Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Ἐπιστολαὶ καὶ Ἀμφιλόχια

Μέγας Φώτιος

Δογματικές, ερμηνευτικές και ηθικές επιστολές

Επιστολές που διαπραγματεύονται το αειπάρθενο της Θεοτόκου, τη θεία πρόνοια, την προσκύνηση των ιερών εικόνων, καθώς και συμβουλές για τον ασκητικό και ενάρετο βίο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 4 από 34

Γρηγορίῳ σπαθαροκανδιδάτῳ αἰτησαμένῳ λύσιν ἀπορίας Ὁ ἀσπασμὸς ἄνωθεν, ἡ σύλληψις ἄσπορος, ἡ κύησις ἄφραστος, ὠδῖνες ἀλόχευτοι, σφραγὶς τῆς παρθενίας ἡ τῶν ὠδίνων διάλυσις (ὁ γὰρ τόκος ἄφθορος καὶ ἡ τεκοῦσα παρθένος καὶ μετὰ γέννησιν)· θεὸς ἐν σαρκὶ τὸ τικτόμενον· χορὸς ἀγγέλων ᾆσμα τὸ θαῦμα ποιούμενοι. ἔνθα τοσούτων καὶ τηλικούτων συνδρομή, πῶς ἄν τις διαμφισβητήσειεν, κἂν πάντα ἀσεβεῖν ἔθετο μελέτην, ὅτι μὴ οὐχὶ παρθένος ἡ παρθένος καὶ μέχρι τέλους διέμεινεν; εἰ δὲ τὸ ‘οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον’ ὑπόθεσιν βλασφημίας ἑαυτοῖς τινες ἀνευρίσκουσιν, ἴστωσαν ὡς ἡ τῶν ἀχράντων λογίων ἀλήθεια τὸ μὲν παράδοξον καὶ ὑπερφυὲς καὶ ὑπὲρ κατάληψιν ἠβουλήθη παραστῆσαι, ὅπερ ἐστὶ τόκος ἄνευ ἀνδρὸς ἐπιγνώσεως, τὸ δὲ μετὰ ταῦτα νοεῖν κατέλιπεν ὡς ἀκόλουθον. τὸ γὰρ τὴν ἐν τόκῳ παρθενεύουσαν καὶ τὸ λοιπὸν διὰ βίου παρθενεύειν οὔτε καινὸν ὅλως ἢ παράδοξον, ἀλλὰ καὶ τοῖς προηγησαμένοις ἐξ ἀναγκαίου μᾶλλον ἑπόμενον. ἄλλως τε δὲ καὶ τῶν Ἰουδαίων τέως ἐπιστομίζειν ἔγνω τὸ βλάσφημον, οἳ ἐκ πορνείας τὸν ἄσπορον τόκον διέσυρον· διὸ καὶ πρὸς τὴν ἐκείνων ἵσταται κακόνοιαν δι’ ὧν τρανοῖ καὶ ἀνακηρύττει τῆς τεκούσης τὸ ἀνέπαφον.

Κἀκεῖνο δὲ συνιέτωσαν, ὅτι μηδ’ αὐτὰς τὰς λέξεις ἐξ ὧν οἱ θεῖοι χρησμοὶ συνιέναι ἠβουλήθησαν· ἦ γὰρ ἂν τὸ ‘ἕως’ κατέμαθον ἐνίοτε μὲν πρὸς ἀντιδιαστολὴν τοῦ ἐφεξῆς χρόνου παραλαμβανόμενον, ἐνίοτε δ’ οὖν ἐπὶ δηλώσει μεγάλων μὲν ἔργων καὶ θεοπρεπῶν, καθάπερ καὶ νῦν, οὐ μὴν πρὸς ἀντιδιαστολὴν ἑτέρου χρόνου τινός, ἀλλὰ καὶ τοὐναντίον εἰς ὑποδήλωσιν ἀπεράντου διαστήματος. καὶ ἀνὰ χεῖρα τὰ παραδείγματα· ‘ἀνατελεῖ’ γὰρ ‘ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη’· καὶ ‘κάθου ἐξ δεξιῶν μου’ ἀνάγραπτός ἐστιν ὁ πατὴρ λέγων τῷ υἱῷ, ‘ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου’· καὶ ‘ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι’ πάλιν ὁ σωτὴρ τοῖς μαθηταῖς φησιν, ‘ἕως τῆς συντελείας τοῦ αἰῶνος.’ καὶ δῆλον ὡς ἐνταῦθα τὸ ‘ἕως’ οὐ χρονικόν τι μεθόριον καὶ πέρας παρεισάγει, μέγεθος δὲ θείων πραγμάτων ἡ λέξις συμπαραδηλοῦσα εἰς ἀπεριόριστον παράτασιν τὸν νοῦν τῶν ἐντυγχανόντων ἀναπέμπει.

οὐ μόνον δέ, ἀλλὰ καὶ τρίτον ἐστὶν ἰδεῖν αὐτοῦ σημαινόμενον, δι’ οὗ μέγα μὲν καὶ ὑπέρογκον οὐδὲν ὑποδηλοῦται, ἁπλῶς δὲ τὸ ἐναντίον τοῦ προτέρου ‘ἕως’ διασημαίνεται, ὡς τὸ ‘οὐκ ἀνέστρεψεν πρὸς τὸν Νῶε ἡ περιστερὰ ἕως τοῦ καταξηρανθῆναι τὴν γῆν’· καὶ ‘ἕως ἂν καταγηράσητε’ ἀλλαχοῦ φησιν ‘ἐγώ εἰμι’ ὁ θεός· καὶ ἄλλα μυρία, δι’ ὧν εὔδηλον καὶ τοῖς λίαν ἐθελοκωφοῦσιν καθίσταται ὡς ἀντὶ τοῦ διηνεκῶς καὶ τὸν αἰῶνα ἡ λέξις παραλαμβάνεται.

Ὅταν οὖν δείξωσιν οἱ πάντα θρασεῖς μετὰ τὴν τῆς σελήνης ἀνταναίρεσιν τὴν τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν δικαιοσύνην εἰς τὸ μὴ ὂν καταδύουσαν καὶ τὸ πλῆθος αὐτοῦ τῆς εἰρήνης ἐκμειούμενον καὶ εἰς ἔχθραν διαχεόμενον, καὶ μετά γε τὸ ὑποτεθῆναι τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ τῆς ἐκ δεξιῶν καθέδρας τοῦ πατρὸς παρακινούμενον (τρέποιτο δὲ τὸ βλάσφημον εἰς τὰς τῶν ἀναισχυντούντων κεφαλάς), εἶτα δὲ καὶ μετὰ τὴν συντέλειαν τοῦ αἰῶνος, ὅτε μᾶλλον αὐτοῖς ἡ οἰκείωσις, τῶν μαθητῶν ἀφιστάμενον, καὶ ἐπειδὰν καταγηράσωσιν οἱ τότε ἄνθρωποι μηκέτι ὄντα τὸν θεόν, εἰ βούλει δὲ καὶ τὴν περιστερὰν μετὰ τὸ ξηρανθῆναι τὴν γῆν πρὸς τὸν Νῶε ἀναστρέψασαν, τότε διαπορείτωσαν καὶ εἰ μετὰ τὸν ἄρρητον καὶ παρθένον τόκον ἀνδρὸς ὁμιλίαν ἡ παρθένος ἐμελέτησεν. εἰ δὲ μὴ κατ’ ἐπιστολὴν ἔγραφον, πλείους ἂν θεοῦ διδόντος ἀποδείξεις σοι παρεθέμεθα. ἀλλ’ ἱκανὰ καὶ ταῦτα οἷς μὴ μετὰ τῆς ἀγνοίας καὶ ἡ διάνοια προσαπώλετο. τὰ δ’ ἄλλα ψυχῇ καὶ σώματι ἔρρωσο.

