Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Ἐπιστολαὶ καὶ Ἀμφιλόχια

Μέγας Φώτιος

Ερμηνεία του Εκκλησιαστή, η παρουσία του Θεού στην κτίση και φιλοσοφικά ζητήματα περί γενών και ειδών

Ολοκλήρωση της ερμηνείας του Εκκλησιαστή, θεολογική θεώρηση της πανταχού παρουσίας του Θεού και φιλοσοφική κριτική των πλατωνικών ιδεών και των αριστοτελικών κατηγορουμένων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 25 από 34

Τί δηλοῖ ‘ὁ ὀρύσσων βόθρον ἐν αὐτῷ ἐμπεσεῖται’; Βόθρον ἐνταῦθα τὴν κατὰ τοῦ πλησίον μελέτην καὶ τὸν βαθὺν ὄλεθρον ὀνομάζει, κατὰ τὸ γεγραμμένον ‘λάκκον ὤρυξεν καὶ ἀνέσκαψεν αὐτόν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο’, καὶ ‘ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός’. ὁ τοίνυν τὸν τοιοῦτον βόθρον καὶ τὴν ἀπώλειαν ἑτέρῳ διορύσσων αὐτὸς πρῶτος ἐμπίπτει ἐν αὐτῷ· ἐν γὰρ τῷ ταῦτα διαμηχανᾶσθαι πρὸ τῆς τοῦ πλησίον κακώσεως τὴν ἑαυτοῦ διόλλυσι ψυχήν. ἂν μὲν γὰρ τῷ σώματι τὴν βλάβην ὑποτείνῃ τοῦ ὁμογενοῦς, πολλάκις ἐκεῖνον μὲν ὠφέλησε μᾶλλον ἢ διώλεσεν, ἑαυτὸν δὲ τῆς ψυχικῆς ἀπωλείας τῷ βόθρῳ συνώθησεν. ὁ δὲ τῆς τοῦ πλησίον ψυχῆς μηχανησάμενος τὴν ἀπώλειαν, οὗτος ἄν τε εἷλεν ἄν τε μὴ εἷλεν τὸν ἐπηρεαζόμενον, οὐδὲν ἔλαττον τὴν ἑαυτοῦ προαπώλεσεν· ἡ γὰρ ἀδέκαστος κρίσις πρὸς τὴν σπουδὴν καὶ τὴν γνώμην λογοθετοῦσα τὸ ἀδίκημα, εἰ καὶ πολλάκις τὸν βλάπτειν ὡρμημένον ὁ ἐπιβουλευόμενος διαπέφευγεν, τὴν τιμωρίαν οὐδὲν ἔλαττον εἰσπράττεται. παραινεῖ τοίνυν διὰ τούτων ὁ Ἐκκλησιαστὴς ἀφίστασθαι πάσης κακουργίας τὸν ἀπείρατον ζητοῦντα βλάβης καὶ κακώσεως συντηρηθῆναι.

Καὶ μὴν ὁ διαμηχανώμενος κακὸν τῷ πλησίον οὐ διαφεύξεται τὴν ἐκ τοῦ νόμου τιμωρίαν, ἀλλ’ ἄν τε ὀφθαλμὸν ἐκκόψας εἴη, τὸν οἰκεῖον ἐξορυχθήσεται, ἄν τε ὀδόντα ἐξελών, προσαπολέσει τὸν ἴδιον· καὶ οὐκ ἔστιν ἀδίκημα τὸν πλησίον λυμαινόμενον ὃ μὴ τὸν ἀδικήσαντα τῇ τιμωρίᾳ παραδίδωσιν. ὥστε ὁ τὸν βόθρον ἑτέρῳ διορύσσων, τοῦτ’ ἔστιν ἀπολέσαι ζητῶν, οὐ διαφεύξεται τὸ μὴ ἐμπεσεῖν εἰς τὸν τῆς τιμωρίας βόθρον ὃν ἑαυτῷ κατὰ τοῦ πέλας τὸν βόθρον διορύττων ἐβαθύνατο.

Πῶς νοητέον ὃ γέγραπται τῷ Ἐκκλησιαστῇ· ‘σχίζων ξύλα κινδυνεύσει ἐν αὐτοῖς, ἐὰν ἐκπέσῃ τὸ σιδήριον, καὶ αὐτὸς πρόσωπον ἐτάραξεν καὶ δυνάμεις δυναμώσει καὶ περισσεία τοῦ ἀνδρείου σοφία’; Ὁ Ἐκκλησιαστής, τὸ παρὸν βιβλίον, ὥσπερ τὰ Ἄισματα τῶν ᾀσμάτων προηγούμενον ἔχει σκοπὸν τὴν τῶν νοητῶν καὶ ὑπὲρ τὴν αἴσθησιν θεωρίαν, καὶ αἱ Παροιμίαι τὰ τῶν ἀνθρώπων ἤθη ῥυθμίζειν, οὕτω καὶ οὗτος περὶ τῶν φυσικῶν ἐπιβάλλει διαλαμβάνειν, ὑπόθεσιν προστησάμενος τοὺς ἀκροατὰς πρὸς τὴν τῆς φύσεως χειραγωγεῖν κατανόησιν. οὐ μὴν οὐδεμία τῶν τριῶν πραγματειῶν τῆς τῶν ἄλλων φιλοσοφίας διόλου ἀπήλλακται, ἀλλ’ ἔστιν εὑρεῖν κἀν τοῖς ἠθικοῖς ἐπ’ ἔλαττον μέν, ὅμως καὶ φυσικῶν καὶ θειοτέρων θεωρημάτων παράδοσιν, ὡσαύτως δὲ κἀν τῇ περὶ τῶν θειοτέρων φιλοσοφίᾳ ἠθῶν τε διακόσμησιν εὑρεῖν ἔνεστι κατεσπαρμένην καὶ δὴ καὶ φύσεως κατανόησιν, ἀλλά γε δὴ καὶ ἐν ᾧ τῆς φύσεώς ἐστιν ἀναθεωρεῖν τὴν ἀκολουθίαν καὶ τὸ ἐναρμόνιον οὐκ ὀλίγα λαβεῖν ἐστι τῶν διὰ τῆς παραινέσεως τὴν ἀναγωγίαν τοῦ ἤθους ἀνορθουμένων.

Διὸ καὶ νῦν ἀπαγγέλλων τι τῶν φυσικῶν ὁ Ἐκκλησιαστής, διὰ τοῦ παραδείγματος εἰς τὴν παραίνεσιν δι’ ἧς ἐστι διαπορεύεσθαι τὸν παρόντα βίον λύμης ἐλεύθερον καὶ πρὸς εὐζωίαν συντηρεῖσθαι τὸν ἀκροατὴν παραπέμπει. καί φησιν· ‘ὁ σχίζων ξύλα’ καὶ βίον τὴν τούτων ποιούμενος τέχνην, ‘ἐὰν ἐκπέσῃ τὸ σιδήριον’ ᾧτινι διασχίζεται τὰ ξύλα ἢ δι’ οὗ μετὰ τὴν πρώτην σχίσιν ἐπὶ πλέον διίσταται ἀπ’ ἀλλήλων καὶ εἰς περιγραφὴν ἀπαρτίζεται ἰδίαν, ‘κινδυνεύσει ἐν αὐτοῖς’, τῆς ἐκεῖθεν δηλονότι ἀποστερούμενος ὠφελείας, ‘καὶ συνταράξει τὸ πρόσωπον’, ἀντὶ τοῦ φαιδρυνομένου ἐν ἱλαρότητι σκυθρωπὸν ἀναδεδεγμένος, ‘καὶ δυνάμεις δυναμώσει’, ὅσαι διεβάσκαινον αὐτόν, τὴν αὐτοῦ ἀσθένειαν καὶ ἀπορίαν ἰσχὺν ἰδίαν περιβαλλομένας, οὐδὲν τῆς ‘ἐν τῇ ἀνδρείᾳ σοφίας’ αὐτοῦ συνεπαμυνούσης, ἀλλ’ εἰς τὸ ‘περιττὸν’ καὶ ἄχρηστον διὰ τὴν ἔκπτωσιν τοῦ σιδήρου διαλυομένης.

Ὥσπερ οὖν ἐπὶ τοῦ σχίζοντος τὰ ξύλα, ἐὰν ἐκπέσῃ τὸ σιδήριον, τοσαῦται παρακολουθοῦσι συμφοραὶ καὶ καταλαμβάνουσι τὸν ἐκ τῆς τοῦ ξύλου διαιρέσεως καὶ καλλιεργίας ἐν αὐταρκείᾳ δυνάμενον βιοῦν, οὕτω καὶ ὁ τῷ λόγῳ χρώμενος τῷ διδασκαλικῷ καθάπερ τινὶ σιδήρῳ καὶ ὀργάνῳ διαιρετικῷ δι’ οὗ τὴν τῶν θείων γραφῶν διὰ τῆς ἀσαφείας σύμφυσίν τε καὶ συναίρεσιν καταλλήλως τε καὶ προσφυῶς καὶ ὡς ἡ τοῦ πνεύματος βούλεται χάρις ἀναπτύσσει τε καὶ κατὰ μέρος διαιρεῖ, διὰ τῆς ψυχωφελοῦς ἑρμηνείας ἑαυτῷ τὴν πνευματικὴν ζωὴν συντηρεῖ, τοὺς ἀκροατὰς ἐπὶ ταύτην ὁδηγῶν τε καὶ παρακαλῶν.

Ἐὰν δὲ τὸ τῆς διδασκαλίας ἀκριβὲς καὶ πρὸς τὴν εὐσέβειαν εἰλικρινὲς καὶ ἠκονημένον λαθὸν αὐτὸν διεκπέσῃ τῆς γλώττης ἢ καὶ γνώμῃ ἐθελοκακούσῃ ἀπορρίψῃ τοῦτο καὶ μὴ κατὰ τὴν θείαν ὑφήγησιν τὴν διαίρεσιν τῶν γεγραμμένων καὶ σαφήνειαν προενέγκῃ μηδ’ ὀρθοδόξοις θεωρήμασι τὴν διάνοιαν διερμηνεύῃ, ἀλλὰ πρὸς αἵρεσίν τινα καὶ δόξης φαυλότητα τὸν σωτήριον λόγον διαπεσεῖν ἐάσῃ, οὗτος ὡς ἀληθῶς καὶ τὸ πρόσωπον ὅπερ ἐξ ἀρχῆς περιέθετο τῆς ὀρθοδοξούσης διδασκαλίας συγχεῖ καὶ ταράσσει καὶ τὰς τῶν ἀκροατῶν ψυχὰς ἀντὶ σωτηρίας βλάβης ἀναπλήσει· καὶ δυνάμεις μὲν ἐνεδυνάμωσεν, αἳ διαφθονούμεναι αὐτὸν εὐοδούμενον πρότερον ἐζήτουν ἐπιβουλεῦσαι καὶ ἀντιπράττειν ἐφιλονείκουν, ἑαυτὸν δὲ ἀσθενῆ καὶ καταβεβλημένον ἔδειξε καὶ τὴν ἔμπροσθεν θαυμαζομένην αὐτοῦ σοφίαν εἰς τὸ περιττὸν καὶ μάταιον κατενηνεγμένην διήλεγξεν.

Ὁ μέντοι τὸν νοῦν ἀνδρεῖος καὶ τοὺς ἐπηρμένους τῶν αἱρετικῶν λογισμοὺς πολιορκεῖν αὐτοῦ τὴν ὀρθὴν δόξαν στερρῶς διωθούμενος καὶ τῷ τμητικῷ τοῦ πνεύματος λόγῳ ἐκείνων μὲν τοὺς παρεμβαλλομένους ὄζους καὶ τὰς συστροφὰς τῶν σοφισμάτων ἐκτέμνων, τὴν δ’ ἀληθινὴν δόξαν καὶ θεὸν τιμῶσαν καὶ ἀρετῆς ἀντεχομένην περικαθαίρων τε τῶν ἐπισκιαζόντων καὶ ἀποδιαιρούμενος εἴ τι τούτοις ἔξωθεν καὶ παρὰ τῶν ἐχθρῶν προστρίβεται νόθον, τοῦτον οὐδέποτε τὸ σιδήριον οὔτε λαθὸν διαπέσῃ οὐδὲ ἐκ προδοσίας οὐδεὶς ἀπολέσαντα διελέγξει· ἀλλὰ καὶ τὸ ἐξ ἀρχῆς πρόσωπον ὁ τοιοῦτος ἀναλλοίωτον καὶ ταραχῆς ἁπάσης ἀνακεκαθαρμένον συντηρήσει καὶ τὰς ἐν αὐτῷ φυσικὰς δυνάμεις τῇ προσθήκῃ τῶν ἀπὸ τῆς χάριτος δυναμώσει, δείξας ὡς ἀληθῶς ὅσον περισσεύει τοῦ ἀνδρείου ἡ σοφία τῆς τοῦ δειλοῦ ῥαθυμίας καὶ ῥᾳδίου τοῖς ἐχθροῖς ἁλῶναι πολλὴν ἔχοντος τὴν ἀναλγησίαν.

Πρὸς τίνα σκοπὸν ἀποβλέπει τὸ ‘γενεὰ πορεύεται καὶ γενεὰ ἔρχεται, ἡ δὲ γῆ εἰς τὸν αἰῶνα ἕστηκεν’; Εἰπὼν τῶν ἀνθρώπων ὁ Σολομὼν τὰ σπουδάσματα καὶ τοὺς διηνεκεῖς πόνους οὓς περὶ τὴν τοῦ βίου ἀπόλαυσιν καταβάλλονται διαρρεῖν εἰς ματαιότητα καὶ μηδὲν πλέον εὑρίσκειν κέρδος τὸν μοχθοῦντα καὶ κοπιῶντα τοῦ πρὸς μηδὲν τούτων ταῖς μερίμναις ἀπονεύοντος, ἀλλ’ ὁμοίως μὲν τοῖς σωματικοῖς πάθεσιν ὑποκείμενον, ἐν ἴσῳ δὲ πρὸς ἀλλοίωσιν καὶ φθορὰν ἔχοντα τὸ σῶμα διακείμενον, πρὸς ὅμοιον δὲ τέλος ὁδεύοντα καὶ καταδυόμενον—ταῦτα εἰπὼν καὶ ἐπιδειξάμενος διὰ τοῦ εἰπεῖν ‘τίς περισσεία τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον εἴη;’ —καὶ γὰρ τὸ τίς ἐνταῦθα ἀντὶ τοῦ οὐδεμία παρείληπται, οἷον ‘οὐδεμία περισσοτέρα ὠφέλεια τῷ ἀνθρώπῳ περιγίνεται ἐν παντὶ μόχθῳ αὐτοῦ τῷ ὑπὸ τὸν ἥλιον ἢ εἰ πρὸς μηδὲν τούτων κατετρίβετό τε καὶ κατετείνετο’—οὐ μὴν οὐδὲ πρὸς τὸν ἀπηλλαγμένον τῆς τοιαύτης ματαιότητος ἄμεινόν τι διακείμενος δείκνυται· ἀφεστάναι διὰ τοῦτο τῆς περὶ ταῦτα σπουδῆς καὶ ματαιότητος εἰσάγει παραίνεσιν. ‘

Ὑπὸ τὸν ἥλιον’ δὲ καλεῖν εἴωθεν ὅσα μᾶλλον γενέσεώς ἐστιν ὑπηρετήματα καὶ φθορᾶς, ἅτε δὴ τῇ ἐκείνου συνδιαφέρεσθαι φορᾷ τοῦ δημιουργικοῦ λόγου τάξαντος θέρος καὶ χειμῶνα καὶ τὰ μεταξὺ τούτων ἔαρ τε καὶ μετόπωρον· ἐπεὶ οὖν μέγα μέρος συνεισάγει ὁ τοῦ ἡλίου πρὸς τὰς τῶν ὡρῶν γενέσεις δρόμος, αἱ δὲ ταῖς σωματικαῖς καὶ ἀνθρωπίναις ἐπὶ τὸ χεῖρον ἢ τὸ κρεῖττον ἀλλοιώσεσι καὶ μεταβολαῖς πολλὰς ἀφορμὰς συνεισάγουσιν, εἰκότως τὴν περὶ τὰ τοιαῦτα σπουδὴν καὶ φροντίδα κόπον ὀνομάζει καὶ μόχθον ὑπὸ τὸν ἥλιον, εἰς μάτην τοὺς σπουδαστὰς αὐτῶν διαμαρτυρόμενος κατατρίβεσθαι.

Ἀλλὰ γὰρ ταῦτα περὶ τῶν καθ’ ἕκαστα προδιαλαβὼν ἀνθρώπων, νῦν φησιν ὡς οὐ μόνον ἕκαστος αὐτῶν οὐδὲν κέρδος προσλαμβάνει διὰ τῶν συνεχῶν περισπασμῶν καὶ τῶν πόνων οἳ τῶν διὰ γενέσεως καὶ φθορᾶς ῥεόντων τὴν σπουδὴν ἄπαυστον καὶ ἐπιμέλειαν ἀναδέχονται, ἀλλὰ καὶ ἐπὶ γενεᾶς ὅλης τὴν ὁμοίαν κενοσπουδίαν οὐδὲν ἔλαττον ὁρᾶν ἐστι συμβαίνουσαν.

τῶν γὰρ γενεῶν ἥ τε τοῦ κρείττονος ἀντεχομένη καὶ δὴ καὶ ἡ πρὸς τὸ φαῦλον ἀποκλίνουσα, ἡ μὲν ὑπὸ τὸν ἥλιον μοχθήσασα ἀπερχομένη τε σκυθρωπὸν εὑρίσκει καὶ ἀθλιότητος πλήρη τὴν ἀναχώρησιν καὶ ἐρχομένη πρὸς οὐδὲν τῶν χρησίμων τὴν ὁδὸν ἀνύει, ἀλλὰ τοὐναντίον μόχθοι καὶ κόποι ταύτην συνθλίβοντες ἀντὶ τοῦ παρέχειν ὄφελος ἐπιγελῶσιν αὐτὴν τῆς ματαιότητος· ἡ δὲ τὰ ἐν γενέσει καὶ φθορᾷ, τοῦτ’ ἔστι τὰ ὑπὸ τὸν ἥλιον, σώφρονι λογισμῷ παρωσαμένη καὶ λόγον αὐτῶν, ὅσα μὴ ὁ τῆς φύσεως θεσμὸς ἀπαραιτήτως ἀπῄτει, μηδένα θεμένη, ἀλλὰ τὰ ὑπὲρ τὸν ἥλιον, τοῦτ’ ἔστιν ὅσα κρείττω πέφυκεν τῶν ἐν γενέσει καὶ φθορᾷ, ζητήσασά τε καὶ φιλοσοφήσασα, ψυχῆς καθαρότητα, ἔλεον τοῦ πλησίον ἱλαρύνοντά τε καὶ διαπραΰνοντα τὰς ἀπὸ τῆς πενίας πληγάς (εἰ δὲ καὶ παντελῶς τῶν τραυμάτων ἀπαλλάττοντα καὶ τῆς ὅλης διαθέσεως, μακαριώτατόν τε καὶ θεοειδέστερον), σωφροσύνης ἔρωτι τὴν ἀκολασίαν ὑπερορίζουσα καὶ τῷ χορῷ τῶν ἄλλων ἀρετῶν συγχορεύουσα—αὕτη τοίνυν ἡ γενεὰ καὶ τῶν συμπληρούντων αὐτὴν ὁ κατάλογος ὡς μηδὲν τῶν ὑπὸ τὸν ἥλιον σπουδάσασα μηδὲ τοῖς ἐν γενέσει καὶ φθορᾷ συμπεριενεχθεῖσά τε καὶ συγκαταδύσασα, δηλονότι πολὺ τῶν ἄλλων πρὸς τὸ κρεῖττον ἀπέβλεψε, τὴν μένουσαν καὶ ἀπλανῆ πολιτείαν ἀλλαξαμένη τῆς πλανωμένης καὶ διαρρεούσης πρὸς ματαιότητα.

Ταῦτα τῷ αἰνιγματίζοντι καὶ συντετμημένῳ λόγῳ διεξιὼν ἐπιφέρει, ‘ἡ δὲ γῆ εἰς τὸν αἰῶνα ἕστηκεν’, αἰῶνα μὲν καλῶν τὸν χρόνον, ἐν ᾧπερ ἥλιός τε καὶ σελήνη καὶ ἡ τῶν ἄστρων χορεία καὶ αὐτὸς ὁ οὐράνιος πόλος ἐν ἀντιθέτῳ πορείᾳ τὴν εὔτακτόν τε καὶ ἐναρμόνιον φορὰν πρὸς ἡμερῶν καὶ νυκτῶν καὶ καιρῶν διάκρισίν τε καὶ ἀποκατάστασιν ἀνελίσσουσιν, τὴν γῆν δὲ πάλιν παραλαβὼν ἐπ’ ἐλέγχῳ τῆς σπουδῆς τῶν κατατριψάντων αὐτῶν τοὺς λογισμοὺς καὶ καταναλωσάντων τὴν προαίρεσιν περὶ τὰ μάταια, ἀνθ’ ὧν ὤφειλον ἐμφιλοχωρεῖν τοῖς σωτηριώδεσιν καὶ περὶ τὰ ψυχικὰ φιλοπονεῖσθαι κέρδη· μονονουχὶ ‘τί γάρ, ἄνθρωπε,’ λέγων ‘ἀπὸ τῆς τοσαύτης ὀχλήσεως καὶ σπουδῆς ἐκέρδησας; οὐχ ὁμοίως μὲν τῶν ἄλλων, οἳ μηδένα τοιοῦτον τάραχον ὑπέστησαν μηδὲ τοιαύταις τρικυμίαις ἐχειμάσθησαν—οὐχὶ παραπλησίως τούτοις καὶ ἐρχόμενος ἔρχῃ καὶ ἀπέρχῃ ἀπερχόμενος, σαυτὸν δὲ πάντως ἀθλίως ἀποστερεῖς τῆς μακαριότητος ἧς τὰ ὑπὲρ τὸν ἥλιον οἱ ζητοῦντες καὶ φιλοσοφήσαντες ἀπολαύουσιν; καὶ τό γε χαλεπώτατον, τὴν ἀπὸ τῶν πολλῶν πόνων καὶ κόπων διαφοράν (φεῦ τῆς ἀφορήτου καὶ ἀπαρακλήτου ζημίας) ἐπὶ τὸ χεῖρον εὗρες σέ τε καὶ τὰ σὰ κατασύρουσαν, πρὸς οὐδὲν δὲ τῶν κρειττόνων ἀναφέρουσαν.

ὅρα γὰρ ὅτι μηδὲ πρὸς τὸ ἄψυχον τοῦτο καὶ ἀκίνητον καὶ κοινῇ πᾶσιν ὑποκείμενον τῆς γῆς ἔδαφος—οὐδὲ πρὸς τοῦτο διὰ τῆς πολλῆς ἐκείνης κενοσπουδίας οὐδὲ κατά γε τὸν χρόνον παρατείνεσθαι σαυτῷ διεπράξω οὐδέ τινα πρόφασιν πολλὰ διανοησάμενος εὗρες.

ἀλλὰ γὰρ σὺ μὲν ματαιοπονῶν καὶ τὰ ἄνω κάτω ποιῶν, θᾶττον παρέρχῃ καὶ πρὸς ἃ μηδ’ ἀκοῇ φέρειν ἀνεκτὸν νομίζεις τρέμων καὶ ἀμηχανῶν καταδύεις, οὐδὲν οὐδ’ ἐπὶ βραχύτατον σαυτῷ προστιθεὶς τοῦ χρόνου, μὴ ὅτι γε τῇ παρατάσει συμπαρατεινόμενος τοῦ ἀψύχου τε καὶ ἀκινήτου· αὐτὸ δὲ τὸ πατούμενον ἔδαφος, ἡ φύσις ἡ ἀναίσθητος καὶ μὴ κινουμένη, ἕστηκεν καὶ διαμένει, οὐ πολλοὺς μόνον ἐξαλλάττουσα τῶν καθ’ ἕκαστα, ἀλλὰ καὶ πολλὰς γενεὰς διαμείβουσα, κατηγόρου μὲν τάξιν λαβεῖν παρὰ σοῦ συνελαθεῖσα, κατηγοροῦσα δὲ τῆς σῆς κενοσπουδίας καὶ τῶν σοβαρῶν ἐνθυμήσεων διά τε τῆς ἐν τοσούτῳ χρόνῳ διαμονῆς καὶ παρατάσεως καὶ διότι μηδὲν ἐξαλλάττουσα ὤφθη τῶν ὑπὸ τῆς προνοίας αὐτῇ κεχαρισμένων, σοῦ τοῦ λόγῳ τιμηθέντος διὰ τῆς περὶ τὰ μάταια σπουδῆς καὶ φιλονεικίας πάντα τἀναντία τῆς δημιουργικῆς διαπραξαμένου κηδεμονίας καὶ ἀνεπισχέτῳ ῥύμῃ φερομένου πρὸς ἅ τε νόμοι θεῖοι διεκώλυον καὶ θεσμοὶ φύσεως ἄνωθεν καταβληθέντες ἐδυσχέραινον, ὕβριν ἀφόρητον τὴν σὴν κενοσπουδίαν καὶ τὸ ὀξύρροπον περὶ τὰ μάταια φέροντες, ὡς δι’ αὐτῶν τῆς διαβολῆς παραπεμπομένης εἰς τὸν πανσόφως τε καὶ φιλανθρώπως καὶ οὗ μή ἐστι μήτε φιλανθρωπότερον μήτε ἄμεινον μήτε λόγῳ φράσαι μήτε λογισμοῖς ἀναπλάσαι δημιουργήσαντά τε καὶ προνοησάμενον τὰ ἡμέτερα.’

