναμιν χαριζόμενον.

Κατὰ τί εἴρηται ‘ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν’; καὶ τίς ἐνταῦθα ἡ εἰκών, ποῖον δὲ τὸ ἀρχέτυπον; ἁπάσης γὰρ εἰκόνος ἀνάγκη συνθεωρεῖσθαι καὶ τὸ πρωτότυπον. Τὸ κατ’ εἰκόνα θεοῦ γεγενῆσθαι τὸν ἄνθρωπον τοῖς μὲν τὸ λογικὸν καὶ αὐτεξούσιον παρέστη νοεῖν, τοῖς δὲ τὸ ἀρχικὸν καὶ ἀνηγμένον εἰς κυριότητα· ἐν ἑκατέρῳ γὰρ τούτων εἰκονίζειν δύναται τὸν δημιουργὸν τὸ δημιούργημα καὶ εἰκὼν ὁ ἄνθρωπος λέγεσθαι, εἰ βούλει δέ, καὶ τὸ κατ’ εἰκόνα γεγενῆσθαι θεοῦ· ὥστε αὐτόθεν εἰδέναι πάρεστι καὶ τὴν εἰκόνα καὶ τὸ πρωτότυπον, τοῦ κατὰ φύσιν ἀρχετύπου, μᾶλλον δ’ ὑπὲρ φύσιν καὶ τὴν ὑπὲρ λόγον αἰτίαν πλουτοῦντος τῶν χαρισμάτων, τὴν κατὰ χάριν ὁμοίωσιν παρεχομένου τῷ φιλανθρώπως παραχθέντι.

Ὁ μὲν οὖν ἐξ ὧν μάλιστα περὶ τοῦ πνεύματος θεοπρεπῶς ἐφρόνει τε καὶ ἐδίδασκεν τὸν θεολόγον ἐξιδιωσάμενος Γρηγόριος, τὴν ἐπὶ μιᾷ συλλαβῇ τῆς λέξεως παραλλαγὴν ὑπεριδών, εἰς ταὐτὸν συνάγει καὶ τὸ τῆς εἰκόνος ὄνομα καὶ τὸ κατ’ εἰκόνα· διὰ τί; διότι οὔτε δόγματος ἱεροῦ τινος ἑώρα παρατροπήν, καὶ τὰς ἀκοὰς τῶν ἀνθρώπων ὧν ἡ σωτηρία σπουδὴ τῷ ἀνδρὶ παραδεχομένας ἡδέως εἶχε τὸ αὐτὸ νόημα δι’ ἑκατέρας σημαίνεσθαι τῆς φωνῆς. πλὴν ἐπειδήπερ ἡ λίχνος ἀκοὴ καὶ τὴν φιλοπραγμοσύνην σοφίαν οἰομένη τὴν διαφορὰν ἐπιζητεῖ τῆς εἰκόνος καὶ τοῦ κατ’ εἰκόνα, οὐδὲ τοῦτ’ ἂν εἴη πόρρω συγγνώμης καὶ συμπαθείας εἰπεῖν· καὶ εἰρήσεταί γε μετὰ ταῦτα, ἵνα μὴ νῦν διακοπὴν ἡ ἀκολουθία λάβῃ τοῦ λόγου.

Καὶ γὰρ ἔστι τις ἐνίων τοῖς προειρημένοις ἀντιλέγουσα γνώμη, ἣ τὸ μὲν λογικὸν καὶ νοερὸν μετεῖναι τοῖς ἀγγέλοις εὑροῦσα ἀφαιρεῖν βιάζεται τὴν ἀλήθειαν τῶν εἰπόντων κατά γε τὸ λογικὸν καὶ νοερὸν τὸν ἄνθρωπον κατ’ εἰκόνα θεοῦ γεγενῆσθαι, καὶ συμπεραίνειν δοκοῦσιν ὡς οὐκ ἴδιον τῇ ἀνθρωπίνῃ τοῦτο καθεστηκὸς φύσει οὐδὲ τὸ κατ’ εἰκόνα δίδωσι κατευθύνεσθαι, ὥσπερ τινὸς ἀνάγκης ἐπικειμένης, ὃ μὴ κατὰ τὸ ἴδιον ἐξεικονίζει, κἂν τὴν εἰκόνα περιφανῶς ἐντετυπωμένην ἐμφανίζει, μηδ’ εἰκονίζειν ὅλως ὁμολογεῖν τὸ εἰκονιζόμενον δύνασθαι.

Ὡσαύτως δὲ καὶ τὸ ἀρχικὸν διὰ τὴν αὐτὴν αἰτίαν νομίζουσιν ἀποδοκιμάζειν, καίτοι γε καὶ τῶν ἱερῶν λογίων σαφῶς ἐνδεικνυμένων τῇ συνεχείᾳ τῆς παραθέσεως ὡς τὸ κατ’ εἰκόνα τὸ ἀρχικὸν ἀξίωμα σημαίνειν βούλεται. ἔχει γὰρ τὸ τῆς συνεπείας ‘ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς’· οἱ δέ, μηδὲ τοῦτο δυσωπηθέντες, οὔ φασι δηλοῦσθαι διὰ τοῦ κατ’ εἰκόνα τὸ ἀρχικόν, ἐπεὶ καὶ τῶν ἀγγέλων ἡ φύσις ἀρχῆς ἐπιβέβηκεν ἐπιστατούσης· ἄρχοντα γὰρ Ἀσσυρίων καὶ ἄρχοντα τοῦ Ἰουδαίων ἔθνους λαμπρῶς ὁ προφήτης Δανιὴλ ἀνακηρύττει, καί που καὶ ὁ θεόπτης φησίν, ‘ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ’. οὐκοῦν ὥσπερ τὸ λογικὸν καὶ τὸ αὐτεξούσιον ἀγγέλοις τε καὶ ἀνθρώποις κοινόν, οὕτω δὴ καὶ τὸ δεσποτικόν τε καὶ βασιλικόν. ἀλλὰ τί τοῦτο; εἰ μὲν γὰρ προσῆν τῷ λόγῳ ὡς μόνος ὁ ἄνθρωπος κατ’ εἰκόνα γέγονε θεοῦ, μαχομένην ἂν ἴσως τὴν τῶν ἀγγέλων φύσιν εἶχεν, διότι καὶ παρ’ αὐτοῖς ὁρᾶται δι’ ὧνπερ ἦν χαρακτῆρα τὸν θεῖον ἐναπομάττεσθαι· εἰ δὲ μηδὲν τοιοῦτόν ἐστιν εὑρεῖν ἐγγεγραμμένον, οὐ μόνον οὐκ ἀφαιρεῖται τῶν ἀγγέλων ἡ κοινωνία τῆς ἀνθρωπίνης φύσεως τὸ κατὰ τὴν πλάσιν ἀξίωμα ἀλλὰ καὶ παραδειγματικὴν ἱκανὴ πίστιν τῆς ἀληθείας παρέχεσθαι.

οὕτως οὖν οὐδὲ διότι λογικῆς καὶ νοερᾶς ὁ ἄγγελος φύσεως, ταύτης ὁ ἄνθρωπος ἀποστερηθείη τῆς δυνάμεως.

Ἀλλὰ γὰρ οὓς ἔχει σπουδὴ τοῖς ὀρθῶς ἀντιφέρεσθαι δεδογμένοις, οὐκ ἂν ἔμοιγε κριτῇ τοσοῦτον ἐκείνων προσάπτεσθαι δοκοῦσιν ὅσον καθ’ ἑαυτῶν ἀντιστρέφουσι τὴν κατηγορίαν. ἔνθα γὰρ ὀρθότης διανοίας καὶ τοῖς προκειμένοις ἁρμόττουσα θεωρία μάλιστά γε τοῖς μακαρίοις ἡμῶν ἐφιλοπονήθη πατράσιν, ἐπικουρεῖν μὲν εἴπερ τι καὶ παραλέλειπται ταύταις καὶ ὡς οἷόν τέ ἐστι συγκροτεῖν εὐγνωμόνων τε καὶ συνέσεως οὐκ ἐστερημένων· ὅσοις δὲ ἐρεσχελίαις τὰ καλῶς ἔχοντα κατασίνεσθαι γνώμη καὶ καινότητα ἐπιζητεῖν φιλοτιμία, οὗτοι λελήθασιν ἑαυτοὺς ἐν τῷ θηρᾶν ὑπόληψιν ἐντρεχείας καὶ αὐτῆς τῆς ἱεροπρεποῦς καὶ ἐμφύτου παρασυρόμενοι διανοίας· ὑβριστικόν τε γὰρ καὶ ἀλόγοις ψυχῆς φαντασίαις ἐνεχομένης πάθος ὑπελθεῖν ἀναπόδραστον τὸν ἔλεγχον καθ’ ἑαυτῶν ὁρῶνται παρεσχημένοι. ἀλλὰ τούτους μὲν ἐῶμεν.

Τῆς αὐτῆς δ’ ἂν εἴη συστοιχίας, ὅσον εἰς αἰτιολογίαν ἥκει τοῦ κατ’ εἰκόνα θεοῦ διαπεπλάσθαι τὸν ἄνθρωπον, καὶ τὸ τῆς ψυχῆς ἀσώματον· οὐ μόνον διότι καθάπερ ἐν τοῖς ἀγγέλοις κατὰ μετοχήν, οὕτω καὶ ἐν αὐτῇ τὸ ὑπερούσιόν τε καὶ ὑπερφυὲς τῆς ὑπερουσίου οὐσίας τοῦ ἀσωμάτου κάλλος ἐνοπτρίζεται, ἀλλ’ ὅτι καὶ ἐν τῇ τριαδικῇ ταὐτότητι ἡ ἑτερότης ὁρᾶται τὸ ἀσύγχυτον διασῴζουσα· εἰ βούλει δέ, καὶ διότι λόγος πρόεισιν ἐκ ψυχῆς, τῆς προαγούσης αὐτὸν φύσεως τὸ σύστοιχόν τε καὶ κατάλληλον διαφυλάττων, συμπροϊεμένην ἐπιδεικνὺς καὶ τὴν ὁμοταγῆ τοῦ πνεύματος ὑπόστασιν. ταύτῃ δ’ ἂν καὶ ἐξιδιάζοιτο τὸ κατ’ εἰκόνα τινὰ τοῦ πλάσαντος ἀπ’ ἀρχῆς διαμορφωθῆναι τὸν ἄνθρωπον. ἔνεστι δέ σοι πολλῶν ἐντεῦθεν ὁρμωμένῳ καὶ ἄλλων παραδειγμάτων ἀφθονία· τὸ γὰρ σοφὸν καὶ τὸ δημιουργικὸν καὶ τὸ ἀθάνατον, καὶ πολλὰ τοιαῦτα, ἐκ τῆς πρώτης ἐκείνης καὶ ὑπὲρ νοῦν σοφίας καὶ δημιουργίας καὶ ἀιδιότητος ἐντετυπωμένον φέρει τῇ φύσει τὸ ἀπεικόνισμα.

Εἰ δέ τις ὥσπερ ἐκ διαφόρων χρωμάτων θεοειδεστάτην εἰκόνα μίαν διαγράψαι θελήσειε καὶ διὰ τούτων ἁπάντων μορφοῦσθαί τε καὶ διατυποῦσθαι τὴν καλλίστην τε καὶ ὡραιοτάτην μορφὴν τὸν ἄνθρωπον ἀποφήνειε, μετὰ τοῦ ἰδιάζουσαν ἐπὶ τῆς φύσεως ἡμῶν παρέχειν ὁρᾶν τὴν εἰκόνα, γλαφυρωτέρας οὔ μοι δοκεῖ διαπεσεῖν τῆς κατὰ τὴν αἰτίαν ἀποδόσεως. οὔκουν οὐδέν ἐστιν ἐκ τῶν εἰρημένων ἔργον οὔτε τὴν εἰκόνα λαβεῖν οὔτε τὸ ἀρχέτυπον ἐννοεῖν οὐδ’ ὃ κατ’ εἰκόνα θεοῦ διαπέπλασται. καὶ γὰρ εἰκὼν μὲν ἂν νοηθείη θεοῦ καὶ ἕκαστον τῶν εἰρημένων καλῶν τε καὶ τιμίων, οἷον τὸ ἐν τῷ ἀνθρώπῳ λογικόν, τὸ αὐτοδέσποτον, τὸ σοφόν, τὸ δημιουργικόν, καὶ ὅσα ἄλλα προείρηται· καὶ γὰρ εἰκονίζει ταῦτα τὴν ὑπὲρ λόγον καὶ ἔννοιαν ἐν τῷ θεῷ θεωρουμένην βασιλείαν τε καὶ σοφίαν καὶ δημιουργίαν καὶ τὸν ἄρρευστόν τε καὶ ἀπαθῆ καὶ ὁμοούσιον λόγον· καὶ ὁ ἄνθρωπος διαπλάττεται κατὰ τὴν δημιουργικὴν καὶ βασιλικὴν καὶ λογικὴν καὶ σοφίας μέτοχον εἰκόνα, οὐκ αὐτὸς ὢν ταῦτα, εἴ τις λεπτολογεῖν καὶ πρὸς ἀκρίβειαν ἀνιχνεύειν τῶν ὀνομάτων τὴν δύναμιν ἀπερίεργον νομίζοι, ἀλλὰ κατὰ ταῦτα διαπεπλασμένος, ἵνα καὶ ἡ εἰκὼν καὶ τὸ κατ’ εἰκόνα σαφέστερον θεωρηθείη, καὶ μηδὲ τοῦ πρωτοτύπου ἡ ἄγνοια ἡμῖν περιείη.

Εἰ δέ τις ταῦτα συναγαγεῖν ἐθελήσοι πρὸς τὴν εἰκόνα καὶ τὸ πρωτότυπον, οὐδὲν οὐδ’ οὗτος διαμαρτάνει· τὰ γὰρ ἐν θεῷ μόνῳ καθορώμενα θεοῦ ἂν εἴη, καὶ ὁ πρὸς ἐκεῖνα τυπούμενος πρὸς θεὸν ἂν οὐκ ἀλόγως τυποῦσθαι ῥηθείη. ὡσαύτως δὲ καὶ εἰ τὰ ἐν τῷ ἀνθρώπῳ, ὡς ἐν ὕλῃ τὸ ἄυλον, ὡς παραχθὲν τὸν παράγοντα ἐξεικονίζειν ἔλαβεν ἰσχύν, γέγονε δὲ ταῦτα χάριτι θείᾳ καὶ δωρεᾷ τοῦ ἀνθρώπου, ἐν τῷ εἰκότι λόγῳ λεχθείη ἂν καὶ ὁ ἄνθρωπος εἰκὼν γεγενῆσθαι θεοῦ. διὸ καὶ ὁ θεῖος Γρηγόριος ἔλεγεν, ‘παρ’ ἑαυτοῦ δὲ πνοὴν ἐνθείς, ὃ δὴ νοερὰν ψυχὴν καὶ εἰκόνα θεοῦ οἶδεν ὁ λόγος’. συνοπτικῷ γὰρ τύπῳ χαίρων ὁ ἱερὸς ἐκεῖνος ἄνθρωπος καὶ βραχείᾳ ῥημάτων πλοκῇ πολλῶν νοημάτων ἀπαγγέλλειν περιοχήν, μικροῦ τοὺς λόγους αὐτοῦ κατὰ τὴν ἰδέαν ταύτην συνδιαποικίλλεσθαι ποιεῖ· διὸ κἀνταῦθα ‘πνοὴν’ εἰπὼν ‘ἐνθείς’, ὃ τὴν δημιουργικὴν ἰσχὺν ἐπεῖχεν τῆς ψυχῆς, ἀντὶ τοῦ ταύτην τῇ ἑρμηνείᾳ τὴν διάνοιαν κατὰ μερισμὸν καὶ διάστασιν ἐξαπλῶσαι, συνοπτικῶς ἀπεφήνατο λίαν, ‘ὃ δὴ νοερὰν ψυχὴν καὶ εἰκόνα θεοῦ οἶδεν ὁ λόγος’· διαπλούμενος δ’ ἂν τῷ νοήματι ἔφη, ‘ἥτις τὴν νοερὰν ψυχὴν ἐδημιούργησέν τε καὶ προήγαγεν, ἣν εἰκόνα θεοῦ οἶδεν ὁ λόγος’.

Οὕτως οὖν ἐστι καὶ εἰς δύο συναγαγεῖν τοῦ θεωρήματος τὴν ἑρμηνείαν, καὶ εἰς τρία πάλιν ἐξαπλῶσαι, μᾶλλον δέ, εἴ τις καθ’ ἕκαστον λεπτολογεῖν τε καὶ πολυπραγμονεῖν ἐθελήσει τὴν προκειμένην θεωρίαν, τέσσαρα ἂν εἴη συνορᾶν δι’ ὧν ἡ σχέσις τοῦ εἰκονιζομένου πρὸς τὸ σφραγιζόμενον τὴν εἰκόνα διασῴζει. ἔστι μὲν γὰρ τὸ θεῖον, ἐν ᾧ τῶν ὑπὲρ αἰτίαν καὶ κατάληψιν πᾶσαν δυνάμεων ἡ θεοπρεπὴς ἀπαστράπτει τελειότης· ἔστι δὲ καὶ τὰ τούτων ἀμαρύγματα, τὴν ἐκεῖθεν χάριν ἐκ φιλανθρωπίας ἀποματτόμενα καὶ διὰ τοῦτο τὴν τῆς εἰκόνος κλῆσιν ἐφελκόμενα· ἐφ’ οἷς ὁ ἄνθρωπος τέταρτον, κατὰ τὴν νῦν εἰρημένην εἰκόνα διαπλαττόμενος. ὥστε οἱ τὴν εἰκόνα καὶ τὸ κατ’ εἰκόνα ἐν διαφοραῖς ἐπιζητοῦντες οὐ μέχρι τριάδος ἱστᾶσι τὴν ζήτησιν, ἀλλὰ καὶ τέταρτον, ὃ μηδ’ ἐζήτησαν, συνεπάγονται. ταύτῃ ἄρα καὶ τὸν ἐν θεολογίᾳ περιώνυμον οἶμαι Γρηγόριον καθυφέντα τῆς πολλῆς ἀκριβολογίας ἀρκεσθῆναι τῇ εἰκόνι καὶ τῷ παραδείγματι, ἐπείπερ μηδὲ πρόθεσις ἦν αὐτῷ τὸ ῥητὸν καταμερίζειν καὶ εἰς ὅσα δύναιτο παρατείνεσθαι συναύξειν, ἀλλ’ ἐν πανηγυρικῷ καὶ δημοτελεῖ λόγῳ χρείαν πληροῦν παρελήφθη τὸ θεώρημα τῷ πλήθει συμφέρουσαν.

Τινὲς δὲ τὸ κατ’ εἰκόνα παρειλήφασιν ἀντὶ τοῦ διὰ τῆς εἰκόνος· τὸ γὰρ πανάγιον πνεῦμα, φασίν, ὥσπερ καὶ ὁ υἱός, ἀπαύγασμα καὶ χαρακτὴρ καὶ εἰκὼν ἀπαράλλακτος τοῦ πατρὸς ὑπάρχον, ἐπεὶ διὰ τοῦ πνεύματος ἤτοι τοῦ ἐμφυσήματος προσεχῶς ἡ τοῦ ἀνθρώπου δεδημιούργηται ψυχή, εἰκότως διὰ τῆς εἰκόνος λέγοιτ’ ἂν εἰς τὸ ὁλόκληρον ὁ ἄνθρωπος ἀποτελεσθῆναι καὶ κατ’ εἰκόνα γεγενῆσθαι θεοῦ, ἤτοι τῆς θείας εἰκόνος ἔργον καὶ φιλοτέχνημα χρηματίσαι· καὶ τὴν μετάληψιν τῶν ὀνομάτων ἀκώλυτον εἶναι, διότι καί τινες τῶν εἰς τὴν ἔκδοσιν τῆς ἱερᾶς ἡμῶν γραφῆς καταστάντων ἀντὶ τοῦ ‘κατ’ εἰκόνα’ εἰπεῖν ‘ἐν εἰκόνι θεοῦ’ διέλαβον τὸν ἄνθρωπον πεποιῆσθαι. ἀλλ’ οὗτος μὲν ὁ λόγος καὶ παραδοχῆς ἀξιούμενος οὐδὲν ἂν τὴν ἀλήθειαν παραλυπήσει· καὶ τὴν δευτέραν τῶν εἰρημένων ὑπερχόμενος τάξιν οὐκ ἂν ἀγαπήσειεν οὐδὲ ἐπιζητήσει, οὐμενοῦν, κατά γε κρίσιν τὴν ἐμήν, ταύτης ὑπεραρθῆναι.

Ἔστιν δὲ εὑρεῖν οἷς εἴρηται, δι’ ὧν καὶ αὐτόθεν εἰς ἴδιον τὸ κατ’ εἰκόνα συναναφαίνεται πρὸ καταλήψεως, εἰρῆσθαι τῷ λόγῳ τὸ ῥῆμα, διαβαίνειν δὲ πρὸς τὴν τοῦ λόγου σάρκωσιν καὶ ἐπιδημίαν. εἰ γὰρ ὁ λόγος, φασίν, σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἄνθρωπος ἐχρημάτισε κατὰ πάντα πλὴν τῆς ἁμαρτίας, κατ’ ἐκεῖνο τὸ ἱερὸν καὶ ἀναμάρτητον ἄγαλμα, ἀλλὰ καὶ πάσης ἁμαρτίας καθαιρετικόν, καὶ τὸν πρωτόπλαστον Ἀδὰμ δημιουργηθῆναι καὶ φρονεῖν καὶ λέγειν ὁ ὀρθὸς ἂν οὐδὲν ἀποκωλύσειε λόγος.