Ταρασίῳ πατρικίῳ ἀδελφῷ ἠγαπημένῳ Εἰ μηδεὶς τῶν ἀδικούντων καὶ ὅλως ἁμαρτανόντων κατὰ χεῖρας εἶχεν φθάνουσαν τὴν δίκην, ἀλλὰ καὶ πάντες οἱ τῆς ἀρετῆς ἐργάται τὸν βίον ἔτριβον ἐν ταλαιπωρίᾳ, οὐκ ἄν σοι λίαν ἀτόπως ὁ περὶ προνοίας λόγος ἐχώλευεν· ἐπεὶ δὲ πολλοὶ καὶ τῶν τὴν κακίαν μετιόντων παρ’ αὐτὰς τὰς πράξεις ὤφθησαν τὰς δίκας δεδωκότες καὶ τῶν ἀρετῇ ῥυθμιζομένων εὐπαθοῦντές εἰσιν ἐγνωσμένοι, πῶς οὐκ ἀνόητος ἡ κατὰ τῆς προνοίας ἐπίνοια; εἰ δ’ ὅτι μὴ πάντες ἐνταῦθα κομίζονται τὰ ἐπίχειρα, τοῦτό σε κατ’ αὐτῆς ἀνερεθίζει, ἴσθι ὡς δι’ ὧν ἔγνως αὐτῇ μάχεσθαι, μᾶλλον αὐτῆς ἀνακηρύττεις μετὰ τῆς σοφίας τὸ ἄμαχον.

εἰ γὰρ πάντες ἐν τῷ νῦν αἰῶνι, οἱ μὲν τὰς εὐθύνας εἰσεπράττοντο τῶν ἡμαρτημένων, οἱ δὲ ἐφ’ οἷς εἵλοντο τὰ ἀμείνω δόξης καὶ τιμῆς ἀπήλαυον καὶ εὐδαιμονίας, μάτην τε ἂν τὸ ἐκεῖθεν κριτήριον συνειστήκει, ὅπερ ἐστὶ τῆς ἀνωτάτω θεοῦ σοφίας καὶ κηδεμονίας, καὶ βίαιον ἄλλως καὶ ἀκούσιον ἡ τοῦ κακοῦ φυγὴ ἐπεδείκνυτο, δεδοικότων ὡς εἰκὸς τῶν πλημμελεῖν ἐγνωκότων τὴν παραυτίκα τιμωρίαν, καὶ οὐχὶ γνώμης ἀγαθῆς αἱρέσει, δειλίᾳ δὲ μᾶλλον ἀπὸ τῆς κακίας διασπωμένων· ἀλλά γε δὴ καὶ μισθαρνία καὶ οὐκ ἀρετὴ τῆς ἀρετῆς ἐτύγχανεν ἂν ἡ ἐργασία, καὶ οὐκέτι διάκρισις τῶν σπουδαίων καὶ τῶν φαύλων ἐγεγόνει, οὐδὲ τίσιν μὲν ἵνα τῆς ἐκεῖθεν τύχωσιν βασιλείας καὶ ἵνα δεσποτικὰς συντηρήσωσιν ἐντολὰς ἡ ἀρετὴ πρᾶξις καὶ ἡ ταύτης χρῆσις ἐξ ἔρωτος θείου, τίσιν δὲ ἵνα τὸν παρόντα βίον ἐν ἀπολαύσει διανύσωσιν καὶ εὐδαιμονίᾳ.

Ἄλλως τε καὶ τὸ πάντων κάλλιστον, τοὺς ἀγῶνας λέγω ἐφ’ οἷς δίκαιοι μάλιστα στεφανοῦνται, ἀναιροῦντός ἐστι τὸ μηδένα τούτων βούλεσθαι τοῖς παροῦσιν πόνοις ἐνταλαιπωρεῖσθαι· οὐ μόνον δέ, ἀλλὰ καί, ὃ τῶν εἰρημένων οὐδενὸς εἰς ἀπόδειξιν ἀσθενέστερον, αὔξοντός ἐστι τὴν τιμωρίαν καὶ ὑπεροργιζομένου κατὰ τῶν ἁμαρτανόντων. ὧν ἑκάτερον ἀλλότριον τῆς τοῦ θεοῦ φιλανθρωπίας· τό τε γὰρ στεφάνους ἀφαιρεῖν καὶ τὸ πικροτάτην καὶ ἄκρατον μηχανᾶσθαι τιμωρίαν πόρρω καθέστηκεν τῆς ἀγαθοειδοῦς ἐπιστασίας. πῶς δ’ οὐκ ἂν εἴη τοῖς ἁμαρτάνουσιν σφοδρὰ καὶ ἀπαραίτητος καὶ ὅλον τρυγίας ἄκρατος ἡ τιμωρία τρόπον τινὰ παρεσκευασμένη, ὅταν ἐπὶ τοσοῦτον μὲν ὑπέρβλυσις ᾖ τῆς εὐεργεσίας ὥστε ἐξὸν ἄμεινον βιοῦντας καὶ τῆς ἐντεῦθεν εὐπαθείας καὶ τῶν ἐκεῖθεν ἀγαθῶν ἀπολαύειν, τοῖς δὲ οὐδ’ οὕτως ἀντὶ τῶν χειρόνων αἵρεσις ἔπεισι τῶν κρειττόνων; ὥστε τὸ μὴ πάντας τοὺς σπουδαίους ἐνταῦθα τὸν βίον ἔχειν ἐν εὐροίᾳ μηδὲ τοὺς φαύλους ἅπαντας ἐν ταλαιπωρίᾳ τῆς ἄκρας ἐστὶ περὶ τὸ ἀνθρώπινον φιλανθρωπίας τε καὶ κηδεμονίας.

Κολάζονται τοίνυν ἐνταῦθά τινες τῶν μὲν σπουδαίων ἐπὶ τῇ τῶν στεφάνων ἀπολήψει καὶ ἵνα μᾶλλον αὐτῶν ὁ θεῖος ἔρως θαυμαστὸς ἡλίκος κἀν ταῖς θλίψεσιν ἀκμάζων ἐπιδεικνύοιτο, εἰ βούλει δὲ καὶ ἵνα μή, ὡς ὁ θεῖος Παῦλός φησιν, ὑπεραίρωνται, μηδέ γε μείζους ὑπὲρ ὃ ὁρῶνται παρ’ ἐνίοις νομίζωνται. σὺ δέ μοι σύνες, εἰ βούλει, καὶ διότι μεγάλαις καὶ καθαραῖς ἡδοναῖς ταῖς κατ’ ἀρετὴν ἐντρυφῶσιν καὶ διαχέονται, δίκαιοι ἂν εἶεν ὥσπερ στύφοντί τινι καὶ συνάγοντι φαρμάκῳ προσομιλεῖν καὶ ταῖς θλίψεσιν· καὶ ὅτι ἡ τοῦ θεοῦ χάρις διὰ τῆς ἀσθενείας αὐτῶν πλέον ἐκλάμπει καὶ θαυμάζεται· ἀλλὰ καὶ εἰς τελείαν αἰσχύνην τοῦ πονηροῦ καὶ κατάπτωσιν, ὅτι καὶ τοῖς τῶν πειρασμῶν ἱδρῶσιν περισταζόμενοι οὔτε τὸν τῆς ἀρετῆς τόνον ἔλυσαν, οὐδ’ εἰς τὴν κατ’ αὐτοῦ πάλην κατεμαλακίσθησαν. οὐ πάντες δὲ τοῖς πειρασμοῖς παραδίδονται, ἵνα μὴ τοῖς ἀσθενεστέροις κατὰ τῆς προνοίας οἱ λογισμοὶ συνταράσσωνται.

κολάζονται δὲ καὶ τῶν φαύλων οἱ μὲν ἐπὶ καθάρσει μολυσμάτων, ὅσοις μετριώτερόν τι διημάρτηται, οἱ δὲ εἰς παράστασιν τοῦ πικροτέραν αὐτοῖς πάντως ἀποκεῖσθαι τῶν βεβιωμένων ἐκεῖθεν τὴν εἴσπραξιν, καὶ ἵνα καὶ τοῖς ἀνοήτοις τῆς τοῦ θεοῦ μισοπονηρίας συναίσθησις γένηται· οὐ πάντες δέ, ἵνα μὴ μάτην τοῦ αὐτεξουσίου ἀπελεγχθῇ τὸ φιλότιμον, καὶ ἵνα καθαρὸν ἐξουσίας καὶ ἀμίαντον συναποδειχθῇ τῆς τῶν ἐντολῶν νομοθεσίας τὸ ὠφέλιμον, καὶ διότι μένει τὸ κοινὸν ἐκεῖθεν καὶ πάντων κριτήριον.