Ἀλλὰ γὰρ σοὶ μὲν ἴσως ἱκανὰ καὶ ταῦτα· εὑρεῖν δέ ἐστιν ἐνίους γενεὰν μὲν πορευομένην καὶ ἐκβαλλομένην τὸ Ἰουδαίων γένος ἐκλαμβάνοντας, γενεὰν δὲ ἐρχομένην καὶ διαμένουσαν τὰ τέκνα τῆς χάριτος, ἅτε δὴ τοῦ θείου σπόρου καὶ τῆς κατὰ Χριστὸν γεωργίας ἀναβλαστήσαντα· γῆν δὲ εἰς τὸν αἰῶνα ἑστάναι τήν τε παλαιὰν καὶ νέαν γραφήν, ὅτι τε τὸ καρποφόρον τῶν ἀρετῶν ὁρᾶν ἐστιν αὐταῖς ἐνευθηνούμενον καὶ τῶν νόμων καὶ τῶν ἐπαγγελιῶν τὸ δι’ αἰῶνος ἀκίνητον, ὧν τὰς μὲν τοῖς δικαίοις ἀπενείμαντο, ταῖς δὲ τοὺς ἁμαρτωλοὺς καὶ ἀμετανόητα πλημμελήσαντας παραπέμπουσιν.

Τίνα νοῦν ἀναπτύσσει τὸ ‘ἔστιν δίκαιος ἀπολλύμενος ἐν δικαίῳ αὐτοῦ, καὶ ἔστιν ἀσεβὴς μένων ἐν κακίᾳ αὐτοῦ’; ‘Δίκαιος μὲν ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.’ δι’ ἑκατέρας λέξεως τῆς δικαιοσύνης τὸ κέρδος καὶ τῶν καλῶν ἡ ἀφθονία τε καὶ εὐθηνία διαγγέλλεται, διά τε τοῦ ‘ἀνθήσει’ δηλονότι καὶ τοῦ ‘πληθυνθήσεται’. οὗτος ὁ δίκαιος, κἂν μαστίζεται, κἂν στρεβλοῦται, κἂν πάσχει ἀλγεινότερα, κἂν πρὸς σφαγήν, κἂν πρὸς θάνατον, κἂν πρὸς σταυρὸν ἀπάγεται, οὐδὲν ἧττον ὡς φοῖνιξ ἀνθεῖ καὶ ὡσεὶ κέδρος πληθύνεται, πολλαπλασίω τῶν πόνων καὶ παθημάτων τὴν ἀπόλαυσιν εὑρίσκων καὶ τοῖς ἀδιηγήτοις ἀγαθοῖς ἐντρυφῶν τε καὶ ἐνευθηνούμενος.

Τίς οὖν ἐστιν ὁ δίκαιος ὁ ἐν τῷ δικαίῳ αὐτοῦ ἀπολλύμενος καὶ τίνα τρόπον ἀπόλλυται; ἢ δῆλον ὅτι ὁ τοῦ δικαίου μὲν ἁρπάζων καὶ κατασχηματιζόμενος τὴν κλῆσιν καὶ τὸ πρόσωπον, ἐν αὐτῇ δὲ τῇ μηχανῇ αὐτοῦ καὶ περιεργίᾳ διολλύμενος· οὐ γὰρ ἁπλῶς εἶπεν, ‘ἐν τῷ δικαίῳ’ ἢ ‘ἐν τῇ δικαιοσύνῃ’ ἀπολλύμενος, ἀλλ’ ‘ἐν τῷ δικαίῳ αὐτοῦ’, τοῦτ’ ἔστιν ὃ ἐκεῖνος δίκαιον ἐμηχανήσατο εἶναι, τὸ τοῦ δικαίου πρόσωπον οὐκ ἐξ ὧν ἦν, ἀλλ’ ἐξ ὧν ἐσχηματίζετο περιβαλλόμενος. ὁ τοιοῦτος οὖν δίκαιος, κἂν πάντες αὐτὸν ὑμνοῦσι, κἂν πάντες αὐτῷ τὸ δίκαιον ἐπικροτοῦσιν, ἐν αὐτῷ τῷ σχήματι τῆς δικαιοσύνης αὐτοῦ καὶ τῷ ὀνόματι πρὸς τὴν ἐσχάτην ἀδικίαν καὶ ἀπώλειαν καταφέρεται. τίς γὰρ μείζων κλοπὴ τὴν τοῦ δικαίου κλέπτειν προσηγορίαν τοῖς ἀδίκοις ἀνακείμενον; τί δ’ ἀναιδέστερον ἔρωτι σεμνύνεσθαι τῆς καλλίστης τῶν ἀρετῶν καὶ διὰ πασῶν αὐτῶν διηκούσης καὶ τὴν συμφωνίαν ἀποτελούσης ἐναρμόνιον, πρὸς ἣν οὐδενὸς διάκειται δυσμενέστερον; ἆρ’ οὖν ὁ τοιοῦτος οὐκ ἐν τῷ αὐτοῦ δικαίῳ δικαίως ἀπόλλυται, ζητῶν ἃ μὴ ἔχει δεικνύναι, καὶ πρὸς ἃ διαβέβληται, ἀπατᾶν τοὺς ἄλλους τῇ προσποιήσει ὅτι στέργει ταῦτα μηχανώμενος, καὶ πρὸ τῶν ἄλλων ἑαυτὸν πολλῷ κάκιον καὶ ἀθλιώτερον;

καὶ γὰρ ἐξ ὧν μὲν καταφεύγειν πρὸς τὸ δίκαιον σχηματίζεται, ὑπάρχειν δ’ αὐτῷ πολεμιώτατος οὐκ αἰσχύνεται αὐτὸς γινώσκων, καὶ ἄκων ὁμολογεῖ τὸ χεῖρον προελέσθαι τοῦ κρείττονος· οὐ γὰρ ἂν ἐζήτει μορφὴν ἀλλοτρίαν περιθέσθαι, δι’ ἧς τὴν οἰκείαν ἐπικρύψειεν.

Εἶτα ‘καὶ ἔστιν ἀσεβὴς μένων ἐν κακίᾳ αὐτοῦ’. ἄλλος οὗτος λογισμὸς καὶ ἄλλη τοῦ Σολομῶντος πρὸς τὰ πρότερον διάνοια παραλλάσσουσα. ἐκεῖ μὲν γὰρ τὸν νομίζοντα ἑαυτὸν δίκαιον εἶναι, μὴ ὄντα δέ, ἐν αὐτῇ λέγει τῇ ματαίᾳ ὑπολήψει τοῦ δικαίου καὶ μηχανουργίᾳ διόλλυσθαι· ἐνταῦθα δέ, οἷς μὲν ὁ κατεσχηματισμένος ἐκεῖνος δίκαιος περιέπιπτεν, καὶ τὸν ἀσεβῆ τούτοις ἐνέχεσθαι εἰδώς, ὅμως οὐκ ἐξ ἐκείνων αὐτοῦ διελέγχει τὴν πονηρίαν καὶ ἀθεότητα, ἀλλ’ ἐξ αὐτῆς τῆς ἐπὶ τὸ ἀσεβεῖν διαμονῆς καὶ οἰκειώσεως, δι’ ὧν καὶ τὴν ἐσχάτην καταδίκην καὶ ἀπώλειαν ἀπηνέγκατο. ‘ὁ’ γὰρ ‘μὴ πιστεύων εἰς τὸν υἱὸν τοῦ θεοῦ’, ἡ ἐνυπόστατος εἶπεν ἀλήθεια, ‘ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ’· δῆλον δὲ ὅτιπερ ἡ εἰς τὸν υἱὸν ἀπιστία καὶ τὴν τῶν ὁμοφυῶν καὶ ὁμοουσίων, πατρὸς καὶ πνεύματος, συνεισάγει ἀπιστίαν, ὥσπερ καὶ τῇ πίστει συνακολουθεῖν εἴωθεν ἡ πίστις. φησὶν οὖν ὁ σωτὴρ ὡς τῷ βλασφημήσαντι εἰς τὸ πνεῦμα τὸ ἅγιον, τοῦτ’ ἔστιν εἰς μίαν τινὰ τῶν ὑπερφυῶν καὶ ζωαρχικῶν καὶ ὁμοφυῶν ὑποστάσεων τῆς παντοκρατορικῆς τε καὶ δημιουργοῦ θεότητος, τούτῳ κἂν τῶν ἀρετῶν τῷ ἔρωτι τῶν παθῶν δοκῇ περιεῖναι τὸ ἀνεύθυνον, οὐμενοῦν οὐκ ἀφεθήσεται τὸ ἁμάρτημα, οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι.

Πῶς νοητέον τὸ ‘εἰ δὲ ἡ ἀδικία ἡμῶν θεοῦ δικαιοσύνην συνίστησιν’; Ἐνταῦθα τὸ ‘συνίστησι’ τῷ θεσπεσίῳ Παύλῳ εἴρηται, οὐχὶ προκαταρκτικὸν αἴτιον ἢ ὅλως αἴτιον τῆς τοῦ θεοῦ δικαιοσύνης τὴν ἡμῶν ἀδικίαν δογματίζοντι (ποῦ γὰρ τοῦτο λογισμὸς οὐκ ἀφῃρημένος τὸ αὐτεξούσιον οὐδὲ περιυβρισμένος τὸ κατ’ εἰκόνα περὶ τοῦ θείου Παύλου λογίσασθαι δύναται;), ἀλλὰ τὸ ‘συνίστησι’ νῦν ἀντὶ τοῦ ‘ἐμφανῆ καθίστησι’ παρείληπται, ‘πᾶσιν ἐπιγινώσκεσθαι ποιεῖ’· οὐδὲ γὰρ οὐδὲ τὴν εἰς ὕπαρξιν προαγωγὴν νυνὶ τὸ τῆς λέξεως σημαίνει οὐδὲ τῆς ἀδικίας ἡμῶν καρπός ἐστιν ἡ τοῦ θεοῦ δικαιοσύνη. οὐ μὴν οὐδὲ ἐν ἀπορίας, ὡς ἄν τισι δόξειε, προάγεσθαι σχήματι καιρὸν εὑρίσκει· πρὸς χλεύην γὰρ καὶ οὕτω τυπούμενον καταλήγει καὶ πρὸς τὸ μάταιον ἀποφέρεται. καὶ γὰρ καὶ τὸ σχῆμα τῶν ἀποριῶν δι’ ἐρεύνης εἴωθε βαθυτέρας καὶ τὸ ἐπιπροσθοῦν ἀποτίθεσθαι καὶ τὸ σαφὲς διαλύεσθαι· ὅσα δὲ τοῦ ἀτόπου τὸν ἔλεγχον ἔχει προφαινόμενον πρόχειρόν τε καὶ ἐμφανεστάτην τὴν κατάγνωσιν συνεπάγεται, ταῦτα δὲ ἄρα οὐδ’ εἰς ἀπορίας τύπον σχηματίζεσθαι παρρησιάζεται, φλυαρίας δὲ μᾶλλον καὶ ματαιολογίας σπουδάσματα διελέγχεται.

Ὅτι δὲ τὸ ‘συνίστησιν’ ἀντὶ τοῦ ‘κατάδηλον ἐργάζεται’ παρείληπται, ‘ἐμφανῆ παρασκευάζει πᾶσιν ἐπιγινώσκεσθαι’, αὐτὸς ἑαυτοῦ μάρτυς ὁ τῆς ἀληθείας κῆρυξ καὶ παρίσταται καὶ τὴν διδασκαλίαν ἡμῖν ἐμφανεστάτην διὰ τῆς μαρτυρίας παρέχεται. καὶ γὰρ Ῥωμαίοις ἐπιστέλλων φησί, ‘συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὖσαν διάκονον τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς’· δῆλον γὰρ ὡς ἀντὶ τοῦ ‘παρατίθημι’ παρείληπται τὸ ‘συνίστημι’, ‘ἐπιγινώσκεσθαι βούλομαι’, ‘γνωρίζεσθαι ταύτην ὑμῖν παραινῶ’· διὰ τί; ‘ἵνα αὐτὴν προσδέξησθε ἐν κυρίῳ ἀξίως τῶν ἁγίων’. ὥσπερ οὖν ἐνταῦθα τὸ ‘συνίστημι’ οὐκ ἀντὶ τοῦ ὑφιστάναι οὐδὲ πρὸς ὕπαρξιν ἄγειν παραλαμβάνεται, ἀλλὰ τὸ γινώσκεσθαι καὶ γνωρίζεσθαι καὶ ἐμφανῆ καθεστάναι τοῖς ἐν Ῥώμῃ τὴν μακαρίαν Φοίβην ἐπισημαίνεται, οὕτω κἀνταῦθα.

Πῶς δὲ ἡ ἀδικία ἡμῶν τὴν τοῦ θεοῦ δικαιοσύνην παρίστησιν; ὡς τῷ φωτὶ τὸ σκότος παρατιθέμενον μᾶλλον αὐγάζειν παρασκευάζει καὶ καταλάμπειν τοὺς πρὸς αὐτὸ ἀποβλέποντας, ὡς τὸ πικρὸν τῷ γλυκάζοντι γλυκυτέραν ἐμποιοῦν τῇ γεύσει τὴν τοῦ γλυκέος ποιότητα, ὡς τὸ τραχὺ καὶ πλῆττον τὴν ἁφὴν μᾶλλον ἡμᾶς διατίθησι τὴν τοῦ λείου ἰσότητα καὶ ὁμαλότητα ἐπαισθάνεσθαι, ὡς τὸ ψεῦδος ἐμφανεστέραν τε καὶ ποθεινοτέραν καὶ μᾶλλον αἱρετωτέραν ἀποφαίνει τῇ παραθέσει τὴν ἀλήθειαν, ὡς ἑκάτερον τῶν διαφοραῖς ἀντιτεταγμέναις πορρωτάτω διεστώτων ἀπ’ ἀλλήλων τὸ μὲν τὴν φαυλότητα τοῦ χείρονος ἐπὶ πλέον διελέγχει, τὸ δὲ τὴν τοῦ κρείττονος ἐμφανίζει ἀγαθότητα (καὶ γὰρ ἀφ’ ἑκάστου τῶν ἀντικειμένων ἐπὶ θάτερον οἱ μεταβαίνοντες ἀπὸ μὲν τοῦ χείρονος τὴν τοῦ κρείττονος ὑπερβολήν, ἀπὸ δὲ τοῦ κρείττονος τοῦ ἀντικειμένου τὴν φαυλότητα, ὥσπερ δι’ αἰσθήσεως τῶν αἰσθητῶν, οὕτω τῶν νοητῶν διὰ νοήσεως μᾶλλον καταλαμβάνομεν), οὕτω δὴ οὕτω καὶ τῷ πανσόφῳ Παύλῳ, εἰ καὶ κατὰ σχῆμα διαπορουμένης ὑποθέσεως, {ὡς} τὴν τοῦ θεοῦ δικαιοσύνην ἡ ἡμῶν ἀδικία συνίστησι.

Διὸ καὶ συνάψας τοῖς προλαβοῦσι τὸ ‘μὴ ἄδικος ὁ θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν;’ ἐπάγει τὸ ‘μὴ γένοιτο’· διὰ τί; διότι οὐχὶ εὐγνωμονούντων ἡμῶν καὶ θεραπεύειν τὸ θεῖον ζητούντων ἡ ἀδικία ἡμῶν διαμαρτυρομένη καὶ κηρύττουσα τὴν δικαιοσύνην αὐτοῦ ἐνεφάνισεν, ἀλλ’ ὃν τρόπον εἴρηται τὴν ἀγαθότητα διὰ τῆς κακίας ἐμφανεστέραν καθίστασθαι. τὰ δὲ ἑξῆς τοῦ χωρίου δυσθεώρητα ἰδιαιτέρας ἴσως ἐπιλύσεως, τῆς θείας προνοίας εὐμενέστερον ἡμᾶς ἐφορώσης, οὐκ ἀποτεύξεται.

Τὸ ‘ἐὰν γεννήσῃ ἀνὴρ ἑκατὸν καὶ ἔτη πολλὰ ζήσεται καὶ πλῆθος ὅτι ἔσονται ἡμέραι ἐτῶν αὐτοῦ, <καὶ ψυχὴ αὐτοῦ> οὐκ ἐμπλησθήσεται ἀπὸ τῆς ἀγαθωσύνης, καί γε ταφὴ οὐκ ἐγένετο αὐτῷ, εἶπα· ἀγαθὸν ὑπὲρ αὐτὸν τὸ ἔκτρωμα, ὅτι ἐν ματαιότητι ἦλθεν καὶ ἐν σκότει τὸ ὄνομα αὐτοῦ καλυφθήσεται καί γε ἥλιον οὐκ εἶδεν καὶ οὐκ ἔγνω· ἀνάπαυσις τούτῳ ὑπὲρ τοῦτον’—τοῦτο δὴ τὸ ῥητὸν τίνα διάκρισιν καὶ σαφήνειαν ἐπιδέξασθαι δύναται; Ἡ πολυπαιδία τοῖς ἐν νόμῳ οἷα δὴ μέγα χρῆμα φιλοτιμότερον ἐσπουδάζετο, ὡσαύτως δὲ καὶ τὸ πολυχρόνιον· καὶ γὰρ πολλαχοῦ τοῖς φυλάττουσι τὰ τοῦ κυρίου δικαιώματα τὸ πολυχρόνιον εἰς ἀντιμισθίαν ὑποτείνεται. ἐὰν οὖν τις, φησὶν ὁ Σολομών, καὶ τῇ πολυπληθείᾳ τῶν τέκνων καθ’ ὑπερβολὴν τῶν ἄλλων ἀνθρώπων ὑπερέξῃ καὶ τῷ πολυχρονίῳ τὴν ζωὴν παρατεινομένην ὅτι μάλιστα ἕξει, τὰ δ’ ἄλλα πονηρίαις τὸν βίον κακύνῃ, τῆς ἀγαθότητος τῇ ἀπολαύσει μὴ ἐμπιμπλῶν αὐτοῦ μηδὲ διακοσμῶν τὴν ψυχήν, καὶ διὰ τοῦτο ἴσως μηδὲ ταφῆς ἀξιωθῇ, ὁ τοιοῦτος ἀνὴρ πολλῷ χείρων καὶ δικαίως ἂν λογισθήσεται τοῦ ἐκτρώματος.

Τὸ μὲν γὰρ ἔκτρωμα ἥλιον οὐκ εἶδεν οὐδ’ ἔσχεν οἷς ἂν ἐπεῖδέν τε τὰ ὄντα καὶ τῶν πράξεων τὰς ἀμείνους προείλετο· ὁ δὲ τούτοις ἅπασι τιμηθεὶς καὶ πολυπληθείᾳ παίδων εὐφρανθεὶς καὶ ἀπολαύσας τῆς μακροβιότητος, ἐπεὶ τῆς ἀγαθότητος οὐ μετέσχεν οὐδὲ τρυφῶν ἀπέσχετο τῆς φαυλότητος καὶ ἡ ταφὴ αὐτοῦ κατ’ ἀξίαν τούτοις ἠκολούθησεν, εἰκότως τῆς χείρονος μᾶλλον οὗτος μοίρας ἢ ἐκεῖνο λογισθήσεται. καὶ γὰρ οὗτος τὸν ἥλιον ὁρῶν ἐν τῷ σκότει ἐπορεύετο, καὶ τὸ ὄνομα λαμπρὸν καταλιπεῖν διὰ τῶν σπουδαίων ἔργων δυνάμενος ἐν τῷ ζόφῳ τῶν ἁμαρτημάτων ἀπέρριψεν σβέννυσθαι καὶ συγκατορύττεσθαι τῇ ματαιότητι. καὶ ἄλλη δὲ τούτου πρὸς τὸ ἔκτρωμα διαφορά, ὅτι τὸν μὲν ποιναὶ καὶ κολάσεις καταλιπόντα τὸν βίον ἐδέξαντο, τὸ δὲ τούτων οὐδενὸς εἰς πεῖραν καθίσταται.

Εἰ δέ τις ἀκούων Παύλου λέγοντος, ‘ὕστερον δὲ πάντων ὤφθη κἀμοί, ὡσπερεὶ τῷ ἐκτρώματι’, εἰς ἐκεῖνον τὸ Σολομώντειον ἀφορᾶν νομίσει— καὶ γὰρ ἐκεῖνος τὸν τῆς δικαιοσύνης ἥλιον ἐπὶ γῆς οὐκ εἶδεν ἀνατέλλοντα οὐδὲ τοῖς αὐτοῦ μαθηταῖς συγκαταριθμηθῆναι τηνικαῦτα ἠξιώθη, πολλοὶ δὲ καὶ τὸν ἥλιον τῆς δικαιοσύνης ἑωρακότες οὐδὲν ἔλαττον ἐπορεύοντο ἐν τῷ σκότει πρὸς τὰς ἐναστραπτούσας ἀκτῖνας τῆς ἐν αὐτῷ θεότητος καταμύοντες, εἰ καὶ τὰ ἄλλα πάντα τὰ τοῦ βίου κατὰ ῥοῦν αὐτοῖς ἐφέρετο καὶ ὡς ἂν οὐδὲ ῥᾴδιον ἐνόμιζον εὔξασθαι, ἀλλὰ καὶ τέκνων ἦν αὐτοῖς πλατυσμὸς καὶ πλῆθος καὶ χρόνων ἐπίδοσις τῇ παρατάσει τὸ παράδοξον ἐφελκομένη—εἰ οὖν τις εἰς ταῦτα τὰ Σολομώντεια λόγια μεταλάβοι καὶ τὸ ἔκτρωμα τὸν Παῦλον, τῶν Ἰουδαϊκῶν ἀρχιερέων τε καὶ ἱερέων καὶ πολλῶν ἄλλων τῇ τοῦ βίου μὲν εὐδαιμονίᾳ λαμπρυνομένων, ἀσεβείᾳ δὲ καὶ φαυλότητι πράξεων ἐσκοτισμένων, καὶ τοῦτον ἐκείνων ὑπερθήσει καὶ πολλῷ κρείττω κατὰ πάντα ἀποφαίνει, ἀληθὲς μὲν πάντως λέγει, οὐδὲν δὲ οἶμαι προσάπτει μέγα τῷ τὸν γῦρον τῆς οἰκουμένης τῷ κηρύγματι περιλαβόντι.

Τί δηλοῖ τὸ ‘ζῆθι ἐν ἀγαθῷ, καὶ ἴδε ἐν ἡμέρᾳ κακίας· ἴδε καί γε τοῦτο σύμφωνον τούτῳ· ἐποίησεν ὁ θεὸς περὶ λαλιᾶς, ἵνα μὴ εὕρῃ ἄνθρωπος ὀπίσω αὐτοῦ μηδέν’; Σύ, φησί, τὴν ζωὴν πρὸς ἀρετὴν ὁρᾶν παρασκεύαζε καὶ πρὸς τὴν ἀπόλαυσιν τῶν ἐκεῖθεν ἀγαθῶν καταρρύθμιζε· οὕτω δὲ καταρτίσας ἑαυτὸν καὶ τοῖς εὐσεβέσι τῶν λογισμῶν κριτηρίου δύναμιν τὸν νοῦν φρενώσας ἀναλαβεῖν, δυνήσῃ συνιδεῖν οὐ χαλεπῶς καὶ τὰς ἐν ἡμέρᾳ νομιζομένας κακίας, τοῦτ’ ἔστι τὰς ἀνθρωπίνας συμφορὰς καὶ λύπας, αἷς ἡ τῆς ἀνθρωπίνης ζωῆς ἡμέρα κυμαινομένη τε καὶ συνταρασσομένη κακύνεται, συνεκταράσσουσα τοὺς ταύτην παραπορευομένους καὶ συγκακύνουσα— καὶ γὰρ καὶ τὰ τοιαῦτα κακίας προσαγορεύειν εἰθίσμεθα, κατὰ τὸ εἰρημένον, ‘οὐκ ἔστιν ἐν πόλει κακία ἣν κύριος οὐκ ἐποίησεν’—δυνήσῃ δὲ συνιδεῖν ὡς οὐδὲ αὗται περὶ ἡμᾶς ἀσυμφώνως τῇ τοῦ θεοῦ ἀγαθότητι καὶ προνοίᾳ συμβαίνουσι. τοῦτο γὰρ ἐδήλωσεν διὰ τοῦ εἰπεῖν, ‘ἴδε καί γε τοῦτο σύμφωνον τούτῳ’, τοῦτ’ ἔστι καὶ οἱ δοκοῦντες εἶναι πειρασμοὶ καὶ κακώσεις τοῦ σώματος οὐκ ἐκβάλλουσι τὴν θείαν κηδεμονίαν οὐδὲ ἐναντιοῦνται αὐτοῦ τῇ περὶ ἡμᾶς φιλανθρωπίᾳ· παιδείας γὰρ καὶ διορθώσεως τὰ μὲν ἐπάγεται, τὰ δὲ συγχωρεῖται, δι’ ἀμφοῖν ἀρρήτου τε καὶ σοφῆς οἰκονομίας τῷ κρίνειν χαριτωθέντι τὰ τοιαῦτα θεωρουμένης.