Καὶ ἔχεις τρόπον ἄλλον, ὡς ἐν πορίσματι διὰ τῆς τοιαύτης θεωρίας προερχόμενον, καὶ τὴν εἰκόνα καὶ τὸ πρωτότυπον καὶ καθ’ ἣν εἰκόνα ὁ Ἀδὰμ εἰς ἀνθρώπου φύσιν διεμορφώθη. καὶ γὰρ εἰκὼν μὲν ἀπαράλλακτος καὶ συμφυὴς ὁ υἱὸς ὑπάρχων τοῦ πατρός, γεγονὼς δὲ καὶ ἄνθρωπος καθ’ ἡμᾶς καὶ εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν τῷ προσλήμματι συνελθών, ὁμοφυῆ τὸν ἄνθρωπον ἔδειξεν ἑαυτῷ, καθ’ ἣν μορφὴν καὶ ἰδέαν καὶ πρὸ τῆς σωτηρίου τοῦ λόγου σαρκώσεως ἡ τὰ μέλλοντα ὡς ἤδη παρόντα καθορῶσά τε καὶ διοικονομοῦσα θεοῦ σοφία τὸν ἀρχηγὸν τοῦ γένους ἡμῶν χερσὶν ἀχράντοις καὶ δημιουργικαῖς ὑπερβολῇ φιλανθρωπίας ὑπηγάγετο πλάττεσθαι.

Ἀλλὰ ταῦτα μὲν κατὰ <τὸ> σαφέστατον, οἶμαι, καὶ δι’ εὐκρινείας τεθεώρηται· ὁ γὰρ τῶν Ἀνθρωπομορφιτῶν λῆρος εἰς τὰς ἐκείνων ἀπερρίφθω κεφαλάς, οἳ πρὸς τὴν αὐτῶν μορφὴν καὶ τὸ σχῆμα τὸν ἀσχημάτιστόν τε καὶ ἀπεριόριστον καὶ ἀκατάληπτον συγκαθέλκειν ἐκμεμηνότες θεόν, οὐδὲ τοῦτο, ῥᾷον ὂν καὶ πρόχειρον, ἠθέλησαν ἐπὶ νοῦν λαβεῖν, ὡς εἰ τὸ θεῖον ἐξ ἀιδίου καὶ οὐχὶ λόγῳ συγκαταβάσεως καὶ φιλανθρωπίας τὴν ἀνθρώπου διεμορφοῦτο μορφήν, εἰς μάτην ἂν ἐγεγόνει ἡ ἐπ’ ἐσχάτων τῶν χρόνων διὰ τοῦ υἱοῦ τοῦ ἡμετέρου φυράματος πρόσληψις. καὶ οὐδὲ τὸ θεῖον καθαρεῦον εἴη (ὢ φρενὸς παρακοπτούσης τὰ ἔσχατα) κατὰ τὸ ἄρρεν τε καὶ θῆλυ μὴ διαστέλλεσθαι· καὶ γὰρ τὸ ἱερὸν ἀποφηνάμενον λόγιον ‘κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτούς’, εὐθὺς ἐπήγαγεν ‘ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς’, ὡς τῆς εἰκόνος ἐπιπρεπούσης οὐχὶ μόνῳ τῷ Ἀδάμ, ἀλλ’ ὁμοτίμως καὶ τῇ Εὔᾳ προσαρμοζούσης, καὶ δι’ αὐτῶν παντὶ τῷ ἀνθρωπίνῳ γένει. εἰ γὰρ κατὰ σωματικὴν ἐπιφάνειαν καὶ μορφὴν ὁ ἄνθρωπος διεπλάσθη τοῦ θεοῦ, τά τε εἰρημένα συνασεβεῖν τῇ ἀπ’ ἀρχῆς δυσσεβούσῃ πλάνῃ συνέπεται καὶ ἀνθρωποπαθὲς τὴν ἀνύβριστον ἐνυβρίζειν θεότητα· τὸ γὰρ ἀνθρωπόμορφον οὐδ’ ἀπαλλαγήν ποθεν παθῶν ἀνθρωπίνων ἐκληρώσατο.

τοιοῦτον δὲ καὶ τὰ τῆς πλάνης σεβάσματα, καὶ οὐδὲν πεφρίκασιν οἱ παράφρονες τῇ Ἑλληνικῇ δεισιδαιμονίᾳ τὴν θεοπρεπῆ καὶ ἄχραντον ἡμῶν θεολογίαν συναναφύροντες καὶ εἰς ταὐτὸ συνάγειν ἐκβιαζόμενοι. πολλῶν δὲ καὶ ἄλλων δυσφημιῶν παρεπομένων, ταῦτα μᾶλλον τῶν ἄλλων προκύπτει καὶ τὴν παράνοιαν λαμπρῶς ἀπελέγχει τῶν εἰς ταύτην τὴν ὑπόληψιν ἑαυτοὺς ἀθλίως ἐναπορριψάντων.

Παραπλησίου δὲ παρανοίας ἔνοχος ἂν εἴη καὶ τῶν πολυπλανῶν Ἰουδαίων. ὁ μῦθος, ὃς υἱὸν οὐ παραδεχόμενος ὁμοούσιον τῷ πατρὶ οὐδὲ τῷ πνεύματι συνομολογεῖν ἐθέλων τὸ κατὰ φύσιν ἀξίωμα τῆς θεότητος, δήμους ἀσωμάτων δυνάμεων πρὸς τὴν θείαν φύσιν ἀνάγειν οὐκ αἰσθάνεται βιαζόμενος· τὸ γὰρ ‘κατ’ εἰκόνα ἡμετέραν’ τὸν θεὸν πρὸς τὰς ἀσωμάτους τάξεις οὐκ ἔσχεν εἰπεῖν οὐδεμίαν αἰδῶ. εἰκόνα γὰρ διδοὺς μίαν καὶ τὴν αὐτὴν θεοῦ τε καὶ τῶν ἀσωμάτων δυνάμεων, εἰς ταὐτὸν ἑκατέρου τὴν φύσιν συνάγει δημιουργοῦ τε καὶ δημιουργήματος, ἅπαν ἀφελὼν τὸ διάφορον· ὧν γὰρ ἡ εἰκὼν ἡ αὐτὴ καὶ ἀπαράλλακτος, τούτων ἡ φύσις οὐδεμίαν ἑτερότητα παραδέχεσθαι δύναται.

Ἀλλ’ ἐπὶ τοσοῦτον μὲν καὶ ταῦτα· καὶ ὁ λόγος οὐκ ἂν οὐδ’ ἥψατο τούτων, ἀλλ’ ὡς ἂν μᾶλλον τῇ παραθέσει τῶν ἀτόπων ὑπολήψεων τὸ τῆς ἀληθείας εἴη κάλλος ἀναλάμπον, ὑπέστη διελθεῖν ἃ πολλῷ βέλτιον ἦν μηδὲ τοῖς ἀπ’ ἀρχῆς πρὸς ταῦτα κατενεχθεῖσι μηδ’ ἐν διανοίᾳ βάλλεσθαι.

Πῶς δύναται μὴ εἶναι ἀντικείμενον τὸ ‘ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος’ πρὸς τὸ ‘ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ’, τοῦτ’ ἔστιν μὴ ἐπεξελθεῖν τοῖς ὁμοίοις μηδ’ ἀμύνασθαι τὸν ἐχθρόν; Ἔστι μὲν οὖν εἰπεῖν ἃ καὶ τοῖς πρὸ ἡμῶν περὶ τούτου πεφιλοσόφηται τοῦ ζητήματος, ὅτιπερ οὐ διαμάχεται ταῦτα πρὸς ἄλληλα οὐδ’ ἡ θατέρου θέσις ἀναίρεσις τοῦ ἑτέρου καθίσταται, ὁδὸς δὲ μᾶλλόν ἐστι καὶ προπαρασκευὴ διὰ τῆς ἀτελεστέρας πολιτείας πρὸς τὸ τέλειον παραπέμπουσα. ὁ γὰρ ἐθίσας ἑαυτὸν νόμῳ τὰ καθ’ ἑαυτὸν ἐπιτρέπειν, οὗτος ἕτοιμός ἐστιν καὶ τῶν κρειττόνων ποιεῖσθαι τὴν αἵρεσιν καὶ πρὸς τὰς ὑψηλοτέρας τῶν πράξεων ἀνατρέχειν καὶ μεθαρμόζεσθαι· τοῦτο δὲ πῶς ἂν εἴη τῆς ἀντικειμένης διανοίας καὶ πράξεως; ἄλλως τε δὲ καὶ διότι ὁ μὲν νόμος τὴν αὐθάδη καὶ τολμηρὰν χεῖρα κατὰ τοῦ πλησίον τῆς παλαμναίου πράξεως διὰ τῆς ἀπειλῆς ἀναστέλλει καὶ τῷ φόβῳ κωλύει τὸ ἄτοπον, ἡ δὲ χάρις οὐδὲ τῇ πρὸς ἐκείνην μιμήσει ἀντιδραματουργεῖν διὰ τῆς παραινέσεως τὴν ἀμύνουσαν ἐπιτρέπει, ἀλλὰ τῇ πραότητι διαλύειν παρεγγυᾶται τοῦ θυμουμένου τὸ κινούμενον· καὶ τί ἂν εἴη τούτου συμφωνίαν μᾶλλον ἀντὶ τῆς διαφωνίας καταπραττόμενον;

καὶ δὴ καὶ ὅτι οὐκ ἔστιν ἐναντίον τὸν κατάρξαντα χειρῶν ἀδίκων τῷ ἀκαινοτομήτῳ τῆς ἰσότητος τὴν ἄμυναν ἀπαιτεῖν καὶ τὸ λίαν ἐπιεικὲς καὶ μακροθυμίας ὅροις περιστέλλειν καὶ κατευνάζειν τῆς ψυχῆς τὸ ταραττόμενον, ἀλλὰ τὸ μὲν ἀνθρώπινον, τὸ δὲ θειότερον· ὧν τὸ μὲν ἔχει τὸ ἀκατάγνωστον, τὸ δὲ τὸ τῶν ἐπαίνων ἐπάξιον.

Ἔστι μὲν οὖν ταῦτα εἰπεῖν καὶ τούτοις τὸ ἄπορον ἐπιλύσασθαι· οὐδὲν δὲ χεῖρον ἴσως προσθεῖναι καὶ ὅτι τὸ μὲν πρὸς τὸν κριτὴν ἔχει τὴν ἀναφοράν, μηδὲν τοῦ δικαίου παρακελευόμενον ποιεῖν προτιμότερον, ἀλλὰ τῆς ἰσότητος τοῖς δικαζομένοις προκεῖσθαι ζυγὸν καὶ ὀφθαλμὸν ἀδέκαστον δίκης ἐπιγινώσκεσθαι, τὸ δὲ πρὸς τὸν κρινόμενον ἀποδίδοται, μεταρρυθμίζον καὶ καταπραῧνον φιλανθρωπίας πλούτῳ τὸ φλεγμαῖνον τῆς ἀνταποδόσεως, καὶ μὴ ζητεῖν τὸ πάθος συναύξειν μηδ’ ὃ μισεῖ καὶ κολάζειν νομίζει προσήκειν, τοῦτο τοῖς ὁμοίοις δράμασι πληθύνειν τὸ κακούργημα, μηδὲ τὸ τῆς φιλονεικίας συγκατασκευάζειν ἀκόρεστον.

Τινὲς διαποροῦσιν ὡς εἰ ἀπερίγραπτος ἡ ἐν τῷ υἱῷ θεότης, ἡ σὰρξ ἣν ἀνέλαβεν ἢ πανταχοῦ (ἔνθα γὰρ ἡ θεότης, κἀκείνην παρεῖναι δεῖ) ἢ περιγραφομένη τόπῳ τοῦ προσειληφότος διέστηκεν. Οὐκ ἦν ἀπορεῖν τῶν εὐσεβεῖν ζητούντων καὶ τὸ τῶν Χριστιανῶν μυστήριον εἰδότων, εἰ ἀπερίγραπτος καὶ πανταχοῦ ἡ θεότης, πότερον ἡ σὰρξ ἣν ἀνέλαβεν ὁ υἱὸς πανταχοῦ τῷ προσειληφότι παρεκταθήσεται, ἵνα μὴ κεχωρισμένη νοηθῇ, ἢ περιγραφομένη τόπῳ τὴν πρόσληψιν ἀπαρνήσεται. καὶ γὰρ τούτῳ δὴ τῷ νομισθέντι ἀπορήματι πολλὰ ἂν εἴη, μᾶλλον δὲ τῇ ἀπειρίᾳ διαμιλλώμενα τὰ ἀθύρματα.

Καὶ ἵνα μὴ περὶ τῶν φρικτῶν οὐ φρίττειν δόξωμεν, ἐπὶ τῆς ψυχῆς μᾶλλον καὶ τοῦ σώματος ὁ λόγος τὴν γυμνασίαν ἀναδεχέσθω. τί γὰρ κωλύει λέγειν τὸν βουλόμενον· πῶς ἥνωται τῷ σώματι ἡ ψυχή, μὴ συμπεριγραφομένη τόπῳ; οἷς γὰρ οὐ συμπεριγράφεται, τὴν ἕνωσιν ἀπαρνουμένη (ὡς ἡ τῶν παραληρούντων βούλεται σοφία) διελέγχεται· καὶ πῶς (ἐγγύτερον καὶ πρὸς αἴσθησιν φάναι) τοῦ ἀνθρωπίνου περικεχρωσμένου σώματος ὅτῳ δὴ χρώματι αὕτη χρωμάτων ἐστὶν ἀνεπίδεκτος; καὶ τοῦ μὲν ἐκ τεσσάρων χυμῶν συγκριθέντος τῆς ἀπὸ τῶν χυμῶν αὕτη καθαρεύει διαθέσεως; καὶ τὸ μὲν πλήρωσίς τε καὶ κένωσις ἐκ διαδοχῆς κύκλῳ προϊοῦσα συνιστᾷ, ἡ δὲ κρείττων ὁρᾶται τῶν τοιούτων περιστάσεων; καὶ μυρία ἄλλα. καὶ ἀνάπαλιν δ’ ἄν τις τὸν λόγον μεταχειρίσαιτο· ἐρεῖ γάρ, ᾧτινι φίλον περὶ τῶν σπουδαίων μὴ σπουδάζειν, ἀλλὰ ταῖς σοφιστικαῖς ἐπισεμνύνεσθαι ἐν ἴσῳ τῶν ψηφολόγων περιεργίαις· εἰ ἥνωται τὸ τοῦ σώματος σύγκριμα τῇ λογικῇ ψυχῇ, πῶς οὐκ ἄποσον, τῆς ἑνωθείσης ἐν τούτῳ γνωριζομένης; πῶς δ’ οὐκ ἀναφές; ἀλλὰ πῶς οὐχ ὑποκείμενον χρώμασι; βάρους δὲ καὶ ῥοπῆς κενώσεώς τε καὶ πληρώσεως πῶς οὐκ ἐλεύθερον; καὶ μυρίος λῆρος. καὶ συλλήβδην τὴν μητρόπολιν τοῦ λήρου φάναι, ἐξ ἧς καὶ τὰ εἰρημένα τοῖς λόγοις ἐμπολιτεύεσθαι πάροδον εὗρεν νεανιεύματα· εἰ ἥνωται ἡ ψυχὴ τῷ σώματι, πῶς οὐχὶ ψυχὴ τὸ σῶμα ἢ οὐχὶ σῶμα ἡ ψυχή;

Εἰ δὲ ταῦτα λέγειν ἐπὶ ψυχῆς καὶ σώματος γέλως, καὶ νικᾷ τὴν φύσιν τῆς ἀπορίας τῆς ἀλογίας τὸ μέγεθος καὶ ἡ σοφιστικὴ κατάδηλος μικροῦ καὶ τοῖς ἀγυμνάστοις τὰ τοιαῦτα γίνεται λέσχη, πόσῳ μᾶλλον ἐπὶ τοῦ θείου λόγου καὶ τοῦ καθ’ ἡμᾶς προσλήμματος ἀδολεσχεῖν τὰ ὅμοια οὐ παντελῶς ἐστι καταγέλαστον καὶ μηδὲ διακρίνειν εἰδότων φλυαρίας τε καὶ ἀπορίας προνόμιον; εἴπω τὰ ἡμέτερα, μᾶλλον δ’ ἃ τῆς ἀνυπερβλήτου φιλανθρωπίας τοῦ πλάσαντος ἔργα καὶ πάθη καθέστηκεν; πῶς ἡ θεότης, ἥλοις διαπερονηθέντος τοῦ σώματος, οὐ συντέτρωται, οὐ τῇ λόγχῃ διατέτρηται, οὐκ ἐσταύρωται; πῶς πάντα παθόντος ταῦτα τοῦ ἀληθῶς ἑνωθέντος τῇ θεότητι συγκρίματος, αὐτὴ τούτοις, συνοῦσα τῷ πεπονθότι, διέμεινεν ἄψαυστος; πῶς δὲ τὸν θάνατον κατὰ τὸν οὐσιώδη λόγον αὐτῆς διαπέφευγεν; καίτοι λέγεται δι’ ἡμᾶς Χριστὸς ὁ θεὸς ἡμῶν ἀποθανεῖν παναληθῶς, ἅτε δὴ τὴν οἰκείαν σάρκα ὑπὲρ ἡμῶν εἰς θάνατον δεδωκώς, καὶ τάφον οἰκῆσαι, καὶ τριημέρῳ ἀναστάσει τὴν κοινὴν ἐγκαινίσαι καὶ θεμελιῶσαι πάντων ἀνάστασιν.

Ἀλλὰ γὰρ τοὺς μὲν παθητὸν ἐνυβρίζοντας τὸ θεῖον ἐπιστομίσει πάντως ἃ προείρηται, τὸν ἀπὸ τῆς ἑνώσεως τῆς ψυχῆς καὶ τοῦ σώματος ἔλεγχον προβαλλόμενα καὶ ἄλλα πολλὰ τοιαῦτα· τοὺς δὲ ἐκείνῃ μὲν τῇ πλάνῃ μὴ συμφερομένους, οὐδὲν δὲ ἐκείνης ἀνεκτότερον ἐχούσῃ προσανακειμένους καὶ τὴν ἐν τόπῳ περιγραφὴν κατὰ τῆς θείας ἑνώσεως ἀπορρίπτειν διανοουμένους, ἐκεῖνά τε καὶ τὰ νῦν ῥηθέντα. ὅμως ἐστὶν καὶ ἐκ τῶν καθ’ αὑτὸ προαγαγεῖν καὶ ἐπ’ εὐθείας ἄγειν τὸν ἔλεγχον. ὁ διδούς, ὦ ἀγαθέ, πανταχοῦ τὸ θεῖον, πῶς οὐ δώσει καὶ ὅλον πανταχοῦ παρεῖναι; οὐ γὰρ ἔλαττον εἰς λόγον τοῦτο θεοπρεποῦς ἀξιώματος. εἰ δὲ ὅλον ὁλικῶς πανταχοῦ, καὶ τῇ ἡνωμένῃ σαρκὶ ὅλος ἐνυπάρχων ὁ υἱός, εἰ καὶ πάρεστι μὲν αὐτὸς πανταχοῦ, ἡ δ’ ἀνθρωπίνη φύσις περιώρισται τόπῳ καὶ χρόνῳ ἀρχῇ τε καὶ τελευτῇ καὶ μυρίοις ἄλλοις, οὐμενοῦν οὐδένα πάροδον τῷ χωρισμῷ συνεπινοηθῆναι παραχωρήσειεν· ἐκεῖνος δ’ ἂν εἴη ὁ τὸ θεῖον καὶ χωρὶς τῆς προσληφθείσης σαρκὸς περιγεγραμμένον τόπῳ φανταζόμενος, ὃς κατὰ μέρη τερατεύεται πανταχοῦ παρεῖναι, ἀλλὰ μὴ καθ’ ὅλον, οἷς ἂν πάρεστι τὸ θεῖον.

λέγοι δ’ ἂν κατὰ μέρη, κἂν μὴ λέγοι, ὁ φάσκων, εἰ μὴ συμπαρεκτείνοιτο τῇ θεϊκῇ τοῦ λόγου ὑποστάσει, μηδ’ ἡνωμένον αὐτῇ τὸ πρόσλημμα εἶναι· ἡ γὰρ παράτασις ἢ παρέκτασις ἢ τὰ τοιαῦτα καὶ τὸ μὴ καθ’ ὅλον τοῖς οὖσιν μηδ’ οἷς ἐπιλάμπει παρεῖναι, τῶν ἐπιδεχομένων ἐστὶ τὸν μερισμὸν καὶ τούτοις τὸ ἑνιαῖον αὐτοῦ καὶ ἄτμητον κατατεμνομένων. εἰ μεμέρισται τὸ θεῖον πανταχοῦ φοιτῶν καὶ πάντα κατέχον, καὶ παράτασιν ἐπ’ αὐτοῦ ζήτει καὶ τὸ συμπαρατεινόμενον, καὶ δὴ καὶ περιγραφὴν καὶ τὸ συμπεριγράφεσθαι· εἰ δὲ τὸ δύσφημον καὶ ἀνάξιον θεοῦ φαντάζεσθαι φεύγοις (φεύγοις δ’ ἄν, κἂν μὴ φεύγοις, ἕως ἂν τῶν νοερῶν κατὰ κίνησιν ἐνεργειῶν, εἰ βούλει δὲ καὶ τῶν κοινῶν ἐννοιῶν, ὁ νοῦς οὐκ εἴη ἀπεληλαμένος), ἐπὶ μεγάλοις ἀτόποις αἰσχύνην ὄφλων ῥᾷον ἂν αἴσθησιν λάβοις, ἀπορημάτων τοιούτων προβολεὺς καθιστάμενος. ὥστε τὸ οἰκεῖον πάθος καὶ ἀγνόημα προσάπτει τῷ λόγῳ ὁ μέγα φρονῶν ἐν τῷ λέγειν, ‘εἰ ἥνωται ἡ σὰρξ τῷ υἱῷ, ἢ πανταχοῦ, καὶ πρὸς τὸ ἀπερίγραπτον μεταβέβληται, ἢ κεχώρισται τῆς θεότητος, μὴ δυναμένη ταύτῃ συμπαρεκτείνεσθαι’.