Πολλοὶ δὲ πάλιν ἐν εὐπαθείᾳ διάγουσιν, τῶν μὲν δικαίων, παράκλησις καὶ παραψυχὴ καὶ κοινὸν ἀγαθὸν τοῖς πλησίον προκείμενοι καὶ εἰς ἀρραβῶνα τῆς μελλούσης ἀπολαύσεως, καὶ ἵνα τὸν ἀλάθητον πιστεύσωσιν ὀφθαλμὸν καὶ τὰ ἐνταῦθα ἐποπτεύειν· οὐ πάντες δέ, ἵνα μὴ προσκαίρῳ μισθῷ τῆς ἀρετῆς ἡ χάρις δόξῃ διαλύεσθαι, καὶ ἵνα μὴ βαρυτάτη καὶ ἄκρατος τοῖς παρολισθήσασι τρόπον τινὰ παρεσκευασμένη εἴη ἡ τιμωρία, ἅτε δὴ παντελῶς εἰς ἀναπολόγητον αὐτοῖς περιισταμένης τῆς ἁμαρτίας (τί γάρ, ἐξὸν κἀνταῦθα κἀκεῖθεν ἐν εὐπαθείᾳ διάγειν, σὺ δὲ μετὰ τῆς ἑκατέρωθεν ποινῆς τῶν κρειττόνων ἠλλάξω τὰ χείρονα;), μηδ’ ἐν ὑπερβολῇ χρηστότητος ἡ τῶν εἰσπράξεων ὑπερβολὴ μεμηχανημένη νομίζοιτο. ὡσαύτως δὲ καὶ τῶν ἀδίκων πολλοῖς τὰ παρόντα κατὰ ῥοῦν φέρεται, ἵνα εἴ τι καλοκἀγαθίας ἴχνος αὐτοῖς διεπράχθη, ἐντεῦθεν ὦσιν τὴν ἀντιμισθίαν ἀπειληφότες, ἐξασθενούσης τῆς πράξεως παρατείνεσθαι πρὸς τὴν ἐκεῖθεν μισθαποδοσίαν· ἔτι δὲ καὶ ἵνα μὴ πρόφασιν τῆς κακουργίας τὴν ταλαιπωρίαν προβάλλωνται.

οὐκ εἰς πάντας δὲ αὐτῶν τὰ τῆς εὐπαθείας διαβιβάζεται, ἵνα μὴ ἡ τῆς κακίας τρίβος ἐπὶ πλέον ἀνευρυνομένη πολλοὺς ἑλκύσῃ πρὸς βάραθρον καὶ ἵνα μὴ πρὸς ἀναλγησίαν ἔτι μᾶλλον οἱ φιλαμαρτήμονες ἀποκλίνωσιν καὶ ἡ θεία ψῆφος τοῖς πολλοῖς εἰς χλεύην νομίζοιτο· καὶ μυρία ἄλλα δι’ ὧν τῆς προνοίας τὸ ἀγαθουργόν τε καὶ σοφὸν καὶ ὑπὲρ ἀνθρωπίνην κρίσιν τε καὶ μεθοδείαν καὶ ἔρευνάν ἐστι θεάσασθαι.

Τούτοις καὶ τοῖς τοιούτοις ἐμμελετῶν καὶ τοὺς λογισμοὺς ἐγγυμναζόμενος, τῆς δοκούσης ἐν τοῖς παροῦσιν ἀνωμαλίας καὶ συγχύσεως σαυτὸν ἀναλάμβανε καὶ τὰ περὶ ἡμᾶς πάθη καὶ τῶν πειρασμῶν ἡ συνέχεια μηδέν σε κατὰ τῆς προνοίας ὁπλιζέτω· εἴτε γάρ, ὡς ἡμεῖς εὐχόμεθα, δι’ αὐτῶν τοῦ πλείστου ῥύπου καθαιρόμεθα, ἐντεῦθεν μᾶλλον τὸ ὑπέρσοφον καὶ φιλάνθρωπον τῆς προνοίας λαμπρῶς διαφαίνεται, εἴτε, καθάπερ αὐτὸς νομίζεις, ἄθλους καὶ ἀγῶνας ὑπερχόμεθα, μήτε τῶν ἐκεῖθεν ἡμᾶς στεφάνων φθονήσῃς καὶ τῆς προνοίας τὸ διὰ πάντων ἀγαθουργὸν καὶ μεγαλεῖον ἐκθειάζων μᾶλλον ἐπιγίνωσκε. εἴη δὲ τὰ ἡμέτερα πάθη, Χριστοῦ τοῦ θεοῦ ἡμῶν περὶ ἡμᾶς σπλαγχνιζομένου, τῶν προειρημένων τὸ ἕτερον, ἀλλὰ μὴ βαρυτέρας τιμωρίας καὶ ἀπαρακλήτου προοίμιον.

Θεοκτίστῳ ἡγουμένῳ Ἐπαίνει τὰς ἀρετάς, μὴ θαύμαζε δὲ κατὰ πρόσωπον τοὺς σοὺς μαθητὰς μετιόντας αὐτάς· τὸ μὲν γὰρ προτροπὴ καὶ παράκλησις ἀγαθοεργίας ἐστίν, τὸ δὲ καὶ σὲ κολακείας οὐχ ἵστησιν μακρὰν καὶ πρὸς οἴησιν τοὺς θαυμασθέντας ἢ μαλακίαν τοῦ τόνου τῆς ἀρετῆς εἴωθεν ὑποχαλᾶν· δι’ ὧν τὸ γλυκὺ τῶν κατὰ θεὸν πόνων πέφυκεν ἐπικαταρρεῖν καὶ αἱ τῆς σαρκὸς ἀναζωπυροῦνται ἡδοναί.

Ἰωάννῃ σπαθαρίῳ τῷ Χρυσοχέρῃ Ἡ τῆς τριάδος σύγχυσις ἀναίρεσιν τῶν προσώπων. ποιεῖ, ἡ δὲ τῆς οὐσίας διαίρεσις ἀλλοτρίωσιν καὶ κατατομὴν ἐπινοεῖ τῆς θεότητος. φεῦγε τὸν παρ’ ἑκάτερα τῆς βασιλικῆς ὁδοῦ κρημνόν, καὶ κατὰ τοὺς ἐκκλησιαστικοὺς ὅρους τε καὶ θεσμοὺς μίαν οὐσίαν καὶ θεότητα ἐν ὑποστάσεσι καὶ προσώποις τρισὶν λατρεύων καὶ προσκυνῶν τὴν τῶν Χριστιανῶν θεολογίαν τούτοις συγκεφαλαιούμενος ἀνακήρυττε.

Τῷ αὐτῷ Ὥσπερ ἐπὶ τῆς θεολογίας καὶ τὸ τρεῖς ὁμολογεῖν οὐσίας πολύθεον καὶ διὰ τοῦτο ἄθεον καὶ τὸ μίαν λέγειν ὑπόστασιν Ἰουδαϊκὸν καὶ Σαβέλλιον, οὕτω καὶ ἐπὶ τῆς οἰκονομίας τό τε μίαν φύσιν φρονεῖν καὶ μίαν ὑπόστασιν Μανιχαϊκὸν καὶ ἀπόβλητον καὶ τὸ δύο φύσεις καὶ δύο ὑποστάσεις Παυλιανιστῶν καὶ μισόχριστον. τί οὖν χρὴ ποιεῖν; τὴν μέσην καὶ ἐκκλησιαστικὴν δόξαν ἰχνηλατεῖν, ἥτις τὴν ἑκατέρωθεν ἀποκλίνουσα καὶ ἐκτρεπομένη βλασφημίαν, μίαν ὑπόστασιν ἐπὶ Χριστοῦ, δύο δὲ φύσεις θεοφρόνως ὁμολογεῖ δογματίζουσα.