Ταῦτα δὲ τὰ συμβαίνοντα τοῖς ἀνθρώποις οὐκ ἔθετο ὁ θεὸς ἐπὶ πάσης λαλεῖσθαι γλώσσης οὐδὲ προειδέναι τὰ ἐρχόμενα πάντας. διὰ τί; ἵνα μὴ προμαθὼν αὐτὰ καὶ προευρὼν ὁ ἄνθρωπος ἀμελέστερον περὶ τὴν ἀρετὴν διατεθείη, νῦν μὲν ὡς πολλῶν κακῶν καὶ λυπηρῶν συμπτωμάτων ὄπιθεν αὐτὸν καταλαμβάνειν μελλόντων—τίς γάρ μοι τῆς ἀρετῆς λόγος, τοσούτων κακῶν καὶ τηλικούτων προσδοκωμένων; εἰς τοῦτο γὰρ τοὺς πολλοὺς ἡ ἀπόγνωσις εἴωθεν συνωθεῖν—νῦν δὲ ὡς οὐ πολλῆς οὐδὲ μεγάλης ἀλγηδόνος μελλούσης ἐπισυμβαίνειν· ἑκατέρωθεν γὰρ ὑποσκελίζειν οἶδεν ἡ σφαλερὰ τῶν πρακτέων κρίσις, καὶ διὰ τοῦτο μηδὲ πολλῆς νήψεως μηδὲ τῆς τῶν ἀρετῶν ἐπιμελείας δεῖσθαι. διὰ τοῦτο οὖν ὁ θεὸς τὴν περὶ τῶν μελλόντων λαλιὰν ἄγνωστον ἐποίησεν τοῖς πολλοῖς, ἵνα μὴ εὑρὼν ὁ ἄνθρωπος ἃ μέλλει ἐν τοῖς ὄπιθεν αὐτὸν χρόνοις καταλαμβάνειν δυσχερῆ, ἐπὶ μὲν τῶν χαλεπωτέρων ἀμηχανίᾳ καὶ ἀπογνώσει προδοὺς ἑαυτὸν οὐδὲν πρὸς ἀρετὴν ἐπιστρέφοιτο, ἐπὶ δὲ τῶν μετρίως ἐχόντων ὑπεροψίαν νοσῶν, ὡς τῆς τῶν ἐφιεμένων ἀπολαύσεως καὶ τρυφῆς οὐδὲν ἐλπίζων ἀντεπενεχθήσεσθαι κώλυμα, καὶ τὴν πρὸς τὰ κατορθώματα σπουδὴν ὑπερτίθοιτο.

Ἄλλως τε δὲ ὁ τὸ κριτήριον κεκαθαρμένον πάθους φέρων καὶ ἀδέκαστον καὶ τὴν ὑγείαν ὁρᾷ καὶ τὴν νόσον συμφώνως ἔχουσαν περὶ τὴν τῶν ἀνθρώπων βλάβην καὶ ὠφέλειαν, ἀλλὰ καὶ τὸν πλοῦτον καὶ τὴν πενίαν ὡσαύτως, ἰσχύν τε σώματος καὶ ἀσθένειαν, δόξαν τὴν ἐξ ἀνθρώπων καὶ ἀδοξίαν, καὶ τὰ τούτοις παραπλήσια. καὶ γὰρ ἑκατέρου μοίρας ἕκαστον τῷ μὲν φιλοσοφεῖν εἰδότι σωτηρίας ὑπόθεσις γίνεται, τῷ δὲ πρὸς μόνα τὰ ἡδέα καὶ γαργαλίζοντα κεχηνότι καὶ τὰ ἡδύνοντα βλάβης γίνεται πρόφασις καὶ τὰ λυποῦντα πρὸς τὴν αὐτὴν καταρρεῖ καὶ ὑποσύρεται κακίαν, οὐκ εὐχαρίστως ταῦτα φέροντος τοῦ διὰ τῶν τοιούτων καθαίρεσθαι δεομένου, ἀλλ’ εἰς ἀπόνοιαν μᾶλλον καὶ ἀγανάκτησιν ἐξ ὧν ἔδει σωφρονίζεσθαι περιτρεπομένου.

Τίνας δεῖ νοεῖν δερματίνους χιτῶνας οὓς ὁ Ἀδὰμ καὶ Εὔα μετὰ τὴν παράβασιν ἐνεδύσαντο; Οἶδα μέν τινας δερματίνους χιτῶνας ἀποφηναμένους τὸ σῶμα, ἐξ οὗ τὸ λογικὸν ζῷον καὶ τῆς ψυχῆς ἀπ’ ἀρχῆς ὁ πλάστης τὸν ἄνθρωπον ὑπεστήσατο. ἀλλ’ οὗτοι τῆς προκαταλαβούσης αὐτοὺς ὑπολήψεως ἀκόλουθα λέγειν φιλονεικήσαντες ἀνακολούθῳ γνώμῃ καὶ γνώσει λυμαίνονται τὴν ἀλήθειαν· καὶ γὰρ καὶ ὁ παράδεισος αὐτοῖς λόγῳ μὲν πλάττεται, ἔργῳ δὲ διαβάλλεται, ἀλλὰ καὶ τὰ τοῦ παραδείσου φυτὰ καὶ ἡ βρῶσις καὶ ἡ διὰ τῆς πλευρᾶς τῆς Εὔας προαγωγή, καὶ ἁπλῶς ἡ τῶν ὄντων δημιουργία πᾶσα καὶ πρόοδος καὶ τὸ τῆς θείας κηδεμονίας περὶ τὸν ἄνθρωπον φιλάνθρωπόν τε καὶ θαυμάσιον.

καὶ τὰς κατὰ διαδοχὴν δὲ τῆς γενέσεως ἀρχὰς εἰς νοητήν τινα σκηνὴν ἀναφέροντες οὐδὲ τὴν ἰδίαν ὕπαρξιν καὶ οὐσίωσιν ὤφθησαν εὐλαβούμενοι, ἐκεῖθεν δὲ τὴν τραγῳδίαν ὅλην κατὰ τὴν ἰδίαν πρόθεσιν καταμερίσαντές τε καὶ ὑποκρινάμενοι καὶ εἰς οἵας ἂν καὶ βούλοιντο μορφὰς καὶ ἐπινοίας διαπλάττοντες, τῶν ὡς ἀληθῶς γεγονότων καὶ ὑπαρξάντων τὸ ἀκόλουθον καὶ μέχρι νῦν ὁρώμενόν τε καὶ γνωριζόμενον ἀναιροῦσιν ἐξομνύμενοι, θελκτηρίοις μὲν καὶ ἐπαγωγοῖς λόγοις τὰ τῶν πολλῶν ὦτα καταγοητεύοντες (εἴωθε γὰρ τὰ πολλὰ τῶν πλασμάτων κατ’ ἐξουσίαν καὶ πρὸς τὸ ἡδὺ πλαττόμενα ὑπογαργαλίζειν μὲν τὰ τῶν ἀκροατῶν ὦτα καὶ πρὸς ἡδονῆς παρασκευάζειν διάχυσιν), οὔτε δὲ ἑαυτοῖς οὐδὲν ὄφελος οὔτε τοῖς πειθομένοις οἱ τῶν τοιούτων ἀρχιτέκτονες παρέχειν δύνανται.

Ἀλλὰ γὰρ τούτους μὲν Ὠριγένης τε καὶ ὁ Ὠριγένειος ἐχέτω χορός. ὁ δὲ ἡμέτερος Γρηγόριος, ὃν ἡ θεολόγος τε καὶ θεόθεν αὐτῷ δεδομένη περὶ τοῦ πνεύματος παρρησία θεολόγον ἀνεκήρυξεν, οὗτος δερματίνους ὀνομάζει χιτῶνας οὐχ οὕσπερ ὁ Ὠριγένειος μῦθος ἀνέπλασεν, ἀλλὰ τοὐναντίον τῆς Ὠριγενείου δόξης τοὺς ἀνθρώπους μεταβάλλειν μὲν ὅτι μάλιστα ποιούμενος σπουδήν, σοφῶς δὲ καὶ οἰκονομεῖν εἰδὼς ἐν κρίσει τοὺς λόγους αὐτοῦ, εἰς γείτονα μὲν θεωρίαν μεθοδεύει μεταβιβάζειν, κατ’ ἐκείνης δὲ τῆς δοξοκοπίας ὀξὺ καὶ δραστήριον ἐπαφιεῖσαν τὸ βέλος. δερματίνους χιτῶνας οὐχὶ τὸ σῶμα, καθὰ καὶ προείρηται, καλεῖ, ἄπαγε (οὐδὲ γὰρ οὐδ’ ὤφθη τοιαύτην τινὰ φωνὴν ἀφιείς), ἀλλὰ τὴν τοῦ σώματος παχύτητα καὶ θνητότητα καὶ τῆς προτέρας καὶ μακαρίας ἀντίτυπον καὶ ἀντικειμένην διαθέσεως. καὶ γὰρ ὡς ἀληθῶς μετὰ τὴν παράβασιν ἀντὶ τοῦ ἀπαθοῦς καὶ ἀνευθύνου καὶ μὴ βαρυνομένου τῷ σώματι καὶ τῇ θνητότητι σώματος, ἀλλὰ τῶν τῆς σαρκὸς κινημάτων καὶ γαργαλισμάτων καθεστῶτος κρείττονος, τἀναντία τούτοις μετὰ τὴν παράβασιν ὁ Ἀδὰμ οἷα δὴ χιτῶνα τοῖς εἰρημένοις κατάστικτον πάθεσι καὶ ῥυπῶντα μετημφιάσατο.

ἀλλ’ ὁ μὲν ἱερὸς οὗτος ἀνήρ, τοὺς ἐξ Ὠριγένους ἀναφύντας οὕτω πραότερόν τε καὶ φιλανθρωπότερον μεθέλκων καὶ μεταβιβάζων πρὸς τοὺς εὐσεβεστέρους λογισμούς, τοιούτους εἶναι τοὺς δερματίνους χιτῶνας οὐδὲ χωρὶς ὑπέθετο διστάζοντος ἐπιρρήματος.

Σὺ δὲ τί λέγεις; τὸ μὲν πρότερον ἴσως γελᾷς, τάχα δ’ ἂν μᾶλλον δυσχεραίνεις μύθῳ κλεπτομένην ἀκούων τὴν ἀλήθειαν· τοῦ δὲ θεολόγου τὴν οἰκονομίαν οἶμαι καὶ μέθοδον οὐκ ἂν ἀτιμάσαιο. οὐδὲ γὰρ οὐδαμῶς οὗτος ἠγνόει τὰ ἀπὸ τῆς συκῆς φύλλα οἷς οἱ περὶ τὸν Ἀδὰμ τὴν ἀπὸ τῆς γυμνώσεως ἀσχημοσύνην εἰς τὸ εὔσχημον περιέστελλον, οὐδ’ ὅτι προφθάνει μὲν τὰ τῆς συκῆς φύλλα τῆς αἰδέσεως τὴν καταφυγὴν παρασχεῖν, οἱ δὲ χιτῶνες ὕστερον οἱ δερμάτινοι τὴν ἐκείνων κατὰ διαδοχὴν χρείαν ἀνεπλήρωσαν· καὶ γὰρ μετὰ τὴν προτέραν περιβολὴν καὶ τὰ φύλλα τῆς συκῆς τοὺς δερματίνους χιτῶνας ὁ θεὸς αὐτοῖς ἐποιήσατο. ποῦ τοίνυν οἴεσθαι δεῖ τὸν θεολογικώτατον ταῦτα καὶ θεοπτικώτατον διδάσκαλον ἀγνοεῖν, ἀλλὰ μὴ λέγειν μᾶλλον οἰκονομεῖν τε καὶ τὴν ἄλλων σωτηρίαν μεθοδεύειν δι’ ὧν ὁ τότε συνέτρεχε καιρός, μηδεμιᾶς ἐπακολουθούσης αἱρετικῆς ἐπισπορᾶς ἢ σκολιότητος; ἄν τε γὰρ τὰ φύλλα τῆς συκῆς τοὺς περὶ τὸν Ἀδὰμ εὐλαβουμένους τὴν αἰδῶ ὑπεδείκνυεν, ἄν τε μετὰ ταῦτα χιτῶνας ἐκ δερμάτων αὐτοῖς ὁ θεὸς ἐπεποίητο τῆς αἰδέσεως χαριζόμενος παραμύθιον, οὐδὲν ἧττον εὐσεβοῦντός ἐστι λέγειν ὡς μετὰ τὴν παράβασιν ὁ Ἀδὰμ τὴν παχυτέραν σάρκα καὶ θνητὴν καὶ καθελκομένην τῷ βάρει τοῦ παραπτώματος καὶ τῆς προτέρας ἀντίτυπόν τε καὶ ἀντίθετον ἠμφιάσατο.

Πόθεν δ’, ἂν ἴσως ἐπαπορήσαις, οἱ δερμάτινοι προῆλθον χιτῶνες; ἀλλ’ ἐπειδὰν ἀκούσας τὸν νοῦν ἐπιστήσῃς ὅτι ‘καὶ ἐποίησεν ὁ θεὸς τοῖς περὶ τὸν Ἀδὰμ χιτῶνας δερματίνους’, αὐτίκα σύνδρομον οἶμαί σε τῆς ἀπορίας εὑρεῖν καὶ τὴν λύσιν. ὁ γὰρ ἐκ μὴ ὄντων οὕτω φιλοτίμως τε καὶ πολυτελῶς προαγαγὼν τὸν ἄνθρωπον, οὗτος καὶ δερματίνους χιτῶνας ἐκ τοῦ μὴ ὄντος ποιήσασθαι καὶ περιβολὴν αὐτῷ κατασκευάσαι ἐκ τοῦ ῥᾴστου μᾶλλον ἂν τοῖς λογισμοῖς ἀδίστακτον πίστιν ἐντίθησιν. εἰ δὲ καὶ δοραῖς τισι ζῴων (ταῦτα γὰρ προϋπέστη) τὴν χρείαν αὐτοῖς τῆς περιβολῆς ἀναπληρῶσαι λογισμὸς ἀνεκίνησεν, θεοῦ σοφίζοντος αὐτοὺς πρὸς τὴν οἰκείαν εὐκοσμίαν τε καὶ σωτηρίαν διανίστασθαι, οὐδὲ τοῦτο πόρρω τῆς θείας ἐστὶ κηδεμονίας οὐδ’ ἀνάξιον αὐτοῦ τῆς πολλῆς περὶ τὸ γένος ἡμῶν ἀγαθότητος.

Ἀλλὰ ταῦτα μὲν ὁ κεφαλαιώδης ἐπιτρέχει λόγος. εἰσὶ δέ τινες οἳ πρὸς μηδὲν τούτων ἀφορᾶν βουλόμενοι μηδὲ σπουδάζοντες τὰς τῶν δένδρων περὶ τὸν φλοιὸν ἐπιδερμίδας δερματίνους χιτῶνας ἐνόμισαν, ὥσπερ τῶν δερμάτων τῶν ἀπὸ τῶν ζῴων ἐνδεεστέραν ἢ ἀτιμοτέραν τῆς περιβολῆς τὴν χρείαν παρεχομένων, καίτοι φλοιοῦ παντὸς εὐαφεστέρων τε καὶ μαλακωτέρων καὶ τὸ ὅλον εἰπεῖν ἐπιτηδειοτέρων πολλαῖς διαφοραῖς ὑπαρχόντων.

Πρὸς τίνα διάνοιαν ἡμᾶς παραπέμπει τὸ ‘οὐκ ἂν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες; ἡσύχασον’, καὶ τὰ ἑξῆς; Τὸ παρὸν χωρίον διαφόροις ἑρμηνείαις ὑποβάλλεσθαι δύναται, τοῦτο μὲν τῆς ἀναγνώσεως διαφορὰς προβαλλομένης δύο, τοῦτο δὲ τοῦ ῥητοῦ διαφόρους τρόπους σχημάτων ἀναδέχεσθαι πεφυκότος· ἀλλὰ γὰρ καὶ τὸ ‘πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ’ ἐπὶ διαφόρων πραγμάτων οἰκείως ἔχει παραλαμβάνεσθαι.

Ἡ μὲν οὖν κατὰ τὴν ἀνάγνωσιν διαφορὰ εἴς τε τὸν ἐρωτηματικὸν τύπον καὶ τὸν ἀποφαντικὸν καταμερίζει τὸ λόγιον· οἷον, ‘οὐχί, ἂν ὀρθῶς μὲν προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, καὶ σοὶ γνώριμόν ἐστι καὶ ἀναμφίβολον ὅτι ἥμαρτες;’ καὶ ὅρα τὴν φιλάνθρωπον σοφίαν τοῦ θεοῦ· κριτὴν αὐτὸν καθίζει τὸν ἡμαρτηκότα τοῦ ἀδικήματος, ἵνα τοὺς οἰκείους λογισμοὺς ἐκεῖνος εὑρὼν φέροντας αὐτῷ τὴν κατάγνωσιν μᾶλλόν τε πρὸς μετάνοιαν δράμῃ καὶ τὴν ἄφεσιν θᾶττον συνεπισπάσηται. καὶ ἡ ἀπόκρισις δὲ τὸ ἐναργὲς προβαλλομένη τῆς συγκαταθέσεως οὐδὲν ἔλαττον τῇ σιωπῇ τὸ βούλημα περαίνει τοῦ ἐρωτήσαντος, καὶ τὴν ἁμαρτίαν ὁμολογοῦντα τῷ μηδὲ στόμα διᾶραι καὶ φωνὴν ἀφεῖναι θαρρεῖν καὶ μὴ βουλόμενον τὸν ἡμαρτηκότα ἐπιδείκνυσι· καὶ γὰρ εἴωθε ταῖς ἐρωτήσεσιν αἷς ἡ ὁμολογία καὶ συγκατάθεσις τῶν ἐρωτωμένων περιφανῶς τε καὶ ἀδιστάκτως ἕπεται, οὐδὲν ἔλαττον ἡ ἀποσιώπησις ἔχουσα τὴν ἰσχύν, ἀλλὰ καὶ μᾶλλον τῆς ἀπαγγελλούσης φωνῆς τὴν συγκατάθεσιν, καὶ τὸν ἔλεγχον, ἂν ἄρα τοῦτο βούλεται ὁ ἐρωτῶν, δριμύτερόν τε ποιεῖ καὶ ἐπικρατέστερον.

Σχῆμα μὲν οὖν ἐρωτήσεως ἀναδεχόμενος ὁ λόγος τὴν προκειμένην ἀπαγγέλλει διάνοιαν, τῷ ἀποφαντικῷ δὲ εἴδει μορφούμενος οὐχ ἑνὶ καὶ τῷ αὐτῷ χαρακτῆρι τῆς φωνῆς ἀπαγγέλλεται, ἐπείπερ καὶ διαφόροις τρόποις τῆς συνθέσεως ἐθέλει δι’ ἧς αἱ λέξεις ἀλλήλαις ἁρμόζονται προάγεσθαι. ἢ γὰρ ὁ ἀποφαινόμενος ἀποφαίνεται ὡς ‘οὐκ ἂν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς’, οἷον ὅτι ‘οὐκ ὀρθῶς προσήνεγκας, ὅτι μηδὲ διεῖλες ὀρθῶς’· ἢ ὅτι ‘ἐπεὶ μὴ διεῖλες ὀρθῶς, κἂν ὀρθῶς προσενεγκεῖν ἔδοξας, ἥμαρτες’, τὴν γὰρ τοῦ μὴ διελεῖν ἁμαρτίαν τὸ τῆς προσενέξεως ὀρθὸν οὐ διωρθώσατο. τὸ μὲν οὖν ‘ἥμαρτες’ ἡ μὲν ἐρώτησις κατὰ συνέχειάν τε καὶ συνέπειαν ἀπαγγέλλει τῶν προτεταγμένων λέξεων, τῶν δὲ κατὰ ἀπόφασιν προενηνεγμένων ἑκάτερος λόγος κατὰ διαστολὴν ἐπιφέρει τοῖς προλαβοῦσι τὸ ‘ἥμαρτες’.

Διὰ τοῦτο δὲ ὁ μὴ διελὼν ὀρθῶς, κἂν ὀρθῶς ἔδοξε προσενεγκεῖν, οὐδὲν ἔλαττον ἥμαρτεν, διότι οὐ μᾶλλον τὸ κατορθωθὲν ἀφαιρεῖται τὸ φθάσαν ἁμάρτημα, ἀλλὰ τὸ διαμαρτηθὲν διαβαῖνον καὶ πρὸς τὸ δόξαν ἐκφυγεῖν τὴν ἁμαρτίαν εἰς τὸ ὑπεύθυνον συνεφέλκεται. καὶ γὰρ πολλάκις ἀγαθὸν κακοῦ προηγούμενον καὶ φαῦλον ἀμείνονος οὐ μεταδίδωσι μᾶλλον τῆς οἰκείας καλλονῆς τὸ κρεῖττον τῷ χείρονι, ἀλλὰ συνεκφαυλίζεται ὡς ἐπὶ πᾶν τῇ τοῦ χείρονος φαυλότητι. καὶ ὁ καθαρὸς δὲ ἁπτόμενος ἀκαθάρτου παρά γε αὐτῷ τῷ θεόθεν σοφισθέντι τοῦ κόσμου τὴν γένεσιν μεταλαμβάνει μᾶλλον τῆς ἀκαθαρσίας ἢ μεταδίδωσί γε τῆς καθαρότητος· παρ’ ᾧ καὶ τὸ βέβηλον μᾶλλον τῷ ἁγίῳ προσαπτόμενον πρὸς τὴν βεβήλωσιν συνεφέλκεται ἢ τοῦ ἁγίου μεταλαμβάνει τῆς ἁγιότητος. ἀλλ’ οὕτω μὲν ἂν διευκρινηθείη τὸ ‘οὐκ ἂν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες;’ Τὸ δὲ ‘ἡσύχασον’ καὶ μὴν καὶ τὸ ‘πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ καὶ σὺ αὐτοῦ ἄρξεις’, τὸ μὲν ‘ἀρκέσθητί’ φησιν ‘τῷ προλαβόντι κακῷ μηδ’ ἁμαρτίαν ἐφ’ ἁμαρτίᾳ προσθῇς μηδὲ κακῷ τὸ κακὸν κατασκευάσῃς ἀνίατον, ἀλλ’ ἐν τῷ ἡσύχῳ τε καὶ ἀταράχῳ τῆς κρίσεως τὸ καθ’ ἑαυτὸν σκοπήσας καὶ τὸ μέγεθος τοῦ ἁμαρτήματος συνείς (τί γὰρ μεῖζον εἰς ἀπόνοιαν τῆς ἰδίας ἡδονῆς τὸ θεῖον σέβας παριδεῖν;)

τῆς μετανοίας γενοῦ καὶ διὰ θεοσεβείας εἰλικρινοῦς καὶ εὐγνωμοσύνης τὸ πλημμεληθὲν ἐξιλέωσαι, σαυτὸν ἀνορθώσας τοῦ πτώματος’.