Καίτοι γε πόσῳ μᾶλλον ἀκόλουθον ἐννοεῖν ὡς εἴπερ τὰ τῆς ψυχῆς ἰδιώματα τῷ σώματι πάρεστιν ἢ τοῖς τοῦ σώματος ἡ ψυχὴ χαρακτηρίζεται, οὐκ ἂν αὐτοῖς ποθεν ἡ ἕνωσις περιγένοιτο· ἀλλ’ οὐδ’ εἴ τις δοίη, τῶν ἡνωμένων ἡ σύνοδος διασῴζοιτο. μεταβολὴ γὰρ ἂν εἴη τοῦτο θατέρου πρὸς θάτερον, μεταβολὴ δὲ πρὸς τὴν κυρίως ἕνωσιν (τὸ παροιμιῶδες εἰπεῖν) οὐδὲν ἔλαττον ἢ τὰ Μυσῶν καὶ Φρυγῶν διέστηκεν ὅρια, καὶ ὁ τὴν ἕνωσιν πολυπραγμονῶν καὶ μορμολυττόμενος καὶ διὰ σαθρᾶς ἐπινοίας ἀποσκευαζόμενος λέληθεν ἑαυτὸν μεταβολὴν τοῦ θείου πρὸς τὴν σάρκα καταψηφιζόμενος καὶ τῆς ἐνύλου σαρκὸς πρὸς τὴν ἄυλον καὶ παντὸς πάθους καὶ προσθήκης ἀπαράδεκτον καὶ δεσποτικὴν οὐσίαν τερατευόμενος τὴν ἀνάχυσιν.

Καὶ οὔπω εἶπον ὡς τὸ παρεῖναι τὴν θεότητα διὰ τὴν ἕνωσιν τῇ σαρκὶ καὶ τὸ παρεῖναι πανταχοῦ, εἰ καὶ πρὸς διάφορον ἀναφέρεται καὶ νοῦν καὶ διάνοιαν—καὶ γὰρ ὁ μὲν τὸ πανταχοῦ γινώσκων καὶ διορίζων λόγος οὐδὲ τῆς κοινῆς ἐπιφοιτήσεως τὴν ἑνωθεῖσαν ὑπερορίζει φύσιν· πάντα γὰρ ὧν ὁ θεὸς ἠξίωσε κτίστης γενέσθαι, οὐδὲ τῆς κατὰ πρόνοιαν παρουσίας ἀπολαύειν ταῦτα διατειχίζει· ὁ δὲ τὴν καθ’ ἕνωσιν πρεσβεύων παρουσίαν τῷ ἑνωθέντι μόνῳ ταύτην ἀφορίζει—ἀλλ’ οὖν εἰ καὶ κατὰ διάφορον ἔννοιαν ἑκάτερον εἶδος ἀφορίζεται τῆς παρουσίας, πλὴν ὁ θατέραν θρασυνόμενος πολυπραγμονεῖν καὶ διαβάλλειν οὐδὲ θατέρας φειδόμενος ἐξελέγχοιτ’ ἄν. τοῖς γὰρ αὐτοῖς διαβουλίοις χρώμενος, πῶς ἄν, φαίη, παρέσοιτο πανταχοῦ τὸ θεῖον, μηδενὸς αὐτῷ τῶν οἷς πάρεστι πεφυκότος συμπαρεκτείνεσθαι; οἷς γὰρ παρόντος ἐκείνου τῶν ὄντων ἑκάστῳ μὴ συμπάρεστιν ἕκαστον, ἀλλ’ ἐπὶ τῆς ἰδίας περιγραφῆς μένει καὶ φύσεως, τῆς πρὸς ἐκεῖνο συναφείας ἀποτέτμηται, καὶ τὸ πανταχοῦ παρεῖναι τὸ θεῖον προπηλακίζεται, ἐπεὶ μὴ πάντα συμπαρεῖναι πᾶσι πέφυκεν, μηδὲ τὸ δημιούργημα δύναται συμπαρεκτείνεσθαι τῷ δημιουργήσαντι. ἐπιφοιτᾷ τοῖς ἐμψύχοις τὸ θεῖον; οὐ σύνεστιν αὐτοῖς καὶ τὰ ἄψυχα, οὐκοῦν ἀφέστηκε τῆς ἐπὶ ταῦτα ἐπιφοιτήσεως. ἀλλὰ γὰρ πάρεστι τοῖς ἀψύχοις;

οὐδὲ τούτοις πάλιν δυνατὸν συμπαρεῖναι τὰ ἔμψυχα, τὴν αὐτὴν ἄρα κἀκεῖνα ζημίαν ἠνέγκατο, τῆς τοιαύτης παρουσίας γεγονότα ὑπερόρια. δι’ ὧν γὰρ οὐ συμπαρεκτείνεται τῷ πανταχοῦ παρόντι, καὶ τὸ μηδ’ ὅλως παραπολαύειν αὐτοῦ τῆς ἐλλάμψεως ὁ νεανίας λῆρος παρακελεύεται. οὐ γὰρ σοφά γε τῶν σοφιστῶν τὰ σπουδάσματα;

Ἀλλ’ ὁ μὲν κεφαλαιώδης τύπος ταῦτα, σὺ δ’ ἂν προσθείης ἐκ τῶν εἰρημένων, εἰ βούλει, καὶ τὰ λείποντα.

Πῶς τοῦ Ἰακὼβ δύο παῖδας ἐκ τῆς Ῥαχὴλ ἐσχηκότος, τὸν Ἰωσὴφ καὶ τὸν Βενιαμείν, εἶτα γενεαλογῶν τοὺς ἀπὸ τοῦ Ἰακὼβ ὁ Μωσῆς ‘ἐγένοντο δέ’, φησίν, ‘υἱοὶ Βάλλα, Γηρὰ καὶ Νοεμὰν καὶ Ἀγχεῖς καὶ Ῥὼς καὶ Ἡαμφὶν καὶ Ὀμφιμίν, Γηρὰ δὲ ἐγέννησε τὸν Ἀράδ’, εἶτα ἐπάγει ‘οὗτοι υἱοὶ Ῥαχὴλ οὓς ἔτεκεν τῷ Ἰακώβ’; τῆς οὖν Ῥαχὴλ τὸν Ἰωσὴφ καὶ τὸν Βενιαμεὶν μόνους τεκούσης, πῶς τούτους ἡ Γένεσις λέγει τῆς Ῥαχὴλ τεχθῆναι τῷ Ἰακώβ; Αὐτὴ ἑαυτὴν διερμηνεύει τῶν ἱερῶν ἡμῶν λογίων ἡ γραφή· γενεαλογήσασα γὰρ τοὺς παῖδας τοῦ Ἰακώβ, καὶ μὴ μέχρι τῶν παίδων τὴν ἱστορίαν περιγράψασα, παρεκταθεῖσα δὲ καὶ πρός γε τὴν τρίτην γενεάν, καταλέγει μὲν τοὺς ἀπὸ τῶν ἐκγόνων γεγενημένους παῖδας τετάρτην γενεάν, οὐ μὴν εἰς αὐτούς γε τοὺς προσεχῶς γεγεννηκότας τοῦ πλήθους ἀναβιβάζει τὴν αἰτίαν, ἀλλ’ εἰς τὸ πρῶτον αἴτιον, ἐξ οὗ καὶ αὐτοὶ πληθυνόμενοι προῆλθον καὶ πρὸς ὃν αἱ ἐπαγγελίαι τὴν τοῦ γένους εἰς πλῆθος ἐχρησμολόγουν ἐπίδοσιν.

ἀπαριθμησάμενος οὖν τοὺς κατὰ τετάρτην γενεὰν ἀπογόνους τοῦ Ἰακὼβ ὁ Μωσῆς οἳ τὸν Βενιαμεὶν προπάτορα εἶχον καὶ τὸ πλῆθος αὐτῶν ἐνδεικνύμενος, πρὸς τὴν ἐπαγγελίαν καὶ τὸν τὰς ἐπαγγελίας δεξάμενον ἀνατρέχει, τὸ πρῶτον αἴτιον τῆς τοῦ γένους πληθύος ἀντὶ τοῦ κατὰ μετοχὴν δευτέρου καὶ τρίτου παραλαβών τε καὶ ὀνομάζων αἰτίου, καί φησιν, ‘οὗτοι υἱοὶ Ῥαχήλ, οὓς ἔτεκεν τῷ Ἰακώβ’, διὰ τῆς κατὰ τὸν Βενιαμεὶν σειρᾶς καὶ τῆς ἐκεῖθεν ἐπὶ τὴν Ῥαχὴλ καὶ τὸν Ἰακὼβ ἀναδρομῆς καὶ τῶν ἄλλων τῶν προγενεαλογηθέντων τὴν αἰτίαν εἰς τὸν Ἰακὼβ ἀναφέρων.

Ἐντεῦθεν δέ σοι καὶ ἐν πορίσματος ἀναφαίνεται μοίρᾳ ὅτι σύνηθες τοῖς ἱεροῖς λογίοις καὶ τοὺς ἀπογόνους υἱοὺς ὀνομάζειν, ὥσπερ καὶ τοὺς τῶν ἀδελφῶν παῖδας ἀδελφούς, οὐ μόνον τοὺς κατὰ σχέσιν τὴν πρὸς ἀλλήλους λαμβανομένους, ἀλλὰ καὶ τοὺς ἑκατέρου παῖδας πρὸς ἑκάτερον τῶν ἀδελφῶν παραβαλλομένους. καὶ γάρ ἐστιν εὑρεῖν περιφανῶς, ὥσπερ τοὺς διὰ τῶν αὐτῶν ὀχετῶν τῆς γενέσεως προεληλυθότας ἀδελφοὺς ὀνομαζομένους, οὕτω καὶ τοὺς οὐκ ἐξ αὐτῶν μέν, ἐξ ὁμοφυῶν δὲ πηγῶν προαχθέντας καὶ πρὸς ὕπαρξιν ἀρδευθέντας τὴν τῶν ἀδελφῶν κλῆσιν ἐν τῇ πρὸς ἀλλήλους ἐφελκυσαμένους σχέσει, καὶ οὐκ ἐν τῇ πρὸς ἀλλήλους μόνον, ἀλλὰ κἀπειδὰν αὐτῶν παραλαμβάνωνταί τινες πρὸς τοὺς ἐν τῷ μείζονι βαθμῷ παραβαλλόμενοι τεταγμένους, οἷον ὁ νῦν λεγόμενος ἀνεψιὸς πρὸς τὸν θεῖον τόν τε προσεχῆ καὶ τὸν πόρρω· καὶ γὰρ καὶ οὗτοι, κατά γε τῶν λογίων τὸ ἰδίωμα, τὴν τῆς ἀδελφότητος περιπτύσσονται προσηγορίαν.

Τοιοῦτόν ἐστι καὶ τὸ μετὰ τὸ πάθος τοῦ Ναδὰβ καὶ Ἀβιοὺδ ὑπὸ Μωυσέως εἰρημένον ἐν τῷ Λευιτικῷ πρὸς τοὺς υἱοὺς Ὀζιήλ, τὸν Ἐλισαφὰν καὶ τὸν Μισαὴλ ἢ Μισαδαή (διττὴ γὰρ ἡ γραφή)· ‘προσέλθετε καὶ ἄρατε τοὺς ἀδελφοὺς ὑμῶν ἐκ προσώπου τῶν ἁγίων ἔξω τῆς παρεμβολῆς.’ καὶ γὰρ ἀδελφοὺς νῦν ἐκάλεσεν οὐ τοὺς λύσαντας μὲν τὰς αὐτὰς μητρικὰς ὠδῖνας, οὐκ εἰς ἀλλοφύλους δὲ σταγόνας ὅμως ἀναφερομένην αὐτῶν ἔχοντας τὴν σποράν· καὶ γὰρ ἦσαν οἱ μὲν περὶ Ναδὰβ παῖδες Ἀαρών, οἱ δὲ περὶ Ἐλισαφὰν υἱοὶ Ὀζιήλ, ὁ δὲ Ὀζιὴλ ἀδελφὸς τοῦ πατρὸς Ἀαρών, ὧν τὸ ἐπιπολάζον ἔθος τὰς πρὸς ἀλλήλους σχέσεις ὀνομάσαι βουλόμενον, θεῖον τὸν Ὀζιὴλ τοῦ Ἀαρὼν ἐρεῖ, δεύτερον δὲ τῶν περὶ Ναδὰβ καὶ Ἀβιούδ, τὸν δὲ Μισαὴλ καὶ Ἐλισαφὰν ἐξαδέλφους μὲν τοῦ Ἀαρών, θείους δὲ τῶν περὶ Ναδὰβ καὶ Ἀβιούδ.

ἀλλὰ γὰρ τούτους ἡ Μωσέως συγγραφὴ ἀδελφοὺς ἐθέλει καλεῖν· καὶ πολλὰς δὲ συγγενείας ἄλλας σχέσεις παρὰ τοῖς ἱεροῖς ἡμῶν λογίοις, τοῖς τε παλαιοῖς καὶ δι’ ὧν ἡ χάρις ἀπαγγέλλεται, τὴν τῶν ἀδελφῶν ὁρᾶν ἐστιν ἐπισπασαμένας κλῆσιν· ὡς καὶ τὸ παρὰ τῷ ἠγαπημένῳ μαθητῇ καὶ θεολόγῳ λεγόμενον, ‘εἱστήκεισαν παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλοπᾶ’· πρόδηλον γὰρ ὡς ἡ τῆς παρθένου γέννησις οὐδεμίαν εἶχεν κοινωνίαν ἄλλου τόκου εἰς τὸν Ἰωακεὶμ ἀναφερομένην καὶ τὴν Ἄνναν, δι’ ἣν τὴν τῶν ἀδελφῶν κλῆσιν ἡ σχέσις προσάψαιτο.

Τοῦ δεσποτικοῦ προστάγματος ἐν τῇ Ἐξόδῳ τὸν Μωσέα παρακελευομένου ‘ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὰ ὕδατα Αἰγύπτου καὶ ἐπὶ τοὺς ποταμοὺς αὐτῶν καὶ ἐπὶ τὰς διόρυχας αὐτῶν καὶ ἐπὶ τὰ ἕλη αὐτῶν καὶ ἐπὶ πᾶν συνεστηκὸς ὕδωρ, καὶ ἔσται αἷμα’, καὶ τοῦ θαύματος δηλονότι τὸ πέρας εἰληφότος, πόθεν ἕτερον ὕδωρ εὑρέθη, ὅπερ ταῖς τῶν ἐπαοιδῶν μαγγανείαις ὕλη πρὸς τὴν τοῦ αἵματος φαντασίαν ὑπεβλήθη; Τινὲς μὲν οὖν τῶν μακαρίων ἡμῶν πατέρων φασὶν ὡς γείτονα τῆς Αἰγύπτου τὴν θάλασσαν ἐχούσης (εἰς αὐτὴν γὰρ ἀπερεύγεται καὶ τὰ ἑπτὰ τοῦ Νείλου στόματα), ἐκεῖθεν τὸ ὕδωρ συγκομισάμενοι οἷς ὑπηρετεῖν τοῖς φαρμακοῖς ἔργον ἦν, παρέσχοντο τῆς θαλάσσης τὰ νάματα τῇ τῶν ἐπαοιδῶν φαρμακείᾳ τῇ βαφῇ περιχρῶσαι τοῦ αἵματος.

Ἴσως δέ τις τῷ προκειμένῳ ῥητῷ δι’ οὗ πρόεισι τὸ ζήτημα προσέχων καὶ τά τε προηγούμενα αὐτοῦ καὶ τὰ ἐπαγόμενα ἐπιμελῶς πολυπραγμονῶν, εὑρήσει μὲν τὸν ποταμὸν μεταβεβλημένον εἰς αἷμα, οὐχὶ δὲ τὰ λοιπὰ τῶν ὑδάτων συστήματα, οὐδ’ ὅσα πηγαῖα ἢ τρόπον ἄλλον περιγραφαῖς ἰδίαις συνέστηκεν. ἱστοροῦσα γὰρ ἡ γραφὴ μετὰ τὸ προελθεῖν τὸ θαῦμα τὴν κατὰ μέρος τοῦ παραδόξου ἔργου προαγωγήν, ‘καὶ μετέβαλε’, φησίν, ‘πᾶν τὸ ὕδωρ εἰς αἷμα’, οὐχ ἁπλῶς εἰποῦσα, ἀλλ’ εὐθὺς ἐπισυνάπτουσα ‘τὸ ἐν τῷ ποταμῷ’· εἶτα καὶ ‘οἱ ἰχθύες ἐπώζεσαν’, οὐχ ἁπλῶς πάντες, οὐδὲ γὰρ οἱ ἐν τῇ θαλάσσῃ, ἀλλ’ ‘οἱ ἐν τῷ ποταμῷ’· καὶ ‘οὐκ ἠδύναντο πιεῖν οἱ Αἰγύπτιοι ὕδωρ’· πόθεν; ‘ἐκ τοῦ ποταμοῦ’.

Ὡσαύτως δὲ καὶ ἡ ἀπαρχὴ τοῦ κατὰ τὸ θαῦμα διηγήματος, οὔπω τῆς πράξεως ἐπιδεδειγμένης, τὸ αὐτὸ νοεῖν ὑποτίθεται. ‘καὶ στήσῃ’ γὰρ ‘σύ’, φησὶν τῷ Μωσεῖ, ‘ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ’· καὶ μετ’ ὀλίγα τὸ δεσποτικὸν πρόσταγμα ἀπαγγέλλων ὁ Μωσῆς, ‘τάδε λέγει κύριος’, φησίν, ‘ἐν τούτῳ γνώσῃ ὅτι ἐγὼ κύριος· ἰδοὺ ἐγὼ τύπτω τῇ ἐν τῇ χειρί μου ῥάβδῳ τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ’ (οὐχὶ τὸ ἐν πάσῃ γῇ Αἰγύπτου, ἀλλὰ τὸ ἐν τῷ ποταμῷ) ‘καὶ μεταβαλεῖ εἰς αἷμα, καὶ οἱ ἰχθύες’ (τίνες;) ‘οἱ ἐν τῷ ποταμῷ τελευτήσουσιν’· εἶτα ‘καὶ ἐποζέσει ὁ ποταμός’· πρὸς τούτοις, ‘οὐ δυνήσονται οἱ Αἰγύπτιοι πιεῖν ὕδωρ’· ποῖον; ‘τὸ ἐκ τοῦ ποταμοῦ’. ὥστε καὶ τὸ μεταξὺ χωρίον ἑκατέρου τῶν εἰρημένων ῥητῶν, δευτέρῳ διηγήματι τὸ δεσποτικὸν ἀπαγγέλλον πρόσταγμα, εἴπερ οἰκεῖον τῷ λόγῳ καὶ θεοφιλὲς μὴ διαφθείρειν αὐτοῦ τὴν συμφωνίαν τὴν πρὸς ἑκάτερα, κατὰ τὸν αὐτὸν ἂν νοηθείη λόγον καὶ τρόπον· καὶ ἔσται λαμβανόμενον τὸ ‘λάβε τὴν ῥάβδον σου καὶ ἔκτεινον ἐπὶ τὰ ὕδατα Αἰγύπτου’ οὐχ ἁπλῶς ὕδατα πάντα, ἀλλὰ τὰ ἐπὶ τοῦ ποταμοῦ. καὶ γὰρ καὶ συνεπάγει ‘καὶ ἐπὶ τοὺς ποταμοὺς αὐτῶν’, καίτοι ἑνὸς ποταμοῦ τὴν Αἴγυπτον διαρρέοντος, ἀλλ’ οὐ πολλῶν αὐτὴν μεριζομένων τοῖς νάμασιν· ὕδατα οὖν καὶ ποταμοὺς διαφόροις ῥήμασι τὸν Νεῖλον ὀνομάζει.

ἀκολούθως δὲ καὶ διόρυχας τοῦ ποταμοῦ καὶ ἕλη τὰ ἐν αὐτῷ καὶ πᾶν συνεστηκὸς ὕδωρ ἐν αὐτῷ, καὶ ταῦτα δὴ πάντα τὰ πότιμα ῥεῖθρα εἰς αἵματος φύσιν μετεβλήθησαν· ‘καὶ ἐγένετο αἷμα ἐν πάσῃ γῇ Αἰγύπτου’, δηλονότι καθ’ ἣν διεπορεύετο ὁ ποταμός, καὶ εἴ τι ἐν αὐτῷ ξύλον ἐνῆν ἢ λίθος δυνάμενον ὕδωρ ἀνέχειν καὶ στέγειν· οὐδὲ γὰρ τὰ ἐν ταῖς οἰκίαις ξύλα καὶ οἱ λίθοι, οὐδ’ ὅσα ἐν ὑπαίθρῳ νοτίδος αὐτὰ μὴ περισταλαζούσης ἐτύγχανεν, ἀλλ’ ὅσα ἐν τῷ ποταμῷ, τούτων οὐδὲν τὸ κοινὸν πάθος τῶν ποταμίων ναμάτων διέφυγεν. οὐκ ἀγνοῶ δέ τινας ξύλα καὶ λίθους τὰ ξύλινα σκεύη καὶ λίθινα ἐξειληφότας· οἷς ἱκανὸς ἔλεγχος ἥ τε τῶν ὀστράκων καὶ τοῦ ὑέλου καὶ τῆς ἄλλης ὕλης ἀποσιώπησις ἐξ ὧν τεχνουργεῖται τὰ παραπλήσια, καὶ τὸ ἐπὶ μέγα διενηνοχέναι ξύλα καὶ λίθους ὀνομάζειν καὶ προσαγορεύειν σκεύη ἃ τῆς ὑγρᾶς φύσεως δοχεῖα τέχνῃ καὶ σοφίᾳ κατασκευάζεται.