Τῷ αὐτῷ Ὥσπερ Νεστόριος τῶν θολερῶν ναμάτων σπάσας τοῦ Σαμοσατέως Παύλου εἰς μέθην ἀσεβείας ἐξέπεσεν, οὕτως Εὐτυχὴς τῆς οἰκείας θρησκείας τὰ σπέρματα ἐκ τῆς Μανοῦ πικρᾶς παραφυάδος δρεψάμενος ὀδύνης ἄρτον καὶ ἀπωλείας ἑαυτῷ καὶ τοῖς πειθομένοις κατειργάσατο. ὁ δὲ τῶν ὀρθοδόξων χορὸς τὸν κορυφαῖον Πέτρον, μᾶλλον δὲ τὸν αὐτοῦ καὶ ἡμῶν κοινὸν δεσπότην καὶ ποιητὴν διδάσκαλον προστησάμενοι (‘ὑμεῖς’ γάρ φησιν ‘μὴ καλέσητε ἐπὶ τῆς γῆς ῥαββί, εἷς γάρ ἐστιν ὁ διδάσκαλος ὑμῶν’ ὁ Χριστός), τῶν δύο φύσεων ἐν τῇ μιᾷ ὑποστάσει τοῦ λόγου, τῆς τε θεότητος καὶ τῆς ἀνθρωπότητος, λαμπρῶς ἀνομολογοῦσιν τὸ ἀσύγχυτον. τοῦτο γὰρ αὐτὸς ἐδίδαξεν, ἡ ἀλήθεια· υἱὸν γὰρ ἀνθρώπου ἑαυτὸν ἀνειπὼν καὶ παρὰ τοῦ κορυφαίου Πέτρου υἱὸς τοῦ ζῶντος θεοῦ ἀναρρηθείς, τὸ μὲν οἷς αὐτὸς εἶπεν, τὸ δὲ οἷς ἀπεδέξατο ἐβεβαίωσεν. διὸ καὶ μισθὸν τῷ Πέτρῳ τῆς ὀρθῆς ὁμολογίας τάς τε κλεῖς τῆς βασιλείας ἐνεχείρισεν καὶ ἐπὶ τῇ αὐτοῦ ὁμολογίᾳ ἐστηρίχθαι τὴν ἐκκλησίαν καὶ κατὰ πυλῶν ᾅδου καὶ πάσης αἱρετικῆς ἀθυροστομίας λαμπρὰ φέρειν τὰ νικητήρια ἐκραταίωσεν.

Τῷ αὐτῷ Εἰ μία φύσις ἐπὶ Χριστοῦ ἐγνωρίζετο, ἓν ἂν καὶ τὸ ἐξ αὐτῆς ἐπήγαζεν θέλημα· ἐπεὶ δὲ δύο αἱ φύσεις, καὶ δύο ἄρα συναναβλύσουσι τὰ θελήματα. εἰ δὲ οὐκ ἔστιν φύσις ἀνενέργητος, καὶ ἑκατέρᾳ πάντως ἡ οἰκεία συνανακύψει ἐνέργεια. ὥσπερ δὲ ἡ ἀνθρωπίνη φύσις τῇ θεϊκῇ τοῦ λόγου φύσει συνείπετο καὶ ὑπέκειτο, οὕτω δηλονότι καὶ τὸ ἀνθρώπινον θέλημα τῷ θεϊκῷ καὶ τῇ ἐνεργείᾳ ἡ ἐνέργεια.

Τῷ αὐτῷ Ἕλληνες τὸν Χριστὸν καὶ θεὸν ἡμῶν εἰκονίζειν, ὅτι μηδὲ θειάζουσιν, οὐκ ἀνέχονται· Ἰουδαῖοι, πλέον ἐκείνων τὴν κατ’ αὐτοῦ μανίαν νοσήσαντες, οὐδὲ μέχρι ψιλῆς ἀκοῆς τὴν πρᾶξιν ὑφίστανται· ἕτεροι δέ, μοῖρα πονηρὰ καὶ ἐξάγιστος, οἱ μὲν αὐτοῦ τὸ σῶμα ἐναποτεθεῖσθαι τῷ ἡλίῳ τερατεύονται, οἱ δὲ εἰς τὰ ἐξ ὧν αὐτὸ συνιστῶσιν καὶ διαλύουσιν, οἱ δὲ ἀπὸ Μανοῦ οὐδ’ ἀναλαβεῖν αὐτὸν ὅλως σῶμα τὸ ἡμέτερον διατείνονται, οἷς ἐξ ἀναγκαίου ἀκόλουθον μηδὲ Χριστὸν εἰκονίζεσθαι. σκοπείτωσαν τοίνυν οἱ τῆς πολυπλανοῦς καὶ μοιχιδίου σπορᾶς ἀπόγονοι, τὰ νέα τῶν εἰκονομάχων λέγω γεννήματα, τίνας ἑαυτῶν πατέρας ἐπιγράφουσιν καὶ τίνος μερίδος αἱροῦνται παρὰ τοῖς Χριστιανοῖς θιασῶται καὶ μαθηταὶ ὀνομάζεσθαι.

Τῷ αὐτῷ Σίμων ὁ μάγος καὶ Καρποκρᾶς ἐβαπτίσαντο, διὰ τοῦτο καὶ Χριστοῦ εἰκόνα περιέφερον· ἀλλὰ τῆς μαγικῆς τερθρείας καὶ τῶν παθῶν οὐκ ἀφίσταντο, διὰ τοῦτο καὶ ἑτέρων τινῶν εἰκόνας συμπεριέφερον. αἰσχυνέσθωσαν τοιγαροῦν τῶν εἰκονομάχων οἱ πρόμαχοι, ὅτι καὶ τῶν δεισιδαιμονεστάτων ἐκείνων καὶ δόξῃ καὶ βίῳ πεπλανημένων ἀγνωμονέστεροι ἀπελέγχονται.

Τῷ αὐτῷ Ἐρωτᾷς διὰ τί τὴν αἰσχύνην τοῖς αἱρετικοῖς ἐνηρμόσαμεν· ἐγὼ δέ, εἰ μή σε λυπεῖν ἔμελλον, ἀνοήτων ἂν ἀπέδειξα τὸ ἐρώτημα καὶ τοσοῦτον ὅτι καὶ τὸ ἀναίσθητον αὐτούς, ἂν ἄρα βούλῃ, μετὰ τοῦ ἀσεβοῦς ἐπιδείξω περιέποντας. δι’ ὧν γὰρ δυσφημίαν περιάπτειν τῇ ὀρθοδοξίᾳ ἐμελέτησαν, διὰ τούτων μάλιστα τῆς εἰκονουργίας τὴν ἀρχαιότητα μαρτυροῦντες οὐ συνῄσθοντο, σύγχρονον αὐτὴν τῷ Χριστιανισμῷ καὶ τῷ βαπτίσματι καὶ ἄκοντες ἀνομολογήσαντες· δι’ ὧν δὲ μηδὲ τοὺς περὶ Σίμωνα ταύτην ἐνυβρίσαι βαπτισθέντας παρεισάγουσιν, ἐκείνων πλέον ἑαυτοὺς νοσήσαντας τὴν ἀγνωμοσύνην παριστῶντες ἐπελάθοντο.

Τῷ αὐτῷ Οὐκ ἐγράψαμεν, ἵνα θαυμάζῃς, ἀλλ’ ἵνα στηριχθῇς ἐν οἷς τὸν σάλον ὑπέμεινες. εἰ δ’ ἀρραβῶνα τοῦ στηριχθῆναι τὸ θαῦμα παρέχεις, ἡδέως ἀποδεχόμεθα· οὐδὲ γὰρ ἐξ ἑαυτῶν προφέρομεν ἅπερ λέγομεν, ἀλλ’ ἐξ ὧν τῆς ζωηφόρου πηγῆς ἀπηντλήσαμεν, ἥτις μετὰ τῆς ἐν πίστει δίψης τοῖς προσιοῦσιν ἄφθονα προχέειν τὰ τῆς σωτηρίας ἐπηγγείλατο νάματα.

Θεοδώρῳ μητροπολίτῃ Λαοδικείας Εἰ στάδιόν ἐστιν ὁ παρὼν βίος, ἐπάθλων δὲ ἡ ἐκεῖθεν πολιτεία, μὴ θαύμαζε εἰ τῶν δικαίων τινὲς ἐνταῦθα ταλαιπωρίαις παλαίουσιν, ἀλλὰ μᾶλλον εἴ τινες τῶν ἀγώνων καὶ ἄθλων τὸν καιρὸν καὶ τόπον στεφάνων ἡμέραν καὶ ἀναρρήσεως βῆμα νομίζουσιν.

Βαρνάβᾳ μονάζοντι Τί θρηνεῖς πενίαν; δίκαιος οὐκ ἐγκαταλιμπάνεται. ἀλλ’ Ἰὼβ ἐγκατελείφθη· ἀλλ’ ἵνα καὶ τὸν πονηρὸν εἰς κράτος νικήσῃ, εὐπαθείᾳ καὶ βίου εὐροίᾳ τὴν αὐτοῦ καθαρὰν εὐσέβειαν καπηλεύειν ἀναισχυντήσαντα, καὶ ἵνα πλέον ὧν ἐγυμνώθη ὀφθείη περιβαλλόμενος. ἀλλὰ καὶ Παῦλος, φησίν, ἐν λιμῷ καὶ δίψει διεβίω καὶ ψύχει καὶ γυμνότητι· ἀλλ’ ἑκών, ἀλλ’ ἀρκεῖ σοι Παῦλον ἔχειν ἀντὶ παντὸς πλούτου καὶ πάσης εὐδαιμονίας εἰς παράδειγμα.