Τὸ δὲ ‘καὶ σὺ αὐτοῦ ἄρξεις’ καθ’ ἑτέραν μὲν ἐκδοχὴν ‘οὐδὲ τὸ σόν’ φησιν ‘οὐ προσδεχθὲν δῶρον εἰς ἕτερον παραπέμπεται οὐδέ τινά σοι ζημίαν τὸ ἀπρόσδεκτον προξενεῖ, ἀλλὰ πρὸς σὲ πάλιν ἀποστρέφεται καὶ σὺ τὴν ἐξουσίαν αὐτοῦ καὶ κυριότητα ὡς καὶ πρότερον ἕξεις, οὐδεμίαν ἐκ τῆς προσαγωγῆς, πλὴν ὅσα γε ἡ ἁμαρτία ἐλυμήνατο, ζημίαν ὑποστάς’. ἀλλ’ εἰ μὲν ἐπὶ τοῦ προσενεχθέντος ‘καὶ σὺ αὐτοῦ ἄρξεις’ ἐξακοῦσαί τις τὸ λόγιον ἐθέλοι, τοιαύτην τινὰ τὴν ἀνάπτυξιν εὑρήσει· εἰ δὲ καθ’ ἑτέραν ἐπιβολὴν καὶ ἐπὶ τοῦ Ἄβελ, ὃς ὀρθῶς τε διεῖλεν καὶ τὸ δῶρον προσήνεγκεν ὀρθῶς καὶ τὴν ἄνωθεν εἵλκυσεν ἀποδοχήν, ὧδε ἂν ἡ θεωρία προέλθοι. ‘

οὐδέν’ φησιν ‘ἐκ τοῦ προκριθῆναι τὴν τοῦ ἀδελφοῦ θυσίαν ἐπὶ τοῖς ἐκ γενέσεως προνομίοις ἠλάττωσαι οὐδέ τις ἐπῆλθέν σοι δίκη τῆς φαύλης διαιρέσεως, τῆς προτέρας κατὰ τὸν βίον δόξης καθέλκουσα· οὔτε γὰρ τῶν πρωτοτοκίων ἀντὶ τοῦ πλημμελήματος εἰσεπράχθης τὴν ἀφαίρεσιν οὔτε ὑπὸ χεῖρα τελεῖν κατεκρίθης τοῦ ἀδελφοῦ, ἀλλὰ μένει σοι τὰ ἀπὸ τῆς γενέσεως δίκαια καὶ τῆς τῶν πρωτοτόκων τιμῆς τὸ ἀξίωμα, καὶ πρὸς σὲ ἡ ἀποστροφὴ τοῦ ἀδελφοῦ σου ἔσται, τοῦτ’ ἔστιν, σὲ καταφυγὴν καὶ βοηθὸν βλάβης αὐτῷ προσιούσης ἀλλαχόθεν προστήσεται, καὶ σὺ αὐτοῦ τὴν ἡγεμονίαν, ὅσα γε χαρίζεται ὁ πρωτότοκος, ἕξεις· μόνον τοῖς πλημμεληθεῖσιν ἐφησύχασον μηδὲ τραγῳδίαν πρῶτος ἀσυγγνώστου πλημμελήματος εἰσάξῃς τῷ βίῳ μηδὲ τὰ πρωτοτόκια τῆς γενέσεως πρωτοτόκια φιλονεικήσῃς ποιῆσαι μεγίστου καὶ ὀλεθριωτάτου παραπτώματος, ἵνα μὴ σαυτὸν ἁπάντων στερήσῃς, ὧν τε ἡ φύσις τῇ φιλανθρωπίᾳ τοῦ δημιουργήσαντος ἐδωρήσατο καὶ οἷς ἔμελλες μετανοῶν ἀγαθοῖς ἐνευθηνεῖσθαι καὶ τῆς προνοίας διὰ βίου τῶν πολυτρόπων εὐεργεσιῶν ἔχειν τὴν ἀπόλαυσιν’.

Τοῦ θεσπεσίου Παύλου λέγοντος, ‘Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονεν, σωθήσεται δὲ διὰ τῆς τεκνογονίας’ καὶ ἑξῆς, πῶς δεῖ νοεῖν τὸ μὴ τὸν Ἀδὰμ ἀπατηθῆναι καὶ δὴ καὶ τὸ σωθήσεσθαι διὰ τῆς τεκνογονίας τὴν γυναῖκα; Παραινῶν ὁ τοῖς πᾶσι πάντα γινόμενος Παῦλος τὸ δεῖν ὑποτετάχθαι τὴν γυναῖκα τῷ ἀνδρὶ καὶ μανθάνειν μᾶλλον ἢ διδάσκειν ἐπιχειρεῖν, ἐξ ἄλλων τε πολλῶν ἐν ἄλλοις τὴν παραίνεσιν ὅτι καὶ δικαία παρέστησε καὶ συμφέρουσα, καὶ νῦν δέ, διότι πρῶτος, φησίν, ἐπλάσθη τῆς γυναικὸς ὁ ἀνήρ, εἶτα καὶ ἡ μείζων αἰτία, ‘καὶ Ἀδὰμ οὐκ ἠπατήθη’, τοῦτ’ ἔστιν οὐκ αὐτὸς ἀρχὴ κατέστη τῆς ἀπάτης, ἀλλ’ ἡ γυνὴ τῷ δελέατι περιχανοῦσα καὶ τῷ τῆς ἀπάτης ἀγκίστρῳ περιπαρεῖσα τὴν ἀπ’ αὐτοῦ πληγὴν καὶ βλάβην πρὸς τὸν ἄνδρα διεβίβασεν. διόπερ ἀνεπιτήδειον, φησί, γυναικὶ τὸ διδάσκειν· καὶ γὰρ διδάσκειν προαχθεῖσα τὸν ἀρχηγὸν ἡμῶν τοῦ γένους τοῦ παραδείσου ἐξέβαλεν.

Διὰ τοῦτο μὲν εἴρηται τὸν Ἀδὰμ μὴ ἀπατηθῆναι, διότι μὴ αὐτός, ἀλλ’ ἡ Εὔα πρῶτον ὄργανον μετὰ τὸν ὄφιν τοῦ ἐχθροῦ χρηματίσασα τῆς ἀπάτης καθηγήσατο. δεύτερον δὲ καὶ διότι μὴ αὐτὸς τοὺς ἀπατηλοὺς καὶ θῶπας λόγους τοῦ ὄφεως παρεδέξατο, μηδὲ φθονεῖν αὐτοὺς τῆς τε ἄλλης εὐδαιμονίας καὶ τῆς θεώσεως τὸν οἰκτίρμονα δεσπότην καὶ προνοητὴν ἀνεπείσθη, ἀλλὰ ταύτην τὴν ἔκθεσμον κατὰ τοῦ πλάσαντος συμβουλὴν καὶ ἀκοῇ καὶ γνώμῃ ἁρπάσασα ἡ Εὔα καὶ τοῦ ἀπηγορευμένου ξύλου φαγοῦσα ἐπὶ τὴν αὐτὴν ἐκάλει τράπεζαν τὸν ἄνδρα. ὁ δὲ μαρτυρουμένην ὡς εἰκὸς ὑπὸ γυναικὸς ἐπὶ γλυκύτητι καὶ ἡδονῇ διαφέρειν βρῶσιν καὶ πρὸς τὸ συμφέρον καὶ ὠφέλιμον παρακαλεῖν νομίσας τὴν βοηθόν, καὶ τοῦ φυτοῦ μετέσχε καὶ τῇ παραβάσει περιέπεσεν.

Μὴ ἠπατῆσθαι τοίνυν τὸν Ἀδὰμ καὶ διὰ τοῦτο ῥηθείη ἂν οὐκ ἔξω τοῦ εἰκότος· καὶ γὰρ πολὺ τὸ διάφορον ἔχουσιν οἱ τὴν αὐτὴν μὲν ἀποτρόπαιον πρᾶξιν, οὐ τῇ αὐτῇ δὲ καὶ ὁμοίᾳ διανοίᾳ μετερχόμενοι. ὁ μὲν γὰρ μελέτῃ καὶ διακρίσει καὶ τῇ τοῦ κρείττονος καταγνώσει πρὸς τὸ χεῖρον ἀπονεύσας καὶ τὴν φαύλην μοῖραν προελόμενος ἀσύγγνωστον ἀποτελεῖ τὸ πλημμέλημα· ὁ δὲ μηδενὸς τούτων ἔνοχος, πρὸς τὴν κοινωνίαν δὲ παρολισθήσας τῆς πράξεως, πολλαχόθεν ἕλκειν τὸν ἔλεον δύναται καὶ τῆς συγγνώμης μὴ ἀπελαύνεσθαι. οὕτω γοῦν κἀνταῦθα ἡ μὲν Εὔα καὶ μελέτῃ καὶ τῇ κατὰ τῆς ἐντολῆς διαβολῇ τοὺς λογισμοὺς παραθήξασα γυμνῇ τῇ κεφαλῇ, τὸ λεγόμενον, πρὸς τοὐναντίον ἐχώρησεν· ὁ δὲ Ἀδὰμ τούτων μὲν οὐδενὶ τὸν δοθέντα νόμον προεξύβρισεν, πρὸς μόνην δ’ ὑπεσύρη τὴν τούτου παράβασιν.

Ἀλλὰ διὰ ταῦτα μὲν λέγοιτ’ ἂν μὴ ἠπατῆσθαι ὁ Ἀδάμ· λέγοιτο δ’ ἂν οὐδὲν ἔλαττον καὶ διότι ὁ μὲν γλώσσης ὁμοφύλου καὶ συνήθους καὶ ἐν πολλοῖς οὐδὲ σφαλερᾶς ἀναφανείσης ὑπήκοος γέγονεν, ἡ δὲ ἀλλοφύλου τε φωνῆς καὶ οὐδὲ καθίστασθαι πρὸς ὁμιλίαν λαβούσης ἔθος ἀνδράποδον ὤφθη καὶ τῆς μοχθηρίας ἐγένετο θήραμα. οὐκοῦν καὶ ταύτην προσθήκην δέχεται τὴν αἰτίαν τὸ λέγεσθαι τὸν Ἀδὰμ μὴ ἀπατηθῆναι, τὴν δὲ γυναῖκα ἀπατηθεῖσαν ἐν παραβάσει γενέσθαι· παρέβησαν μὲν γὰρ ἄμφω, ἀλλὰ κἀνταῦθα προφθάνει τῆς γυναικὸς ἡ παράβασις· καὶ μὴν καὶ διπλῆς αὕτη παραβάσεως ὤφθη ἔνοχος, τῆς τε οἰκείας καὶ πρὸς ἣν τὸν ἄνδρα συνώθισεν. ‘Τί οὖν’ ἄν τις ἐρεῖ πρὸς ἐμὲ τῆς γυναικείας φύσεως προϊστάμενος ‘ἡ τῆς Εὔας ἀπάτη καὶ παράβασις, ὅτι μιᾶς τε καὶ ἴσης φύσεως ἀνδρός τε καὶ γυναικὸς οὔσης τὰ δευτερεῖα φέρειν κατεκρίθημεν καὶ μανθανόντων ἀεὶ λῆξιν ἐπέχειν, τοῦ διδάσκειν δὲ παντελῶς ἀφῃρήμεθα;’ πρὸς ὃν ὁ ἀκόλουθος ἀνθυποφέρων φαίη λόγος ὅτι καθ’ ὃν τρόπον, τοῦ Ἀδὰμ τὸ θνητὸν καταδικασθέντος, εἰς πάντας τοὺς ἐξ αὐτοῦ διῆλθεν ὁ θάνατος, οὕτω καὶ τῆς γυναικὸς οὐ μόνον ἀπατηθείσης, ἀλλὰ καὶ ἐν παραβάσει γενομένης, καί γε τὸ χαλεπώτερον, ἑκατέρας τῷ ἀνδρὶ καθηγησαμένης ἁμαρτάδος, οὐδὲ τὸ κατὰ διαδοχὴν γένος τῆς αἰτίας ἐστὶ παντελῶς ἀφειμένον οὐδὲ πρὸς κρείττονα διάθεσιν ἐκ μεταβολῆς ὁρᾶται ἀναγόμενον.

τὸ μὲν οὖν μὴ ἠπατῆσθαι τὸν Ἀδὰμ διὰ τούτων, οἶμαι, καὶ οὐκ ἀμελῶς διευκρίνηται.

Εἰσὶ δὲ οἳ τοὐναντίον σημαίνειν τὴν λέξιν τιθέμενοι οὐκ ἀπατηθῆναί φασι τὸν Ἀδάμ, οὐχ ὅτι τῆς γυναικὸς ἔλαττον, ἀλλ’ ὅτι μεῖζον ἐξήμαρτεν· οὕτω γὰρ τῇ λέξει καὶ τὸν ἀπόστολον χρήσασθαι. ἡ μὲν γὰρ δελεασθεῖσα λόγοις ἐπικλόποις καὶ ἡδύνουσι πρὸς τὴν ἀθέτησιν παρενήνεκται, ὁ δὲ γνώμῃ μᾶλλον καὶ θελήματι ταύτην ἠσπάσατο· οὐδὲ γὰρ οὐδὲ φαίνεται τοῦτον ἡ γυνή, ὥσπερ ἐκλάπη, οὕτω ῥήμασι κλέπτουσα. καὶ ἡ μὲν καὶ ἀντειπεῖν διανέστη τῷ ὄφει καὶ τῷ μεγέθει τῆς ἐπαγγελίας διαχυθεῖσα πρὸς τὴν ἀπάτην ἀπέκλινεν, περὶ δὲ τὸν Ἀδὰμ οὐδέτερον τούτων γέγονεν· οὔτε γὰρ ἀντεῖπεν τῇ γυναικὶ οὔτε μέγεθος αὐτὸν ἐπαγγελίας συνήρπασεν, ἀλλ’ οὐδὲν ἔλαττον οὗτος ὤφθη ἕτοιμος πρὸς τὸ μεταλαβεῖν ἢ ἐκείνη μεταδοῦναι τῆς βρώσεως, διόπερ εἰκότως ἂν νοοῖτο οὐκ ἀπάτῃ μᾶλλον, ἀλλ’ ἔρωτι πεσεῖν τῆς βρώσεως εἰς παράβασιν. ἀλλ’ ὁ μὲν λόγος οὗτος, εἴπερ ἐν ἄλλοις ἔχει χώραν, ἐχέτω, νῦν δὲ οὐκ ἔχει πάροδον. ὑπερτιθεὶς γὰρ τῆς ἀληθείας ὁ κῆρυξ καὶ προτιμῶν τὸν Ἀδὰμ τῆς γυναικὸς καὶ τὴν ὑποταγὴν αὐτῇ παραινῶν καὶ διὰ τὸ μὴ ἠπατῆσθαι τὸν Ἀδάμ, ὥσπερ καὶ διὰ τῶν ἄλλων ἐνθυμημάτων, οὕτω καὶ διὰ ταύτην τὴν αἰτίαν, ἰσχὺν ἄμαχον ἔχειν τὴν παραίνεσιν ἐπεδείξατο. ἀλλ’ ὧδε μὲν οἶμαι διευκρίνηται τίνα τρόπον οὐκ ἠπατήθη ὁ Ἀδάμ.

Τὸ ‘σωθήσεται’ δὲ ‘διὰ τῆς τεκνογονίας’, δηλονότι ἡ γυνή, τοῦτ’ ἔστι τῶν γυναικῶν ἡ φύσις—καὶ γὰρ διὰ τοῦτο καὶ τὴν Ἔυαν τὸ λόγιον εἰ τὴν γυναῖκα μετέλαβεν—οἱ μέν φασι τεκνογονίαν εἰπεῖν τὸν ἀπόστολον τὴν περὶ τὰ τέκνα πρόνοιαν καὶ σπουδήν, δι’ ἧς αὐτοί τε πίστει καὶ ἀγάπῃ στηριζόμενοι τὸν ἁγιασμὸν καὶ τὴν σωφροσύνην συγκατορθώσουσιν καὶ αἱ πρὸς ἀρετὰς αὐτοὺς παιδαγωγοῦσαι μητέρες δηλονότι τὰ αὐτὰ καὶ μελετῶσαι καὶ διαπραττόμεναι εἴησαν, δι’ ὧν καὶ τῆς παραβάσεως τὴν αἰτίαν διαλύουσιν. τοῦτο γὰρ ὁ τῆς οἰκουμένης ἔφη διδάσκαλος, ‘σωθήσεται δὲ’ φάμενος ‘διὰ τῆς τεκνογονίας’. καὶ γὰρ ἡ περὶ τὰ τέκνα παιδαγωγία καὶ θεοφιλὴς πρόνοια καὶ κηδεμονία μέγα δικαίωμα πέφυκεν τὴν πρὸς τὸν Ἀδὰμ τῆς Εὔας σφαλερὰν ἀνακαλέσασθαι διδασκαλίαν. ἐδίδαξα τὸν ἄνδρα σφαλερῶς; ἀλλὰ ἀσφαλῶς παιδαγωγῶ καὶ τρέφω τὰ τέκνα. ἐκεῖνο καταδικάζει; τοῦτο πῶς οὐκ ἂν εἴη, μάλιστά γε παρὰ δικαίῳ καὶ φιλανθρώπῳ κριτῇ, συγγνώμη καὶ γείτονι τοῦ πταίσματος κατορθώματι τῆς δίκης ἀπολῦον; διὸ ταύτης τῆς τεκνογονίας ἡ γυναικεία φύσις ἀντεχομένη καὶ ταύτην σπουδάζουσα διαλύει τε καὶ ἀποτίθεται τὴν ἀπὸ τῆς ἀπάτης αἰτίαν καὶ δίκην.

Ὅτι δὲ τεκνογονίαν καὶ δὴ καὶ τεκνοτροφίαν ὁ ἀπόστολος τὴν περὶ τὰ τέκνα σωτήριον ἐπιμέλειαν εἴωθεν καλεῖν, δῆλον ἐντεῦθεν. καὶ γὰρ εἰς τὴν τῶν χηρῶν τάξιν καὶ τιμὴν καὶ τιμὴν καὶ τὴν πρόνοιαν τὰς κεχηρωμένας τῶν ἀνδρῶν ἀνάγων, ‘χήρα’ φησὶ ‘καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα’· εἶτα καὶ τίνα καταβαλλομένη μισθὸν τῆς τοιαύτης λήξεως; ‘εἰ ἐτεκνοτρόφησε’, φησίν, ‘εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν’. καὶ ὅρα ὅπως τῇ τῶν ἁγίων θεραπείᾳ καὶ δεξιώσει καὶ τῷ τῆς ἐλεημοσύνης λαμπρῷ κατορθώματι τὴν περὶ τὰ τέκνα σπουδὴν καὶ πρὸς ἀρετὴν χειραγωγίαν συνέταξέν τε καὶ συνηρίθμησεν. ἀλλ’ οὗτοι μὲν οὕτως τὴν τεκνοτροφίαν καὶ τεκνογονίαν ἐξακούουσιν.

Οὐ χεῖρον δὲ ἴσως ἐννοεῖν τεκνογονίαν, ἣν ἡ εὐσέβεια, τῶν σπουδαίων ἔργων καὶ κατορθωμάτων τὸν ὀρθὸν συλλαβοῦσα λόγον, τὴν διὰ καθαρῶν καὶ ἀμολύντων ὠδίνων ἀποτικτομένην καὶ ὡς ἀληθῶς εὐγενεστάτην πληθύνει γονήν, δι’ ἧς ἅπαν ἀνακαλεῖται τὸ φθάσαν ἐλάττωμα. τῷ ὄντι γὰρ αἱ τοιαύτας ὠδῖνας λύουσαι τῷ τόκῳ πολλοὺς υἱοὺς ἐτεκνώσαντο καὶ θυγατέρας· καθ’ ἣν υἱοθεσίαν γινώσκεται καὶ ἡ στεῖρα τίκτουσα ἑπτὰ καὶ τὴν πολλὴν ἐν τέκνοις παρευδοκιμήσασα. αὗται καὶ τὸ ‘πληθύνεσθε καὶ αὐξάνεσθε’ θεοπρεπέστερόν τε καὶ οἰκειότερον εἰς ἑαυτὰς μεταφέρουσαι τὴν δεσποτικὴν ἐν ἑαυταῖς δεικνύουσιν εὐθηνουμένην εὐλογίαν. ἡ τοιαύτη τεκνογονία οὐκ εἰς μόνας τὰς ἐξ ὁμιλίας ἀνδρὸς παιδοποιοὺς γυναῖκας περιγράφει τῆς ἀπάτης τὴν διάλυσιν, ἀλλὰ καὶ εἰς τὰς ἄλλας τῶν γυναικῶν, καὶ μάλιστα τὰς παρθένους, διαβιβάζει τοῦ σφάλματος τὴν διόρθωσιν. σῴζονται γὰρ πᾶσαι καθ’ ὧν τὸ προγονικὸν ἐλάττωμα ἐπενέμετο διὰ τῆς τοιαύτης τεκνογονίας τὸ τῆς ἀπάτης αἶσχος καὶ ἄχθος λαμπροῖς δικαίοις ἀποσκευαζόμεναι καὶ τῷ οἰκείῳ τόκῳ τῆς ἐκκλησίας τὰ τέκνα πληθύνουσαι· καὶ τῇ πίστει καὶ ἀγάπῃ καὶ τῷ διὰ τῆς σωφροσύνης ἁγιασμῷ λαμπρυνόμεναι τὸν ἐν οὐρανοῖς πατέρα δοξάζειν τοὺς εἰς αὐτὰς ὁρῶντας καὶ τὴν καλλονὴν τῶν ἔργων ἀνασκοποῦντας παρασκευάζουσιν.

Ἀλλὰ γὰρ οὕτω μὲν καὶ οὗτοι, οὐ φαύλως οἶμαι τὸ γράμμα πρὸς θεωρίαν ἀνέλκοντες. οἱ δὲ τεκνογονίαν ἱερώτερόν τε καὶ θεοπρεπέστερον τὴν ἐκ τῆς παρθένου τοῦ σωτῆρος ἡμῶν ἱερολογοῦσι γέννησιν, δι’ ἧς τεκνογονίας οὐ τῶν γυναικῶν ἡ φύσις μόνον ἐδοξάσθη καὶ τὴν ἀπὸ τῆς ἀπάτης ὕβριν καὶ κατάγνωσιν ἀπεσκευάσατο, ‘πίστιν καὶ ἀγάπην καὶ ἁγιασμόν’, ὅς ἐστι καρπὸς τῆς σωφροσύνης, μετερχόμεναι, ἀλλὰ καὶ τὸ γένος ὅλον οἰκείοις καὶ ἑκουσίοις τοῦ τεχθέντος παθήμασιν ἀνεκλήθη τοῦ πτώματος καὶ πολλῷ θειοτέρας ἢ πρὸ τοῦ κατενεχθῆναι λήξεώς τε κατηξιώθη καὶ ἀπολαύσεως.

Θέλεις δὲ μᾶλλον καταμαθεῖν ὅπως τῆς ἀπάτης ἡ γυνὴ διὰ τῆς εἰρημένης τεκνογονίας τὴν δίκην διέφυγεν καὶ τὸ δῶρον ἔλαβεν τῆς ἀφέσεως; αἱ πρὶν μαλακισθεῖσαι πρὸς τὴν τοῦ ὄφεως γλῶσσαν ψιθυρίζουσαν, τῆς ἱερᾶς ταύτης καὶ καινῆς ὡς ἀληθῶς ὑπὸ τὸν ἥλιον τεκνογονίας προελθούσης τυράννων γλώσσαις ἀντικαταστᾶσαι ῥητορευούσαις τὴν ἀσέβειαν καὶ ποινῶν οὐ μόνον ἰδεῖν οὐδ’ εἰς πεῖραν ἐλθεῖν, ἀλλὰ καὶ εἰπεῖν φρικωδεστάτων κατευμεγεθήσασαι, ἐν πολλοῖς πολλάκις οὐκ ἐλάττους τῶν ἀνδρῶν τοὺς ἄθλους καὶ τοὺς ἀγῶνας διήνεγκαν, καὶ οὐ γυναικῶν μόνον, ἀλλὰ καὶ ἀνδρῶν ὤφθησαν τῆς εὐσεβείας διδάσκαλοι καὶ τὰς ὑπὲρ Χριστοῦ πικρὰς τιμωρίας καὶ τοὺς θανάτους καὶ τὰς σφαγὰς γενναίῳ καὶ ἀκαταπλήκτῳ καὶ εὐφραινομένῳ ὑπέστησαν τῷ φρονήματι.

Πῶς νοητέον τὸ ‘ὃς ἂν ἐσθίῃ τὸν ἄρτον τοῦτον ἢ πίνῃ τὸ ποτήριον τοῦ κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου’ καὶ ἑξῆς; Ἡ μετάληψις τοῦ δεσποτικοῦ σώματός τε καὶ αἵματος, τροφή τις οὖσα νοερὰ καὶ τὰς ψυχικὰς δυνάμεις ἀναρρωννῦσα, ἐπεὶ τῷ ἐκ ψυχῆς καὶ σώματος συνεστῶτι προσφέρεται ζῴῳ, ἐν σωματικῇ οὐσίᾳ καὶ αὐτὴ τὴν πνευματικὴν χάριν καὶ τὸν ἁγιασμὸν παρέχει· ὅθεν διὰ τοῦ στόματος εἰς τοὺς μυστικοὺς θαλάμους τῆς φύσεως προϊοῦσα εἰς ὅλον μὲν οἰκονομεῖται καὶ ὅλον καθαγιάζει τὸ ζῷον, μᾶλλον δὲ εἰς αὐτὴν τὴν ψυχὴν καὶ τὸν νοῦν τῆς χάριτος καὶ τοῦ ἁγιάσματος ἐπιδαψιλεύεται τὴν ἐνέργειαν.