Εἰ οὖν τοῦ ποταμοῦ τὸ ὕδωρ καὶ τῶν ἐν τῷ ποταμῷ πάντων ναμάτων εἰς αἷμα μετεβλήθη, τὰ δὲ τῆς ἄλλης γῆς Αἰγύπτου νάματα οὐ συμμεταβέβληται, οὐδὲν ἄπορον τοὺς τῶν Αἰγυπτίων γόητας ὕδωρ ἀλλαχόθεν λαβόντας τὴν τοῦ αἵματος ὄψιν αὐτῷ καὶ φαντασίαν περιθεῖναι· καὶ εἴη ἂν πρὸς μίμησιν μᾶλλον οἰκειότερον πότιμον καὶ γλυκάζον ὕδωρ παραλαβεῖν εἰς ἐπίδειξιν τοῦ τέρατος ἢ τὴν ἁλμυρὰν οὐσίαν καὶ ἄποτον· ἡ γὰρ τῆς ὕλης παραλλαγὴ τῆς πράξεως ὑποτέμνεται τὴν ὁμοιότητα. εἰ δὲ τὰ πάντα τῆς Αἰγύπτου ὕδατα τῇ Μωσέως καὶ Ἀαρὼν ῥάβδῳ εἰς αἱμάτων ῥεῖθρα μετέστη, πρῶτον μὲν οὐκ εὔλογον ἦν τῷ πάθει τῶν ἀδικούντων συνυποβάλλειν καὶ τοὺς ἠδικημένους καὶ δίψει τιμωρεῖσθαι τοὺς ὑπὲρ ὧν τὰ τοιαῦτα ἐθαυματουργεῖτο. ἔπειτα δὲ οὐδὲ ὁ Φαραὼ φαίνεται διενοχλούμενος ἐπὶ τοσοῦτον τῷ πάθει, ὡς παρὸν πιεῖν ἀλλαχόθεν, οὐδὲ ἐπιταχύνων τὸν Μωσέα τῆς πληγῆς τοὺς Αἰγυπτίους ἐλευθερῶσαι, ὅπερ ἐπί τε τῶν βατράχων ἐπεποιήκει καὶ ἐπὶ τῶν παραπλησίων, καίτοι γε χαλεπωτέρα ἡ τοῦ δίψους ὑπῆρχε μάστιξ τῆς διὰ τῶν βατράχων ποινηλασίας.

καὶ τρίτον ἐπὶ τούτοις, εἰ ἅπαν τὸ ἐν Αἰγύπτῳ ὕδωρ μεταβεβλημένον εἰς αἷμα συνῄδεισαν οἱ Αἰγύπτιοι (καὶ γὰρ καταπλήττειν τὴν ἐκείνων ἀπόνοιαν καὶ μαλάσσειν τὴν σκληροκαρδίαν τὸ θαῦμα ἐπράττετο), οὐκ ἂν οὐδ’ ἐπεχείρουν διορύττειν τοῦ ποταμοῦ κύκλῳ, ὥστε πιεῖν ὕδωρ· λέγει γὰρ ἡ γραφή, ‘καὶ ὤρυξαν πάντες οἱ Αἰγύπτιοι κύκλῳ τοῦ ποταμοῦ, ὥστε πιεῖν ὕδωρ, οὐ γὰρ ἠδύναντο πιεῖν ὕδωρ ἐκ τοῦ ποταμοῦ’. ᾗ συμφώνως ἐκδεδώκασι καὶ ἕτεροι τῆς Ἑβραΐδος γλώττης εἰς τὴν Ἑλληνίδα φωνὴν τὴν μετάθεσιν φιλοπονησάμενοι, ὁ μὲν Σύμμαχος λέγων ‘καὶ ὤρυξε πᾶσα ἡ Αἴγυπτος κυκλόθεν τοῦ ῥείθρου τοῦ πιεῖν, ὅτι οὐκ ἠδύναντο πιεῖν ἐκ τοῦ ὕδατος τοῦ ποταμοῦ’, καὶ Ἀκύλας δὲ καὶ Θεοδοτίων τὰ παραπλήσια.

Ὥστε τῶν ποταμίων ὑδάτων ἡ πρὸς αἷμα παρὰ Μωσέως καὶ Ἀαρὼν ἐγεγόνει μεταβολή· τοῦτο γὰρ καὶ τὸ εὔλογον συνεπάγεται, τὸν ποταμὸν βδελυκτὸν γενέσθαι καὶ λελυμασμένον καὶ ἄχρηστον ἐκεῖνον ὃν τὸ Αἰγυπτίων ἔθνος θεὸν ἐπωνόμαζον καρποδότην καὶ ζωοδότην θειάζοντες, καὶ ἐν ᾧ τὰ τῶν Ἰσραηλιτῶν βρέφη ἐναπέρριπτον ἀποκτίννυσθαι· ἐβόα γὰρ κἀκείνων τὸ αἷμα ἀπὸ τῶν ὑδάτων, ὥσπερ καὶ τοῦ Ἄβελ ἀπὸ τῆς γῆς. ἔδει οὖν τοὺς Αἰγυπτίους ποινὰς δοῦναι τῆς τε δυσσεβούσης θεοπλαστίας, δι’ ἧς τὸ ῥέον ὕδωρ καὶ μυρίοις πάθεσι καὶ φθοραῖς ὑποκείμενον τῆς ἀιδίου καὶ ἀπαθοῦς καὶ ἀρρεύστου φύσεως περιετίθεντο τὸ ἀξίωμα, καὶ οἷς δι’ αὐτοῦ τῶν ἀνευθύνων βρεφῶν ἐπαλαμῶντο τὴν μιαιφονίαν, ὅτι προῆλθον εἰς φῶς κατὰ τοὺς νόμους τῆς φύσεως αὐτοῦ τοῦ φωτὸς τὴν ἀποστέρησιν εἰσπραττόμενοι δίκην. ἡ δὲ φιλάνθρωπος φύσις τέως μὲν ἀναβάλλεται τὴν εἰς ἀνθρώπους τιμωρίαν, κολάζει δὲ καὶ παιδεύει τρόπον ἄλλον, λυμαινόμενος καὶ μαστίζων τὸ ἄψυχον δι’ οὗπερ ἐκείνοις καὶ τὸ τῆς μιαιφονίας ἄγος καὶ τῆς εἰς θεὸν δυσσεβείας ἐτολμήθη τὸ ἀνοσιούργημα.

Εἰ δέ τις συγχωροίη τὰ ἀνὰ πᾶσαν γῆν Αἰγύπτου ὕδατα εἰς οὐσίαν αἵματος μεταστοιχειωθῆναι, οὐδ’ οὕτω δείκνυται ἄπορον τὸ καὶ τοὺς γόητας τῶν Αἰγυπτίων τὴν θεουργίαν ἐκμιμήσασθαι δόξαι διὰ τῆς κακουργίας· ἐπεὶ γὰρ προείρητο μὲν τῷ Μωσεῖ τὸ θαῦμα, ἠκηκόεισαν δὲ τοῦτο αὐτός τε Φαραὼ καὶ οἱ τῶν Αἰγυπτίων ἐπαοιδοί, ἐκ δὲ τῆς κατὰ τὴν ῥάβδον εἰς ὄφιν μεταβολῆς ᾔδεισαν ὡς εἰς ἔργον ἡ ἀπειλὴ πάντως προχωρήσει (τὸ γὰρ ἤδη προγεγονὸς τοῦ γενησομένου μαρτύριον ἦν), ἔσπευδον δὲ κἀκεῖνοι μὴ φανῆναι ταῖς μηχανουργίαις ἐλάττους, εἰκότως εἰδότες ὡς τὰ πανταχοῦ ὕπαιθρα τῆς γῆς ὕδατα εἰς αἷμα μεταβαλεῖ, τοῦ θαύματος μὲν ἤδη λεγομένου, οὔπω δὲ τῆς θεουργίας προελθούσης, τηνικαῦτα ὕδατα ἀρυσάμενοι ὅσα δυνατὰ παραδεῖξαι τὴν φαντασίαν τοῦ σοφίσματος προπαρεσκεύασάν τε καὶ ἐναπέθεντο, ὡς ἂν ἐν τῷ καιρῷ τῆς χρείας εὐποροῦντες ὀφθεῖεν ὑδάτων, οἷς τὸ χρῶμα τοῦ αἵματος περιθέμενοι τὸ παράδοξον τῆς θεουργίας τῇ φαντασίᾳ τοῦ ψεύδους ἐλαττώσουσι.

Τισὶ δὲ εἴρηται ὡς τοῦ Μωσέως παραδοξοποιοῦντος τὸ ποτάμιον ὕδωρ εἰς αἷμα, κατὰ τὸν αὐτὸν καιρὸν συμπαρῆσαν καὶ οἱ τοῦ ψεύδους σοφισταὶ ταῖς οἰκείαις χρώμενοι κακοτεχνίαις, καὶ τὸ μὲν πλεῖστον τοῦ ὕδατος τοῦ Μωσέως ὑπηρετεῖτο τῷ θαύματι, οὐκ ὀλίγον δὲ τούτου καὶ τῇ τῶν μάγων χρείᾳ συγκατεμερίζετο. ἀλλὰ γὰρ τοῦτό γε παρ’ ἱστορίαν τέ ἐστι λέγειν καὶ τῆς ἐν τῷ Μωσεῖ μεγαλουργοῦ καὶ πανσόφου προνοίας ἀνάξιον καὶ δυνάμεως, κοινωνὸν καὶ μερίτην ποιεῖν τὸν πολεμιώτατον καὶ ὁμόσπονδον παραβάλλειν τὸν ἄσπονδον, οἷς τὴν ἀφορισθεῖσαν αὐτῷ ὕλην τοῦ θαύματος ἐκείνῳ συνδιεκληροῦτο καὶ συνεμερίζετο. καὶ ἄλλως, οὐχ ἑκών γε ἂν ὁ Αἰγύπτιος εἰς τοῦτο κατέστη παρανοίας, τὸν αὐτῷ σεβόμενον ποταμὸν στήλην τε τῆς μιαιφονίας αὐτοῦ λαμπρὰν ἀνεγείρειν καὶ λύθροις μιαίνειν καὶ πρὸς τὸ βδελυρώτερον τὸ τιμώμενον μεταβάλλειν, εἰ καὶ τὸ χρῶμα τοῦ φοινίσσοντος τῆς πλανωμένης ἦν ἔργον ὄψεως.

Καὶ τὸ λέγειν δὲ ἅπαν μὲν τὸ Αἰγύπτιον ὕδωρ θαυματουργοῦντος Μωσέως ἀπογεννηθῆναι εἰς αἷμα, τοὺς δὲ μάγους ἀποροῦντας ὕδατος ἀμεταβλήτου τὸ μεταβεβλημένον εἰς αἷμα λαβεῖν καὶ κλέψαι τὴν ὄψιν τῶν ὁρώντων ἀντὶ τῆς ἐρυθρᾶς βαφῆς τὴν ὑδατώδη χρόαν φαντάζεσθαι, μετὰ τοῦ μηδὲ τὴν ἱστορίαν μηδὲν τοιοῦτον ἐμφαίνειν καὶ τοὺς μάγους τέως ἐπισεμνύνεσθαι παρασκευάζει· τὸ γὰρ φαντασθὲν ὡς ὕδωρ αἷμα ὅτι καὶ τὴν φύσιν ἀληθῶς τῇ τέχνῃ τῶν μάγων ἔσχε τοῦ αἵματος μεγαλορρημονεῖν αὐτοῖς περιγίνεται καὶ διπλοῦν ἀνθ’ ἁπλοῦ τὸ τέρας ἐργάζεται, αἵματος εἰς ὕδωρ ἀλλοίωσιν καὶ τὸ ὕδωρ πάλιν εἰς φόνον μεταβαλλόμενον.

Εἰσὶ δὲ οἷς ἐπῆλθεν εἰπεῖν, μετὰ τὸ ἐπαναγαγεῖν τὸν Μωσέα τὸ ὕδωρ ἀπὸ τοῦ αἵματος εἰς τὴν αὑτοῦ φύσιν, τότε χρήσασθαι τοὺς ἐπαοιδοὺς ἐπ’ αὐτοῦ τῷ σοφίσματι τῆς γοητείας. οἱ δὲ λέγουσιν, καὶ τῶν ἄλλων μᾶλλον εὐλογώτερον, ὡς τὰ μὲν ἄλλα πάντα τῆς Αἰγύπτου ὕδατα εἰς αἷμα μετεβλήθη τῇ μεγαλουργῷ δυνάμει τοῦ Μωσέως, ὅσα δὲ τοῖς Ἰσραηλίταις προὔκειτο εἰς χρῆσιν τῆς μεταβολῆς διετηρήθησαν κρείττω· οὐδὲ γὰρ ἦν κακοποιεῖν ἀκόλουθον ὑπὲρ ὧν ἐνέσκηπτον αἱ πληγαὶ τοῖς κακοποιεῖν αὐτοὺς ἐπαρθεῖσιν, οὐδ’ ἅμα μὲν ἐκδικεῖν τοὺς αὐτούς, ἅμα δὲ διὰ τῆς ἐκδικήσεως κολάζειν. καὶ τὸ τῶν ἀποδείξεων ἐξ ὁμοίων περιούσιον· ὑπολοίπων ἐννέα πληγῶν κατὰ διαδοχὴν τοῖς Αἰγυπτίοις ἐπενεχθέντων, οὐδεμιᾷ τούτων ὁ Ἰσραὴλ ἐδείχθη καταστιζόμενος, τοῦ δὲ παρὰ τοῖς Ἰσραηλίταις ὕδατος διαμείναντος ἀμεταβλήτου τοὺς ἐπαοιδοὺς ἐκεῖθεν λαβόντας ὕλῃ χρήσασθαι πρὸς τὴν τοῦ οἰκείου σοφίσματος τερατείαν. οὕτως οὖν πολλαχόθεν ἐστὶ συνορᾶν ὡς οὐδὲν ἄπορον καὶ τὸν Μωσέα θαυματουργοῦντα τὴν τοῦ ὕδατος φύσιν εἰς αἷμα μεταβαλεῖν καὶ τοὺς ἐπαοιδοὺς τῶν Αἰγυπτίων ὕδατος μὴ ἀπορῆσαι δι’ οὗπερ αὐτοῖς ἡ τοῦ φάσματος ὄψις ὑποδραμεῖται τὴν ὀνομασίαν τοῦ θαύματος.

Πῶς νοητέον τὸ ‘ἐγὼ σκληρυνῶ τὴν καρδίαν Φαραώ’; Τινὲς μέν φασι σκληρύνειν λέγεσθαι τὸν θεὸν τὴν καρδίαν Φαραώ, διότι μακροθυμῶν ἐπ’ αὐτῷ κατὰ τὸν καιρὸν τῆς ἀπειθείας καὶ μήτε αὐτὸν μήτε τὸ ἔθνος συναπειθοῦντας πανωλεθρίᾳ παραδιδούς, φιλανθρωπότερον δὲ τὰς τιμωρίας ἐπάγων, παρέσχεν αὐτῷ ἄδειαν ὑπεροψίας ὥστε τῶν προσταττομένων ὀλιγωρεῖν· τὴν γὰρ τοῦ θεοῦ μακροθυμίαν ἀφορμὴν ἐκεῖνος ποιούμενος μείζονος ἀπειθείας τε καὶ ἀπονοίας, σκληρυνθῆναι λέγεται παρὰ θεοῦ, οἷα δὴ τῆς θείας φιλανθρωπίας τὸ ἀπειθὲς αὐτῷ καὶ μισάνθρωπον συνενδιδούσης καὶ τρόπον τινὰ συγκατεργαζομένης.

Ἀλλὰ γὰρ ταύτην τὴν ἐκδοχὴν τοῦ λόγου πολλοὶ μὲν ἀκοῇ ἀλύπῳ προσίενται καὶ ὡς εὐσεβοῦσαν περιπτύσσονται τὴν τῶν ῥημάτων ἀνάπτυξιν· οὐκ εὔπορον δ’ ἄν τις ἴσως ἀνθυποφέρει παρέχεται λύσιν. καὶ μὴν ὁ θεὸς τὰς τιμωρίας ἐπῆγεν, οὐχ ἵνα τὸ μακρόθυμον αὐτοῦ παραστῇ, ἀλλ’ ἵνα τὴν τοῦ Φαραὼ καὶ τῶν θεραπόντων αὐτοῦ θραύσῃ μανίαν καὶ τὴν ἄσχετον κατὰ τῶν Ἰσραηλιτῶν καὶ πικρὰν ἀναστείλῃ κακουχίαν. ἢ οὐδὲ προηγούμενον ἦν τῷ θεῷ τὸ Αἰγύπτιον καταναλῶσαι γένος, ἀλλὰ τῷ φόβῳ τῶν τιμωριῶν καὶ κολάσεων συμπαθέστερον καὶ φιλανθρωπότερον παρασκευάσαι διατίθεσθαι πρὸς τὸν Ἰσραὴλ καὶ τῆς αἰχμαλωσίας αὐτοῦ καὶ ταλαιπωρίας τὴν ἀπαλλαγὴν εὐπειθέστερον αὐτοὺς καὶ φιλανθρωπότερον δέξασθαι. οὐκοῦν ὁ ἐξ ἀρχῆς τῆς ἀναπτύξεως λόγος τὴν οἰκείαν λαμβάνει τάξιν καὶ τὸ καλῶς ἐστοχάσθαι τῆς τῶν ῥητῶν διανοίας ἀναπόβλητον ἔχει τὸ ἀπερίτρεπτον.

Οὐκ ἂν δὲ λέγειν εἴη κρίσεως ὀρθῆς ἐνδεέστερον, ὡς τὸ ‘ἐγὼ σκληρυνῶ τὴν καρδίαν Φαραώ’, ἀντὶ τοῦ σκληρὰν οὖσαν καὶ ἀτεράμονα μᾶλλον ἐπιδείξω τοῦτο πάσχουσαν καὶ μήτε φόβῳ θανάτου μήτε τιμωριῶν παρουσίᾳ μαλασσομένην· καὶ γὰρ ἐπίδηλος μᾶλλον ἡ σκληρότης τῆς Φαραωνίτιδος καρδίας καὶ τῶν ὅσοι πρὸς τὴν αὐτοῦ γνώμην ἁμιλλώμενοι τὸ ἀνθρώπινον ἀπεθηριοῦντο, πᾶσιν ἐπεδείχθη καὶ περιηγγέλη, ἅτε δὴ μήτε τῶν τοσούτων καὶ τηλικούτων θεηλάτων πληγῶν τὸ σκληρὸν αὐτῶν καὶ ἀτέραμνον ὑπομαλαξάντων μήτε τῆς πωρώσεως τὸ ἀκμαῖον ὑπεκλυσαμένων. εἰ γὰρ καὶ πρὶν τῇ ὠμότητι καὶ μισανθρωπίᾳ πεπώρωτο, μεταβολὴν οὐ προσιεμένη πρὸς ἡμερότητα, ἀλλ’ οὖν οὐχ οὕτως ἐγνωρίζετο πᾶσι σκληρὰ καὶ αὐθάδης καὶ ἀμείλικτος ἡ Φαραωνῖτις ἐκείνη ψυχή, οὐδὲ τῶν ἄλλων οὐδενὶ οὕτω πᾶσι διεβεβόητο καὶ ἀνεστηλοῦτο πρὸς θρίαμβον ἀνεξάλειπτον ὡς τοῖς παραδόξοις ἔργοις μαστιζομένη καὶ ἐπὶ τῆς αὐτῆς ἀγριότητος καὶ θηριώδους ὁρμῆς διαμένουσα.

Εἰ δέ τις καὶ ἁπλούστερον ἐθέλοι μεταλαβεῖν τὸ λόγιον, καὶ τὸ ‘ἐγὼ σκληρυνῶ’ ἀντὶ τοῦ ‘ἐάσω καὶ παραχωρήσω σκληρὰν γενέσθαι’ νοῆσαι, τῆς μὲν εὐσεβούσης δόξης οὐδ’ οὗτος ὁ λόγος διέστηκεν, τῆς μεταβολῆς δὲ τῶν ῥημάτων οὐκ ἰδιάζουσαν ἔχει τὴν μεταχείρισιν, ἀλλ’ εἰς τὴν κοινὴν καταφεύγει λύσιν δι’ ἧς καὶ ἄλλα πλείω τὸ τῆς μεθόδου κοινὸν ἐπιλύεται· ὡς τὸ ‘παρέδωκεν αὐτοὺς εἰς πάθη ἀτιμίας’ καὶ ‘παρέδωκεν αὐτοὺς ὁ θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν’ καὶ ‘καθὼς οὐκ ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν’ καὶ ‘ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου’ καὶ ‘ἔδωκεν αὐτοῖς ὁ θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν’ καὶ ‘πεπώρωκεν αὐτῶν ὁ θεὸς τὴν καρδίαν’ καὶ ‘ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου’· καὶ μυρία ἄλλα. εἰ γὰρ καὶ ἑτέραις ἐφόδοις ἕκαστον τῶν εἰρημένων ἱερῶν λογίων εἰς τὸ σαφέστατόν τε καὶ ἀστασίαστον καταρρυθμίζεται, ἀλλ’ οὖν αὐτὴ ἡ κοινὴ καὶ κατὰ πάντων τῶν ὁμοίων μεταβολὴ οὐδὲν ἔλαττον καὶ τοῦ ἐπιθολοῦντος τοὺς λογισμούς ἐστιν ἀνακάθαρσις καὶ οὐ διὰ μακροτέρων τὴν μεταβολὴν ἐπιδείκνυται.