Σωφρονίῳ μονάζοντι Ὥσπερ αἱ ἀπὸ τῶν τραυμάτων οὐλαὶ τοὺς τόπους ἐκείνους καθ’ οὓς ἐνεσκιρρώθησαν καὶ μετὰ τὴν ὑγείαν εὐπαθεῖς καὶ νοσώδεις παρασκευάζουσιν, οὕτω καὶ οἱ ἐν τῇ ψυχῇ τῶν ἁμαρτημάτων μώλωπες καὶ μετὰ τὴν θεραπείαν εὐπαράδεκτον αὐτὴν καὶ ἑτοίμην πρὸς τὴν καταστίξασαν ἁμαρτίαν ἀπεργάζονται. φεῦγε τοίνυν ἐν νεότητι κατὰ πᾶσαν σπουδὴν τὰ ἁμαρτήματα· ὅτι συμβάν σε τούτοις περιπαρῆναι, κἂν τῆς πληγῆς σὺν πόνῳ πολλῷ ἀπαλλαγῇς, ἀλλ’ οὖν οἱ τύποι τῶν στιγμάτων καὶ οἱ χαρακτῆρες οὐδὲ μέχρι γήρους σχολάσουσιν ἐρεθίζοντες, καὶ τῶν οἰκείων καὶ συγγενῶν παθῶν ἐπιδεικνύντες τὸ εἴδωλον οὐ χαλεπῶς σε πρὸς τοῦτο διαμορφώσουσιν.

Λέοντι γεγονότι λογοθέτῃ τῷ Μαδιάμ ‘Πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς.’ βαρὺ νομίζεις καὶ δυσβάστακτον τὸ ἐπίταγμα· ἐγὼ δέ σε διὰ τούτου μᾶλλον ὁρᾶν ἀξιῶ τὸν ζυγὸν κυρίου ὡς ἀληθῶς χρηστὸν καὶ τὸ φορτίον ἐλαφρόν. φόρτον γὰρ ἀποθέσθαι καὶ τῶν φροντίδων καὶ πειρασμῶν ὕλην ἀποτινάξασθαι, ἀλλ’ οὐκ ἀναλαβεῖν ἐγκελεύεται, κἀκεῖνα τοῖς χρῄζουσιν νέμειν καὶ ἀντὶ τούτων θησαυρὸν πλουτεῖν τὸν οὐράνιον ἐχαρίσατο, ἃ καὶ μὴ διανεμόντων ἀργὰ καὶ ἄχρηστα τῷ παρόντι βίῳ ἐναπόκειται κἀκεῖσε μεθισταμένων ἐνταῦθα καταλιμπάνεται. διό μοι σκόπει μᾶλλον τὴν δεσποτικὴν φιλανθρωπίαν καὶ τῆς ἀφάτου προνοίας τὸ ποικίλον καὶ πολύτροπον, ὅτι ἅπερ ἐξ ἀνάγκης καὶ ἡμῶν ἀκόντων ἐπακολουθεῖν εἴωθεν, ταῦτα γνώμης προτεθείσης μόνης ὡς οἰκείους πόνους καὶ καρποὺς ἀποδέχεται, καὶ ὡς τὸ πᾶν κατωρθωκότας τοὺς μόνην συνεισενεγκόντας προαίρεσιν εἰς κλῆρον τῆς αὐτοῦ βασιλείας ὑποδέχεται· ‘δεῦτε’ γάρ φησιν, ‘οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν’.

Τῷ αὐτῷ Εὐτύχημα μὲν καὶ τὸ φίλους ἔχειν, ἐν καιρῷ πειρασμῶν καὶ χρείας τὸ τῆς φιλίας παρέχοντας χρήσιμον· οἱ δὲ μὴ τοιοῦτοι φανέντες, οὐδ’ οὗτοι τῷ ἀγαπήσαντι ἄχρηστοι, ἀλλ’ ὅσον αὐτοὶ τῆς φιλίας ἀπελείφθησαν, τοσοῦτον τὴν ἀρετὴν τοῦ ἠγαπηκότος παριστῶσιν ὑπερθαύμαστον, ὅτι καὶ τοιούτους ὄντας ὅμως ἐφίλησεν, καὶ οὐ πάντα χάριν ἀμοιβῆς ἔπραττεν, ἀλλ’ ᾔδει καὶ προῖκα φιλεῖν καὶ τὸν ἐν οὐρανοῖς μιμεῖσθαι πατέρα οἷς οὐδὲ τοὺς ἐχθροὺς ἀπεστρέφετο. οὐκ ἂν οὖν λύσῃς αὐτὸς τὸν ἡμέτερον τῆς ἀγάπης νόμον, κἂν ἀγνώμων, ὡς φημίζουσιν, φανῇς καὶ τὴν φιλίαν ψευδόμενος· καὶ γὰρ καὶ δι’ ὧν ἀγνωμονήσεις, ἀφορμάς, ὡς ὁρᾷς, ἡμῖν ἑαυτοῖς πεπορίσμεθα δι’ ἃς οὐδ’ οὕτως σε μισεῖν ὑπαχθησόμεθα. σὺ δὲ τὴν περὶ σὲ τῶν ἀνθρώπων δόξαν ἐπισκόπει, μᾶλλον δὲ πρὸ ταύτης τὸ σὸν συνειδὸς καὶ τὸ ἐκεῖθεν κριτήριον.

Γεωργίῳ διακόνῳ καὶ ξενοδόχῳ Ὁ τῶν ἀπορρήτων ἐπόπτης καὶ μυσταγωγὸς τὴν μέθην πόρρω θεοῦ βασιλείας ἐθεάσατο. εἰ οὖν μέθυσοι βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν, τί σοι τὸ ὄφελος ὅτι τῶν ἄλλων ἁμαρτιῶν δοῦλος, ὡς λέγεις, οὐ γέγονας; καίτοι τῶν ἀδυνάτων ἐστί, τυφλοῦ κειμένου τῇ μέθῃ τοῦ καθοδηγοῦντος λογισμοῦ καὶ ἀμύνοντος, μὴ παντὶ προσπταίειν λίθῳ τὸν ἄνθρωπον καὶ μὴ παντὸς πάθους προκεῖσθαι ἀνδράποδον.

Ἀλεξάνδρῳ κόμητι Ἀλέξανδρος ὁ Μακεδὼν καὶ Μακεδόνων ἄρας εἰς ὕψος τὴν βασιλείαν κατ’ ἐκείνην τὴν ἡμέραν ἐδόκει παύεσθαι τῆς ἀρχῆς καθ’ ἣν εὐεργετήσας οὐδένα ἐδείκνυτο. σπάνιον δὲ αὐτῷ τὸ τοιοῦτον συνέπιπτεν ἅτε μελέτην ἄγοντι ἀνθρώπους εὖ ποιεῖν· εἰ δέ ποτε καὶ συμπέσειεν, ἀνιώμενος ἔλεγεν ‘σήμερον οὐκ ἐβασίλευσα’. ἀλλ’ ὁ μὲν Ἕλλην, καὶ ἐν Ἕλλησιν, καὶ βασιλεύς, καὶ ἡδονῶν καὶ τρυφῆς καὶ εὐτυχίαν μεθύων ἄνθρωπος, καὶ θεοὺς τοιούτους τῆς οἰκείας πολιτείας ἐφόρους ποιούμενος· σὺ δὲ πιστός, καὶ ἐν πιστοῖς, καὶ μετὰ τῶν νόμων ἄρχειν τεταγμένος, καὶ πολλὰ προσπταίων τοῦ βίου τοῖς κύμασιν, καὶ ἐν μέσοις αὐτοῖς ἱεροῖς καὶ ἱερεῦσιν, καὶ ἐγκράτειαν καὶ ἀρετὴν τιμᾶν οὐκ ἀρνούμενος, ναὶ δὴ καὶ τὸν μόνον ἀληθινὸν θεὸν ἐπόπτην τῶν πρακτέων οὐμενοῦν οὐκ ἂν δυνάμενος παραγράψασθαι.