Χρὴ τοίνυν τοὺς ἀπολαύειν μέλλοντας τῆς ἱερᾶς ταύτης καὶ νοερᾶς τροφῆς μὴ ἀγνοεῖν τίς ἐστιν ἡ δύναμις αὐτῆς καὶ τίς ἡ πάντα νοῦν ὑπερέχουσα δι’ αὐτῆς παρεχομένη εὐεργεσία καὶ δωρεά, οἷον ὡς ὁ προαιώνιος λόγος, ὁ ἐν ἀρχῇ ὢν καὶ πρὸς τὸν θεὸν ὢν καὶ θεὸς ὤν, οὗτος, ὁ τῆς φύσεως ἡμῶν δημιουργός, ἐκ παρθενικῶν αἱμάτων σάρκα δανεισάμενος ὁ πλουτῶν θεότητα ἄνθρωπος κατηξίωσε χρηματίσαι δι’ ἡμᾶς καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ὁ ὑπάρχων ἐν μορφῇ θεοῦ μορφὴν ἀνέλαβεν δούλου, ἑκατέρας φύσεως τοὺς ὅρους ἐν τῇ αὐτοῦ μιᾷ ὑποστάσει ἀσυγχύτους καὶ ἀχωρίστους διασωσάμενος. ἐκένωσεν οὖν ἑαυτὸν ὑπὲρ ἡμῶν ἀκενώτως, καὶ γεγονὼς ὅμοιος ἡμῖν κατὰ πάντα χωρὶς ἁμαρτίας οὐκ εὐεργετῶν μόνον καὶ ἰώμενος ἡμῶν τὰς ἀσθενείας διετέλεσεν, ἀλλὰ καὶ βλασφημούμενος καὶ ἀχαριστούμενος οὐδὲν ἧττον τῶν ὑπὲρ λόγον δωρεῶν τὴν ἀφθονίαν οὐ συνέστελλεν, καὶ ὕβρεις καὶ χλεύην ὑπὸ τῶν εὐεργετουμένων ὑφιστάμενος τῆς ἀφάτου φιλανθρωπίας οὐκ ἀφίστατο, ἀλλὰ καὶ σταυρὸν καὶ θάνατον ἤνεγκεν ὥστε τοὺς ὑβριστὰς θανάτου καὶ φθορᾶς ἀπαλλάξαι καὶ πρὸς ἀθανασίαν καὶ ἀφθαρσίαν τὸ φθαρτὸν ἡμῶν καὶ θνητὸν διὰ τῆς ἰδίας ἀναστάσεως μεταπλάσαι τε καὶ ἀνυψώσασθαι.

Τούτων δὲ πάντων τῶν ἀγαθῶν ἀρραβῶνά τε καὶ θεμέλιον τοῦ οἰκείου σώματος καὶ αἵματος τὴν μετάληψιν προκατεβάλετο, ὡς ἂν ταύτης ἐν μετουσίᾳ γινόμενοι τῆς οὐρανίου καὶ ἀθανάτου ζωῆς ἐν ἑαυτοῖς ἔχειν πιστεύωμεν τὰ προοίμια· καὶ γὰρ ἡ ἐνυπόστατος ἀλήθειά φησιν, ‘ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον’, ἐπειδὴ τῇ μετοχῇ τῆς ἀχράντου σαρκὸς αὐτοῦ σύσσωμοι καθιστάμενοι καὶ τῆς ἀφθαρσίας καὶ ἀθανασίας καταξιούμεθα. ὁ τοίνυν τοὺς λογισμοὺς αὐτοῦ τούτοις ἀναστρέφων καὶ στηριζόμενος καὶ τὸν πλοῦτον τῶν εὐεργεσιῶν ἐπερχόμενος, ἐπειδὰν μέλλοι τῆς μυστικῆς ταύτης καὶ ἀκηράτου τροφῆς μετέχειν, δῆλον ὅτι καθαρὸν καὶ ἀμέτοχον τῶν πονηρῶν πράξεων ὀφείλει παρασκευάζειν ἑαυτόν, οἷα δὴ μέλλων τὸν βασιλέα πάντων καὶ δεσπότην τῇ παρουσίᾳ τοῦ σώματος αὐτοῦ ἐν τοῖς τῆς ψυχῆς ὑποδέξασθαι θαλάμοις, συνανακιρνάμενον ἀρρήτῳ λόγῳ καὶ ὑπὲρ κατάληψιν φιλανθρωπίᾳ καὶ συμφυόμενον σώματι τῷ ἡμετέρῳ.

Ὁ δὲ μὴ προκαθηράμενος ἑαυτὸν τῶν μολυσμάτων καὶ παθῶν, ὅσα τε τὴν ψυχὴν καὶ ὅσα τὸ σῶμα λυμαίνεται καὶ καταμολύνει, ἀλλὰ ῥυποῦντι μὲν βίῳ, ῥυποῦντι δὲ λογισμῷ τῆς μυστικῆς προσιὼν καὶ ἀπαθανατιζούσης τραπέζης μετασχεῖν, οὗτος οὐ μετέχει μὲν τῆς χάριτος (οὐδὲ γὰρ σαπρὸν δοχεῖον μύρον ὑποδέξασθαι δύναται οὐδὲ μαργαρίτης βορβόρῳ καταπιστεύεται), ἀλλ’ ὑβρίζων καὶ ἀτιμάζων τὸ κρεῖττον οὐ μόνον ὕβρεως ἀλλὰ καὶ τιμῆς, οὗτος ἀπαραιτήτου κρίματος ἑαυτὸν ἀπέφηνε μέτοχον· ἐξύβρισε γὰρ τὸ σῶμα τὸ δεσποτικόν, εἰς ὃ τῶν Ἰουδαίων ἡ τόλμα σταυρῷ προεξύβρισεν ἀναρτήσασα. διὸ καὶ ὁ πυρούμενος καὶ ἀσθενῶν ὑπὲρ τῶν σκανδαλιζομένων τῇ πίστει καὶ ἀσθενούντων, τὸ μέγεθος τοῦ ἁμαρτήματος παριστῶν οὐκ ἠρκέσθη ἅπαξ εἰπεῖν ὡς ἔνοχός ἐστιν ὁ τοιοῦτος τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου, ἀλλὰ καὶ δεύτερον πάλιν ἐπεμαρτύρατο ὡς ‘ὁ ἐσθίων καὶ πίνων ἀναξίως τὸν ἄρτον καὶ τὸ ποτήριον τοῦ κυρίου κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει.’ Καὶ τοῦτό ἐστιν ὅπερ αὐτὸς ὁ τῶν ἀθεάτων θεωρὸς καὶ τῶν ἀρρήτων ῥήτωρ καὶ διδάσκαλος ἔφησεν, ἔνοχον εἶναι τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου τὸν ἀναξίως ἐσθίειν αὐτὸ καὶ πίνειν ἀποθρασυνόμενον.

τί γάρ, ἐνὸν καθαίρειν ἑαυτὸν καὶ ἀποσμήχειν διὰ μετανοίας τῶν μολυσμάτων οὕτω τε προσιέναι τῷ καθαρωτάτῳ, μᾶλλον δὲ τῷ ὑπὲρ πᾶσαν ἔννοιαν πᾶσαν πηγάζοντι κάθαρσιν, ἐγὼ δὲ τοῦτο μὲν ἐπὶ λογισμοὺς ἀναλαβεῖν καὶ μετελθεῖν οὐδεμιᾶς γίνομαι φροντίδος, ἵνα δὲ δόξω καθαρὸς εἶναι τοῖς ὁρῶσιν καὶ ἄξιος τοσαύτης χάριτος καὶ ἀπολαύσεως, τὴν ἐμὴν ὑβρίζω σωτηρίαν καὶ παίζειν οὐ φρίττω εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι; ὄντως οἱ δόξαν παρ’ ἀλλήλων λαμβάνοντες οὔτε τὴν παρὰ τοῦ μόνου θεοῦ δόξαν ζητοῦσιν οὔτε τῷ μεγέθει τοῦ μυστηρίου πιστεύουσιν. ὁ μὲν γὰρ φιλάνθρωπος ἡμῶν πλαστουργὸς ἀναξίους ὄντας τῶν ὑπὲρ λόγον ἠξίωσεν· ἡμεῖς δὲ τούτων ἀξιωθέντες καὶ σύσσωμοι καὶ συμμέτοχοι χρηματίζειν αὐτοῦ, ἂν ἄρα βουλώμεθα, ῥώμην καὶ χάριν λαβόντες καὶ πρὸς τοσοῦτον ἀνελθεῖν ἀξιώματος ὕψος, εἰ μὴ κατὰ πᾶσαν σπουδὴν καθαροὺς ἑαυτοὺς παρασκευασώμεθα, πῶς οὐχὶ διπλῆς ἐνόχους ἀποφαίνομεν ἑαυτοὺς κατακρίσεως; μιᾶς μὲν ὅτι τοσαύτην ἀγαθῶν ὑπερβολὴν ἐξὸν κερδαίνειν ἀπωσάμεθα καὶ τηλικαύτης ἑαυτοὺς ὠφελείας τε καὶ σωτηρίας ἀπεστερήσαμεν (τοῦτο γὰρ αὐτὸ καὶ χωρὶς ἑτέρας εἰσπράξεως μεγίστη καταδίκη, ὡς καὶ ὁ κύριος ἔφησεν, ‘ὁ μὴ πιστεύων εἰς τὸν υἱὸν ἤδη κέκριται’, τοῦτ’ ἔστιν ἔχει τὴν δίκην· τίνα ταύτην;

αὐτὸ τὸ μὴ πιστεῦσαι εἰς αὐτόν)· ἑτέρας δὲ ὅτι τοῦ δώρου κατεφρονήσαμεν, ὅτι τὴν χάριν ὑβρίσαμεν, τὸν εὐεργέτην ἐξουθενήσαμεν, ὡς κοινῇ τραπέζῃ τῇ μυστικῇ τροφῇ καὶ συσσώμους ἡμᾶς τοῦ ἀχράντου σώματος αὐτοῦ παρασκευαζούσῃ κατεχρησάμεθα. οὐκοῦν οὐδὲν ἄμεινον οἱ τοιοῦτοι τῶν Ἰουδαίων διετέθησαν, οἳ τὸ φρικτὸν ἐκεῖνο καὶ ἀτόλμητον ἔργον ἐτόλμησαν, τὸ ζωοποιὸν σῶμα Χριστοῦ ἐπὶ ξύλου κρεμάσαντες καὶ τῇ λόγχῃ τοῦ αἵματος ἐκκενώσαντες. διόπερ εὐλόγως ὁ διδάσκαλος τῆς οἰκουμένης ἐνόχους εἶναι τοὺς τοιούτους τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου κατεψηφίσατο.

Τοῦ κυρίου πρὸς τὴν Σαμαρεῖτιν εἰπόντος, ‘πίστευσόν μοι, γύναι, ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί· ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων’ καὶ ἑξῆς—τούτων δὴ τῶν σεβασμίων λογίων τὴν δύναμιν διὰ ποίας ἐπιβολῆς καταληψόμεθα; Ἡ μὲν Σαμαρεῖτις τῶν Ἰουδαϊκῶν ἐθῶν καὶ δογμάτων τὰ τῆς Σαμαρείτιδος δόξης ἐξαίρειν καὶ ὑπερτιθέναι τὴν ὅτι μάλιστα σπουδὴν κατεβάλλετο· διὸ καὶ τὸ ‘μὴ μείζων εἶ σὺ τοῦ πατρὸς ἡμῶν Ἰακώβ;’ ὕδωρ ζῶν ὑποσχομένου τοῦ σωτῆρος παρασχεῖν ἀντεφθέγξατο.

ὁ δὲ σωτὴρ οἰκονομεῖν ἅπαντα σοφῶς εἰδώς, τὸ μὲν ἐξᾶραι τὰ Ἰουδαίων καὶ τὸ ‘μείζων’ εἰπεῖν αὐτόθεν πλῆξαι πρόχειρον ἐπιστάμενος, καὶ τότε γυναικὸς διάνοιαν προλήψει τῶν ἐναντίων προκατασχεθεῖσαν καὶ οὐδὲν τῶν αἰσθητῶν ὑψηλότερον τέως φανταζομένης, τοῦτο μὲν ἀποθησαυρίζει τῇ σιωπῇ· ἄλλως τε δὲ καὶ μικρολογίας εἶναι καὶ ἀνάξιον τῆς Ἰησοῦ μεγαλειότητος καὶ τὸ μείζω εἶναι τὸν δεσπότην τοῦ δούλου ἀποφαίνεσθαι—ἡ γὰρ ἐν συγκρίσει δεσπότου πρὸς δοῦλον διαφορὰ τοῖς δευτερείοις μᾶλλον σεμνύνει τὸν δοῦλον ἢ διὰ τῶν πρωτείων μεγαλύνει τὸν δεσπόζοντα—διὸ ταῦτα μὲν ἔχειν ἀφίησι τὴν σιωπήν, διὰ δὲ ῥημάτων ἑτέρων, οὐδὲν μὲν ἧττον τοῦτο κατασκευάζειν δυναμένων, καὶ φευγόντων δὲ ἅμα τὴν μικρολογίαν λεαίνειν τε τὴν ἀκοὴν ἐπιτηδειοτέρων, τὴν γνώμην {καὶ} παρίστησιν. οὐδὲ γὰρ οὐδὲ τὴν σύγκρισιν καὶ τὴν ἐν δόξῃ διαφορὰν αὐτὸς ἐπάγει, ἀλλὰ παραπέμπει τὸ γύναιον ἐκ τῶν ῥηθησομένων τῆς ὑπεροχῆς τὴν ὑπερβολὴν συλλογίσασθαι. καὶ γὰρ ‘ἐκ τούτου’ φησὶ ‘τοῦ ὕδατος ὁ πίνων διψήσει πάλιν· ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα’.

Καὶ ὅρα τὸ σοφὸν τῶν λόγων καὶ τὴν δύναμιν· τὸ μὲν ὅτι ‘διψήσει πάλιν’ εἶπεν οὐ δεόμενον κατασκευῆς ἀλλαχόθεν (αὐτόκλητον γὰρ εἶχε τὴν γυναῖκα μάρτυρα), τὸ δὲ ‘οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα’, τῷ μεγέθει τῆς ἐπαγγελίας εἰς ἔφεσιν αὐτὴν τῆς ὑποσχέσεως διανιστῶν, δι’ ἀμφοῖν δὲ πρὸς ἐπιστασίαν ἄγων θειοτέρας ὑπολήψεως· μονονουχὶ λέγων, ‘εἰ τὸν Ἰακὼβ ἄγεις ἐν μείζονι τιμῇ καὶ θαυμασίῳ κατορθώματι, ἐπεὶ παρέσχεν ὑμῖν ὕδωρ ἐξ οὗ πάλιν ὁ πίνων εἰς τὴν αὐτὴν ἐπαναστρέφει δίψαν, τίνα ἄν σε λογίσασθαι χρὴ ὃς ὕδωρ παρασχεῖν ἐστι δυνατὸς οὐ σωματικὴν δίψαν ἐν ὀλίγῳ χρόνῳ πραῧνον, ἀλλὰ δυνάμενον τῷ πιόντι πηγὴ χρηματίσαι ὕδατος ἀεννάου καὶ παρέχειν ῥεῖθρα σωτηρίας, ἃ τοῖς ἀρυσαμένοις καταρδεύει καὶ προξενεῖ ζωὴν τὴν αἰώνιον;’ καὶ γὰρ ‘τὸ ὕδωρ’ φησὶν ‘ὃ ἐγὼ δώσω γενήσεται αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον’. ὥσπερ δὲ τὸ ὕδωρ θεραπεύει μὲν τὴν δίψαν, καθαίρει δὲ τὸν ἔξωθεν τοῦ σώματος μολυσμόν, οὕτω καὶ τὰ νοερὰ καὶ οὐράνια τῆς διδασκαλίας τοῦ Ἰησοῦ νάματα καὶ ἡ περὶ αὐτοῦ θειοτέρα ὑπόληψις ἰᾶται μὲν τὴν ἀπὸ τῆς ἀπιστίας δίψαν, ὅλην ἐκδαπανῶσαν τῆς νοερᾶς ἐνεργείας τὴν ζωτικήν τε καὶ συνεκτικὴν ἰκμάδα, καθαίρει δὲ τὴν ψυχὴν τῶν ῥυπασμάτων, ἣν ἁμαρτημάτων κατερρύπωσε μολυσμὸς καὶ λογισμὸς ζοφώδης δυσσεβούντων δοξασμάτων.

Ἀλλ’ ὁ μὲν σωτὴρ τὴν ἀπόδοσιν τῆς ἐρωτήσεως δι’ ἧς καὶ Ἰακὼβ τὸ πρωτεῖον ἔχειν ἐδόκει καὶ μεγαλύνεσθαι οὕτως ὑπερφυῶς ἐμεθόδευσεν· καὶ ὅρα παραυτίκα τὴν ταύτης ἐνέργειαν ἀπαστράπτουσαν· κατεφώτισεν εὐθὺς τῆς γυναικὸς τὴν διάνοιαν καὶ εἷλεν ἐλθεῖν καίτοι παράδοξον οὖσαν εἰς πίστιν τῆς ὑποσχέσεως καὶ γνῶσιν ἀναλαβεῖν κατὰ πολὺ τῶν προγόνων μείζονα εἶναι τὸν κύριον. καταλιποῦσα γὰρ τῇ γνώμῃ τὸ ὕδωρ τοῦ πατρὸς αὐτῆς Ἰακώβ, πρὸς τοῦτο τὸ ὕδωρ ἐπείγεται καί φησιν, ‘δός μοι, κύριε, τοῦτο τὸ ὕδωρ’. καὶ διὰ τί τὸ προγονικὸν ὕδωρ ὑπερορᾷς; ὅτι ἐν βραχεῖ παῦον τὴν δίψαν οὐδὲν ἔλαττον διψᾶν ἀφίησι πάλιν, καὶ κόπων ἐστί μοι πρόξενον (καὶ γάρ φησιν, ‘ἵνα μὴ διψῶ μηδὲ ἔρχομαι ἐνθάδε ἀντλεῖν’), ἀλλὰ τῆς σῆς ἀπολαύουσα πηγῆς οὐκέτι τοῦ προγονικοῦ δεήσομαι φρέατος.

Οὕτως δὲ καταυγασθεῖσα τὴν διάνοιαν, ἐπεὶ καὶ περὶ τῶν ἀνδρῶν εἶπεν αὐτῇ ὧν λαθραίοις καὶ μυστικωτέραις ὁμιλίαις τὴν κοινωνίαν ἠσπάζετο, εὐθέως μὲν προφήτην αὐτὸν ἀνακηρύττει, οὐδὲν δὲ τῶν βιωτικῶν αὐτῷ προτείνει οὐδ’ ὅσα σῶμα συνέχει καὶ περὶ σῶμα συνίσταται, οὐδὲν τούτων οὔτε μαθεῖν οὔτε λαβεῖν ἐπιζητεῖ, ἀλλὰ παλαιὸν ἀνακινεῖ ζήτημα καὶ ἐν ἐρωτήσει γνῶναι τὴν λύσιν αὐτοῦ διανίσταται. ‘οἱ πατέρες ἡμῶν’, φησίν, ‘ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν’, πατέρας μὲν τοὺς περὶ τὸν Ἀβραὰμ ὀνομάζουσα—καὶ γὰρ ἐν ἐκείνῳ τῷ ὄρει λόγος ἀρχαῖος τὸν Ἀβραὰμ ἀνενεγκεῖν αὐτοῦ τὸν υἱὸν ἱστορεῖ—εἶτα ‘καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ἔνθα χρὴ προσκυνεῖν’. δύο, φησί, προσκυνήσεις, δύο χωρία τῆς προσκυνήσεως, ἑκάτερον βωμὸς καὶ τέμενος λατρείας θεοῦ· τίς οὖν τὸ ἄμεινον διαπράττεται, ὁ Σαμαρείτης ἢ ὁ Ἰουδαῖος;

Ὁ δὲ φιλάνθρωπος σωτὴρ κἀνταῦθα ταπεινοτέρου ζητήματος λύσιν ἐπιζητούσῃ τῇ γυναικὶ πολὺ μείζω παρέχεται χάριν καὶ θειότερον ἐκδιδάσκει δόγμα, ἀντὶ τῆς φιλολόγου προαιρέσεως πρὸς θεωρίαν ἀνάγων φιλόσοφον. φησὶ γάρ, ‘πίστευσόν μοι, γύναι, ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ’· ἀντὶ τοῦ ‘σύ’, φησί, ‘ζητεῖς πότερον ἡ Ἰουδαία δόξα {ἢ} τῆς Σαμαρείτιδος γνώμης τὸ τιμιώτερον καὶ θειότερον ἀποφέρεται, ἐγὼ δέ σοι μυστήριον ἀποκεκρυμμένον ἀνακαλύπτω, ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί’.

Ἡ μὲν γὰρ γυνὴ πρὸς φιλοσοφίαν θᾶττον γυναικὸς τοῖς τοῦ σωτῆρος ῥήμασι μετελθοῦσα, οὐκέτι τὰ ἑαυτῆς ἴσως προτιμώμενα δεῖξαι τῶν Ἰσραηλιτῶν ὥσπερ κατ’ ἀρχὰς ἐσπούδαζεν, ἀλλ’ ἐνδιδοῦσα καὶ βελτιουμένη τῇ σωτηρίῳ διδασκαλίᾳ μαθεῖν ἐζήτει τὸ ἄμεινον. διὸ καὶ ‘οἱ πατέρες ἡμῶν’ φησι ‘προσεκύνησαν ἐν τῷ ὄρει τούτῳ’· τοῦτο γὰρ ἦν τὸ μάλιστα τῶν Σαμαρειτῶν ἀνυψοῦν καὶ ἐξαῖρον τὴν ὑπόληψιν. οἷα γὰρ παρόντος προφήτου καὶ ἐμπνεομένου τῷ πνεύματι τῶν ἄλλοις ἀδήλων τὴν διάγνωσιν, παρ’ ἐκείνου τὴν ἀληθεστέραν δόξαν καὶ τελειοτέραν ἐπεζήτει μαθεῖν· διά τοι τοῦτο καὶ ἀρχομένη τῆς ὑποθέσεως ἔλεγεν· ‘κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ’. ὁ δὲ φιλάνθρωπος Ἰησοῦς πρότερον μὲν τὸ τέλος ἑκατέρας προαγγέλλει, ἵνα μὴ λυπήσῃ ταύτην ἐν τῷ προκρίνειν τὴν Ἰουδαϊκὴν λατρείαν (τί γὰρ ἂν καὶ ἀνιάσῃ τῆς ἰδίας δόξης προκρινόμενον σέβας, ὃ μετ’ ὀλίγον ἔμελλεν εἰς τὸ αὐτὸ συγκαταλήγειν τέλος;), ἔπειτα τὴν διαφορὰν αὐτῶν ἀπαγγέλλει· ‘ὑμεῖς’ γάρ φησι ‘προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς δὲ προσκυνοῦμεν ὃ οἴδαμεν’.

Πῶς δὲ οὐκ ᾔδεισαν οἱ Σαμαρεῖται ὃ προσεκύνουν; ὅτι τοῦτο μὲν τῶν ἐνοικούντων οὐκ ὀλίγοι ἐκ τῆς αἰχμαλωσίας ἦσαν τῶν Βαβυλωνίων ἀνακληθέντες καὶ τοῖς ἐκεῖθεν ἔθεσι διαβιοῦντες καὶ τὴν Ἰσραηλιτικὴν θεοσέβειαν διεφθαρμένοι· τοῦτο δὲ τὸ πλῆθος αὐτῶν Βαβυλωνίας καὶ Μήδων γενεᾶς καὶ λατρείας ὄντες εἰς τὴν Σαμάρειαν μετῳκίσθησαν καὶ τὸν παρὰ Ἰουδαίοις θεόν, ὥσπερ πάλαι τοὺς πατρῴους, ἐπιχώριον θεὸν καὶ μόνου τοῦ ἔθνους τὴν ἐπιστασίαν ἔχειν καὶ δεσποτείαν ἐνόμιζον· ταύτῃ τοι καὶ τὴν λατρείαν ἐκείνῳ προσφέροντες οὐδὲ τοὺς δαίμονας θεραπεύειν ἀφίσταντο. τὸ δὲ Ἰουδαίων ἔθνος, εἰ καὶ μὴ σύμπαν, ἀλλ’ οἵ γε τῶν Μωσαϊκῶν νόμων τὴν μνήμην ἀντὶ τῆς λήθης προτιμήσαντες, ταύτης παντελῶς ἀπηλλαγμένοι τῆς ἐναγοῦς ἦσαν ὑπολήψεως, καὶ ὥσπερ δημιουργὸν συμπάσης τῆς κτίσεως, οὕτω καὶ ἔφορον καὶ προνοητὴν τὸν λατρευόμενον θεὸν ἐπεγίνωσκον.