τὸ γὰρ ‘παρέδωκεν’ καὶ ‘ἔδωκεν’ καὶ ἕκαστον τῶν εἰρημένων ἀντὶ τοῦ ‘συνεχώρησεν’, ‘ἐνέδωκεν’, ‘εἴασεν’ λαμβανόμενον, οὐ πρὸς τοὐναντίον τῆς ὁρμῆς ἐξεβιάσατο οὐδὲ τὸ ἀπροαίρετον κατάρχειν τῆς προαιρέσεως ἐπηνάγκασεν οὐδὲ τοῦ αὐτεξουσίου τοὺς λογισμοὺς ἀπεστέρησεν, ἐν ἴσοις ὅροις συγκλείων τὰ ἐφ’ ἡμῖν καὶ ἃ μὴ τῶν ἐφ’ ἡμῖν ἐξ ἀρχῆς διωρίσατο, οὐδ’ ἀκουσίους πρὸς τὸ καλὸν μεθειλκύσατο οὐδὲ μὴ βουλομένους τῆς προθέσεως ἀνεχαίτισε. τὸ οὕτω μεταβάλλειν εἰς τὰς ὁμοδυνάμους καὶ ἀναμφιβόλους φωνὰς τὰς ὅσαι τοῖς πολλοῖς ἐδόκουν ἀπορίαν παρέχειν τῷ τῆς ὁμωνυμίας ἀμερίστῳ συνεχόμεναι, τῆς τε ἀσφαλοῦς εἴη ἂν ὑπολήψεως καὶ τῆς μιᾷ θεωρίᾳ πλείω διαλυομένης ζητήματα.

Πῶς οὖν ἀντὶ τοῦ ‘παρέδωκε’ καὶ ‘πεπώρωκε’ καὶ τῶν τοιούτων τὸ ‘συνεχώρησεν’, ‘οὐκ ἐκώλυσεν’, ‘οὐ κατέσχεν’, ‘οὐ πρὸς βίαν μετέστησεν’ ἐκληφθήσεται καὶ τὰ τοιαῦτα; ὅτι ἐπὶ τῶν ἀνθρωπίνων, ᾧ πρόσεστιν παρανομίαν ἤ τινα ἄλλην πλημμέλειαν ἐκκόπτειν, ὁ δὲ τὸν πλησίον ἁμαρτάνειν οὐκ ἐκώλυσεν, οὗτος τὴν αἰτίαν οὐκ ἐκφεύγει μὴ συνεργάσασθαι τῷ ἡμαρτηκότι τὸ ἀτόπημα καὶ παραδοῦναι λέγοιτ’ ἂν τὸν παραπεσόντα τοῖς πάθεσι. τί γὰρ ἐξὸν ἀσφαλίζεσθαι τὸν πέλας, σὺ δὲ τοῦτον οὐκ ἀνέχων πρὸς τὰ πάθη συνώθισας; ἐξέτεινε τὴν χεῖρα λαβεῖν τὰ ἀλλότρια; αὐτὸς παρὼν καὶ ἰσχύων μεθέλκυσον· τὰ ὄμματα τοῖς τῆς ἀκολασίας προπυλαίοις ἐπιβάλλει; ἐξόν σοι παύειν, ἀνάστειλον. ἂν δὲ μὴ ἀναστείλῃς μηδὲ μεθέλκῃς μηδὲ ἐπέχῃς φερόμενον, οὐδὲν ἔλαττον τὸ ἔργον σὸν ἢ τοῦ ἐμβεβηκότος τοῖς παραπτώμασιν. οὕτως ὁ δυνάμενος ἐπέχειν τὰ ἄτοπα, μὴ ἐπέχων δέ, λέγοιτ’ ἂν αὐτὸς τῷ τῶν ἀτόπων ἐργάτῃ συγκατεργάζεσθαι. ἀπὸ δὲ τῶν παρ’ ἡμῖν συνήθως λεγομένων καὶ περὶ θεοῦ τῇ λέξει παραπλησίως κεχρῆσθαι οὐκ ἂν εἴη δυσχερὲς οὐδ’ ἀνακόλουθον, ἀλλὰ καὶ πολλὴ μὲν ἡ Ἑλλὰς οὕτω ταῖς φωναῖς ἀποκεχρῆσθαι, πολλὴ δὲ τῶν ἱερῶν ἡμῶν λογίων ἡ συνήθεια.

καὶ τὸ μυρίας ὅσας ἐν τῷ ἀσυγκρίτῳ καὶ ὑπερφυεῖ πρὸς τὰ ἀνθρώπινα τὰς διαφορὰς τήν τε θείαν βούλησιν καὶ τὴν δύναμιν καὶ τὴν εὐδοκίαν ἐπιδέχεσθαι καὶ τὰ ὅμοια οὐ μόνον οὐδὲν πρὸς τὴν μετάληψιν τῶν εἰρημένων ῥημάτων ἀντιφθέγγεται, ἀλλὰ καὶ μᾶλλον συγκατασκευάζει τὴν ἐπιχείρησιν· ἐν οἷς γὰρ ἡ βούλησις καὶ ἡ δύναμις καὶ ἡ εὐδοκία ἀπαραπόδιστον παντελῶς τὴν οἰκείαν ἐνέργειαν προβάλλεται, οἷς οὐ προβάλλεται, ἐγγὺς ἱερολογίας εἶναι τὴν εἰρημένην τῶν ὀνομάτων τεκμηριοῦται μετάθεσιν. ἀλλὰ γὰρ ἱκανά σοι καὶ ταῦτα τὴν στοιχειώδη τοῦ ζητήματος παραστῆσαι διάγνωσιν.

Πῶς νοητέον τὸ ‘σὺ ὠργίσθης’ εἰρημένον τῷ θεολήπτῳ Ἡσαΐᾳ ‘καὶ ἡμεῖς ἡμάρτομεν’; Ἐνῆν μὲν τὸ ‘ἡμάρτομεν’ ἐκλαβεῖν, οὐχ ὅτι τὰς πράξεις αἳ τὰς ἀρετὰς λυμαίνονται προειλόμεθα, ἀλλ’ ὅτι ἁπλῶς ὧν ἡ αἵρεσις ἡμῖν καὶ ἡ σπουδή, τούτων ἀπετύχομεν· καὶ γὰρ διαμαρτάνειν κἀκεῖνος λέγοιτ’ ἂν ὃς ἄλλο μὲν ἐξανύσαι προὔθετο καὶ τὴν ὁρμὴν πρὸς τὸ καταθύμιον ἔτεινεν, τοῖς ἐναντίοις δὲ περιπέπτωκεν καὶ ἀντὶ τῶν προκριθέντων τοῖς ἀνελπίστοις συνέχεται. τοιοῦτον γάρ ἐστιν, ἵνα τὴν ἄλλην τέως ἐξέτασιν τῶν ῥηθησομένων ἐάσω, καὶ τὸ ‘οὐκ ἐν τῷ ἀνθρώπῳ ἡ ὁδὸς αὐτοῦ’ καὶ ‘ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες, καὶ ἐὰν μὴ κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων’ καὶ τὸ ‘οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θελήσει οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ’ καὶ ‘οἱ βουλὴν ποιοῦντες’ ἐμβαθυνόμενοι τοῖς διαλογισμοῖς αὐτῶν ‘καὶ οὐ διὰ κυρίου’· καὶ γὰρ καὶ οὗτοι ἀντὶ τοῦ μὴ διαπεσεῖν τοῦ σπουδάσματος οὐ μόνον διήμαρτον, ἀλλὰ καὶ τὸ οὐαὶ προσεπεσπάσαντο. παραπλήσιον δὲ καὶ τὸ εἰρημένον πρὸς τοὺς πεποιθότας ἐπ’ Αἴγυπτον· ‘ἐποιήσατε βουλὴν οὐ δι’ ἐμοῦ καὶ συνθήκας οὐ διὰ τοῦ πνεύματός μου, προσθεῖναι ἁμαρτίας ἐφ’ ἁμαρτίαις, οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυπτον’. οἷς καὶ ἡ καταφυγὴ καὶ τῆς βοηθείας ἡ ἐλπὶς εἰς αἰσχύνην καὶ ὄνειδος περιτρέπεται.

καὶ γὰρ ἑκάστη τῶν εἰρημένων καὶ πολλῶν ἄλλων παραπλησίων πράξεων τῆς ἄνω κεχηρωμένη ῥοπῆς οὐκ ἂν τοῦ προτεθέντος τέλους ἐφίκοιτο, οὐδ’ ἡ μελέτη πρὸς ἔργον χωρήσει μὴ τῆς ἄνωθεν προκαταβαλλομένης εὐμενείας τὸ πλούσιον ἔλεος· εἰ δέ γε καὶ ὀργίζοιτο οἷς ἄν τις τοῖς οἰκείοις διαβουλίοις ἐρείδεται, πῶς οὐκ ἀνάγκη πάντως διαμαρτεῖν τοῦ τέλους καὶ μηδενὸς τυχεῖν ἕκαστον τῶν εἰς τοῦτο παρενηνεγμένων ὧν ἡ γνώμη ἠγωνίζετο;

Ἀλλ’ αὕτη μὲν τῆς θεωρίας ἡ ἐπιβολὴ πρὸς μὲν τὰ παρατεθέντα ῥητά, καὶ εἴ τι τούτοις ἐνάμιλλον, τὸ ἡρμοσμένον καὶ κατάλληλον ἐπιδείκνυται τοῦ νοήματος, οὐ μήν γε τὴν αὐτὴν ἀποδίδωσι χρείαν καὶ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν εὐμαρίσασθαι· τά τε γὰρ τοῦ λόγου προηγούμενα καὶ ἡ ἄλλη τῶν ῥημάτων διασκευὴ πρὸς ἑτέραν μᾶλλον προτρέπεται διάνοιαν ἀπευθύνεσθαι. τί οὖν δεῖ λέγειν; ἢ τὸ ‘σὺ ὠργίσθης καὶ ἡμεῖς ἡμάρτομεν’ οὐχὶ τοῦτό φησιν ὡς ‘τῆς σῆς ὀργῆς προελθούσης ἡ ἁμαρτία ἡμῶν ἐκυρίευσεν’· τοῦτο γὰρ οὐδὲ τὴν θείαν εἴη δικαιοκρισίαν διασῴζοντος οὐδ’ αἴτιον εἰσάγει τὸν ἄνθρωπον οὐδ’ ἐν οἷς ἀπὸ γνώμης πονηρεύεται, ἀλλὰ τὸν πάσης κακίας ἀναίτιον, τοῦτον καταβιβάζει τῇ βλασφημίᾳ πρὸς τὸ ὑπαίτιον, καὶ δὴ καὶ τὸ αὐτεξούσιον παρὰ τὴν ἐξ ἀρχῆς πλάσιν καὶ δωρεὰν εἰς τὸ δοῦλον καὶ ὑπεξούσιον μεταπλάττοντα. εἰ γὰρ διότι ὠργίσθη ἡμάρτομεν, ἡ ὀργὴ τὴν ἁμαρτίαν ἔτεκεν· ὀργῆς δ’ ἀμάχου συνωθούσης εἰς παράπτωμα τίς ἀντιστήσεται; διόπερ εἰς τοῦτο μὲν διαλογισμῶν τὰς ἱερὰς φωνὰς ἀπενεγκεῖν οὐδεμία παρείσδυσις, μάλιστα πολλῶν ἄλλων διδαγμάτων καὶ πανταχοῦ τῆς ἱερᾶς γραφῆς, καὶ δὴ καὶ ἐν αὐτῷ τῷ προφήτῃ, τἀναντία καὶ μαρτυρομένων καὶ κρατυνόντων. ‘μὴ’ γάρ φησιν ‘ἐβάρυνεν κύριος τὸ οὖς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι;

ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀνὰ μέσον ὑμῶν καὶ ἀνὰ μέσον τοῦ θεοῦ, καὶ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ τοῦ μὴ ἐλεῆσαι’. ὥστε οὐκ ἐκ τῆς θείας ἀποστροφῆς τὸ ἁμαρτάνειν ἡμᾶς, οὐδὲ ἐκ τοῦ παρορᾶν καὶ μὴ ἀκούειν τῶν ἁμαρτημάτων ἡ ἰσχύς, ἀλλ’ ἐξ ὧν ἁμαρτάνομεν καὶ πλημμελοῦμεν καὶ ἡ ἀποστροφὴ καὶ ἡ ὀργὴ καὶ ἡ ἐγκατάλειψις τοῦ θεοῦ. καὶ πάλιν ‘ἀνεμείναμεν κρίσιν, καὶ οὐκ ἔστι σωτηρία, μακρὰν ἀφέστηκεν ἀφ’ ἡμῶν’· διὰ τί; ‘πολλὴ γὰρ ἡμῶν ἡ ἀνομία ἐναντίον σου, καὶ αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν· αἱ γὰρ ἀνομίαι ἡμῶν ἐν ἡμῖν καὶ τὰ ἀδικήματα ἡμῶν ἔγνωμεν· ἠσεβήσαμεν καὶ ἐψευσάμεθα καὶ ἀπέστημεν ἀπὸ ὄπισθεν τοῦ θεοῦ ἡμῶν’. καὶ πλήρη τῶν τοιούτων χρήσεων τά τε παλαιὰ μαθήματα καὶ ἐν οἷς ἡ χάρις ἀνακαινίζεται.

Ποῦ τοίνυν σοφίας καὶ συνέσεως, τῆς αὐτῆς νῦν μὲν διδασκούσης ὡς εἴη τῆς ἁμαρτίας καὶ ἀποστροφῆς αἴτιον ἡ ὀργή, νῦν δὲ τὴν ἀποστροφὴν καὶ τὴν ὀργὴν τὴν ἁμαρτίαν ἀποτελεῖν; ἀλλ’ αὕτη μὲν ἡ συνεξέτασις καὶ μελέτη τῶν λογισμῶν ὅτι μὲν οὐ δηλοῖ τὸ λόγιον κατάρχειν τῆς ἁμαρτίας τὴν ὀργὴν παρέστησε τηλαυγῶς, τί ποτε δέ ἐστι τὸ δηλούμενον ὑπ’ αὐτοῦ, οὐκέτι ὁμοίως ὑπέδειξεν ἐμφανῶς· οὐκοῦν τῆς ἑτέρας ἐπισκέψεως τρόπον ἡ χρεία παρακαλεῖ. καὶ ἴσως ἂν ἐθέλοι τὰ λόγια δηλοῦν ὡς τὰς μὲν ἀλλαχόθεν κινουμένας ὀργὰς ἡ σὴ πολλάκις ἀνέκοψεν φιλανθρωπία καὶ συμπάθεια, διὸ καὶ ἁμαρτεῖν ἡμῶν προθεμένων καὶ τὴν ἄμυναν ἐπιτρέπειν ἑαυτοῖς ἐν τῷ τοὺς ἐπανισταμένους καθ’ ἡμῶν φέρεσθαι, ἡ σὴ προφθάσασα χάρις καὶ εὐμένεια καὶ τὴν ἐκείνων ἐπίνοιαν διεσκέδασεν καὶ ἡμᾶς ἑκατέρας ὁρμῆς καὶ ἁμαρτίας ἐξήρπασεν· νῦν δὲ ἐπειδὴ μηδὲν ὁρᾶται τοιοῦτον παρὰ τῆς σῆς προνοίας οἰκονομούμενον, ἀλλ’ ἀπὸ τῆς σῆς ἀγαθότητος καὶ φιλανθρωπίας ἡ ὀργή, καὶ τὸ ἁμαρτεῖν ἡμᾶς ὡς μηδενὸς ἀναστέλλοντος ἀκωλύτως ἕπεται. ἐκεῖ μὲν γὰρ πολλαὶ τῆς ἡμετέρας σωτηρίας αἱ ἀφορμαί, τῆς σῆς συμπαθείας καὶ προνοίας συνεχούσης ἡμῶν τὸ εὐόλισθον, ἐνταῦθα δὲ τῆς ὀργῆς ἐκ τῆς ἡμῶν πρὸς τὰ πάθη πυρώσεως ἀναρριπισθείσης καὶ μηδενὸς τὴν φορὰν ἐπέχοντος, αὐτοῖς λογισμοῖς εἰς αὐτὸν τὸν τῆς ἁμαρτίας βόθυνον ὠλισθήσαμεν.

Ἄλλως τε δέ, ἐπειδὰν ὁ πάντα προειδὼς καὶ κρεῖττον ἢ ὡς γεγονότα πρὸ γενέσεως τὸ τῆς γνώμης φαῦλον καὶ τῆς μελέτης τῇ ἀδεκάστῳ ζυγοστατήσῃ δίκῃ καὶ τὴν ὀργὴν συνάψῃ τῇ κρίσει καὶ τὴν ἀμοιβὴν ὁρίσῃ τοῦ ἁμαρτήματος, οὕτω τῆς φιλανθρωπίας καὶ ἀγαθότητος περὶ ἡμᾶς διακειμένης, τίς μὲν ἀναστεῖλαι τὴν ψῆφον, τίς δὲ τὴν ἀπόφασιν χρόνῳ πραῧναι δυνήσεται, ὅπερ εἴωθεν ἀπαντᾶν ἐφ’ ὧν ἡ ὀργὴ προλαμβάνει τὸν χρόνον τῆς κρίσεως; οὐκοῦν τὴν μὲν κίνησιν τῆς ὀργῆς ἡ κατὰ σχολὴν καὶ μελέτην τῶν πονηρῶν ἡμῶν ἐνθυμήσεων παροξύνει πρόοδος, ἡ δὲ ἐκεῖθεν τολμηθεῖσα πρᾶξις τὰς ἐκ τῆς ὀργῆς τιμωρητικὰς ψήφους προὐκαλέσατο· καὶ δῆλον ὡς τὸ ἀδυσώπητον τῆς ὀργῆς καὶ ἀμετάτρεπτον καὶ ἀκώλυτον ὁ ἱεροφάντης παραστῆσαι βουλόμενος, ὡς σύνδρομον καὶ προφθάνον τῷ λόγῳ διέλαβεν· ἡ γὰρ τῶν φθασάντων κολάσεων καὶ τιμωριῶν ἐφ’ οἷς ἡμάρτομεν κρίσις καὶ ὀργὴ τῷ ἀκωλύτῳ καὶ ἀτρέπτῳ καὶ ἀδυσωπήτῳ συναπαρτίζεται καὶ περαίνεται.

Εἰ βούλει δέ, καὶ διότι τὸ τῆς ὀργῆς πάντως ἐν κρίσει νῦν μὲν ὁρίζεται, νῦν δὲ τῶν ψήφων ἐξενεχθέντων εἰς ἔργον προάγεται, τὸ μὲν κινουμένης, τὸ δὲ πεπραγμένης τῆς ἁμαρτίας, φησὶν ‘ὠργίσθης καὶ ἡμεῖς ἡμάρτομεν’· ἐπιμεριζομένης γὰρ τῆς ὀργῆς καὶ πρὸς τὸ διττὸν διατυπουμένης, καὶ τῆς μὲν ἐν τῷ κινεῖσθαι τὴν ἁμαρτίαν, τῆς δὲ ἐν τῷ τολμᾶσθαι θεωρουμένης, ἡ μὲν προτέρα φανερὸν ὅτι τὴν ἔκθεσμον προφθάνει πρᾶξιν, ἡ δευτέρα δὲ συνακολουθεῖ καὶ συγκαταβάλλεται· ὥστε τὴν κακουργίαν μὲν ἡ κατὰ τὴν μελέτην ὀργὴ προλαμβάνει, ἣν δ’ ἀνῆψεν ἡ τόλμα συμπαρομαρτεῖ ταύτῃ καὶ συνεπιφύεται. διὸ καὶ κατὰ μὲν τὴν προτέραν διάνοιαν ἔξεστι λέγειν ἀδιστάκτως τε καὶ εὐσεβοφρόνως, ὡς ‘ὠργίσθης καὶ ἡμεῖς ἡμάρτομεν’· ἡ γὰρ κατὰ μελέτην ὀργὴ προϋπάρχει τοῦ ἁμαρτήματος· ἐπὶ δὲ τῆς δευτέρας οὔτε θεοφιλὲς οὔτε ἀκόλουθον, οὐ γὰρ ἐκ τῆς ὀργῆς ἁμαρτάνομεν, ἀλλὰ διότι ἁμαρτάνομεν τὴν ὀργὴν ἐπισπώμεθα.

Παραπλήσιον δ’ ἂν εἴη καὶ εἴ τις ἐντεῦθεν τὴν ὁρμὴν τῷ λόγῳ βαλλόμενος, διὰ λειοτέρου καὶ οἰκτιζομένου νοήματος ἐπιδείξει φερόμενον· οὐκ ἐπέσχες τὴν ὀργήν, κινηθείσης ἡμῶν τῆς γνώμης ἐπὶ τὰς πράξεις τὰς πονηράς, ἀλλὰ προορῶν τὸ ἐκβησόμενον ὡς ἐκβεβηκός (καὶ γὰρ καὶ τὸ ἀκατέργαστον ἡμῶν τὸ σὸν πανεπίσκοπον ὄμμα ἐφορᾷ) τῇ μελέτῃ τῶν φαύλων καὶ τὴν ὀργὴν λαβεῖν ἀρχὴν παρέσχες κινήσεως· ταύτης δὲ καθ’ ἡμῶν ἐν τῷ μετεώρῳ φερομένης, ἡ ἁμαρτία θρασύτερον ἡμῶν ἐπιπηδᾷ καὶ ῥᾳδίαν εὑρίσκει τὴν πάροδον. τῇ γὰρ μισοπονηρίᾳ τῆς σῆς περὶ ἡμᾶς φιλανθρωπίας ὑπενδιδούσης καὶ τῷ δικαίῳ τῆς συμπαθείας ὑποχωρούσης, εὐάλωτον τῷ ἐχθρῷ τὸ θήραμα γίνεται· ἐπεὶ εἴπερ ἦν ἡμῖν ποθεν τὴν σὴν ὀργὴν κινουμένην εἰς εὐμένειαν διαλῦσαι, καὶ ἡ ἁμαρτία ἂν εἰς δειλίαν τὸ θράσος συνέστελλεν καὶ τὸ ἡμέτερον βοηθούμενόν τε καὶ ἀναρρωννύμενον μᾶλλον ἂν αὐτῆς τὴν προσβολὴν ἀπεσείσατο ἢ τοῖς ταύτης θηράτροις ἐνέπεσεν.