Ἀλλὰ τί τὸ ἐντεῦθεν; ἐγὼ μὲν εἰπεῖν ἀποκνῶ· πλὴν οὐκ ἔστιν ἰδεῖν οὐδένα τῶν ὑπὸ σὲ ὃς ἀντὶ τοῦ χάριν εὐεργεσίας ἤ τινος ἄλλης φιλανθρωπίας ὁμολογεῖν οὐχὶ τιμωρίαν οὐκ ὀδύρεται ἄκριτον ἢ ζημίαν ἀπροφάσιστον· καὶ ἄλλος ἄλλο τι ἔργον τῆς σῆς δεξιᾶς, τραγικῆς σκηνῆς θέαμα, κατολοφυρόμενος διεξέρχεται. ἀλλ’ Ἀλέξανδρος μὲν ἀνιώμενος ἔλεγέν ποτε ‘σήμερον οὐκ ἐβασίλευσα’· σὺ δ’ ὡς ἔοικεν οὐ περιλείψεις ἡμέραν σαυτῷ ἐν ᾗ θαρρήσεις εἰπεῖν ‘σήμερον οὐκ ἐτυράννησα’.

Βασιλείῳ κοιαίστορι Εἰ τῷ δικαίῳ μέτρῳ χρώμενος τοὺς διαμφισβητοῦντας ἀλλήλοις ἐδίκαζες, οὐκ ἄν σε ἡ τοῦ χρυσοῦ ὠχρότης πλέον αἰσχύνεσθαι τοὺς πλέον αὐτὸν χορηγοῦντάς σοι παρεσκεύαζεν.

Ἰωάννῃ πατρικίῳ καὶ σακελλαρίῳ τῷ κατὰ τὸν Δημόχαριν Λαμπρῶν ἐπαίνων δι’ ὧν πράττεις παρὰ τοῖς σπουδαίοις τυγχάνων, δίκαιος ἂν εἴης μηδὲ τούτου ἐν ἀγνοίᾳ εἶναι ὅτι ὅσον ὑψηλὸν καὶ θαυμάσιον τὸ ἐν τούτοις κλέος, τοσαύτης καὶ τῆς ἀσφαλείας καὶ ἐπιμελείας δεῖται. πολλὰ μὲν γὰρ κατὰ τῶν εὐδοκιμούντων ἀπὸ τῆς τῶν δαιμόνων ἐπιβουλῆς ἀφίεται βέλη, οὐδὲν δὲ ἔλαττον καὶ ὁ ἐξ ἀνθρώπων ἀνερεθιζόμενος φθόνος τὸν ἰὸν ἐκχέει. ἀλλὰ σύ γε τὸν τῆς ἀρετῆς οὐκ ἐνδιδοὺς τόνον, καὶ εἰς τὸν αὐτὸν δὲ τοῖς προτέροις ἀγῶνα σὺν μετρίῳ καὶ ταπεινῷ ἐναποδυόμενος τῷ φρονήματι, τῶν μὲν κωφὰ θᾶττον διελέγξας τὰ βέλη εἰς ἐσχάτην αἰσχύνην καὶ ἀπορίαν μᾶλλον αὐτοὺς περιστήσεις, τὸν δὲ εἰς τοὺς τεκόντας μετὰ πλείονος τῆς πικρίας ἐπαναστρέψαι παρασκευάσεις, καὶ τὸν τῆς ἐχίδνης μῦθον ἐν αὐτοῖς ἐνεργούμενον ἐπιδείξεις, δείξας οὐχ ἑτέρους, ἀλλ’ αὐτούς γε τοὺς γεννησαμένους κατεσθιομένους μᾶλλον καὶ διαφθειρομένους ὑπὸ τοῦ καλοῦ γεννήματος αὐτοῖς, τοῦ φθόνου· δι’ ὧν σεαυτὸν λαμπροτέρας εὐφημίας καὶ ἀναρρήσεως μάλιστα ἀξιώσεις.

Ἰωάννῃ πατρικίῳ καὶ σακελλαρίῳ κατὰ τοὺς Ἀγγουρίους Τῷ Ἄττιδι μέν σε ἀναφέρουσι, Γάλλον καλοῦντες, οἱ παρ’ Ἕλλησι σοφισταί· τῇ γυναικωνίτιδι δέ σε κατακλείουσιν, ἀνδρόγυνον καὶ εἰδότες καὶ ὀνομάζοντες οἱ ἡμέτεροι σοφοί. πόθεν οὖν σὺ τοὺς ἑκατέρωθεν ὅρους ὑπερβὰς εἰς τὰ τῆς ἐκκλησίας θεοῦ μυστήρια παρεισέφρησας, ἄνω καὶ κάτω πάντα ποιῶν καὶ τὸ ἐν τῇ σῇ παραφθόρῳ φύσει ἄκαρπόν τε καὶ ἄχρηστον ἐν τῇ τοῦ Χριστοῦ γονιμωτάτῃ καὶ πολυτέκνῳ ἐκκλησίᾳ φιλονεικεῖς καταπράξασθαι; ἀλλ’ ἴσθι σαφῶς ὅτι ᾅδου μὲν καὶ τῶν αὐτοῦ πυλῶν δι’ ὧν πράττεις ἀναιδέστερον σεαυτὸν ἐστηλίτευσας· ὅτι δὲ καὶ ἀσθενέστερος ἦσθα, ἡμεῖς καὶ ὁ τοῦ Χριστοῦ σὺν ἡμῖν πολυάνθρωπος καὶ ἅγιος χορός, κἂν λυπήσωμεν, διελέγξομεν. εἰ δ’ ἐκεῖνον τὸν ἀρχιτέκτονα τῶν πονηρευμάτων μετὰ τῶν αὐτοῦ πυλῶν—ὧν μία τάχα τυγχάνεις αὐτός, ὅλον ἐκείνῳ τὸ στόμα καὶ τὴν γλῶσσαν καὶ τὴν φωνὴν χαρισάμενος—ὅμως σύμπασαν αὐτοῦ τὴν παράταξιν ἀνισχύρους καὶ ἀπράκτους κατὰ τῆς ἐκκλησίας αὐτοῦ Χριστὸς ἡ ἀλήθεια ἀπεφήνατο, μέχρι τίνος οὐκ ἐνδίδως ἀναιδευόμενος καὶ εἰς οὐρανοὺς τὰ τῆς ἀπονοίας βέλη μετὰ πολλῆς τῆς ἀναισθησίας ἀφιείς; δι’ ὧν γέλωτα μὲν τοῖς συμπράττουσιν δαίμοσιν κινεῖς, λύπην δὲ ἐπὶ τῇ σῇ ἀπωλείᾳ τοῖς ἁγίοις προξενεῖς, μισητὸν δὲ τὸ σὸν γένος νῦν μᾶλλον ἢ πρότερον καὶ διαβόητον ἐπὶ κακίᾳ παριστᾷς.

Σεργίῳ ἀδελφῷ Οὐκ ἔστιν ἐναντίον ἄστρασιν ἥλιος, οὐδὲ τῇ νυκτὶ ἡμέρα, οὐδὲ πυρὸς αἴγλη καὶ ἡλιακαὶ ἀκτῖνες, οὐ μὴν οὐδὲ νεαζούσῃ φύσει ἡ κατ’ ἄνδρα τελειότης, εἰ βούλει δὲ οὐδ’ ἡ στύφουσα ποιότης, πρὸς ἁλουργὸν βαφὴν εὐτρεπίζουσα τὴν ὕλην, πρὸς τὸ τῆς πορφύρας ἄνθος, οὐδ’ ἡ τῶν χρωμάτων κρᾶσις καὶ μόρφωσις τῶν εἰκονισμάτων ταῖς προτυπωθείσαις γραμμαῖς καὶ χαράγμασι τῶν σκιασμάτων. τί δὴ βούλεται ἡ τῶν δοκούντων ἀντικεῖσθαι παράθεσις, τὴν δόκησιν τῆς ἐναντιώσεως ἐξ αὐτῆς ἀνατρέπουσα παραθέσεως; ὅτι οὐδ’ (ὅπερ αὐτὸς ἀπορεῖς) οὐδ’ ἡ χάρις τῷ νόμῳ ἀντίκειται, χειραγωγία δὲ καὶ προάγγελος συμφωνία τε καὶ προκατασκευὴ καὶ ὁδὸς ὑπάρχει καὶ παρασκευὴ καὶ τὰ ἄλλα πάντα ὁ νόμος τῆς χάριτος. τελείωσις μὲν γὰρ ἡ χάρις, πάντα δὲ ὅσα τῆς τελειώσεως προϋφέστηκεν ὑπηρετούμενος ὁ νόμος ἐδείχθη τῇ χάριτι· ἐχειραγώγησεν, προεκήρυξεν, προητοίμασεν, ὁδὸς καὶ τύπος ἐγένετο ἐν ἑαυτῷ σχηματίζων καὶ ὑποδεικνὺς τὴν ἀλήθειαν, οὐδὲν τῶν προπαρασκευαζόντων ὑστέρησεν. ἀλλ’ ἦλθεν ἡ χάρις, ἐσχόλασεν εἰκότως ὁ νόμος, φύσις γὰρ τοῦτο προτελείων, ὑπεξίστασθαι καὶ παραχωρεῖν τῇ τελειότητι· καὶ ἵνα ὁ τῷ νόμῳ προσανέχων λαὸς τὸν ἐν τῇ χάριτι θεὸν ἐπιγνῷ καὶ τῆς νομοθεσίας ὄντα κύριον· ‘σχολάσατε’ γάρ φησιν ‘καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ θεός, καὶ ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ’.