Διὰ τοῦτο μέν φησιν, ‘ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὑμεῖς δὲ προσκυνεῖτε ὃ οὐκ οἴδατε’. ‘προσκυνοῦμεν’ δέ φησι συγκαταλέγων ἑαυτὸν τοῖς Ἰουδαίοις· οὔπω γὰρ ἐναστράπτειν πάσας ἠφίει τῆς ἐν αὐτῷ θεότητος τὰς ἀκτῖνας, διὸ καὶ ὕδωρ πιεῖν ἐπεζήτει καὶ κόπον βαδίζων ὑφίστατο καὶ τὸν κόπον τῆς ὁδοιπορίας αὐτοσχεδίῳ θρόνῳ τῷ ἐδάφει διελύετο. ἄλλως τε δὲ καὶ πρὸς γυναῖκα διελέγετο σεβασμίαν μὲν λαβοῦσαν ὑπόληψιν περὶ αὐτοῦ, ὡς ἕνα μέντοι γε τῶν προφητῶν ὅμως αὐτὸν ἡγουμένην καὶ ὡς Ἰουδαῖον, εἰ καὶ θεοφιλέστερόν τε τῶν ἄλλων καὶ ἁγιοπρεπέστερον διακείμενον. διὰ τοῦτο οὖν τὸ ‘προσκυνοῦμεν’ εἴρηται.

Ἀλλ’ εἴρηται μὲν ἡ μία διαφορὰ καθ’ ἣν τὸ Ἰουδαίων σέβας τῆς τῶν Σαμαρειτῶν θρησκείας ὑπερεῖχεν· ἡ δὲ ἑτέρα τίς; ‘ἡ σωτηρία’, φησίν, ‘ἐκ τῶν Ἰουδαίων’. πῶς δέ ἐστιν ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων; ἢ διότι, πανταχοῦ τῆς τῶν εἰδώλων πλάνης τὸ γένος ἐπινεμομένης, ἐκεῖθεν ηὔγασεν τοῖς ἄλλοις ἀνθρώποις ἡ θεογνωσία· καὶ διότι αὐτὸ τὸ ὅλως προσκυνεῖν τοὺς Σαμαρείτας τὸν θεὸν ἀπὸ τῶν Ἰουδαίων ἀρχὴν ἔσχεν. μᾶλλον δὲ σωτηρίαν ἀπὸ τῶν Ἰουδαίων προελθοῦσάν ἐστιν ἐννοεῖν τὴν αὐτοῦ τοῦ Χριστοῦ παρουσίαν καὶ τὴν δι’ αὐτῆς γεγενημένην τοῦ γένους ἀνάκλησίν τε τοῦ παλαιοῦ πτώματος καὶ τὴν μηκέτι κλεπτομένην καὶ παραφθειρομένην ἐχθρῶν ἐπιβουλαῖς καὶ βασκανίαις ἀποκατάστασιν.

Τὸ δὲ ‘ἔρχεται ὥρα, καὶ νῦν ἐστι’ τὸ πάντως καὶ διὰ ταχέων ἐσόμενον μηνύει· οὐ γὰρ ὥσπερ οἱ προφητικοὶ χρησμοὶ χρόνῳ ὕστερον ἔλαβον τὸ πέρας, ἀλλ’ ὁ παρ’ ἐμοῦ ῥηθεὶς λόγος ἤδη πάρεστιν, ἤδη ἐνέστηκεν, τὴν ἀπὸ τῶν ἔργων ἐπαγόμενος μαρτυρίαν.

Πῶς λέγεται τὸ θεῖον εἶναι ἐν τῷ παντί, καὶ πῶς ἔνεστι διαλύειν ἃ πρὸς τὴν ὑπόθεσιν ταύτην παρ’ ἐνίων προκομίζεται διαπορούμενα; Πολλὰ τῶν ἱερῶν περὶ θεοῦ θεωρημάτων, ἵνα μὴ πάντα λέγω, οὐ μόνον ὅσοι τοῖς τῆς εὐσεβείας ὀργίοις οὐκ ἐτελέσθησαν, κἂν τῷ τῆς διανοίας κράτει καὶ τῇ τῶν ἐνύλων γνώσει τῶν ὁμοταγῶν ἐν τῷ κρατεῖν διενηνόχασιν—οὐχὶ τούτων μόνον τῶν ἔξω τοῦ καθ’ ἡμᾶς λόγου τὴν θεωρητικὴν ἰσχὺν ἀσθενεστέραν τῆς οἰκείας καταλήψεως τῇ πείρᾳ διήλεγξαν, ἀλλὰ καὶ ὅσους ὁ τῆς εὐσεβείας λόγος καὶ ἡ τοῦ βίου καθαρότης ἐπιγνώμονας τῶν βαθυτέρων ἔθετο, οὐδὲ τούτοις ἡ τῶν θειοτέρων εὕρεσις ἐκ τοῦ ῥᾴστου φιλεῖ παραγίνεσθαι. καὶ τί λέγω εὕρεσις, ὅπου γε οὐδ’ αὐτὴ καθαρῶς καὶ κατὰ λόγον αὐτοῖς ἡ ἔρευνα διατίθεται, γλαφυρωτέρα δὲ ὡς ἐπὶ πᾶν καὶ αὕτη, τῆς τῶν πολυπραγμονούντων διανοίας ὑπεριδρυμένη, φιλοτιμεῖται ἐπιγινώσκεσθαι; οὔκουν τῶν ῥηθησομένων οὕτως ἐξακούειν δεῖ, ὡς τὸ ἀκριβέστερον κατειληφότων καὶ μηδὲν πλέον εἰς τὴν τοῦ προκειμένου γνῶσιν ὑπολειπομένων, ἀλλ’ ὡς οἷόν τε τὰ κρείττω τῆς ἀνθρωπίνης ἐπιβολῆς ἐπινοίαις ἀνθρωπίναις πανευλαβῶς καὶ σὺν ἀγωνίᾳ μετιόντων εὐμενῶς ἀκούειν καὶ ἀποδέχεσθαι.

Ἐν τῷ παντὶ τοιγαροῦν τὸ θεῖόν ἐστιν, ὅπερ εἰς ζήτησιν προετέθη σοι, ὡς οὐδὲν τῶν ὄντων ἐν τοῖς οὖσιν· ἦ γὰρ ἂν τὸ ὑπὲρ πάντα τὰ ὄντα ἓν ἂν ἦν τῶν ὄντων, καὶ ὁ προαγωγός τε καὶ δημιουργὸς ἁπάντων εἷς ἂν ἐχρημάτιζεν τῶν ὑπ’ αὐτοῦ δημιουργηθέντων. τοῦτο γὰρ νομοθετεῖν οἶδεν ἡ πρὸς τὰ ὄντα τῆς διαθέσεως συγγενής τε καὶ ὁμοταγὴς τῆς δημιουργικῆς ἀρχῆς κοινωνία, ἐπειδὰν τὸ ἀπαράλλακτόν τις ἐκβιάζοιτο τὴν σχέσιν ἔχειν πρὸς ἄλληλα τὰ ὄντα καὶ τὸν κτίστην πρὸς τὰ κτίσματα. οὐκοῦν ὡς οὐδὲν τῶν ὄντων τοῖς αὐτοῦ συνάπτεται καὶ συγκαταβαίνει τὸ θεῖον δημιουργήμασιν, ἀλλ’ ἰδιαζούσῃ διαθέσει καὶ οἰκονομίᾳ διακεκριμένῃ τὴν πρὸς τὰ ὄντα σχέσιν ἁρμόζεται. ὥσπερ δέ ἐστι τὸ θεῖον σοφόν τε ἅμα καὶ ὑπέρσοφον, θεός τε ἰσχυρὸς καὶ ὑπέρθεος, κυρίως τε οὐσία καὶ ὑπερούσιον, καὶ αὐτάγαθον δὲ ὁμοίως καὶ ὑπεράγαθον, οὕτως ὑπάρχειν λέγεται κἀν τῷ παντὶ καὶ ὑπὲρ τὸ πᾶν· ἐπὶ μόνης γὰρ τῆς ἀρρήτου καὶ πολυωνύμου καὶ ὑπερφυοῦς φύσεως ὁ καταφατικὸς τῶν ὀνομάτων τύπος σύνδρομον ἴσχει τὴν σημασίαν τοῖς διὰ τῶν ἀποφατικῶν ἢ στερητικῶν φωνῶν σχηματισμοῖς δηλοῦσι τὸ βούλημα. διόπερ τὸ ἐν τῷ παντὶ οὐκ ἔστιν ἀθέτησις τοῦ ὑπὲρ τὸ πᾶν, ἀλλὰ συμφωνία μᾶλλον καὶ βεβαίωσις· οὐ μὴν δὲ ἀλλ’ οὐδὲ τὸ ὑπὲρ πᾶν παραλλαγὴν προσλαμβάνει θαυμασιωτέραν τῆς μυσταγωγοῦ θεολογίας παρ’ ἣν ἡ ἐν τῷ παντὶ ἱερολογουμένη θεωρία παραδίδωσιν.

ὥστε ὁ διαπορῶν ὡς, εἰ ἐν τῷ παντὶ τὸ θεῖον, οὐκ ἂν εἴη ὑπὲρ τὸ πᾶν, λέληθεν ἑαυτὸν τὴν τῶν ἱερῶν ῥημάτων ἐπὶ τῆς θείας φύσεως χρῆσιν ἀγνοῶν καὶ τῆς συνήθους περὶ τῶν ἐνύλων ὁμιλίας οὐδὲν ὑψηλότερον οὐδὲ θειότερον περὶ τῶν ἀύλων φανταζόμενος.

Ἀλλὰ γὰρ πῶς ἐν τῷ παντί; εἴρηται μὲν ὡς κατ’ οὐδένα τρόπον τῶν ὄντων· εἰ δὲ δεῖ τι μᾶλλον θεωρητικώτερον ἔτι φάναι καὶ τοῖς τὴν διάνοιαν συνεπαρθῆναι μετεώροις καὶ τῶν θεολογικωτέρων δογμάτων πρὸς τὸ ὕψος μὴ ἀποδειλιᾶσαι, ἔστι τὸ θεῖον ἐν τῷ παντὶ κατ’ ἐνέργειάν τε καὶ κατ’ οὐσίαν. καὶ μή μοι λέγε, πῶς; προείρηται γὰρ ὡς κατ’ οὐδένα τρόπον τῶν ὄντων. πῶς οὖν ἐστι κατ’ οὐσίαν; ὡς ἐνόησας κατ’ ἐνέργειαν. ἐπειδὴ γὰρ τὰ μὲν ἄλλα καὶ δυνάμει ἐστί ποτε καὶ ἐνεργείᾳ, τὸ δὲ θεῖον, ὡς ὁ διορατικὸς ἐννοήσειε νοῦς, ἀείπερ ἐστὶν ἐνεργείᾳ (οὐ γὰρ ἐξ ἀτελοῦς εἰς τελειότητα πρόεισιν, οὐδ’ ἄλλο τι παρὰ τὴν αὐτοενέργειάν ἐστιν τὸ αὐτοούσιον), δῆλον ὡς ἐν οἷς ἐστιν κατ’ ἐνέργειαν, ἐν τοῖς αὐτοῖς ἐστι καὶ κατ’ οὐσίαν· ἐνεργεῖ μὲν γὰρ τὴν συνοχὴν καὶ διαμονὴν τῶν ὄντων, οὐσιοῖ δὲ καὶ διακρατεῖ τῶν δημιουργηθέντων ὑπ’ αὐτοῦ τὴν φύσιν.

Πῶς οὖν, εἰ τὸ θεῖόν ἐστιν οὐσιωδῶς ἐν τῷ παντί, οὐ μία τις ἐκ τούτων ἀποτελεῖται συνουσίωσις καὶ φύσις; ὅτι οὐδ’ ὅταν αὐτὸ ἐννοῇς κατ’ ἐνέργειαν καὶ λέγῃς ἐν τῷ παντὶ εἶναι, οὐδ’ οὕτως ἔσται συντετελεσμένον καὶ φύσεως λόγον ἐπέχον τὸ δυνάμενον ὁλόκληρόν πως ὑποσχεῖν τὴν χρείαν, ἔκ τε τοῦ παντὸς καὶ ἐκ τῆς θείας καὶ κρείττονος συνελθεῖν ἑτέρῳ πρὸς μίαν ὑποστάσεως αὐτοτέλειαν.

Καὶ πῶς ἂν τὸ κατ’ οὐσίαν ὑπάρχον τινί (τοῦτο γὰρ εὔλογον προσεπιζητεῖν δοκεῖ) μίαν ἐννοεῖν οὐκ ἀπαρτίζει σὺν ἐκείνῳ ὑπόστασιν; ἀλλ’ οὐ χαλεπὸν ἐπιλύσασθαι, ὅτι διττὸν λέγεται τὸ κατ’ οὐσίαν ὑπάρχειν τινί· τὸ μὲν γὰρ τῶν σημαινομένων ἐν τῷ παρεῖναι δηλοῖ μέρος τε γίνεσθαι τοῦ συγκρίματος καὶ ἀναπληρωτικὸν ὑπάρχειν τῆς κατὰ τὴν ὑπόστασιν τελειότητος, καθάπερ τῷ σώματι ἡ ψυχή, τὸ δὲ οὔτε μέρος ἄν ποτε γένοιτο τοῦ φυράματος οὔτε τοῖς ἰδιώμασιν ἐπαλλάττεται κοινοποιουμένων τῶν ἀφωρισμένων ἑκατέρᾳ τῶν φύσεων οὔτε ὑπὸ θατέρου τῶν συγκριμάτων ἀπαρτίζεται, ἀλλ’ ἔστιν ἡ σύνοδος αὐτοῦ συστατική τε μᾶλλον καὶ σωστικὴ τῆς συναπτομένης καὶ αὐτοτελοῦς ὑποστάσεως, καθ’ ὃν τρόπον (διὰ βραχυτάτης εἰκόνος καὶ τῆς ἀνὰ χεῖρα χρήσεως εἰπεῖν) ἡ τοῦ κυβερνήτου τέχνη τῇ νηί.

Ἀλλὰ ταῦτα μὲν οὐχ ὁ δογματικὸς διέξεισι λόγος καὶ ἀκίνητος, ὡς ἤδη καὶ ἡ τοῦ προοιμίου διασκευὴ ἐπεδείξατο, ἀλλ’ ὁ εἰκαστικός τε καὶ γυμναστικὸς διετυπώσατο· κρατείτω δ’ οὖν ὅμως ταῦτα, ἕως ἀνακύψῃ τὰ κρείττονα.

Τί δηλοῖ τὸ παρὰ τοῦ κυρίου τοῖς μαθηταῖς ἐν τῷ εὐαγγελίῳ εἰρημένον· ‘ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσι καὶ ἀκούοντες μὴ συνῶσι’; Τὸ ῥητὸν οὗ μαθεῖν τὴν διάνοιαν ᾔτησας, τοῖς τέτταρσι μὲν τῶν εὐαγγελιστῶν ἀναγέγραπται, ἔστι δὲ προειρημένον Ἡσαΐᾳ τῷ προφήτῃ· ἀλλ’ οἱ μὲν τρεῖς παραφράσεως νόμῳ συνυφαίνουσιν τὸ ῥητὸν λόγοις ἰδίοις, ὁ δέ γε θεσπέσιος Ματθαῖος κατὰ παράθεσιν αὐτὸ καὶ μαρτυρίας τύπῳ προάγει. Ἡσαΐας γάρ, ἡνίκα τῆς δόξης κυρίου θεατὴς κατηξιώθη γενέσθαι καὶ τῷ ἄνθρακι δι’ ἑνὸς τῶν σεραφεὶμ ἐκαθάρθη τὰ χείλη, τηνικαῦτα καὶ τῆς θείας ἐκείνης ἤκουσεν φωνῆς, ‘πορεύθητι’ λεγούσης ‘καὶ εἶπον τῷ λαῷ τούτῳ· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσι καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψουσιν καὶ ἰάσομαι αὐτούς’.

Ἀλλὰ ταῦτα μὲν τὰ προφητικὰ ῥήματα ὧν ἡ χρῆσις τοῖς εὐαγγελίοις περιείληπται· δηλοῦσι δὲ τὴν ἀγνωμοσύνην τῶν κατ’ ἐκεῖνο καιροῦ Ἰουδαίων, οὐδὲν δὲ ἧττον προλέγουσι καὶ τῶν ὕστερον αὐτῶν τὴν μίμησιν ἐναπομαξαμένων καὶ τῇ τοῦ σωτῆρος διδασκαλίᾳ μὴ πεισθέντων, ὃς ἔργοις τε παραδόξοις καὶ λόγοις ὑπερφυέσι τήν τε ἀκοὴν αὐτῶν καὶ τὴν ὄψιν διήλεγξεν, τὴν μὲν κωφεύουσαν ἑκουσίως, τὴν δὲ τυφλώττουσαν τῇ λήμῃ τῆς ἀπιστίας, καὶ οὔτε πρὸς τοσαύτην ῥημάτων ὠφέλειαν τὴν ἀκοὴν ἀνοῖξαι θελήσαντας οὔτε πρὸς οὕτω θεοπρεπεῖς θαυμάτων λαμπηδόνας τοὺς ὀφθαλμοὺς ἀναπετάσαι βουληθέντας. διὸ καὶ ὁ προφήτης τὸ κωφὸν αὐτοῖς καὶ τυφλὸν οὐκ ἀλλαχόθεν, ἐκ δὲ τῆς ἰδίας μοχθηρίας περιεῖναι διαμαρτυρόμενος, ‘ἐπαχύνθη’ φησὶν ‘ἡ καρδία τοῦ λαοῦ τούτου’· καὶ ἐπεὶ τὴν καρδίαν αὐτῶν ἐπάχυναν, διὰ τοῦτο καὶ ‘τοῖς ὠσὶ βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν’· εἶτα μηδ’ ἀνανῆψαι τούτους ἐθέλειν δηλῶν τῆς ἑκουσίου πηρώσεως ἐπάγει ‘μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσι καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψουσι καὶ ἰάσομαι αὐτούς’.

ἐπαχύνθησαν τοιγαροῦν τὴν καρδίαν, διὰ τοῦτο βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· ἐκάμμυσαν δὲ τοὺς ὀφθαλμοὺς καὶ τὰ ὦτα ἐβάρυναν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσι, τούτων δὲ τὴν πήρωσιν ἑκόντες ὑπῆλθον, ἵνα μὴ ἐπιστραφέντες τῶν τηλικούτων παθῶν τῆς ἰάσεως τύχωσιν.

Οὕτω μὲν οὖν σαφῶς ὁ προφήτης τοῦ τυφλώττειν καὶ κωφεύειν τὴν αἰτίαν τῆς Ἰουδαϊκῆς ἀνάπτει γνώμης καὶ προαιρέσεως, ἀλλ’ οὐχὶ θεοῦ ψῆφον οὐμενοῦν οὐκ εἰσάγει ταῦτα τοῖς Ἰουδαίοις ἐπιφέρουσαν. ὥσπερ δὲ κατ’ ἐκεῖνο καιροῦ τῶν Ἰουδαίων τοὺς ἀγνώμονας ὁ προφήτης στηλιτεύων ἔλεγεν μήτε τοὺς ὀφθαλμοὺς ἐθελῆσαι διανοῖξαι μήτε πρὸς ἀκοὴν παρασχεῖν τὰ ὦτα *** πρὸς τὴν σωτήριον αὐτοῦ καὶ θεοπρεπῆ διδασκαλίαν· ἐκ δὲ τῶν συνήθως αὐτοῖς ἁμαρτανομένων, μάλιστα δὲ τοῦ τύφου καὶ τῆς ἀλαζονείας καὶ τοῦ πρὸς τὴν πλάνην μᾶλλον ἢ τὴν εὐσέβειαν ῥέπειν, ἔμυόν τε τὰ ὄμματα καὶ τὴν ἀκοὴν συνεῖχον, αὐτοὶ ἑαυτοὺς τυφλοὺς καὶ κωφοὺς ἀπεργαζόμενοι, καὶ τὸ χαλεπώτερον οὕτω διαθέντες ἑαυτοὺς βλέπειν τῶν ἄλλων μᾶλλον ἐνόμιζον καὶ τῷ τῆς οἰήσεως ἐφλέγμαινον πάθει, διότι νομομαθεῖς τε ἐδόκουν καὶ τῶν προφητῶν τὰς φωνάς (ὃ πλέον αὐτῶν τὴν κατηγορίαν ἐπέτεινεν) τοῖς χείλεσι περιέφερον· διὸ καὶ ἀνίατον αὑτοῖς τὴν νόσον κατεσκεύαζον. ἐντεῦθεν ὁ μὲν σωτὴρ τὸν ἐκ γενετῆς τυφλὸν δεικνὺς ὁρῶντα, τῶν δὲ τὴν θεομάχον γλῶτταν ἀντὶ τοῦ θειάζειν εἰς ὕβριν κινούντων, ‘εἰς κρίμα’ φησὶν ‘ἐγὼ εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα οἱ μὴ βλέποντες βλέψωσι καὶ οἱ βλέποντες τυφλοὶ γένωνται’, καὶ δὴ καὶ τῶν Φαρισαίων ἐπιφθεγγομένων, ‘μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν;’ ‘

εἰ τυφλοὶ ἦτε,’ φησίν, ‘οὐκ εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι βλέπομεν, διὰ τοῦτο ἡ ἁμαρτία ὑμῶν μένει’. ὁ μὲν γὰρ εἰδὼς ἑαυτὸν ἐξ ἀγνοίας τυφλὸν συνῆκέν τε τὸ πάθος καὶ θᾶττον χωρεῖ πρὸς τὸν ἰατρὸν καὶ τοῦ φωτὸς ἐπιζητεῖ τὴν ἀπόλαυσιν καὶ πρὸς ἐκεῖνο σπεύδει καὶ τῆς φιλανθρώπου διὰ τοῦτο προνοίας καταξιοῦται, ταῖς σελασφόροις αὐτῆς ἀκτῖσι τὸν νοῦν φωτιζόμενος καὶ πρὸς τὴν σωτήριον θεωρίαν ἀναγόμενος· ὁ δὲ τῇ πωρώσει μὲν ἐσκοτισμένος, βλέπειν δὲ οἰόμενος, διπλῆν ἑαυτῷ τὴν τύφλωσιν κατεσκεύασεν, ὅτι τε μὴ βλέπει καὶ ὅτι μὴ βλέπων ὀξύτερον δοκεῖ τῶν ἄλλων ὁρᾶν. ἡ γὰρ οἴησις, σκότος οὖσα ψυχικῶν ὀμμάτων βαθύ, τῆς προκατασχούσης ἀμαυρώσεως ἐπιτείνει μᾶλλον τὸ νόσημα.

Ἀλλὰ γὰρ οὕτω μὲν τῶν προφητικῶν ῥημάτων τεθεωρημένων, οὕτω δὲ τῶν σεπτῶν λογίων διευκρινημένων, καὶ εἴ τι μέρος αὐτῶν ὑπάρχον τῇ εὐκρινείᾳ μὴ συμπεριείληπται οὐκέτι τοῖς ἀκροαταῖς ὁμοίως οἶμαι οὐδὲ τοσαύτην πρόφασιν ζητήματος παρέξει. δῆλον μὲν γὰρ ὡς τοῖς μαθηταῖς δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ θεοῦ, ἐπεὶ μήτε τὴν καρδίαν ἐπαχύνθησαν μήτε βαρέως ἤκουον μήτε τὰ ὄμματα ἔμυον, τοῖς δὲ λοιποῖς, οὓς καὶ ἔξω καλεῖ (ἔξω γὰρ τῆς σωτηρίας σφᾶς αὐτοὺς περιέστησαν) οὐκέτι δέδοται· τοῖς γὰρ εἰρημένοις πάθεσι πᾶσαν ἑαυτοῖς ἀποτειχίσαντες σωτηρίαν καὶ ὠφέλειαν εἰκότως οὐ δέδοται, ὅτι μηδὲ λαβεῖν αὑτοὺς ἐπιτηδείους παρεσκεύασαν. διὸ καὶ παραβολαῖς αὐτοῖς προσῆκε μᾶλλον λαλεῖν ἢ γυμνὰ προτιθέναι τῆς χάριτος τὰ μυστήρια· οὔτε γὰρ συμφέρον οὔτε κρίσεως ἀδεκάστου εἰς τὴν αὐτὴν τάξιν τῆς διδασκαλίας καὶ σωτηρίας τιθέναι τὸν ἄξιόν τε καὶ τὸν ἀνάξιον, ὥσπερ οὐδὲ τοῖς χοίροις τοὺς μαργαρίτας προβάλλειν οὐδὲ τοῖς κυσὶ ῥίπτειν τὰ ἅγια.