Ἴσως δ’ ἂν ἐγγύτερον εἴη θεωρούμενον, εἰ καὶ μὴ ταῖς ὑψηλοτέραις ἐπινοίαις συνεπαίρεται, τὸ ‘ὠργίσθης καὶ ἡμεῖς ἡμάρτομεν’ εἰς τὸ ‘ὠργίσθης διότι ἡμεῖς ἡμάρτομεν’ μεταλαμβανόμενον, καὶ διότι ἡμάρτομεν τὴν καθ’ ἡμῶν οὐκ ἐπέσχες ὀργήν. τὸν γὰρ συνδέοντα τὰ ἐν διαφόροις διανοίαις ῥήματά τε καὶ νοήματα, ἤτοι τὸν ‘καί’, τά τε ἱερὰ ἡμῶν λόγια καὶ ἡ Ἀττικίζουσα σπουδὴ αἰτιολογικῶς πολλάκις παραλαμβάνειν βούλεται· καὶ τὰ παραδείγματα πᾶσι γνώριμα. πλήν γε τὰς μὲν Ἑλληνικὰς χρήσεις οὔ μοι σχολὴ καταλέγειν, δυοῖν δὲ τῶν ἡμετέρων ἐπιμνησθείς, τῶν ἄλλων, ἂν ἄρα σοι καταθύμιον, τὴν συλλογὴν φιλοτιμεῖσθαι ἀφίημι. λέγει τοιγαροῦν ὁ ἱεροψάλτης καὶ θεοπάτωρ Δαυίδ, ‘δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπου’· ἐνταῦθα γὰρ τὸ ‘καὶ’ ἀντὶ μυρίων ἄλλων παραδειγμάτων ἀρκεῖ παραστῆσαι ὡς αἰτιολογικῶς ἀποδέδοται· οἷον, ‘δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, ματαία γὰρ σωτηρία ἀνθρώπου’. καὶ αὐτὸς δὲ ὁ Ἡσαΐας (οἰκειότερον δ’ ἂν εἴη διὰ τῆς αὐτῆς φωνῆς καὶ τοῦ αὐτοῦ ἐδάφους εἰς τὸ αἰτιολογικὸν εἶδος ἐπιδεῖξαι τὸν ‘καὶ’ σύνδεσμον μεταλαμβανόμενον) φησίν· ‘οὐαὶ οἱ ἐν κρυφῇ βουλὴν ποιοῦντες, καὶ ἔσται ἐν σκοτίᾳ τὰ ἔργα αὐτῶν’· τὸ γὰρ ‘καὶ ἔσται’ οὐδεὶς ἂν ἀμφισβητήσειεν μὴ οὐχὶ αἰτιολογικῶς εἰρῆσθαι, διὰ τοῦτο αὐτοῖς καὶ τὸ οὐαὶ ἐπαφίεται.

Οὕτως οὖν καὶ τὸ ‘ὠργίσθης καὶ ἡμεῖς ἡμάρτομεν’ ἀταλαιπώρως καὶ χωρίς τινος περιδρομῆς κατανοηθήσεται, τῆς γραφικῆς συνηθείας τὸ ἕτοιμον καὶ ἀπέριττον καὶ δι’ ἀκοῆς ἀλύπου παραδύεσθαι πρὸς τὴν ὀρθὴν διάνοιαν παρεχομένης καὶ τὸ κοινὸν ὁμολόγημα καὶ θεοφιλὲς ἀντὶ τῆς ἐξ ἀρχῆς ἀπορίας συνδιασῳζούσης. ἔννοια γὰρ κοινή, καὶ μάλιστά γε τοῖς εὐσεβέσιν, ὡς ἁμαρτανόντων ἡμῶν τὸ θεῖον ὀργίζεται. καὶ ὁρᾶν ἐστιν ὡς ὁ παρὼν λόγος, ὅσον μετριώτερον τοῦ ἀνηγμένου φέρεται, τοσοῦτον τῶν κύκλῳ περιιόντων ῥημάτων καὶ ταῖς περινοίαις ἀποθλιβόντων τὸ νόημα ἀνενδεὴς ὑπάρχει καὶ κρείττων ἢ ἀποχρήσασθαι.

Ἐπισκοπεῖν δ’ οὐκ ἀποκνητέον καὶ ὧδε· πηγὴ γὰρ ὑπάρχει ψυχωφελῶν καὶ σωτηρίων ναμάτων τὰ ἱερὰ ἡμῶν λόγια, καὶ ὅσον ἂν αὐτὰ τοῖς λογισμοῖς ἀνορύττωμεν, τοσοῦτον ἀφθόνους πηγάζει τῶν νοημάτων τὰς χάριτας. ἄπορον οὖν ἐδόκει τὸ ‘σὺ ὠργίσθης καὶ ἡμεῖς ἡμάρτομεν’ ἁπλῶς τε λεγόμενον καὶ ἐφ’ ὅλης τῆς ἀνθρωπίνης ἐξακουόμενον φύσεως· ποῦ γὰρ ἐνῆν τινα φυγεῖν τὴν ἁμαρτίαν, τῆς θείας ὀργῆς ταύτην ἐπαφιείσης; τίς δὲ δικαία τῶν ἁμαρτημάτων εἴσπραξις, ἀκόντων ἑλκομένων εἰς ἃ μὴ θέμις τῶν ἐπηρεαζομένων; τὸ δὲ αὐτεξούσιον ποῦ; καὶ μυρία ἄλλα, ὧν οὐχὶ τὸ ῥητὸν μᾶλλον αἴτιον ὁρᾶται, ἀλλ’ εἴ τις αὐτὸ πρὸς τὸ κοινὸν ἀξίωμα ἐπαίρει καὶ κατὰ πάσης τῆς ἀνθρωπίνης φύσεως εἰρῆσθαι νομίζει· ἐπεὶ εἴ τίς γε αὐτὸ πρὸς τὴν καθολικὴν μὴ ἐκβιάζοιτο ἔννοιαν, ἀλλὰ τοῖς ἰδίοις ὅροις συνέχει περιστελλόμενον, τῶν πλειόνων ἀτοπημάτων ἀνεύθυνον ὁραθήσεται.

Τί οὖν ἐστιν ὃ λέγω; ὅτι περὶ τοῦ Ἰσραηλιτικοῦ ἔθνους προενήνεκται τῷ προφήτῃ τὸ ῥῆμα, ἀλλ’ οὐ περὶ πάντων ἁπλῶς ἀνθρώπων. καὶ ὅτι οὐδενὶ καταλείπει ἀμφισβήτησιν, αὐτή τε ἡ τῆς προφητείας ἐπιγραφὴ μαρτυρεῖ· ‘ὅρασις’ γάρ φησιν ‘ἣν εἶδεν Ἡσαΐας, υἱὸς Ἀμώς· ἣν εἶδεν κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἰερουσαλὴμ ἐν βασιλείᾳ Ὀζίου καὶ Ἰωάθαμ καὶ Ἄχαζ καὶ Ἐζεκίου’. καὶ γὰρ καὶ ἐν οἷς ἑτέρων ἐθνῶν μνήμην ποιεῖται καὶ ὁράσεις ἀνακαλύπτει, ἀλλὰ γὰρ καὶ τούτων ἡ διήγησις ὡς ἐπὶ πᾶν εἰς τὸν Ἰσραηλίτην λαὸν ἀφορᾷ, νῦν μὲν μάστιγος αὐτοῖς ἀναπληρούντων χρείαν τῶν ἀλλοφύλων παρὰ τὰ τοῦ κυρίου δικαιώματα πορευομένοις, νῦν δὲ κράτος αὐτῶν τῆς θείας ῥοπῆς ἐγχειριζούσης καὶ νίκην τῶν δεσποτικῶν ἐντολῶν ἀντιποιουμένοις. ναὶ δὴ καὶ πρό γε βραχέος τοῦ προκειμένου ῥητοῦ (ἵνα τὰ ἄλλα ἐάσω) ἀναμφισβήτητον πᾶσι ποιῶν ὁ προφήτης ὅτι περὶ τοῦ Ἰσραηλιτικοῦ γένους ἐρρήθη τὸ ‘σὺ ὠργίσθης καὶ ἡμεῖς ἡμάρτομεν’, οὕτω πώς φησιν, ‘ποῦ ἐστιν ὁ ἀγαγὼν τῇ δεξιᾷ Μωυσῆν, ὁ βραχίων τῆς δόξης αὐτοῦ;’ καὶ ‘ἤγαγεν αὐτοὺς διὰ τῆς ἀβύσσου ὡς ἵππον δι’ ἐρήμου, καὶ οὐκ ἐκοπίασαν, οὕτως ἤγαγες τὸν λαόν σου, ποιῆσαι σεαυτῷ ὄνομα δόξης. ἐπίστρεψον ἐκ τοῦ οὐρανοῦ καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ δόξης. σὺ γὰρ ἡμῶν εἶ πατήρ· ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς’· καὶ ὀχληρὸν ἴσως πάντα καταλέγειν.

Ἐπεὶ οὖν περιφανέστατον γέγονεν ὡς περὶ τοῦ Ἰσραηλιτικοῦ γένους τὸ ‘ἰδοὺ ὠργίσθης καὶ ἡμεῖς ἡμάρτομεν’ εἴρηται, ἐπιζητεῖν ἐστι λοιπὸν καὶ διότι εἴρηται. πολλῶν ἀπολαύσαντες παραδόξων καὶ ὑπερφυῶν ἔργων, τοῦτο μὲν μαστιζομένην τὴν Αἴγυπτον δι’ αὐτοὺς δέκα πληγαῖς ἑωρακότες, τοῦτο δὲ τοὺς πολεμίους ἐπιδιώκοντας ἄνευ χειρὸς καὶ δόρατος πανωλεθρίᾳ διαφθαρέντας, τοῦτο δὲ τὴν ὑγρὰν φύσιν ξηρὰ τὰ νῶτα πεζοπορεῖν παρασχομένην, στῦλον πυρὸς ἐν νυκτὶ πυρσεύοντα πρὸς ὁδὸν εὐθεῖαν καὶ νεφέλην φωτὸς τὰς ἀπὸ τοῦ ἡλίου στέγουσαν ἀκτῖνας ὡς ἀλυπότερον γίνεσθαι τὴν ὁδοιπορίαν, ἄρτον οὐρανόθεν Μωσαϊκῇ γλώσσῃ γεωργούμενον καὶ θάλασσαν καὶ γῆν αὐτοσχεδίων θυμάτων τράπεζαν αὐτοῖς παρασκευαζούσας, ὕδωρ ἐξ ἀκροτόμου πέτρας πηγὰς ἀκενώτους ἀναβλύζον—τούτων ἁπάντων τῶν ὑπὲρ λόγον καὶ ἔννοιαν εὐεργεσιῶν καὶ δωρεῶν ἀπολαύων ὁ Ἰσραήλ, καὶ ὡς πάντα τὰ περὶ αὐτοὺς εἴη πρὸς τὸ ἐξαίρετον ἀποκεκληρωμένα καὶ οὐ κατὰ τὴν ἄλλην τῶν ἀνθρώπων πρόνοιάν τε καὶ κηδεμονίαν, ἀφίησι φωνὴν τοιαύτην, ὡς ‘ὁ ταῦτα πάντα προῖκα καὶ διὰ μόνην ἀγαθότητα παρασχὼν ἡμῖν οὐδ’ ἂν ἁμαρτεῖν εἴασεν, εἰ μὴ τὴν πολλὴν αὐτοῦ καὶ ἀνεκδιήγητον περὶ ἡμᾶς φροντίδα καὶ κηδεμονίαν εἰς ὀργὴν ἀφῆκε περιτραπῆναι’.

καὶ ταῦτα ποτνιώμενος εἴη ἂν καὶ λέγων καὶ διανοούμενος ὁ Ἰσραήλ, ἀλλ’ οὐκ ἀποφαινόμενος· οὐδὲ δογματίζων, ἀλλ’ ἐλεεινολογούμενος· οὐδὲ τὴν αἰτίαν τοῦ ἁμαρτάνειν ἀπολυόμενος, ἀλλὰ θρηνολογῶν καὶ τὴν ἰδίαν ἐθελοκακίαν καταιτιώμενος. διὸ καὶ ἃ στοργὴν καὶ ἔλεον ἀνακινεῖν οἶδε τοῖς ἄλλοις διαπλέκει ῥήμασι· ‘πατὴρ ἡμῶν εἶ σύ, Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, ἀπ’ ἀρχῆς τὸ ὄνομά σου ἐφ’ ἡμᾶς’, καὶ ὅσα ἄλλα συνείρεται συμπάθειαν καὶ εὐμένειαν ἕλκειν δυνάμενα· μονονουχὶ λέγων ὡς ‘ἀνθ’ οἵου πλούτου δωρεῶν, οἴμοι, καὶ δόξης εἰς τὴν οἰκουμένην διαβοηθείσης, οἵοις ἁμαρτήμασιν ἑαλωκὼς καὶ ὄνειδος καὶ μυκτηρισμὸς γεγονὼς ἐξελέγχομαι’.

Εἰ δὲ καὶ πρὸς διπλῆν μοῖραν πανταχοῦ καθορᾶται μεριζόμενος ὁ Ἰσραήλ—οἱ μὲν γὰρ αὐτῶν μοσχοποιοῦσιν ἐγκαταλιμπάνοντες θεόν, οἱ δὲ φόνῳ καὶ θανάτῳ τὴν τόλμαν δικάζουσι, τῇ Μωσαϊκῇ ψήφῳ, μᾶλλον δὲ τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ ὑπηρετούμενοι· καὶ οἱ μὲν ἱερατεύουσι τῷ θεῷ, τοῖς δὲ χάσματα γῆς αὐτοσχέδιος τάφος γίνεται· καὶ τοὺς μὲν φλόγες θεήλατοι κατανέμονται τοῦ γογγυσμοῦ δίκας εἰσπραττόμεναι, οἱ δέ, πρὸς τὸν ἔλεον καὶ τὴν εὐγνωμοσύνην καταφεύγοντες, θεαταὶ καὶ μάρτυρες τοῦ παραδόξου θεάματος γίνονται· καὶ τῶν μὲν τὰ κῶλα ἐν ἐρήμῳ πίπτει, καὶ τῆς ἐπηγγελμένης γῆς ἀνάξιοι κρίνονται, οἱ δὲ τῶν ἐπαγγελιῶν οὐκ ἐκπίπτουσιν, καὶ μυρία ἄλλα—οὕτως οὖν εἰς δύο μοίρας, εἴς τε τὴν εὐγνώμονα καὶ ἀγνώμονα, τῆς Ἰσραηλίτιδος φυλῆς διαιρουμένης, οὐδὲν κωλύει λέγειν τῶν μὲν εὐγνωμόνων διανοήματα καὶ ὁμολογίας εἶναι τὸ ‘πολλὴ ἡ ἀνομία ἡμῶν ἐναντίον σου καὶ αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν’ καὶ ὅτι ‘αἱ ἀνομίαι ἡμῶν ἐν ἡμῖν καὶ τὰ ἀδικήματα ἡμῶν ἔγνωμεν, ἠσεβήσαμεν καὶ ἐψευσάμεθα καὶ ἀπέστημεν ἀπὸ ὄπισθεν τοῦ θεοῦ ἡμῶν’, καὶ ὅσα ἄλλα τῆς αὐτῆς ἐξομολογήσεως ὑπάρχει καὶ κατανύξεως· τῶν δὲ γογγυστῶν καὶ ἀχαρίστων καὶ ἀγνωμόνων δυσφημίας εἶναι τὸ ‘ἰδοὺ ὠργίσθης καὶ ἡμεῖς ἡμάρτομεν’, εἰ βούλει δὲ καὶ τὸ ‘τί ἐπλάνησας ἡμᾶς ἀπὸ τῆς ὁδοῦ σου καὶ ἐσκλήρυνας τὰς καρδίας ἡμῶν τοῦ μὴ φοβεῖσθαί σε;’

καὶ ὅσα τῆς αὐτῆς ἀπονενοημένης γνώμης ἐστὶ τοιαῦτα βλαστήματα. εἰ γὰρ καὶ ἑτέροις λόγοις τὰ ὕστερον εἰρημένα διαιτᾶσθαι καὶ καθίστασθαι δύναται πρὸς τὸν εἱρμὸν τῆς ἀκολουθίας καὶ τὸ τῆς συγκατανεύσεως ἀστασίαστον, ἀλλ’ οὖν καὶ ὁ ῥηθεὶς τρόπος ἱκανός ἐστι τὴν τῶν λογισμῶν ἀχλὺν ἀποσκεδάσαι καὶ τὸ τῆς ἀμφιβολίας νέφος διαλύσασθαι, καὶ οὐκ ἔστιν ἐνδοιαζόμενον τῆς ἀγνώμονος εἶναι διαθέσεως τῆς δυσφημίας τὰ ῥήματα. εἰωθότων γὰρ κατὰ θεοῦ καὶ κατὰ τῶν αὐτοῦ θεραπόντων γογγύζειν καὶ κατεξανίστασθαι τῶν συμπληρούντων τὴν ἀγνώμονα καὶ πεπωρωμένην καὶ ἀθεράπευτον μοῖραν, ἀκόλουθόν ἐστιν αὐτοῖς καὶ μελέτη μάλιστα καὶ τῶν κακῶν ἁπάντων ἀντὶ τοῦ ἑαυτοὺς αἰτίους νομίζειν εἰς τὴν τῆς σωτηρίας ἁπάσης πηγὴν καὶ τῶν καλῶν αἴτιον τὰς αἰτίας ἀναφέρειν.

Ἀλλ’ εἴρηται μὲν ὅσα εἴρηται· τοῖς δὲ τὴν κριτικὴν ἕξιν τῇ τοῦ παναγίου πνεύματος δυνάμει χαριτωθεῖσιν ὑπεξίσταμαι διαιτᾶν καὶ τὰ κρείττω μᾶλλον τῶν ἄλλων ἀποδέχεσθαι καὶ στέργειν. ἐπὶ τέλει δέ μοι τοῦ λόγου περιῆλθεν ἡ μνήμη τῆς τοῦ Συμμάχου ἐκδόσεως, ἥτις εἰ κατ’ ἀρχὰς ἐπέστη, οὐκ ἂν τοσούτων ἐνθυμημάτων οὐδὲ περινενοημένων θεωρημάτων πρὸς τὴν λύσιν ἐδεήθημεν. καὶ γὰρ ἐκεῖνος τὸ ῥητὸν οὕτως ἐκδέδωκεν, ‘ὠργίσθης ἡμῶν ἁμαρτόντων’· ὅπερ οὐδὲν ἀμφίβολον οὐδέ τινα παρέχεται ζήτησιν, φανερὰν δὲ καὶ κρείττω προτίθησιν ἢ διαπορεῖσθαι τὴν διάνοιαν· ἴσμεν γάρ, ἴσμεν σαφῶς ἅπαντες τὸ θεῖον ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν ὀργιζόμενον. οὐκ ἄδηλον δὲ καὶ ὅτι μὴ μόνον αὐτὴ καθ’ ἑαυτὴν ἡ τοιαύτη ἔκδοσις διαλύειν ἐστὶν ἱκανὴ τὸ ἀπόρημα, ἀλλὰ καὶ ὅτι οὐκ ὀλίγας τῶν προειρημένων ἐπιλύσεων βεβαιοτέρας μᾶλλον ἀποφαίνει, οὐδὲ πρὸς τὰς λοιπὰς διαφερομένη, ἀλλ’ ἐπὶ τῆς ἰδίας χρείας διαμένειν ἀπολείπουσα.

Τί δήποτε, τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος βαπτίζειν μυσταγωγήσαντος, οἱ ἀπόστολοι καὶ μαθηταὶ αὐτοῦ οὐχ οὕτως, ἀλλ’ εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ Χριστοῦ ἐβάπτιζον; Τινὰς μὲν οὖν τῶν ἱερῶν ἀνδρῶν ἐστιν ἰδεῖν ἱσταμένους πρὸς τὸ ἄπορον, οὐ δι’ ὧν τὸ ζήτημα διαλύεται, ἀλλὰ δι’ ὧν συγγνώμη τοῖς μὴ δυναμένοις φυλάξαι τὰ προστεταγμένα λύει τὸ ἔγκλημα. ὁμολογοῦσι μὲν γὰρ τοὺς μαθητὰς μὴ καθ’ ὃν ἐδιδάχθησαν τρόπον βαπτίζειν, βαπτίζειν δὲ ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἰκονομίας τινὸς καὶ προνοίας λόγῳ χρωμένους, καὶ τῷ καιρῷ καὶ τῷ κατεπείγοντι ἔτι μᾶλλον τὴν γνώμην ἁρμόζειν πρὸς τὸ συμφέρον καὶ εὐπαράδεκτον τοῖς τῷ κηρύγματι προσιοῦσι τὴν μυστικὴν ταύτην καὶ ἱερὰν πρᾶξιν μεθοδεύοντας. ὃ γὰρ τῶν ἄλλων μᾶλλον ἑώρων τοῖς πλήθεσι προσιστάμενον καὶ θόρυβον αὐτῶν τοῖς λογισμοῖς παρεχόμενον, τοῦτο δὴ τοῦτο προθεραπεύειν τε καὶ προκαταρτίζειν ποιεῖσθαι σπούδασμα· προσίστατο δὲ καὶ δυσπαράδεκτον ἐνομίζετο ὁμολογεῖν τε σωτῆρα τὸν Χριστὸν καὶ μάλιστα υἱὸν θεοῦ καὶ θεόν, καὶ τοῖς ἐκείνου πειθαρχεῖν παραγγέλμασιν.