ἦλθεν ἡ χάρις, ὑπεχώρησεν ὁ νόμος, ὡς ἀστέρες ἡλίου φαίνοντος, ὡς νὺξ τῆς ἡμέρας διαυγαζούσης, ὡς αἱ τοῦ πυρὸς φλόγες ἐξ αἰθρίας καὶ ἐν σταθερᾷ μεσημβρίᾳ τῷ ἡλιακῷ φωτὶ ἀμαυρούμεναι, ὡς καταργεῖται τὸ νήπιον εἰς ἄνδρα τῆς ἡλικίας ἀναδραμούσης, ὡς ἡ ποιότης τοῦ στύφοντος τῆς πορφυρίδος βαφῆς ἐπικρατησάσης, ὡς αἱ γραμμαὶ καὶ τὰ προχαράγματα εἰς διαμόρφωσιν τῆς εἰκόνος συναπαρτισθείσης. ἕκαστον γὰρ τῶν ἐν ἑκατέρᾳ συστοιχίᾳ εἰρημένων, τὸ μὲν ὡς ἀτελὲς προηγήσατο, τὸ δὲ ὡς τέλειον ἐπεγένετο· καὶ οὔτε τῷ προϋπάρξαντι τὸ ἐπιγεγονὸς ὑπάρχει πολέμιον (μᾶλλον μὲν οὖν πολλὴ πρὸς ἄλληλα τούτων συμφωνία καὶ συγγένεια) οὔτε μένει τὰ πρότερα τῶν τελείων ἐπιγινομένων.

Τοιοῦτός ἐστιν ὁ νόμος τῆς φύσεως, τῆς τελειότητος ἐνεργουμένης ἀργεῖν ὅσα εἰς τὴν αὐτῆς κατασκευὴν καὶ συντέλειαν παρελαμβάνετο. ὥστε καὶ κατήργηται ὁ νόμος τῆς χάριτος ἐπιστάσης, καὶ οὐ καταλέλυται· καὶ πέπαυται, καὶ οὐ διαβέβληται· καὶ πεπλήρωκεν αὐτὸν ὁ Χριστός, μηδὲ μίαν κεραίαν λύσας ἐξ αὐτοῦ· καὶ ὅλον ἠφάνισεν τελειώσας αὐτόν, οὐκέτι γὰρ τοῦ παιδαγωγοῦντος χρεία, αὐτοῦ παρόντος τοῦ διδασκάλου. καταλῦσαι μὲν γάρ ἐστιν καὶ διαβολῆς ἔνοχον ἐλέγξαι τὸ ἐκ βάθρων αὐτὸν ἀνατρέψαι, μηδενὶ τῶν αὐτοῦ δικαιωμάτων προσχρησάμενον· παῦσαι δὲ καὶ ἀργῆσαι μόνον μετὰ τῆς πρεπούσης εὐφημίας τὸ διακονῆσαι μὲν οἷς ἐκεῖνος ἐνομοθέτει, ἐπαγαγεῖν δὲ τὴν χάριν καὶ διὰ τοῦ τελείου τὸ ἀτελὲς ἀποκρύψασθαι. καὶ καταλύει δὲ οὐχ ὁ μὴ παραβαίνων τοὺς τοῦ νόμου νόμους, ἀλλ’ ὁ παραβαίνων· παραβαίνει δὲ οὐχ· ὁ σχολάζειν αὐτοὺς καὶ ἀργεῖν ὀφείλοντας εἰδώς, ἀλλ’ ὁ μηδὲ τοῦτο εἰδώς, καίτοι πολλαχοῦ τὴν οἰκείαν ἀργίαν αὐτῶν ἐκείνων διακεκραγότων, καὶ οὐχ ὁ μετὰ τὴν σχολὴν καὶ τὴν χάριν ἀχρήστους εἰδώς, ἀλλ’ ὁ πρὸ τῆς χάριτος καὶ ἐν αὐτῷ τῆς ἐνεργείας τῷ καιρῷ ὡς βεβήλους ἀποστρεφόμενος.

Ἅγιος οὖν ὁ νόμος καὶ δίκαιος καὶ ἀγαθός (ἀγαθοῦ γὰρ ὡς ἀληθῶς καὶ ὑπεραγίου καὶ πᾶσαν δικαιοσύνην ὑπερφυῶς τελεσαμένου ὑπῆρχεν προάγγελος), ἄχρηστος δέ, καὶ σχολάζει καὶ πέπαυται· ἐφεστῶτος γὰρ τοῦ κυρίου ἡσυχάζειν δεῖ τὰ τοῦ ἐπιτρόπου, καὶ οὐδεὶς μετὰ τὴν καθαρὰν ὑγείαν ἐπὶ τὰ φάρμακα τρέχει, οὐδὲ στερεᾶς τροφῆς ἀπολαύων τὴν θηλάζουσαν περιεργάζεται, οὐδὲ ῥητορεύων τοὺς τῶν συλλαβῶν γραμματιστὰς ζητῶν περιέρχεται, οὐ μὴν οὐδ’ εἰς στρατηγοὺς ἀναχθεὶς τὴν τῶν στρατιωτῶν λῆξιν ἐπιποθήσειεν, οὐδὲ τοὺς οὐρανοὺς λαβὼν τὰ ἀγαθὰ τῆς γῆς προτιμήσειεν· ὥσπερ οὐδ’ ὁ βασιλείαν ἐνδὺς τὸν ἰδιώτην χιτῶνα καὶ τὴν ὑπήκοον τάξιν ἀντὶ τῆς ἐπιστατούσης καὶ κυρίας ἀλλάξαιτο.

Ἔχεις ἱκανῶς, οἶμαι, καὶ μάλιστα ὡς ἐν ἐπιστολῆς τύπῳ, ἀπορήματος ἄνω καὶ κάτω φερομένου καὶ πολλὴν πολλάκις ἀμηχανίαν παρεσχημένου τὰς λύσεις ἀφθόνους· δι’ ὧν καὶ Ἰουδαῖοι καὶ Ἕλληνες καὶ οἱ Μαρκίωνος λόγοι συγχυθήσονται, αὐτοὶ δόξαντες πολλάκις διὰ τῆς τοιαύτης παρατάξεως τῆς ἐκκλησίας κατεξανίστασθαι. ἐτελείωσεν γὰρ τὸν νόμον ὁ Χριστός, ἀλλ’ οὐ κατέλυσεν· καὶ ἔπαυσεν, ἀλλ’ οὐκ ἀνέτρεψεν· καὶ τέλος ἐστὶν αὐτοῦ, ἀλλ’ οὐκ ἀναίρεσις· καὶ ἤργησεν, ἀλλ’ οὐ διέβαλεν· καὶ συμφωνοῦσιν ἡ χάρις καὶ ὁ νόμος, ἀλλ’ οὐ μάχονται. εἰ δέ τις καὶ τοῦτο λέγοι, τὸν μὲν ἐν τῷ γράμματι νόμον λελυκέναι τὸν κύριον, πεπληρωκέναι δὲ τὸν ἐν πνεύματι, οὐδὲν τῶν ἀπεικότων ἐρεῖ· τὸ δὲ λέγειν ὅτι τὸν μὲν τῆς δευτερώσεως νόμον ἔλυσεν, τὸν δὲ τῆς πρώτης νομοθεσίας ἐπλήρωσεν, ληρούντων ἐστίν.