Ἐξ οὖν τῶν εἰρημένων καὶ τὸ ‘ἵνα βλέποντες μὴ βλέπωσι καὶ ἀκούοντες μὴ συνιῶσιν’ ὁδὸν εὑρίσκει τῆς διαγνώσεως· τὸ γὰρ ‘ἵνα’ νῦν συγγενές τέ ἐστι τοῦ ‘διότι’, καὶ μεταλαμβάνεσθαι πέφυκεν θάτερον πρὸς τὸ ἕτερον· ὡσαύτως δὲ καὶ τὸ ‘μὴ’ οὐκ ἀπαγορεύσεως, ἀρνήσεως δὲ χώραν νῦν ἐπέχει. καὶ ὅτι τὸ λαμβάνειν τὰς λέξεις οὕτως ἐνταῦθα μεῖζον τοῦ εἰκάζειν καθίσταται, τῶν τε προφητικῶν ῥημάτων ἡ διάνοια, δι’ ὧν προῆλθε καὶ τὰ κυριακὰ λόγια, μάρτυς ἐστὶν ἀπαράγραπτος, ἀλλὰ καὶ ὁ ἱερὸς Ματθαῖος ἐπὶ τῆς αὐτῆς ἐννοίας ἀντὶ τοῦ ‘ἵνα’ χρησάμενος τῷ ‘ὅτι’ καὶ ἀντὶ τοῦ ἀπαγορεύειν ἀρνητικῶς ἀπαγγείλας τὸ χωρίον. καὶ γὰρ εἰσάγει τὸν κύριον λέγοντα· ‘διὰ τοῦτο αὐτοῖς ἐν παραβολαῖς λαλῶ, ὅτι βλέποντες οὐ βλέπουσι καὶ ἀκούοντες οὐ συνιοῦσι’· καὶ δῆλον ὅτι σαφὲς κατέστη καὶ τὸ ‘ἵνα’ τοῖς ἄλλοις εὐαγγελισταῖς ἀντὶ τοῦ ‘ὅτι’ παρειλημμένον καὶ τὸ ἀπαγορευτικὸν μόριον τὴν τοῦ ἀρνητικοῦ δύναμιν ἀναδεδεγμένον.

Ἀλλ’ οὕτω μὲν τὴν προγονικὴν τὸ Ἰουδαίων ἔθνος ἀπόνοιαν καὶ ἀγνωμοσύνην οἰκειούμενοι, τῆς δεσποτικῆς διδασκαλίας καὶ ὠφελείας ἀποστερεῖν ἑαυτοὺς κέρδος ἐτίθεντο· καὶ γὰρ οὐ τοσοῦτον τὰς πηγὰς τῆς σωματικῆς γενέσεως εἰς ἐκείνους ἀνέφερον ὅσον τὴν πώρωσιν τῆς καρδίας καὶ τὸ τῆς γνώμης ἀχάριστον. θαλάσσης ὁ παλαιὸς Ἰσραὴλ ὑγρὰ κύματα πεζοποροῦντες διέβαινον· στῦλος πυρὸς καὶ νεφέλης τὴν ὁδὸν αὐτοῖς παρεσκεύαζεν ἄλυπον, ὁ μὲν ἐν νυκτὶ πυρσὸν ἀνάπτων ἅμα καὶ χειραγωγῶν τὸν ἀχάριστον, ἡ δὲ τὴν λυποῦσαν τοῦ ἡλίου φλόγα ἀντὶ τῆς κατ’ οἶκον ὀροφῆς ἀποστέγουσα καὶ τὴν ἡμέραν τῆς ὁδοιπορίας εὐφροσύνης ἡμέραν ἀποφαίνουσα· καὶ ἐν κεφαλαίῳ φάναι, τῶν ὑπὲρ λόγον εὐεργεσιῶν ἀπολαύοντες καὶ πᾶσι τοῖς κατὰ τὸν βίον ἀγαθοῖς περιρρεόμενοί τε καὶ πιαινόμενοι, ἀπελάκτιζον μᾶλλον καὶ πρὸς τὴν τοῦ θείου ὕβριν ἐξεμαίνοντο, τῶν εἰδωλικῶν μιασμάτων τὸ σέβας τῆς εἰς τὸν δημιουργὸν ἀνταλλαττόμενοι πίστεως.

Καὶ οἱ τῆς ἐκείνων δὲ γνώμης οὐκ ἔλαττον ἢ τῆς γονῆς φύντες, διὰ τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιδημίας παραπλησίων καὶ ὑπερφυῶν θαυμάτων τελουμένων θεαταὶ γινόμενοι, νῦν μὲν παθῶν σωματικῶν ἀνιάτων ἐλαυνομένων λόγῳ, νῦν δὲ βλάβης δαιμονίας καὶ ἐπιβουλῆς τοῦ πλάσματος ἀπαλλαττομένου, καὶ ψυχικῶν δὲ τραυμάτων τῇ διδασκαλίᾳ θεραπευομένων, καὶ νεκρῶν μὲν εἰς ζῶντας ἀναδιδομένων, νεκρουμένην δ’ ἤδη τοῦ θανάτου τὴν ἰσχὺν εὐαγγελιζομένων, καὶ πολλῶν ἄλλων δωρεῶν τε καὶ εὐεργεσιῶν ἀξιούμενοι, οὐδὲν μὲν τούτων καθορᾶν γνώμην εἶχον οὐδ’ ἀμείβεσθαι τὸν εὐεργέτην, πρὸς μόνην δὲ τὴν θεομάχον ἐξωτρύνοντο γλῶσσαν, καὶ τῶν βλεπόντων καὶ ἀκουόντων ἁρπάζοντες τὸ ἀξίωμα καὶ σφίσιν αὐτοῖς περιτιθέντες οὔτε ἀκούειν ἤθελον τῶν δεσποτικῶν ῥημάτων, σάλπιγγος γεγωνότερον αὐτοὺς πρὸς τὴν σωτηρίαν ἀνακαλουμένων καὶ πολλοὺς τῶν ἐθνῶν πρὸς αὐτὴν συναγόντων καὶ τὴν τῆς ἀληθείας ἐπίγνωσιν ἀναδιδασκόντων, οὔτε τὰ ὑπ’ ὄψιν τελούμενα τῶν θαυμάτων βλέπειν ἠβούλοντο, πρὸς μόνας δὲ τὰς δυσφημίας καὶ τὸν νοῦν αὐτῶν καὶ τὴν γλῶτταν ἐξώπλιζον.

διόπερ εἰκότως αὐτοῖς τὰ μυστήρια τῆς βασιλείας οὐκ ἐπιστεύετο· χωρὶς γὰρ τῶν ἄλλων καὶ διότι μεῖζον αὐτοῖς κρίμα περιῆπτεν πιστευόμενα· ὅσῳ γὰρ ἄν τις μειζόνων ἀξιοῦται, ὁ δὲ πρὸς τὸ χεῖρον ἀντὶ τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς ἀπονεύει, οὗτος διπλῆς ἔνοχος κατακρίσεως, τῆς τε προλαβούσης κακίας καὶ τῆς ἐπ’ αὔξησιν μοχθηρίας τὴν εὐεργεσίαν ποιησαμένης προαιρέσεως.

Ὅτι δὲ μὴ ἀποκληρωτικὸν εἶναι τὸ δεδόσθαι μὲν τοῖς μαθηταῖς ἐπιγνῶναι τὰ μυστήρια, τοῖς δὲ μή, καὶ πρότερον μὲν ἐπιδέδεικται, οὐδὲν δὲ ἧττον παρίστησι καὶ ὁ σωτήρ, μακαρίζων τοὺς μαθητὰς ὅτι βλέποντες βλέπουσι καὶ ἀκούοντες ἀκούουσιν. ὁ μακαρισμὸς γὰρ παρά γε τοῖς λογίοις, καὶ μάλιστα τοῖς κυριακοῖς, οὐκ ἀνάγκης ἐστὶν εἰσαγούσης τὸ ἀπαραίτητον, προαιρέσεως δὲ γινομένης τοῦ βελτίονος. ‘μακάριος’ γὰρ ‘ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν’ καὶ ‘μακάριος ἀνὴρ ὃς οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ’· ὁ δὲ σωτὴρ καὶ κατὰ συνέχειαν πολλοὺς μακαρισμοὺς συνάπτων οὐδένα τούτων ἐφ’ ὧν ἡ ἀποκλήρωσις ἔχει τὴν ἰσχὺν ἀπονέμει, εἰς ἐκείνους δὲ συνάγει πάντας ὧν ἡ ἀρετὴ καρπὸς ὑπάρχει καὶ γεώργιον τῆς προαιρέσεως. οὔκουν οὔτε τοῖς μαθηταῖς κατὰ ἀποκλήρωσιν ἐδέδοτο τὰ μυστήρια γνῶναι τῆς βασιλείας τοῦ θεοῦ οὔτε τοῖς ἀγνώμοσι τῶν Ἰουδαίων τούτων ἡ ἄγνοια, ἀλλ’ ὅτι τυφλοὺς καὶ κωφοὺς ἑκόντες ἀπέφηναν ἑαυτούς, τούτων ἀναξίους ἡ θεία καὶ ἀδέκαστος κρίσις διήλεγξεν.

Πῶς οὖν τῶν μαθητῶν ὁ ἠγαπημένος, τὸ τῆς θεολογίας ὄργανον, λέγει ‘τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν’; οὐδὲν ἔργον ἐκ τῶν εἰρημένων ἤδη συνιέναι. εἰ μὲν γὰρ μὴ ἐκάλει τοῦ λόγου τὸν Ἡσαΐαν μάρτυρα ἢ ἐφ’ ἑτέρου θεωρήματος προῆγε τὰς αὐτὰς φωνάς, ἀπορίας ἄν τινος ὑπῆρχεν ἀφορμὴ καὶ ζήτησις παρὰ τὰς εἰρημένας ἄλλης ἐπιλύσεως· ἐπεὶ δὲ διὰ τῶν προφητικῶν καὶ ταῦτα προάγεται λόγων, ἐξ ὧν σαφεστάτη καὶ οὐδὲν ἄπορον ἐπιφέρουσα ἐξέλαμψεν ἡ διάνοια, καὶ μὴν καὶ τῶν ἄλλων εὐαγγελιστῶν ὅσον ἦν ἀμφισβητούμενον διεκρίθη, δῆλον ὅτι προδιαλέλυται καὶ ὅπερ ἔμελλεν ἐπὶ τῶν ῥημάτων τούτων διαπορεῖσθαι. ἴσον γὰρ ὁ πρῶτος ἀναγραψάμενος τὰς δεσποτικὰς πράξεις ἐκδιδάσκει δύνασθαι τὸ ‘τετύφλωκεν καὶ πεπώρωκεν’ καὶ τὸ ‘διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ὅτι βλέποντες οὐ βλέπουσι καὶ ἀκούοντες οὐκ ἀκούουσιν’.

Εἰ δέ τις τὸ ‘τετύφλωκε καὶ πεπώρωκεν’ οὐ προηγούμενα πάθη, ἀλλ’ ἐκείνοις ἑπόμενα μᾶλλον θείη, οἷόν τινα ἀντιμισθίαν τῶν φθασάντων ὄντα, οὐδ’ οὗτος ἂν εἴη σκοποῦ διαμαρτάνων δι’ οὗ φέροιτ’ ἂν οὐ πόρρω τῆς ἀληθείας. ἐπεὶ γὰρ ἑκόντες ἔμυσαν τοὺς ὀφθαλμοὺς καὶ τὰ ὦτα συνέσχον, τούτων προηγησαμένων τῶν παθῶν ποινὴ γέγονεν αὐτοῖς ἐπακολουθήσασα τῇ ἑκουσιότητι τῆς μοχθηρᾶς γνώμης ἡ τύφλωσις καὶ ἡ κώφωσις, ὧν ἓν εἴη καὶ τὸ μὴ δεδόσθαι αὐτοῖς τὰ μυστήρια τῆς βασιλείας γνῶναι. ἔστι δὲ καὶ πρὸ βραχέος ἀκοῦσαι λέγοντα τὸν Ἰησοῦν, ὡς αὐτὸς ὁ τῆς βροντῆς ἔγραψεν υἱός, ‘ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ’ ὑμῶν ἐστι· περιπατεῖτε ἕως τὸ φῶς ἔχετε, ἵνα μὴ τὸ σκότος ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει’. ἔλαμψεν μὲν γὰρ τὸ φῶς τὸ ἀληθινὸν παραγεγονὼς ὁ τοῦ κόσμου σωτήρ, οἱ δὲ οὐκ ἠθέλησαν ἐνατενίσαι πρὸς αὐτὸ οὐδ’ ἐν τῇ σελασφόρῳ αἴγλῃ τῶν δογμάτων αὐτοῦ περιπατεῖν. διὸ ἀκολούθως αὐτοὺς κατέλαβεν ἡ σκοτία, δίκην ἀπαιτοῦσα τῆς προκατασχούσης αὐτοὺς μοχθηρίας· καὶ τοῦτο λέγοιτ’ ἂν τετυφλῶσθαι καὶ πεπωρῶσθαι εἰκότως. καὶ ὥσπερ τῷ θελήσαντι περιπατεῖν ἐν τῷ φωτὶ ἕπεται καὶ τὸ εἰδέναι ποῦ ὑπάγει, οὕτως τῷ μὴ θελήσαντι περιπατεῖν ἐν τῷ φωτὶ συνακολουθεῖ τὸ βαδίζοντα ἐν τῇ σκοτίᾳ εἶναι καὶ τυφλῶν καὶ πεπωρωμένων ὁδὸν ἀθλίως ἐξανύειν.

Προείρηται δὲ καὶ ὡς τῆς δεσποτικῆς καὶ σωτηρίου διδασκαλίας ἡ ἀστραπὴ τυφλοὺς καὶ πεπωρωμένους ἐστηλίτευσεν τοὺς Ἰουδαίους καὶ τὴν πρὶν ἐνοῦσαν τοῖς ψυχικοῖς αὐτῶν ὄμμασι λήμην καὶ ἀβλεψίαν ἐμφανεστέραν τε καὶ κατάδηλον ἐποίησε μᾶλλον. ὥσπερ γὰρ ὁ αἰσθητὸς οὗτος καὶ περικαλλὴς ἥλιος λαμπρὰς τοῦ δίσκου τὰς ἀκτῖνας ἐναφιεὶς ἐλέγχει τοὺς νοσοῦντας τὰ ὄμματα, οὕτω καὶ ὁ νοητὸς ἥλιος, τὸ φῶς τὸ ἄδυτον καὶ ἀνέσπερον, Χριστὸς ὁ θεὸς ἡμῶν, ἐπιδημήσας τῷ κόσμῳ καὶ διὰ τῶν θεοπρεπῶν τε καὶ ὑπὲρ λόγον θαυμάτων ἐναστράψας αὐτοῦ τῆς θεότητος τὴν αἴγλην, ἐπὶ πλέον διήλεγξεν τῶν ἀγνωμόνων Ἰουδαίων τὸ προκατασχὸν αὐτῶν τὰ τῆς ψυχῆς ὄμματα σκότος καὶ τὴν ἀβλεψίαν. ἀλλ’ ὥσπερ ὁ ἐγκόσμιος ἥλιος οὐκ ἔστιν αἴτιος τῆς τυφλότητος ἐλέγχων τὴν ἀβλεψίαν τῶν ἐνεχομένων τῇ νόσῳ, οὕτω καὶ ὁ ὑπερκόσμιος καὶ νοητὸς ἥλιος, τὸ ἀπαράλλακτον καὶ ἀληθινὸν ἀπαύγασμα τοῦ πατρός, τὴν προκατασχοῦσαν τύφλωσιν τῶν ἑαλωκότων τῷ πάθει στηλιτεύων οὐμενοῦν οὐκ ἂν αἴτιος νομισθείη, εἰ καὶ τετυφλωκέναι λέγοιτ’ ἂν διότι μηδὲ πρὶν λανθάνουσαν τὴν πήρωσιν αὐτῶν, τὸ ἐσκοτισμένον τῶν λογισμῶν, μᾶλλον ἐθριάμβευσεν.

εἰ γὰρ μὴ τοσαύτη τοῦ θείου φωτὸς ἐνήστραπτεν ἡ λαμπρότης ὥστε καὶ τῶν ἐν σκότει καὶ σκιᾷ καθημένων ἐθνῶν καταυγασθῆναι τὰς διανοίας καὶ πρὸς τὴν θεογνωσίαν ἀναβλέψαι, οὐκ ἂν ἐπὶ τοσοῦτον τυφλοὶ τὸ Ἰουδαίων ἐδείκνυτο ἔθνος· ἀλλ’ ἡ διὰ τῶν ἔργων προϊοῦσα τῆς αἴγλης ὑπερβολὴ καὶ τῆς φωτιστικῆς δυνάμεως ἡ ἐνέργεια καὶ τῶν ἐθνῶν ἡ ἀνάβλεψις ἔλεγχος σαφὴς κατέστη τῶν μὴ προσδραμόντων τῷ φωτὶ τῆς ἀληθείας καὶ καταυγασθέντων τὴν εὐσέβειαν, ὅτιπερ ἑκούσιον ἑαυτοῖς κατεσκεύασαν τὴν τύφλωσιν καὶ τῆς παγκοσμίου σωτηρίας αὐτοὶ ἑαυτοὺς ἐξ ὑπερβαλλούσης ἀπονοίας ἀπεστέρησαν.

Περὶ γένους καὶ εἴδους ἀπορίαι διάφοροι, ἐν αἷς ἐστιν εὑρεῖν τὰς λύσεις αὐτῶν Ἐζήτηται μὲν ἡμῖν πολλάκις ἡ περὶ τῶν γενῶν τε καὶ εἰδῶν ὑπόθεσις· καὶ διάκρισις τῶν πάλαι ἀμφισβητημάτων, ὡς τοῖς τηνικαῦτα συζητοῦσιν ἔδοξεν, οὐδὲν ἄπορον ὑπολιποῦσα προελήλυθεν. καὶ γὰρ αἱ μὲν κατὰ Πλάτωνα ἰδέαι ἰδιαζούσης ἐπισκέψεως ἔτυχον, ἐπεὶ μηδὲ κατηγορεῖσθαι τῶν ἀτόμων αὗται δύνανται. οὐ γὰρ τοῦτο νῦν ἐρῶ, ὡς τὸ προϋφιστάνειν τύπους τῶν παραχθησομένων καὶ ὁμοιώματα τεχνίτου μέν ἐστιν, ἀσθενοῦντος δὲ δημιουργεῖν ἁπλῇ προσβολῇ τὸ βουλόμενον, οὐδ’ ὡς ἐνταῦθα τὸ ζητεῖν τῶν ὑφισταμένων παραδείγματα ἐπ’ ἄπειρον ἐξ ἀνάγκης διαβιβάζει τῶν πλαττομένων τὴν πρόοδον· τὸ μὲν γὰρ παντελῶς ἐστι τῆς περὶ τὸ θεῖον ἀνάξιον ὑπολήψεως, τὸ δὲ καὶ καθ’ ἑαυτὸ τῶν ταῖς διανοίαις ἀναπλασθέντων συμπροάγει τὴν ἀναίρεσιν. ἀλλ’ οὖν, εἰ καί τις δοίη τοὺς τύπους ἑκάστης ἰδιότητος ἐκεῖθεν ἀπομάττεσθαι τὰ καθ’ ἕκαστα, ὑπὸ κατηγορίαν ἐκείνων ἄγειν ταῦτα οὐχ εὑρήσει λόγον συνᾴδοντα· οὐδὲ γὰρ ἂν εἴη τὸ ἐσφραγισμένον σφραγίζον οὐδὲ τῷ τὴν ὁμοιότητα παρεχομένῳ ταὐτὸν ὃ κατὰ μετοχὴν ταύτην παρεδέξατο. οὐδὲ τὰ ἐν τῇ τοῦ θείου τυπωθέντα διανοίᾳ καὶ στάσιν ἀκίνητόν τε καὶ ἀκλόνητον, εἴπερ ὅλως ἔνεστιν, εὐμοιρηκότα, τῶν ἐν ῥοῇ τε καὶ ἀπορροῇ διὰ παντὸς φερομένων οὐδαμῶς ἂν δύναιτο ῥηθῆναι κατηγορούμενα, παμπόλλη γὰρ ἡ διαφορά.

καὶ ἐξ αὐτῆς δὲ τῆς σχέσεως, ἣ συναφείας τινὰ τρόπον παρέχει, τὸ διάφορον ἀναφαίνεται· καὶ γὰρ ὁ τοῦ αἰτίου καὶ αἰτιατοῦ λόγος, μάλιστά γε κατὰ τὸ δημιουργικόν τε καὶ παραδειγματικὸν προϊών, ἐν τῇ τῆς σχέσεως συναφείᾳ τὸ τῆς ὑπάρξεως παραλλάττον λαμπρῶς ἐπιδείκνυσιν. εἰ δ’ ἐφ’ ὧν ἃ συνάπτειν τῇ τῶν ὀνομάτων ὁμοιότητι τὰ δηλούμενα δοκεῖ, ταῦτα πολλὴν ἀνομολογεῖσθαι ποιεῖ τὴν διάστασιν, ἃ μηδὲ συναφείας προβάλλεται ῥῆμα μηδ’ ἑνώσεως ἐνδείκνυσθαι παρέχεται ἀφορμὴν πῶς ἂν εἰς ταὐτὸν συνενεχθείη, μὴ πεφυκότα συνιέναι μηδ’ ἐφ’ ὧν ἡ συνάφεια διασῴζειν δύναται τὸ οἰκεῖον ἀνόθευτον δίκαιον; τοιαύταις αἱ Πλατωνικαὶ ἰδέαι περινοίαις ἐξητάζοντο, πολλῶν ὄντων καὶ παλαιοτέρων λόγων συνεφαπτομένων ἡμῶν τῷ βουλήματι.

Τὰ δὲ παρὰ τὰς Πλατωνικὰς ἰδέας γένη καὶ εἴδη, εἰ καὶ τὴν γένεσιν ἐκ διαφόρου διανοίας καὶ ἐπιβολῆς ἔσχον τε καὶ προεληλύθεσαν, παραλλάττουσί γε τῇ συστάσει, καὶ τὰ μὲν ἐπὶ τοῖς πολλοῖς, τὰ δὲ ἐν τοῖς πολλοῖς οἱ χαριέστερον φιλοσοφοῦντες καλεῖν ἐφιλοτιμήσαντο· ἀλλ’ οὖν πρός γε τὸ κατηγορεῖσθαι τὴν χρείαν ἐπ’ ὀλίγον ἔχουσι παραλλάττουσαν. ἤρκεσε τοιγαροῦν περὶ ἑκατέρου τούτων ἡ αὐτὴ διὰ τῶν ἐξεταστικῶν λόγων βάσανός τε καὶ διάκρισις. καί γε περὶ μὲν τῶν ἀσωμάτων ὑποστάσεων, ὅτι μηδ’ ἔρις ἦν παλαιά, θᾶττον ὅτι καὶ τὰ κατηγορούμενα γένη καὶ εἴδη τῆς ἀσωμάτου φύσεως μετέχει συνεκεχώρητο· ἡ δὲ πολλὴ προῆλθε φιλονεικία περὶ τῶν τριχῇ διαστατῶν ὑποστάσεων καὶ σωμάτων ὄντων τε καὶ καλουμένων, ἆρά γε χρὴ τὰ τούτων γένη καὶ εἴδη σώματα καλεῖν ἢ ὡς κρείττω τῆς αἰσθήσεως ταῦτα καθεστηκότα τῆς τῶν ἀσωμάτων λήξεως θετέον. ἀλλὰ τότε μὲν εἰς ἀκρίβειάν τε περὶ τούτων διείλεκται καὶ δευτέρας οὐκ ἐδόκει τοῖς ἀκροαταῖς δεῖσθαι συζητήσεως· ἐπεὶ δὲ νῦν ἡ σὴ θεοφιλὴς ὁσιότης κεφαλαιώδη τύπον ἔγγραφον ἐξενεχθῆναι περὶ αὐτῶν εἰς αἴτησιν διενοήθη προενεγκεῖν, διὰ βραχέων οὐδὲν κωλύει περὶ τῶν αὐτῶν διαλαβεῖν.