ὃ τοίνυν ἑώρων μάλιστα διδασκαλίας δεόμενον, ἐκεῖνο τῶν ἄλλων προὐτίθεντο καὶ κατ’ ἐκεῖνο μυσταγωγεῖν τῶν προσιόντων τὸ πλῆθος ἐδοκίμαζον· διὸ καὶ βαπτίζοντες οὐκ εἰς πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον ἐβάπτιζον, ἀλλὰ τὸν κύριον Ἰησοῦν ἐπικαλούμενοι τῷ λουτρῷ τῆς παλιγγενεσίας τῶν μολυσμάτων τοὺς λελουμένους ἐκάθαιρον, ἱερουργοῦντες μὲν τῇ τοῦ διδασκάλου κλήσει καὶ ὀνομασίᾳ τὸ δῶρον, δι’ αὐτοῦ δὲ εἰς υἱοθεσίαν τοὺς ἀξιουμένους τῆς καθάρσεως διδάσκοντες καταλέγεσθαι· υἱοὺς δὲ θεοῦ κατὰ χάριν ἐκεῖνον μόνον δύνασθαι ποιεῖν ᾧ κατὰ φύσιν τε καὶ ἐξ ἀιδίου τὸ τῆς υἱότητος καὶ θεότητος ἐνυπῆρχεν ἀξίωμα, δι’ οὗ καὶ τὸ ὁμογενὲς πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι συνθεωρεῖται καὶ συναναφαίνεται. οἱ τοίνυν τὴν υἱοθεσίαν διὰ τοῦ υἱοῦ πιστεύσαντες δέξασθαι οὐδ’ ὅτι θεός ἐστιν ὁ ταύτην δωρούμενος βραδεῖς ἂν ὀφθεῖεν συγκατατίθεσθαι. οὕτω μὲν οὖν ἐπῆλθέ τισι τὴν ἀπορίαν ἐπιλύεσθαι.

Ἐγὼ δὲ οὐκ εἰμὶ δυνατὸς συνορᾶν πῶς ἄν τις μᾶλλον δι’ ἑτέρων ἢ διὰ τούτων ἀντὶ τοῦ λύειν δεσμὸν ἐπιβάλλειν πειραθείη οὐκ ἀσθενέστερον τοῦ προτέρου συμπλέκειν τὸ ἄπορον. κατασκευὴ γὰρ μᾶλλον ἂν εἴη τοῦτο καὶ αἰτία τῆς τῶν μαθητῶν διαφωνίας πρὸς τὸν διδάσκαλον· ἡ γὰρ αἰτία τοῦ διαφωνεῖν οὐμενοῦν οὐκ ἔστι τῆς διαφωνίας ἀναίρεσις, ἀλλὰ καὶ κρίσιν ταύτῃ συνάπτειν καὶ τοῦ δεσποτικοῦ φρονήματος διὰ μελέτης τὸ οἰκεῖον ἀνθαιρεῖσθαι.

τί δ’ ἂν καὶ ἕτερον τῶν κατεπειγόντων μᾶλλον εἴη τῆς θεολογούσης ἐκφαντορίας καὶ τὸ τῆς τριάδος ὁμοφυὲς καὶ ὁμοδύναμον συνεπτυγμένοις ἀνακαλυπτούσης ὀνόμασι, καὶ τότε μυσταγωγουμένοις οὐκ ἐν ἀρχῇ, οὐ τῶν μαθητῶν ἐν τῷ ἀτελεῖ διακειμένων ἔτι, οὐδὲ τῶν ἑκουσίων καὶ σωτηρίων παθῶν ἐπιτελεῖσθαι μελλόντων καὶ συσκιάζεσθαι τῷ καιρῷ τὴν ἀκρίβειαν τῆς ἐν κρίσει διδασκαλίας ἀπαιτούσης, ἀλλὰ μετὰ τὸν σταυρόν, μετὰ τὸν θάνατον, μετὰ τὴν ταφήν, μετὰ τὸ σκυλευθῆναι τὰ τοῦ ᾅδου βασίλεια καὶ δεσμοῖς ἀλύτοις παραδοθῆναι τὸν πολέμιον τοῦ γένους ἡμῶν, ἡνίκα τοῦ τάφου ἀνέστη καὶ τὴν κοινὴν ἀνάστασιν ἐνεκαίνισεν, τότε δὴ τότε τὴν ἐξουσίαν ἁπάντων τῶν οὐρανίων καὶ τῶν ἐπιγείων ὁ φύσει ταύτην ἔχων τῇ θεϊκῇ καὶ κατὰ τὸ ἀνθρώπινον ἀναδεξάμενος, τότε τὸν βασιλικὸν τοῦτον καὶ σωτήριον νόμον οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ’ ἐν πλαξὶ κρείττοσιν ἢ μετέχειν ὕλης ἐπιγείου, ταῖς τῶν ἀποστόλων διανοίαις, ἐνεχάραξεν, οἱονεὶ προθέματά τινα δι’ αὐτῶν καὶ προγράμματα ἀνὰ πᾶσαν ἁπλώσας τὴν οἰκουμένην, καθ’ ἃ καὶ μυεῖσθαι καὶ τελειοῦσθαι τοὺς προσιόντας ἔδει τὴν εὐσέβειαν. ‘πορευθέντες’ γάρ φησιν ‘μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν’ (δηλονότι καὶ πρὸ τῶν ἄλλων τὸ νῦν εἰσφερόμενον) ‘πάντα ὅσα ἐνετειλάμην ὑμῖν.’

Τούτου δὴ τοῦ ἱεροῦ καὶ σωτηρίου προστάγματος τί ἂν εἴη κατεπεῖγον μᾶλλον; τί δαὶ κρίσεως ἀνθρωπίνης δεόμενον, τῆς δεσποτικῆς φωνῆς ἱερολογούσης τὸ δόγμα καὶ σφραγῖδος πάσης ἀσφαλέστερον τὴν ψῆφον αὐτῷ περιτιθεμένης; καίτοι γε εἰ καὶ ἄμφω τὸ κατεπεῖγον ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ διενέμοντο χρείᾳ, ὅ τε σωτήριός φημι νόμος καὶ τῶν μαθητῶν ἡ γνώμη, οὐδέτερον δὲ πρὸς ἕτερον διεφέρετο νόημα, οὐδ’ οὕτως ἦν ἀνεκτὸν τῆς δεσποτικῆς μυσταγωγίας τὴν ὑπηρετοῦσαν γλῶσσαν ἔμπροσθεν ποιεῖν. εἰ δὲ τῇ θέσει τῶν μαθητῶν ἡ τοῦ διδασκάλου ἀναίρεσις ἕπεται, πῶς οὐκ εἰς τόλμαν ἥκει δι’ ἧς ὑβρίζεται τῆς συγγνώμης ἡ χάρις, τὴν μὲν δεσποτικὴν κρίσιν μὴ τῶν κατεπειγόντων εἶναι νομίζειν, τὴν δὲ τῶν δούλων ἐπίνοιαν τῶν κατεπειγόντων, καὶ παρορᾶν μὲν οὗ μή ἐστιν χωρὶς ἀπονοίας ὁμολογεῖν τὴν παρόρασιν, στέργειν δὲ καὶ προτιθέναι ἧς ἡ κρίσις δίκη τοῦ κρίναντος; ἀλλὰ γὰρ αὐτοί γε περιφανῶς οὕτω τοσαύτης καὶ τηλικαύτης ἐντολῆς ἰσχὺν παρορῶντες καὶ παραβαίνοντες, εἰ ὡς ἀληθῶς ἦσαν τῆς παραβάσεως, πῶς ἂν ἠδύναντο τοὺς τῶν ἱερῶν μαθημάτων ἀκροατὰς παραινεῖν ταῖς δεσποτικαῖς ἐντολαῖς πειθαρχεῖν καὶ καταρρυθμίζεσθαι καὶ τῆς οἰκείας πολιτείας κατὰ ταύτας ποιεῖσθαι τὴν ἐπιμέλειαν;

ἴσον γάρ ἐστι διὰ τῆς τῶν ἐντολῶν ἀθετήσεως πειρᾶσθαι φύλακας τῶν προσταγμάτων ποιεῖν καὶ ἀθετεῖν αὐτοὺς ἀπαιτεῖν τὸ ἐν παραβάσει ἀπαράβατον· οὗ τί ἂν ὁ ἐχθρὸς εὑρήσει μᾶλλον δι’ οὗ καὶ τὴν διδασκαλίαν ἐπαρθήσεται νοθεύειν καὶ τὴν ἐσχάτην ὕβριν προσάψασθαι τῷ κηρύγματι;

Ταῦτα τοίνυν καὶ πολλὰ τοιαῦθ’ ἕτερα διὰ τῶν εὐσεβῶν καὶ ἀδεκάστων προϊόντα λογισμῶν καὶ τὴν νομισθεῖσαν λύσιν αἰτιώμενα, ἄλλην τινὰ θεωρίαν τοῦ ζητήματος ἀνιχνεύειν ὑποτίθεται δι’ ἧς καὶ τὸ τῆς ἀπορίας δυσπρόσοδον ἐπὶ τὸ λεῖον καὶ ὁμαλὸν τῆς καταλήψεως ἀνευρύνεται καὶ ὁ τῶν διαβουλίων ὄχλος διασκεδασθήσεται. ὅτι μὲν γὰρ τῶν ἱερῶν ἀποστόλων αἱ παναγεῖς καὶ τελεστικαὶ τῆς εὐσεβείας Πράξεις ἱερουργοῦσαι τὸ βάπτισμα ὀνόματι Ἰησοῦ Χριστοῦ λέγονται τοῦτο τελεσιουργεῖν, οὐδεὶς τῶν ἀκοὴν ὑγιαίνουσαν ἐχόντων ἀντιλέγειν ὑποστήσεται· τίνα δὲ διάνοιαν τὰ τοιαῦτα ῥήματα καὶ ὀνόματα ἀναπτύσσει καὶ διερμηνεύει, οὐκέτι παντός ἐστι συνιέναι. λέγει μὲν οὖν ὁ κορυφαῖος Πέτρος, εἰς μετάνοιαν τοὺς Ἰουδαίους ἐπαλείφων καὶ συγγνώμην εὐαγγελιζόμενος τῆς μιαιφονίας, ‘βαπτισθήτω ἕκαστος ὑμῶν ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν’. καὶ πάλιν ἐκ θείας ἐπιπνοίας τὸν ἑκατόνταρχον βαπτίσασθαι προτραπείς, αὐτόν τε Κορνήλιον καὶ τοὺς μετ’ αὐτοῦ τῆς παλιγγενεσίας ἀξιοῖ τὸ δῶρον αὐτοῖς τῆς ἀφέσεως ἐν τῷ ὀνόματι τοῦ κυρίου ἱερουργῶν.

καὶ κατὰ τὴν Ἔφεσον δὲ ἦσαν μαθηταὶ οἳ μόνον τῷ τοῦ Ἰωάννου βαπτίσματι ἐβαπτίσαντο, οὓς καὶ ἀκούοντας τοῦ Παύλου διδάσκοντος ἡ ἱστορία ἀναγράφει, ἐπιθέντος αὐτοῖς τοῦ ἀποστόλου τὰς ἱλαστηρίους χεῖρας, εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ Χριστοῦ τὸ οὐράνιον τῆς υἱοθεσίας δῶρον δέξασθαι καὶ τῆς ἐπιφοιτήσεως ἀπολαῦσαι τοῦ παναγίου πνεύματος, καὶ μυρία δὲ ἄλλα τοιαῦτα κατὰ τὸν ὅμοιον τῶν ῥημάτων τύπον τοῦ βαπτίσματος ἐξενηνεγμένα ἀταλαιπώρως ἐστὶ καταλαμβάνειν.

Πλήν, ὡς εἴρηται πολλάκις, τὸ πρόχειρον τῆς ἑρμηνείας τῷ βάθει καταδυόμενον τῆς ἱερᾶς διανοίας, ἂν μὴ προσλάβῃ τὴν φιλολογοῦσαν βάσανον καὶ μελέτην, τῆς ἀσαφείας καὶ τῆς κατὰ τὴν ὑπόληψιν στάσεως οὐκ ἐθέλει ἀπαλλάττεσθαι· καὶ γὰρ ἡ κατὰ τὰς φωνὰς ἀδιάκριτος συγκατάθεσις καὶ ἡ κατὰ τὴν ἀπήχησιν τῶν ῥημάτων παραδοχὴ ἄλλα τε πολλὰ τῶν ἀτόπων ἐν πολλοῖς πολλάκις ἀπέτεκεν καὶ νῦν ἂν οὐκ εἰς δύο τελετὰς μόνας τὸ φρικτὸν τῆς παλιγγενεσίας διακόψειεν, ἀλλὰ καὶ μυρίας ἄλλας τῇ κατατομῇ προβαινούσας ἐπιδείξει, τὴν πρώτην προσθήκην ἀφορμὴν εὑροῦσα τῶν μετὰ ταύτην καὶ εἰς πλῆθος ἀπολεπτύνουσα τὸ ἑνιαῖον καὶ ἄτμητον τῆς εὐσεβείας καὶ τὸ τῆς μυσταγωγίας μονοειδὲς καὶ μονότροπον. ἃς οὐκ ἔστι παραγραφόμενον, οὐδὲ τὴν πρώτην ἐπεισελθοῦσαν καὶ τὸ προνόμιον τῆς δεσποτικῆς ἐντολῆς νοθεύσασαν μὴ οὐχὶ συμπαραγράφεσθαι.

Ὅρα δὲ εἰς πόσα κατατέμνει καὶ καταμερίζει τὸ θεῖον καὶ οὐράνιον χάρισμα τῆς υἱοθεσίας ἡ τῶν ῥημάτων, ὡς πολλάκις ἔφημεν, ἀβασάνιστος προσοχὴ καὶ τὸ μὴ βούλεσθαι πρὸς τὸ βάθος τῆς ἀληθείας καταδύεσθαι. ἡ μὲν γὰρ κατὰ τὴν ὑπόθεσιν τῶν πρὸς τὰς λέξεις κεχηνότων ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ βαπτίζει, ἄλλη δὲ ἐν τῷ ὀνόματι τοῦ κυρίου μόνον. τίνι οὖν τῶν εἰρημένων ἐν τῇ τοῦ δώρου τελεσιουργίᾳ χρησώμεθα; οὐκ ἔχουσι γὰρ τὸ παραλλάττον οὐδὲ τὸ προκεκριμένον κεχρῆσθαι τοῖς βουλομένοις αἱ φωναί, καὶ ὁ μίαν τῶν εἰρημένων παραγραφόμενος ἔδωκεν ὁδὸν δι’ ἧς ἕξουσι τὸ κράτος καὶ τῶν ἄλλων αἱ παραγραφαί, καὶ οὕτω πάσας κατὰ πασῶν παρατάττεσθαι συνελάσουσιν οἱ μὴ κατὰ τὴν δεσποτικὴν μυσταγωγίαν τελοῦντες τὸ βάπτισμα. καὶ εἰ δέδοται κατὰ τὰς ἐκφωνήσεις τῆς μυστικῆς υἱοθεσίας τὸ μὲν ἀφελεῖν, τὸ δὲ προσθεῖναι, τί κωλύει πάλιν τοὺς βουλομένους καὶ παρὰ τὰς εἰρημένας ἑτέρας ἐπινοεῖν τελετάς; πόσῳ δὲ μᾶλλον ἀντὶ τῶν οὐκ εἰρημένων, ἣν ἡ τῆς ἀληθείας αὐτῆς ἀπεθέσπισε γλῶσσα, ταύτην κρατύνειν καὶ κατὰ ταύτην ἐκτελεῖν τὴν παλιγγενεσίαν ὅσιόν τε καὶ αἰτίας πάσης ὑπερανεστηκός;

Καὶ οὔπω εἶπον τῶν ἐλέγχων τὸ ἄμαχον, ὅτι δώσουσι, κἂν μὴ θέλωσιν, οἱ τὴν δεσποτικὴν μυσταγωγίαν ἀπ’ ἀρχῆς λιπόντες ἀπείρους τὰς τῆς μιᾶς υἱοθεσίας τελετὰς καὶ εἰς χλεύην τὸ χάρισμα περιστήσουσιν. βαπτίσουσι δὲ καὶ οὐκέτι τοῦ ἱερέως τὰς θεοπρεπεῖς μυσταγωγοῦντος κλήσεις, ἀλλ’ αὐτοῦ γε τοῦ μυουμένου πρὸ τοῦ μυηθῆναι τὴν μυσταγωγὸν πρᾶξιν ἁρπάζοντος, καὶ τότε οὐχ ἑτέρους, ἀλλ’ ἑαυτὸν καθαίροντος τῷ λουτρῷ τῆς παλιγγενεσίας. καὶ γὰρ ἐν αὐταῖς ἐστιν τῶν ἀποστόλων εὑρεῖν ταῖς ἁγιοπρεπέσι Πράξεσιν ὡς τῶν μαθητῶν εἷς ὑπάρχων ὁ Ἀνανίας, καὶ θείας ὄψεως προσταττούσης εἰς τὸν χορὸν τῶν ἀποστόλων συναγαγεῖν τὸν διώκτην καὶ δεινὸν πολέμιον τῆς εὐσεβείας, τὸν οὔπω Παῦλον γεγονότα, ἡνίκα καὶ τὸ σωματικὸν σκότος τῶν ὄψεων τῇ τῆς χειρὸς ἁφῇ ὁ μυσταγωγὸς τοῦ μυουμένου περιεῖλεν, τότε δὴ τότε ὁ Ἀνανίας πρὸς τὸν ἐκ σκότους εἰς τὸ φῶς καὶ τὸν νοῦν καὶ τὰς ὄψεις μεταβεβλημένον ‘καὶ νῦν’ φησιν ‘τί μέλλεις; ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου, ἐπικαλεσάμενος τὸ ὄνομα τοῦ κυρίου’—σὺ ἐπικαλεσάμενος, ἀλλ’ οὐχί τινος ἑτέρου μυοῦντος οὐδ’ ἐπᾴδοντος τὰς θεολόγους κλήσεις. τί λέγεις; ὁ μυούμενος πρὶν ἢ τυχεῖν τῆς μυήσεως ἐμυσταγώγει; ὁ τῆς παλιγγενεσίας δεόμενος αὐτὸς ἐνήργει τὴν παλιγγενεσίαν;

ὁ τοῦ ἱερέως χερσὶ καὶ χείλεσι τελειούμενος αὐτὸς τὸ ἐκείνου ἁρπάζων ἀξίωμα ἑαυτῷ τὴν τελειότητα περιτίθησιν; τὸ γὰρ τοῦ γράμματος ἐπιπόλαιον, ᾧ πεποιθότες τὴν δεσποτικὴν ἐντολὴν παραγράφονται, τοῦτο νομίζειν αὐτοὺς καὶ μὴ βουλομένους ἀπαιτεῖ.

Τρόπος οὖν οὗτος ἄλλος μυήσεως μηδενὶ τῶν προειρημένων συμφερόμενος· ὅταν δὲ ὁ κορυφαῖος τὰς καθολικὰς παραινέσεις γράφων τοῖς τῶν Ἰουδαίων ἐν διασπορᾷ τῷ δρόμῳ τῆς γλώττης καὶ τῷ τάχει τῆς γραφῆς χερσὶν ἀμφοῖν καθυπάτευεν, τὸ βάπτισμα ‘συνειδήσεως’ ἀπεθέσπισεν ‘ἀγαθῆς <ἐπερώτημα εἰς θεόν>’, οὐκ ἐκ τρίποδος χρώμενος μαντικοῦ, ἀλλ’ ἐκ θεολήπτου ψυχῆς ἱερολογῶν· ἀλλ’ ἆρα οὐχὶ σὺ πάλιν ἁρπάσεις τὴν λέξιν καὶ μυσταγωγίας ἑτέρας εἰσήγησιν οὐκ ἀνακηρύξεις, καὶ λουτρὸν ἐγκαινίζειν ἁμαρτημάτων καθάρσιον οὐκ ἐπ’ ὀνόματι τοῦ κυρίου Ἰησοῦ τελούμενον οὐδὲ κατ’ ἄλλον τινὰ τῶν εἰρημένων λόγον μυσταγωγούμενον, ἀλλὰ συνειδήσεως ἀγαθῆς εἰς θεὸν ὑπάρχον ἐπερώτημα; ὁρᾷς ὅσοις ἀτόποις ἑαυτοὺς ἐκδιδόασιν οἷς ἡ τῶν ὀνομάτων ἀβασάνιστος προφορὰ τῆς ἐν τοῖς πράγμασιν ἀληθείας προτετίμηται;

Ἀλλὰ τί μή φημι καὶ ἕτερόν τι τῶν εἰρημένων οὐδενὸς ἀνεπαχθέστερον, ἵνα μὴ λέγω πάντων βαρύτερον; ἡ τοῦ πνεύματος μεγαλόφωνος σάλπιγξ, Παῦλος ὁ μετάρσιος ἄνθρωπος, μέγα καὶ περιφανὲς ἀπεσάλπισεν ὡς ‘εἰς τὸν θάνατον Χριστοῦ ἡμεῖς ἐβαπτίσθημεν’· ἀκούεις ἄνθρωπε; ἀλλὰ προεῖπεν αὐτός, ‘ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν’· οὐκοῦν ἅμα δύο μυσταγωγίαι κατὰ τὴν ὑπόθεσιν τῶν ἀδιακρίτως κεχρῆσθαι δογματιζόντων τοῖς ὀνόμασι, μία μὲν εἰς τὸν θάνατον βαπτίζουσα τοῦ Χριστοῦ, ἑτέρα δὲ εἰς Χριστὸν Ἰησοῦν, ἀλλ’ οὐκ εἰς τὸν αὐτοῦ θάνατον.

Τί οὖν δεῖ λέγειν; ἡ γὰρ τῶν ἐλέγχων ἀδέκαστος συνεξέτασις οὐκ ἐκείνους μόνους ἐλέγχειν ἔσχεν τὸ ἀπαράγραπτον οἳ διαφόρους μυσταγωγίας παρὰ τὴν δεσποτικὴν τερατολογοῦσι τοὺς μαθητὰς ἐπιδείξασθαι, ἀλλά γε δοκεῖ παρενείρειν ὅλως, τῆς δεσποτικῆς ἱερολογίας προκειμένης, ἑτέρας φωνὰς αἳ μὴ κατὰ πάντα πρὸς αὐτὴν τὸ ἀπαράλλακτον διασῴζουσιν ἀποφαίνειν οὐκ ἀναίτιον. τὸ δὲ οὐδὲν τοιοῦτόν ἐστιν· οὐ γὰρ ἀντινομοθετοῦσι πράττειν παρὰ τὸν ἐκείνης ὅρον καὶ τὸ θέσπισμα, οὐδ’ εἰς ἑαυτὰς περιιστῶσι τὸ ταύτης προνόμιον, εἰς αὐτὴν δὲ μόνην ἀναφέρουσι τὸν τῆς παλιγγενεσίας λόγον καὶ ταύτην ἐν τῇ ποικιλίᾳ τῶν ὀνομάτων διασημαίνουσί τε καὶ ἀπαγγέλλουσι. τί οὖν δεῖ λέγειν; τί δαὶ ἄλλο παρ’ ὃ εἴρηται, καὶ παραδειγματικῶς εἰπεῖν ὅτι πάντα ὅσα τὴν παλιγγενεσίαν ἐπισημαίνονται οἷον λαμπάδες εἰσί τινες φωταγωγοῦσαι καὶ πρὸς τὸ θεῖον καὶ πηγαῖον ἐκεῖνο καὶ ἀκήρατον καὶ ἀέναον ἀναχεόμεναι, οὐ μὴν αὗταί γέ εἰσι τὸ καθάρσιον πῦρ οὐδὲ κατὰ ταύτας τελεσιουργεῖται ἡ ἀναγέννησις, ἀλλ’ ἓν μέν ἐστιν ἐκεῖνο τὸ τὴν ὑπὲρ λόγον χάριν καὶ υἱοθεσίαν χαριζόμενον, ἐκεῖνα δὲ τοῦτο παραδηλοῦσι, τὰ μὲν σαφέστερον, τὰ δὲ αἰνιγματικώτερον, καὶ τὴν αὐτὴν ἡμῖν καὶ μίαν μυσταγωγίαν μυστικῶς τε καὶ συνεπτυγμένως ὑποσημαίνονται;

καὶ γὰρ τοῖς μὲν φιλοθεάμοσι καὶ νοῦν ὀνομάτων καὶ ῥημάτων κατανοεῖν χάριν παρὰ τοῦ πνεύματος εἰληφόσιν ἕκαστον τῶν ἀνὰ μέρος εἰρημένων τὸ εἰς πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον ἀπαγγέλλουσιν βάπτισμα· τοῖς δὲ μέχρι τῆς πύλης τῶν ἀκοῶν τὸν ἦχον παραδεχομένοις τοῦ ῥήματος, τὸ δὲ ἔνδον κωφὸν προϊεμένοις κριτήριον, μυρίοις ἂν εἴη περιπταίειν παραπτώμασιν.

Οὐκ ἐπὶ μόνης δὲ τῆς παρούσης ὑποθέσεως ψιλαῖς ταῖς λέξεσι πολλοὶ τῶν πραγμάτων ἀποστάντες περικάθηνται, ἀλλὰ καὶ ἐπὶ μυρίων ἄλλων· δι’ ὧν τὰ αἱρετικὰ τῆς ἐκκλησίας παραφυέντα ζιζάνια καρπὸν μὲν οὐδένα τρόφιμον γεωργεῖ, δηλητηριώδη δὲ βλαστάνει φάρμακα. ἀλλ’ οὐχ οὕτως ἡ εὐσέβεια, πανταχοῦ δὲ μᾶλλον τοῦ πνεύματος ἢ τοῦ γράμματος γινομένη, καὶ τὸν καρπὸν τῆς εὐσεβείας τρυγᾷ καὶ τροφῆς ἀπολαύει, οὐδεμιᾶς ἐπιμιγνυμένης αὐτῇ δρακοντείας ἐπισπορᾶς, ἀλλ’ οὐδὲ ἴχνος οὐδὲν ὑποφαινούσης τοῦ παλαιοῦ ὄφεως. ἐπεὶ πῶς ἂν εἴη λέγειν ὡς τὸ εἰς Χριστὸν βαπτίζειν ἕτερος νόμος βαπτίσματος; πῶς δ’ ἄλλος τὸ εἰς τὸν τοῦ Χριστοῦ βαπτίζειν θάνατον; εἰ γὰρ τῆς μυσταγωγίας νόμος ἦν τούτων ἑκάτερον, ἀλλήλοις ἀντενομοθέτουν ἄν, καὶ δι’ ὧν τις ἀνατρέπειν ἐπεχείρει θάτερον, τὸ λοιπὸν συνανέτρεπεν. ὡσαύτως δὲ καὶ εἰ νόμων εἰσφορᾶς προνόμιον εἶχον τὰ τοιαῦτα, οὐκ ἀλόγως ἂν καὶ ἡ δεσποτικὴ μυσταγωγία εἰς τὸ περιττόν τε καὶ ἄχρηστον παρεδύετο, κἀκείνη πάλιν τούτων ἁπάντων εἰσηγεῖτο μετὰ λαμπροτέρας τῆς ἰσχύος καὶ τοῦ ἀξιώματος τὴν ἀναίρεσιν· οὐκοῦν καὶ ἀπὸ τῆς πρὸς ἄλληλα τῶν πολλάκις εἰρημένων ῥημάτων διαφορᾶς τὸ ἑνιαῖον ἐκεῖνο καὶ μονότροπον καὶ δεσποτικὸν ἰσχὺν λαμβάνει μᾶλλον καὶ ἐπιγινώσκεται βάπτισμα, ἐκείνων δὲ οὐδὲν εἰς τὸ ταύτης τῆς μυσταγωγίας μεταπίπτει οὐδὲ μετατίθεται προνόμιον.

Τί δ’ ἂν εἴποις, τῆς τοῦ πνεύματος λεγούσης πάλιν γλώσσης τῆς τὰ ἄρρητα ῥητὰ ποιούσης καὶ πρὶν ἢ τὸ σαρκίον ἀποθέσθαι πολυπραγμονούσης τὰ οὐράνια; —καὶ γὰρ ‘εἰς ἓν σῶμα πάντες’ φησὶν ‘ἐβαπτίσθημεν’· ἆρα καὶ τοῦτο νόμον ἀντινομοθετοῦντα τῷ δεσποτικῷ παραγγέλματι νομίσεις καὶ κατ’ αὐτὸ τελέσεις τὸ τῆς ἀφέσεως τῶν ἁμαρτημάτων βάπτισμα; μὴ σύ γε, ἂν ἐμοὶ πείθῃ, μᾶλλον δέ, κἂν μὴ πείθῃ· οὐδὲν γὰρ διαφέρει τοῦτο τῶν ἐπὶ ψάμμου παίδων ἀθυρόντων καὶ ἅμα μὲν οἰκίας καὶ πόλεις ἀγωνιστικῶς οἰκοδομούντων, ἅμα δὲ ἀγωνιστικώτερον καταστρεφομένων. καὶ γὰρ καὶ τὸ νῦν μὲν τοῦτο νομίζειν μυσταγωγίαν, νῦν δὲ πάλιν ἄλλο, εἰς ἀπειρίαν ἐστὶ τὸ ἑνιαῖον τοῦ βαπτίσματος διασκεδαννύναι καὶ ὑπορρεῖν τε θᾶττον παρασκευάζειν καὶ πρὸς ὕβριν καταστρέφειν καὶ ἀνυπαρξίαν τὸ μέγα δῶρον καὶ θεοπρεπέστατον.

Ἐβάπτιζον μὲν οὖν οἱ ἀπόστολοι κατὰ τὴν τοῦ σωτῆρος ἐντολὴν καὶ βαπτίζειν ἄλλοις παρεδίδοσαν, εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, καὶ τὸ δόγμα ἥπλωτο πανταχοῦ καὶ τοῖς ἔργοις ὁ νόμος ἐκράτει καὶ τὸ κήρυγμα τὴν οἰκουμένην περιέτρεχεν· ἐλέγοντο δὲ βαπτίζειν εἰς τὸ ὄνομα τοῦ Χριστοῦ καὶ ἐν τῷ ὀνόματι τοῦ κυρίου καὶ εἰς τὸν θάνατον τοῦ Χριστοῦ καὶ ὅσα τοιαῦτα, οὐχ ὅτι τὸ τῆς παλιγγενεσίας δῶρον διὰ τῆς τοιαύτης ἐπικλήσεως τῶν ὀνομάτων ἱερούργουν, ἀλλ’ ὅτι κατὰ τὸν ἐκείνου νόμον καὶ ἣν ἐδωρήσατο μυσταγωγίαν, κατ’ ἐκείνην τὴν τοῦ βαπτίσματος <τοῖς> μυουμένοις παρείχοντο χάριν. εἰς ὄνομα οὖν Χριστοῦ καὶ εἰς Χριστὸν καὶ ἐν τῷ ὀνόματι τοῦ κυρίου Ἰησοῦ βαπτίζειν τοὺς ἀποστόλους ὅταν ἀκούσῃς, τὸν νοῦν ἐφίστη καὶ κατανόει ὅτι διὰ τοῦτο βαπτίζειν οὕτως ἐλέγοντο, διότι πανταχοῦ τὸν τοῦ Χριστοῦ νόμον βαπτίζοντες ἐκρατύνοντο, οὐδὲν ἀφαιροῦντες, οὐδὲν προστιθέντες, ἀλλ’ εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος τὴν καθάρσιον μυσταγωγίαν τοῖς προσιοῦσιν ἱερουργούμενοι.

οἷς οὖν εἰσηγητὴν καὶ μυσταγωγὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν οἱ βαπτίζοντες τῆς ἱερᾶς ταύτης τελεταρχίας ἀνεκήρυττον, τούτους ἀκόλουθον ἦν καὶ εἰδέναι καὶ λέγειν ὅτι εἰς τὸ ὄνομα τοῦ Χριστοῦ καὶ ἐν τῷ ὀνόματι τοῦ Χριστοῦ ἐβάπτιζον, καὶ ὅσα τοιαῦτα κατὰ τὸν ὅμοιον τύπον τῆς φωνῆς ἐκφερόμενα σχηματίζεται· τοῦτ’ ἔστιν ἐβάπτιζον οἱ ἀπόστολοι ὡς παρέλαβον, ὡς ὁ διδάσκαλος παραδέδωκεν, ὡς τὸ τοῦ κυρίου θεσπίζει πρόσταγμα, ὡς ἡ τοῦ μυσταγωγήσαντος δόξα ἐκηρύττετο.

Καὶ γὰρ καὶ τὸ ὄνομα λέγεται οὐ μόνον ὃ δηλοῖ τὸ κύριον καὶ ἀφωρισμένον τῆς ὑποστάσεως, ἀλλ’ οὐδὲν ἔλαττον καὶ τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὸν ἔπαινον· πολλὴ γὰρ κατὰ τοῦτό γε τὸ σημαινόμενον ἡ χρῆσις τῆς φωνῆς, οὐ μόνον παρ’ ἡμῖν, ἀλλὰ καὶ οἷς τὸ περὶ τὰς λέξεις φιλότιμον μέγα σοφίας χρῆμα νομίζεται. ἔστιν οὖν ἀκούειν λεγόντων ὡς ‘ὄνομα κατέλιπεν τῷ βίῳ’, ἀντὶ τοῦ δόξαν περὶ αὐτοῦ καὶ ἔπαινον· καὶ ‘ἀνὰ παντὸς ἦν αὐτοῦ στόματος τὸ ὄνομα’, ἀντὶ τοῦ παρὰ πάντων ἐπαίνοις ἐστέφετο καὶ πολλῆς ἀπήλαυε τῆς τιμῆς, καὶ πολλὰ τοιαῦτα· καὶ παρ’ ἡμῖν δὲ ἱερολογεῖται, ‘ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ’, ἀντὶ τοῦ ἡ δόξα σου καὶ τὸ ἐξαίρετον τῆς τιμῆς. ναὶ δὴ καὶ ὁ σοφὸς τὰ θεῖα καὶ τὰ ἀνθρώπινα, Παῦλον λέγω, τῶν ἀποστόλων τὸ καύχημα, οὕτω τῇ φωνῇ κεχρημένος φαίνεται· λέγει γάρ, ‘οὐκ ἐβάπτισα εἰ μὴ Κρῆσπον καὶ Γάιον, ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον’· καὶ μετ’ ὀλίγον, ‘ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβάπτισα’. οὐ γὰρ τοῦτο λέγει, ἄπαγε, ὅτι ‘τὴν τελετὴν τοῦ βαπτίσματος οὐκ ἐπὶ τῷ ἰδίῳ μυσταγωγῶν ὤφθην ὀνόματι’· ἐπεὶ καὶ τὸν Στεφανᾶ οἶκον καὶ τοὺς ἄλλους οὓς ἐβαπτίσατο, οὐχὶ Παῦλον ἐπικαλούμενος τὴν ἀναγέννησιν αὐτοῖς ἐχαρίζετο, οὐδεὶς γὰρ οὐδὲ τῶν ἀθεωτάτων ταύτην ἂν τὴν συκοφαντίαν τῷ Παύλῳ προσέρριψεν, ἵνα κἀκεῖνος λόγον ἐποιεῖτο τὴν τοιαύτην τερατείαν ἀποσκευάσασθαι.

ἀλλὰ τί ποτε ἦν ὃ λέγει; ἢ ὅτι ‘διὰ τοῦτο μὴ προηγούμενον ἔργον ἐθέμην τὸ βάπτισμα, ἵνα μὴ τῷ πλήθει τῶν βαπτιζομένων δόξαν ἐμαυτῷ περιάπτειν τοῖς βασκάνοις λέγειν καὶ τὰ κάλλιστα τῷ φθόνῳ βάλλειν βίον ποιουμένοις πρόφασιν ἐπὶ διαβολῇ παρέξω καὶ τὴν σωτηρίαν τῶν ἀναγεννωμένων καπηλεύειν, ἐπαίνοις ἰδίοις τὸ δῶρον τοῦ πνεύματος ἐνυβρίζων’. καὶ δι’ ἄλλων δὲ μυρίων ἐστὶ συνιδεῖν ὡς ἡ δόξα καὶ ὁ ἔπαινος καὶ ἡ τιμὴ σημαίνεται τῷ ὀνόματι.

Ναὶ δὴ διὰ τούτων ἡ τοιαύτη θεωρία καὶ ἐπ’ αὐτὰ τὰ καθ’ ἕκαστα τῶν ὀνομάτων διαβαίνει, ἃ δὴ τὸν ἀφορισμὸν καὶ τὴν διαστολὴν ποιεῖται τῶν προσώπων, καὶ νῦν μὲν μίμησίν τινα καὶ ὁμοίωσιν τοῦ κατάρξαντος προσώπου πράξεώς τινος μεγαλοπρεποῦς ἀπαγγέλλει, νῦν δὲ φυλακὴν καὶ συντήρησιν τῶν παραγγελμάτων ὑπογράφει. ταύτῃ γὰρ καὶ εἰς τὸν Μωσῆν οἱ Ἰσραηλῖται βαπτίσασθαι λέγονται, οἷον ἐκεῖνον μιμούμενοι τὴν ὑγρὰν φύσιν πεζοποροῦντες ποσὶν ἀβρόχοις διέβησαν, καὶ τῆς πράξεως ἡγεμόνα ποιησάμενοι καὶ πρὸς αὐτὸν ὁρᾶν ὅλην τὴν ἐλπίδα ἀναθέμενοι τῶν Αἰγυπτίων τῆς ἐπιβουλῆς ὤφθησαν κρείττους, καὶ οἷς αὐτοὶ ῥείθροις οὐδὲ τοὺς πόδας ἐνοτίζοντο, τούτοις ὑποβρυχίους γινομένους τοὺς διώκοντας ἔβλεπον, καὶ διπλαῖς εὐφροσύναις ἐνετρύφων, τῆς τε τῶν ἐχθρῶν παραδόξου πανωλεθρίας καὶ τῆς ἰδίας ὑπὲρ λόγον σωτηρίας.

Τοιαύτης τινὸς ἀκολουθίας ἔχεται καὶ ἅπερ τῆς οἰκουμένης ὁ διδάσκαλός φησιν, ‘ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν’· διὰ μὲν γὰρ τοῦ ‘εἰς Χριστὸν ἐβαπτίσθημεν’ τὸ κατὰ τὴν ἐκείνου μυσταγωγίαν καὶ τὴν παραδεδομένην τελετὴν ἀπαγγέλλει καὶ ἡμᾶς τὴν ἀναγέννησιν ἐπιτελεῖν, διὰ δὲ τοῦ ‘εἰς τὸν θάνατον αὐτοῦ’ οὐχ ὅτι τὸ λουτρὸν τῆς παλιγγενεσίας τῇ τοῦ δεσποτικοῦ θανάτου ἐπικλήσει τελεσιουργοῦμεν (μὴ γένοιτο, Εὐνομίῳ γὰρ τῷ Ἀνομοίῳ τὸ τοιοῦτον ἐτολμήθη παρανόμημα), ἀλλ’ ὅτι οἱ βαπτιζόμενοι εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ὡς ἐν ἱεροῖς συμβόλοις καὶ κρυφιομύστοις αἰνίγμασι τὸν τοῦ σωτῆρος ἐκμιμοῦνται θάνατον καὶ ὑπογράφουσι καὶ διατυποῦσιν ἅπερ ἑκὼν ἐκεῖνος ὑπέμεινεν, τὴν μὲν τριήμερον ἐν τῷ ᾅδῃ διατριβὴν ἐξεικονίζοντες τῇ τριπλῇ καταδύσει, τῇ δὲ ἴσῃ πάλιν ἀναδύσει τὴν τριήμερον ἀνάστασιν, δι’ ἣν καὶ ἡ ἀποκατάστασις ἡμῖν τοῦ παλαιωθέντος Ἀδὰμ καὶ ὁ ἀνακαινισμὸς συνεξεικονίζεται. ἐπεὶ καὶ αὐτὸ τὸ εἰς Χριστὸν βαπτίζεσθαι καὶ τὸ εἰς τὸν θάνατον αὐτοῦ καὶ εἰς ἓν σῶμα καὶ εἰς τὸ ὄνομα τοῦ Χριστοῦ, καὶ τὰ τοιαῦτα, τῷ μὲν σχήματι τῶν ὀνομάτων καὶ ῥημάτων οὐδὲν ἐπιδείκνυνται μέγα παραλλάττοντα, ἐν δὲ τῇ σημασίᾳ τοῦ νοήματος καὶ διακρίσει καὶ ἀπαγγελίᾳ τοῦ πράγματος μεγίστην ὅσην τὴν διαφορὰν ἐμφανίζουσιν.

Ὅτι μέντοι τὸ ὄνομα καὶ τρόπον ἄλλον τὴν τοῦ κηρύγματος δύναμιν ἀπαγγέλλει, ὁ τοῦ Παύλου μυσταγωγὸς Ἀνανίας, ἡνίκα φόβῳ τοῦ παθεῖν ἅπερ ἦν εἰκὸς ὑπονοεῖν τὸν Σαῦλον ποιεῖν, σαφῶς παριστᾷ· πρὸς γὰρ τὸν χρηματίζοντα αὐτῷ μυσταγωγῆσαι τὸν διώκοντα, ‘κύριε, ἀκήκοα’, φησίν, ‘ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ ἐποίησεν τοῖς ἁγίοις σου ἐν Ἰερουσαλήμ’· εἶτα ‘καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου’. καίτοι τῶν πιστῶν οὐκ ἦν ἔργον οὐδὲ σπούδασμα οὐδενὶ ψιλὸν τὸ τοῦ Χριστοῦ ὄνομα ἀναβοᾶν οὐδὲ χωρὶς τῆς δογματικῆς ὀρθότητος καὶ τῆς πίστεως ἣν ἐκεῖνος ἐμυσταγώγησε τὴν κλῆσιν ἀπαγγελίαν διὰ τῶν χειλέων ποιεῖν· ἀλλά γε νῦν ἐπικαλουμένους ἐκείνους τὸ ὄνομα λέγει τοῦ Χριστοῦ, ὅσους ἡ εἰς αὐτὸν ἐκόσμει πίστις καὶ τῆς κατ’ αὐτὸν μυσταγωγίας ἐνῆν ὁρᾶν ἐραστάς, καὶ τῆς εὐσεβείας ἀγὼν αὐτοῖς ἡ ἀκρίβεια. τί δὲ τοῦτο ἄλλο ἦν ἢ τὸ φρονεῖν καὶ κηρύττειν υἱὸν μὲν τοῦ θεοῦ τὸν σωτῆρα εἶναι καὶ τῷ πατρὶ ὁμοούσιον (‘ἐγὼ’ γάρ φησι ‘καὶ οἱ πατὴρ ἕν ἐσμεν’) καὶ μὴν καὶ τὸ πανάγιον πνεῦμα ὡς ἐκ τοῦ πατρὸς ἐκπορευόμενον τῆς αὐτοῦ δόξης τε καὶ θεότητος οὐκ ἀλλοτριούμενον;

τὸ γὰρ κατὰ φύσιν, μᾶλλον δὲ ὑπερφυεστάτῳ καὶ ἀφράστῳ λόγῳ τῆς πατρικῆς οὐσίας προϊὸν τοῦ προβαλλομένου τὴν δόξαν καὶ τὴν ἐξουσίαν καὶ δύναμιν ἐν ἑαυτῷ φέρειν οἶδεν καὶ τὸν χαρακτῆρα τῆς ὑπὲρ λόγον οὐσίας ἀπαραχάρακτον συντηρεῖν· δῆλον δὲ ὅτι καὶ ὁ υἱὸς ἀπαύγασμα ὢν τοῦ πατρὸς ἅπαντα φέρει ἐν ἑαυτῷ ὅσα γεννῶν ὁ πατὴρ ταῖς ἀκτῖσι τῆς θεότητος τὴν μορφὴν ὡράιζε τοῦ γεννήματος καὶ τὸ συγγενὲς ἀνεκήρυττε. τῇ τοιαύτῃ τοίνυν θεολόγῳ μυσταγωγίᾳ τῶν πιστευόντων ἐτελεῖτο τὰ πλήθη, καὶ δικαίως ἂν λέγοιντο τὸ ὄνομα τοῦ σωτῆρος ἐπικαλεῖσθαι, διότι τοῦ δόγματος οὗ διδάσκαλος ἐχρημάτιζεν αὐτοὶ διέσῳζον τὴν ὀρθότητα.