Τῶν μὲν οὖν ἀσωμάτων οἱ λόγοι, ὅσοι γε τὸ ὑποκείμενον ἀφορίζουσι, δῆλον ὅτι ἀσώματοι, διότι καὶ τὰ ἐν αὐτοῖς περιεχόμενα γένη καὶ εἴδη, καὶ οὐδεμίαν οὐδενὶ παράσχοι ἂν ἀπορίαν ἡ περὶ αὐτῶν θεωρία· οἱ δὲ τῶν σωμάτων πῶς ἂν εἴησαν σώματα, εἰ καὶ τὸ πρόχειρον τῆς ἀναλογίας τοῦτο φαντάζεται; λόγος γὰρ καὶ σῶμα τὴν πρὸς ἄλληλα κοινωνίαν ἀπηρνήσαντο· εἰ δ’ ἕτερος ὁ λόγος πέφυκε σώματος, πῶς οὐχὶ τὰ συμπληροῦντα τὸν λόγον γένη καὶ εἴδη τὴν αὐτὴν οὐκ ἐπιζητήσει ἑτερότητα; πῶς δ’ ἂν σωμάτων κατηγορηθείη τὸ ἀσώματον; ἢ ἀσώματα μὲν οὐκ ἂν εἴη τὰ γένη τούτων οὐδὲ τὰ εἴδη, οὐ μὴν ἀλλ’ οὐδέ γε σωμάτων ἧκεν εἰς ὄγκον οὐδὲ τὴν ὕλην ἐν ᾗ τὸ πλήρωμα συνέστηκε τῶν διαστάσεων ὑποβάλλεται, σωματικὰ δὲ πάντως καὶ περὶ σῶμα λεγόμενα· σῶμα γὰρ ἑρμηνεύουσι καὶ ἀπαγγέλλουσιν ὑποκείμενον.

Ὁ γὰρ ἄνθρωπος τυχὸν σωματικὸν μέν, ὅτι τὸν Σωκράτην ἢ τὸν Πλάτωνα σῶμα ὄντα ὀνομάζει, καὶ τὴν αὐτῶν οὐσίαν ἀναπτύσσων τῶν ὁμογενῶν τῇ κλήσει διαστέλλει. ἀλλὰ πῶς, εἰ ὁ ἄνθρωπος οὐ σῶμα, ὁ δὲ Σωκράτης ἄνθρωπος, οὐχὶ ὁ Σωκράτης οὐ συμπερανθήσεται μὴ σῶμα; τοῦτο γάρ, καὶ εἴ τι ἄλλο παραπλήσιον, δοκεῖ τῶν ἀπορημάτων εἶναι τὸ κράτιστον. ἀλλ’ οὐδὲν χαλεπὸν ἐπιλύσασθαι· ἐν πρώτῳ γὰρ σχήματι τοῖς συνορᾶν ἐθέλουσιν ἡ μείζων πρότασις μερικὴ παραλαμβάνεται· οὕτω γὰρ καὶ προαγομένη τῆς ἀληθείας οὐκ ἐξίσταται, εἰ δέ τις αὐτὴν εἰς τὸ καθόλου μεταλάβοι, συμμετήγαγε καὶ τῆς ἀληθείας ἐπὶ τὸ ψεῦδος. ψεῦδος γὰρ ἄντικρυς τὸ λέγειν ‘οὐδεὶς ἄνθρωπος σῶμα’, ἀληθευούσης κατὰ τὸν εἰρημένον ἔμπροσθεν λόγον ὡς ‘ὁ ἄνθρωπος σῶμα’.

Εἰ δέ τις τὴν μὲν πλοκὴν τοῦ λόγου χαίρειν ἐᾷ καὶ τὸ δοκοῦν συμπεραίνεσθαι πολυπραγμονεῖν οὐχ ἡγεῖται σοφόν, αὐτόθεν δὲ λέγοι φορτικὸν εἶναι τὸν ἄνθρωπον μήτε λέγειν μήτε νομίζειν εἶναι σῶμα, καὶ ἄνευ τοῦ δόξαντος μὴ συμπεραίνεσθαι ὡς ὁ Σωκράτης οὐκ εἴη σῶμα (πῶς γὰρ ἂν ἡ τῆς οὐσίας διαίρεσις εἰς σῶμα καὶ ἀσώματον, τὰ πρῶτα τῶν ὑπαλλήλων διαστελλομένη, προαχθείη;), τοῦτο μὲν ὕστερον ἐπιθεωρείσθω, ὁ δὲ λόγος τῆς ἀκολουθίας τῶν προειρημένων μὴ ἀφιστάσθω.

Καὶ γὰρ οὐ κατὰ τὸ ἀποφατικὸν μόνον σχῆμα τὸ εἰρημένον ἐπὶ τῶν τοιούτων ὁρᾶται κατηγορημάτων, ἀλλὰ δὴ καὶ ἐπὶ τοῦ καταφατικοῦ τοῖς βουλομένοις περαντικόν τινα λόγον τὴν ἀπορίαν κρατύνοντα προάγειν. λέγοντες γάρ, ‘ὁ ἄνθρωπος ἢ τὸ ζῷον σωματικόν’, εἶτα ‘ὁ δὲ Σωκράτης ζῷον ἢ ἄνθρωπος’, οὐκ ἂν σωματικὸν ἀναγκασθείημεν εἰπεῖν καὶ τὸν Σωκράτην· οὐδὲ γὰρ συνάγεται, τῆς μείζονος κἀνταῦθα μενούσης ἐπαληθευούσης. ἐπὶ μέρους γὰρ τὴν προαγωγὴν ἡ πρότασις ἔχει· εἰ δ’ εἰς τὸν καθόλου τύπον ἀναχθείη, αὐτίκα πεφωραμένον τὸ ψεῦδος παρέχεται· πῶς γὰρ ἂν εἴη λέγειν ‘πᾶς ἄνθρωπος ἢ πᾶν ζῷον σωματικόν’, τῆς ‘οὐδεὶς ἄνθρωπος καὶ οὐδὲν ζῷον σωματικὸν’ διαρρήδην ἐπαληθευούσης; ἔτι δὲ πῶς οὐκ ἂν σωματικά, ἃ σῶμα τὸ ὑποκείμενον ἐκδιδάσκει; πῶς δ’ ἂν τῆς σωματικῆς ἀλλοτριωθείη κλήσεώς τε καὶ συστάσεως (τῆς μὲν γὰρ ἀσωμάτου διέστηκε φύσεως, τῶν δὲ σωματικῶν ἰδιωμάτων ἀνακεχώρηκε), καὶ τίνα ἂν ὑπέλθοι τῶν ὄντων κλῆρον, εἰ καὶ τῶν σωματικῶν τις ὁρίων αὐτὸ ὑπερορίσειε;

Εἰ δέ γέ τις ἐθέλοι καὶ ἄλλως ἐπισκοπεῖν, οὐκ ἔλαττον εὑρήσει τῶν ἀπορουμένων τὸ εὐδιάλυτον. καὶ γὰρ ὁ μὲν Σωκράτης ἄνθρωπος ἢ ζῷον καθ’ αὑτό, ὁ δὲ ἄνθρωπος ἢ τὸ ζῷον σωματικὸν οὐ καθ’ αὑτὸ οὐδ’ ἄνωθεν οὐδὲ φύσει, ἀλλ’ ὡς ἐξαγγελτικὸν καὶ δηλωτικὸν ὑποκειμένου σώματος καὶ τὴν πρὸς αὐτὸ περιπτυσσόμενον σχέσιν. οὔκουν οὐκ ἔστι λόγος ὁ τὸν Σωκράτην ἀπαιτῶν σωματικὸν καλεῖσθαι· ἐκ προτάσεων γὰρ ἑτερογενῶν καὶ ἀνομοίων διαπλέκεται, ὡς μηδὲ δύο δυναμένων τοῦ αὐτοῦ λόγου μέρη λέγεσθαι, ἀλλὰ τὴν μὲν ἴσως ἑτέρου, θατέρου δὲ τὴν ἑτέραν, καὶ τούτων πρὸς ἀλλήλους τὸ ἀκοινώνητον συνδιασῳζόντων· εἰκότως οὖν ἐκ τῆς τοιαύτης ἀλλοφύλου πλοκῆς καὶ συγχύσεως οὐδὲν ἂν συμπερανθείη.

Ἀλλὰ γὰρ κἀκεῖνό μοι συνόρα, δριμύτερον ὂν τοῦ προκειμένου. εἰ γὰρ ὁ Σωκράτης καὶ τὸ προσεχῶς κατηγορούμενον καὶ κυρίως ἀπαγγέλλον τὸ ὑποκείμενον οὐκ ἂν ἀπαιτηθείη τὰ αὐτοῦ μεταδοῦναι τῷ δηλουμένῳ, καίτοι καὶ τῆς μείζονος ἐνταῦθα (συλλογιστικὸν εἴ τις ἐθέλοι συνθεῖναι) δυναμένης ἁμῶς γέ πως εἰς τὸ καθολικὸν σχῆμα προελθεῖν—οὐ γὰρ τὸ πρᾶγμα ὅπερ ἡ Σωκράτης ἐδήλου φωνὴ ἀπαγγελτικὸν ἢ δηλωτικὸν ἐρεῖ τις τοῦ ὑποκειμένου, οὐμενοῦν οὐκ ἔχων εἰς βλάβην ἀπορρέοντα τὸν λογισμόν—εἰ δὲ τοῦτο, πῶς οὐχὶ πολλῷ μᾶλλον τῶν διὰ μέσου τοῦ Σωκράτους κατηγορουμένων ἅπας ἐκστήσεται λόγος τὰ ἑπόμενα μὴ καθ’ αὑτὸ καὶ ἐπὶ τοῦ Σωκράτους ἕλκειν τε καὶ μεθαρμόζειν;

Ἡ δὲ διαίρεσις ἡ τὴν οὐσίαν εἰς σῶμα διαστέλλουσα καὶ ἀσώματον οὐκ ἂν ἐκσταίη θεωρίας ἐπιλυομένης τὸ ζήτημα, εἴ τις ἀποδοίη λόγον, πρὸς τὰ ἔσχατα καὶ τελευταῖα τῶν ὑποκειμένων ἀφορῶσαν οὕτω τὴν τομὴν ἐργάσασθαι. εἰ γὰρ καὶ ἄνωθεν δοκεῖ προϊέναι τὸ τῆς διαιρέσεως, ἀλλ’ οὖν διὰ τῆς κάτωθεν πολυπραγμοσύνης τάς τε αἰσθήσεις ἐπικούρους φέρων τῆς κρίσεως ὁ λογισμὸς καὶ τὸ περὶ τὰ καθ’ ἕκαστα ἀπλανὲς ἐκεῖθεν συναθροισάμενος ἑαυτῷ καὶ οὕτως ἐπὶ τὴν κοινοτέραν θεωρίαν ἀναδραμών, ὥσπερ ἀπό τινος περιωπῆς ἐμπειρότερόν τε καὶ σοφώτερον τὰ κατωτέρω τε διορᾷ καὶ τὴν διαιρετικὴν προηνέγκατο μέθοδον, μεταγενεστέραν μὲν δηλονότι τῆς προειρημένης οὖσαν, ὥσπερ ταύτην ἣν ἐθέλουσιν ἀναλυτικὴν ὀνομάζειν.

Ἀλλὰ πρὸς τοῦτο μὲν καὶ ἑτέροις ἄν τις χρήσαιτο λόγοις, διότι καὶ τοὺς πολλοὺς πρὸς τὴν ὑψηλοτέραν ταύτην καὶ ἐμφιλόσοφον αἰτιολογίαν σκαρδαμύττοντάς ἐστιν ὁρᾶν· πολλὰ γὰρ τῶν ἐχόντων λόγον βαθυνόμενον ταῖς τῶν ἀνθρώπων προχείροις ἀκοαῖς καὶ ἐπιπολαίοις διανοίαις οὐκ ἐθέλει συναρμόζεσθαι, πεφυκότων διὰ πείρας τε μεθοδικῆς καὶ κρίσεως σχολαζούσης εἰσοικίζεσθαι μάλιστα, ἧς ἀπούσης τῆς ἀποδείξεως ὁ λόγος ἀσθενὴς εἶναι δοκεῖ τὸν νοῦν τῶν ἀκροατῶν πρὸς ἑαυτὸν ἐφελκύσασθαι.

Τοὺς δέ γε διαπορουμένους ὡς εἴ τις δοίη τὰ τῶν σωμάτων γένη καὶ εἴδη σώματα, τό τε τριχῇ διαστατὸν αὐτοῖς συμβήσεται καὶ ἡ ἐν τόπῳ περιγραφὴ καὶ τὸ ταῖς αἰσθήσεσι κρίνεσθαι καὶ τὸ σῶμά γε διὰ σώματος χωρεῖν, καὶ εἴ τι ἄλλο τοιοῦτον τοῖς περιττοῖς πεφιλοτίμηται, οὐκ ἂν ἀπεικότως θαυμάσαιμι ὡς οἱ τὰ τοιαῦτα ζητοῦντες καὶ νομίζοντες πρὸς τὴν αὐτῶν ὁρᾶν σπουδὴν τὰ ἐπιχειρήματα, πῶς οὐκ ἔφασαν πρὸ τῶν ἄλλων ἁπάντων ὡς εἰ τὰ γένη καὶ τὰ εἴδη σώματα, καὶ ἄτομα πάντως καὶ καθ’ ἕκαστα ἔσται· οἱ γὰρ τῶν ἀτόμων σωμάτων τὰ ἰδιαίτατα μὴ ἐρυθριάσαντες ἐπὶ τὰ γένη καὶ τὰ εἴδη τούτων ἀναβιβάζειν, πῶς ηὐλαβήθησαν μὴ καὶ τὸ καθ’ ἕκαστον καὶ ἄτομον, ἤτοι τὸν Σωκράτην ἢ Πλάτωνα κατ’ αὐτῶν συνάγειν; ἅπαξ γὰρ ἀναστρέψαντες τὴν τάξιν τῶν κατηγορουμένων καὶ τὰ ἴδια τῶν ἐσχάτων ὑποκειμένων κατὰ τῶν κατηγορουμένων γενῶν καὶ εἰδῶν ἀξιώσαντες κατηγορεῖσθαι, δίκαιοι τυγχάνουσι λόγον ὑπέχειν ὅτι μὴ καὶ αὐτὸ τὸ καθ’ ἕκαστον καὶ ἄτομον ἐπεχείρησαν τῶν γενῶν καὶ τῶν εἰδῶν κατηγορεῖν, καὶ ὅτι μὴ διὰ ταύτης μᾶλλον τῆς ἀτοπίας ἐνόμισαν ἐξελέγχειν τοὺς τὰ γένη καὶ τὰ εἴδη σώματα τιθεμένους· τοῦτο γὰρ αὐτῶν σύμπασα τῶν σοφῶν ἐπιχειρημάτων ἡ ἐπίνοια πραγματεύεται.

Ἀλλ’ ἐάσθω ταῦτα, νεανικῆς ἐντρεχείας οἶμαι ὄντα σκιρτήματα· νεανικὸν γὰρ διᾴττειν τε καὶ σπουδάζειν ἀνατρέπειν τὸ προκείμενον οἷς τὰς λαβὰς ἐκεῖνο διαφεῦγον βεβαιοτέραν ἢ πρότερον τὴν δόξαν ἐφέλκεται τῆς ὑπάρξεως. τὸ γὰρ πρὶν εἰς βάσανον ἀντιλογίας καταστὰν ἄδηλον ἔχει τὴν ἰσχὺν οὔπω παρόντων ἐλέγχων, τῶν δὲ πειραθέντων ἐλέγχειν αὐτὸ κραταιότερον ἐπιδειχθὲν προσέλαβεν ἧσπερ εἶχεν πρότερον δόξης τε καὶ τῆς ἐν τῷ ἀληθεύειν πολλῷ πλέον παρρησίας. τοῖς δὲ λέγουσιν ἐν διανοίᾳ μὲν τὰ εἴδη καὶ τὰ γένη λαμβανόμενα τῶν σωμάτων ἀσώματα δὴ καὶ νομίζειν καὶ ὀνομάζειν, ἐπειδὰν δὲ τοῖς ὑποκειμένοις περιαφθείη, σώματα προσῆκε τότε καὶ καλεῖν καὶ λογίζεσθαι, ἡδέως ἂν ἐροίμην πότερον ἐν τῷ διανοεῖσθαι ἀσώματα λαβόντες αὐτὰ διενοήσαντο ἢ ἐν αὐτῷ τῷ διανοεῖσθαι ταύτην αὐτοῖς ἐχαρίσαντο τὴν φύσιν. εἰ μὲν γὰρ ἀσώματα λαβόντες οὐδὲν διανοηθέντες ἤμειψαν, τὸ τῆς ἀπορίας πάλιν διαμένει οὐδὲν ἧττον, ἀλλά γε δὴ καὶ θρασύτερον· εἰ δὲ σώματα λαβόντες πρὸς τὸ ἀσώματον μετετάξαντο, βαβαὶ μὲν αὐτῶν τῆς θαυμαστῆς οὕτω καὶ ταχείας δημιουργίας· τὰ μὲν γὰρ ἐννοήματα καθὸ νοήματα πάντως ἀσώματα, τίς δ’ ἂν ἐξ ὧν ἐννοήσῃ μεταποιήσῃ τὰ σώματα πρὸς τὸ ἀσώματον; πότερον δὲ ὡς ἐνόησαν, οὕτω δὴ καὶ τοῖς ὑποκειμένοις ἡρμόσαντο; καὶ πῶς οὐ κατηγοροῦσι τῶν σωμάτων τὰ ἀσώματα;

εἰ δ’ ὡς ἀπ’ ἀρχῆς ἔλαβον, οὕτω πάλιν καὶ τοῖς ὑποκειμένοις ἡρμόσαντο, μάτην αὐτοῖς ἐκοπίασεν μεταβάλλουσα τὸ ἀμετάβλητον ἡ διάνοια καὶ φαντασιῶν ἡμῖν ἀναπλάττουσα σχήματα. ἀλλὰ γὰρ καὶ αὐτοῖς τοῖς πράγμασιν αὐτά, ὥς φασι, συναρμόττοντες, καὶ διὰ ταῦτα τῶν σωμάτων οὐκ ἀποστεροῦντες, πότερον ἐννοοῦντες ταῦτα περιάπτουσιν ἢ μάτην καὶ ὡς ἂν ἐπέλθοι τὴν συνάφειαν ταύτην σχεδιάζουσιν; ἀλλ’ ἑκάτερον, οἶμαι, σφαλερόν. τὸ μὲν γὰρ ἀναιρεῖ τὸ ἀντικείμενον, ὃ διὰ τῆς ἐννοίας ἔλεγεν εἰς ἀσώματον οὐσίαν μεταπίπτειν τὰ σώματα, τὸ δὲ ληρούντων καὶ γέλωτος.

Τίς οὖν ὁ λόγος ὁ ταύτας πάσας διαφεύγων τὰς λαβάς; εἴρηται μὲν ἐμφατικώτερον ἴσως καὶ πρόσθεν, καὶ νῦν δὲ τρανότερον λεγέσθω. σωματικὰ μέν ἐστι τὰ γένη καὶ εἴδη τῶν σωμάτων, οὐ σώματα δέ, καὶ δηλωτικὰ τῶν ὑποκειμένων, οὐ δηλούμενα δέ, καὶ ἀναπτύσσοντα τὴν ὕπαρξιν τούτων, οὐχ ὑφιστῶντα δέ, καὶ τῶν ἐν αὐτοῖς μερῶν τὴν οὐσίωσιν ἀπαγγέλλοντα, οὐ παρέχοντα δέ, καὶ ὀνόματα καταλλήλοις νοήμασι καὶ οἰκείοις τῶν ὑποκειμένων τὰς ὑποστάσεις σημαίνοντα, οὐ τοῖς οὖσι καὶ αὐταρκεστάτοις ὧν μὴ δέωνται ταῦτα δι’ ἑαυτῶν παρεχόμενα· ὥσπερ δὴ καὶ τὸ ἀγαθὸν καὶ τὸ σοφὸν καὶ δίκαιον καὶ φιλάνθρωπον καὶ τὰ τοιαῦτα κατηγορήματα, εἰ καὶ τὰ μὲν ἐνέργειαν ἢ πάθος τοῦ ὑποκειμένου δηλοῖ, τὰ δὲ τὴν ὕπαρξιν καὶ οὐσίωσιν ἢ τὰ πάθη καὶ τὰς ἐνεργείας.

Εἰ γὰρ ἕκαστον τῶν κατηγορουμένων καθ’ ἑκατέραν τῶν εἰρημένων μερίδα σωρὸν οἴκοθεν τοῖς ὑποκειμένοις, ἢ τὸν ἐπινοούμενον διὰ σωμάτων ἢ τὸν ἀπὸ τῆς ἰδιότητος τῶν πεποιωμένων—εἰ τούτων ἕκαστον τοῖς ὑπὸ κατηγορίαν ἀτόμοις τελοῦσιν ἢ σωμάτων φύσεις, εἰ βούλει δέ, ἢ ἀσωμάτων ἐνετίθεσαν καὶ συνεφορτίζοντο προσθήκας, τί ἂν τῶν τερατωδῶν πλασμάτων τε καὶ φασμάτων ἡ ταῦτα παραδεχομένη διέφερεν δόξα; εἰ δέ τις τῇ τοῦ σώματος χαίρει φωνῇ καὶ τῆς σωματικῆς ἐννοίας οὐκ ἀφιστάμενος σώματα καλεῖν ἐθέλοι τὰ γένη καὶ τὰ εἴδη ἃ τῶν ἀτόμων σωμάτων κατηγορεῖσθαι λέγεται, οὐδὲν πρὸς αὐτὸν διοισόμεθα· τὸ γὰρ οὕτω λεγόμενον σῶμα λαβὰς ἁπάσας τὰς προειρημένας καθαρῶς διαπέφευγε, καὶ φωνῆς ἐνδόσει διάνοιαν φιλοσοφεῖν ἐθέλοντος θεραπεύειν οὐκ ἄν, οἶμαι, φιλανθρωπίας κρινούσης νομισθείη παράλογον.

Ἀλλὰ τοιαύτη μὲν ἡ κεφαλαιώδης καὶ κατὰ τὴν σὴν ἀξίωσιν περὶ τῶν ὑπαλλήλων γενῶν καὶ εἰδῶν ἃ τῶν ἀτόμων λέγεται κατηγορεῖσθαι σωμάτων διατύπωσις, οὐκ ἀκομψοτέραν οἶμαι προβαλλομένη θεωρίαν ἢ ὁ τὰ Στάγειρα λαχὼν πατρίδα καὶ τὴν Ἑλληνίδα πᾶσαν εἰς θαῦμα γλυκὺ τῆς αὐτοῦ σοφίας ἐπιστρέψας περὶ αὐτῶν ἐφιλοσόφησεν, τοῦτο μὲν μετὰ πολλὴν περὶ τῶν γενῶν καὶ εἰδῶν σχολὴν καὶ τριβὴν ‘τερετίσματα’ ταῦτα καλέσας καὶ τῶν πολλῶν περὶ αὐτὰ πόνων ὥσπερ ποινὴν ἀπαιτεῖν αὐτὰ τὴν ὕβριν ὡρμημένος, τοῦτο δὲ καὶ εἰς τὸ μηδὲν τὸ τηλικοῦτον ἀπορριψάμενος σπούδασμα.

Ἡ μέντοι γε τῶν δέκα γενῶν προσεχὴς καὶ ἄμεσος τῶν ὑπ’ αὐτὰ τελούντων κατηγορία (ἔχει γάρ τι καὶ αὐτὴ βαθύτερον, οἶμαι, τῆς τῶν παλαιοτέρων δόξης καὶ φιλοσοφίας) ἑτέρας ἔτυχεν ἀκριβεστέρας ἐπισκοπῆς ἔτι ταῖς διαλεκτικαῖς ἐνασχολουμένων ἡμῶν μελέταις, ἡνίκα καὶ πολλοὺς παῖδας ὠδίνοντες οἱ λόγοι εἰς φῶς ἀπέτικτον τῆς πολλοῖς χρόνοις δι’ ἐπινοίας ἀνδρῶν παρανόμων ἐναποσβεσθείσης θεωρίας. ἐκεῖθεν οὖν καὶ ἀπ’ ἐκείνης τῆς γυμνασίας, ἃ πολλῶν ἔμπροσθεν ἔλαθε τὴν σπουδήν, ταῦτα ῥᾷόν ἐστι τοῖς νῦν ἀπὸ τῆς ἱερᾶς ἐκείνης γονῆς φιλοσοφοῦσιν (εἴη δὲ καὶ τοῖς μεθ’ ἡμᾶς, ἀνθούσης καὶ ἐνωραϊζομένης), σὺν τῷ δικαίῳ λόγῳ λέγειν ἀλαζονείας τε πόρρω καὶ δὴ καὶ οὐ νεμεσητόν.