Ἀναστασίῳ φορολόγῳ Οὐκ ἔστιν σοι πάροδος εἰς τὴν τῆς βασιλείας πύλην, διότι σοι ταύτην ἀπετείχισεν ὁ τῆς φιλαργυρίας ἔρως. εἰ δὲ τὸ μεσότοιχον διὰ φιλοπτωχίας λύσεις, θᾶττον ἡ τῆς ἐλεημοσύνης ὑποδέξεταί σε κατοικία.

Τῷ αὐτῷ Οὐκ οἶδεν σύνοδον ἀλλήλων πλεονεξία καὶ φιλανθρωπία· μακρὰν ἀπέχει ἀνὴρ ἐλεήμων τῆς τῶν πλουτούντων μισαδελφίας· διὰ τοῦτο καὶ μέγα χάσμα ἐστήρικται μεταξὺ γεέννης καὶ βασιλείας.

Τῷ αὐτῷ Κενοῖς τὸν πλοῦτον, καὶ μέγα χαίρω, ὅτι σοι βασιλείαν οὐρανῶν ὁρῶ οἰκοδομουμένην. ἀλλὰ κενούσθω σοι καὶ ἃ προκατεῖχεν τὸν πλοῦτον πάθη, ἵνα μὴ μόνον ἡ παστὰς ὑπάρχῃ βασιλική, ἀλλὰ καὶ ὁ νυμφίος ἐξωραϊσμένος.

Σεργίῳ ἀδελφῷ Ἅγια καὶ μαργαρῖται ὅ τε τοῦ θείου κηρύγματος λόγος καὶ τὸ δεσποτικὸν καὶ ἄχραντον χρηματίζει σῶμα· μαργαρῖται μὲν ὅτι τίμια καὶ ὅτι λαμπρὰν τῆς σωτηρίας τὴν αἴγλην τοῖς εἰλικρινῶς προσιοῦσιν ἐκπέμπουσιν, ἅγια δὲ ὅτι τε σεπτὰ καὶ ὅτι τῆς πλάνης ἀφορίζοντες τῇ ἀληθείᾳ ἀνατιθέασιν. κύνες δὲ καὶ τῶν αἱρετικῶν καὶ τῶν ἀπίστων ὅσοι πολλάκις τὸν τῆς εὐσεβείας κατηχηθέντες λόγον οὐ μόνον οὐδὲν ἄμεινον διετέθησαν, ἀλλὰ καὶ τὴν λύσσαν αὐτῶν κατὰ τῆς ἱερᾶς ἡμῶν θρησκείας ἐμμανέστερον κυνῶν ὑλακτοῦντες ἐπεδείξαντο· χοῖροι δὲ ὅσοι τῷ βορβόρῳ τῶν παθῶν ἐγκαλινδούμενοι πρὸς τὰς παραινέσεις ἀναισθήτως τε καὶ ἀνεπιστρόφως ἔχουσιν. οἷς ἅπασιν ὁ θεῖος ἀποθεσπίζει χρησμὸς μὴ προτιθέναι τὰ θεῖα μυστήρια, ἀναξίους ἑαυτοὺς δι’ ὧν ἔπραξαν παρεσκευακότας τῆς ὑπερφυοῦς σωτηρίας καὶ χάριτος.

Ἀλλ’ εἰ μηδετέροις τούτων δοτέον, ἴσως ἄν τις διαπορήσειεν, τίσιν ὅλως δοτέον; φημὶ τοιγαροῦν, τοῖς τε πιστοῖς καὶ ὀρθοδόξοις καὶ οἷς ὁ βίος τῇ πίστει συμφθέγγεται· οὐ μόνον δέ, ἀλλὰ καὶ τῶν ἀπίστων, καὶ δὴ καὶ τῶν αἱρετικῶν, καὶ μὴν καὶ τῶν πρὸς καθαρότητα πολιτείας διαβεβλημένων καὶ ταύτης ὀλισθαινόντων, ἐκείνους τῷ λόγῳ κατηχητέον καὶ χειραγωγεῖν προθυμητέον, οἵτινές εἰσιν ὥσπερ πρόβατα μὴ ἔχοντα ποιμένα καὶ σφόδρα δέονται τῆς ποιμαντικῆς ἐπιστασίας καὶ κατηχήσεως. ἐπὶ τούτοις γὰρ καὶ ὁ κύριος σπλαγχνίζεται καὶ τρέφει τροφὴν τό τε σῶμα συνέχουσαν καὶ τὴν ψυχὴν βελτιοῦσάν τε καὶ στηρίζουσαν.

Εἶεν· ἀλλὰ πῶς ῥίπτουσιν ἐπιστραφέντες οἱ χοῖροι καὶ οἱ κύνες τοὺς εἴ τις αὐτοῖς προθείη ἃ μὴ θέμις; ἢ δῆλον ὡς οἱ μὲν κωμῳδοῦντες καὶ ἐπιγελῶντες καὶ χλευάζοντες τὰ πάσης εὐφημίας ὑπέρτερα, οἱ δὲ τὸ καθαρὸν αὐτῶν καὶ ὑπέρλαμπρον διὰ τῆς οἰκείας ἀκαθαρσίας καὶ ἀνεπιστρόφου φαυλότητος βεβηλοῦντές τε καὶ καταρρυπαίνοντες, ὧν ἑκάτερον ἀνατρέχον εἰς τοὺς ἀπερισκέπτως καὶ χωρὶς προνοίας οἰκονομήσαντας τὸ μυστήριον πτῶσιν αὐτῶν χαλεπὴν καὶ μέγα ὄνειδος ἀπεργάζεται.

Εἴησαν δ’ ἂν μαργαρῖται καὶ ἅγια οὐ τὰ εἰρημένα μόνον, ἀλλά γε καὶ τῶν σημείων καὶ θαυμάτων τὰ χαρίσματα, καὶ πρὸς τούτοις αὐτὰ τὰ θαύματα καὶ ἰάματα, καὶ τρίτον, εἰ βούλει, τὸ ἀποστολικὸν καὶ θεῖον ἀξίωμα, ὃ κατὰ διαδοχὴν τὸ ἀρχιερέων γένος ὁρᾶται κληρούμενον· οὐδὲν γὰρ τούτων οὐμενοῦν οὔτε τοῖς κυσὶ προτιθέναι οὔτε τοῖς χοίροις θεμιτόν. καὶ κοινὸς μὲν περὶ πάντων νόμος ἡ προειρημένη τοῦ δεσπότου ψῆφος καὶ ἀπόφασις, εὕροι δ’ ἄν τις καὶ περὶ ἑνὸς ἑκάστου αὐτῶν τὰς μαρτυρίας οὐδὲν ἐργωδέστερον.

Αὐτίκα γοῦν τοῖς κυνῶν δίκην ἀναίδειαν προβεβλημένοις καὶ σημεῖον αἰτοῦσιν, οὔπω σχεδὸν τῆς ὄψεως αὐτῶν τῶν προδεδειγμένων ἀπαλλαγείσης, οὐ μόνον οὐδὲν ὁ τοῦ γένους σωτὴρ οὐδαμῶς ἐπεδείξατο, ἀλλὰ καὶ ἀπεῖπεν μὴ δοθήσεσθαι, καὶ τὴν αἰτίαν τοῦ μὴ παρασχεῖν ἀποκαλύπτων γενεὰν αὐτοὺς πονηρὰν καὶ μοιχαλίδα ὠνόμασεν, δι’ ἑκατέρου πάθους παραστήσας ὅτι κυνῶν καὶ χοίρων οὐδὲν ἀμείνους ἐτύγχανον· καὶ πάλιν ἐν τῇ πατρίδι αὐτοῦ οὐκ ἐποίησεν δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν· καὶ πολλαχοῦ φαίνεται πίστιν προαπαιτῶν, εἶθ’ οὕτως ἰάσεις ἐπιτελῶν. ὥστε ὁ κυνογνώμων καὶ χοιρώδης ἄνθρωπος ἀνάξιός ἐστι τῆς ἀπὸ τῶν σημείων εὐεργεσίας· εἰ δὲ τοῦτο, πολλῷ μᾶλλον καὶ αὐτοῦ τοῦ ἐν τοῖς σημείοις χαρίσματος. ἀλλὰ τοῦτο μὲν καὶ αὐτόθεν δῆλον, οὐδὲν δὲ ἧττον ὅμως καὶ Πέτρος, ὁ τῶν μαθητῶν κορυφαῖος, δι’ ὧν ἐπιτιμήσας ἀπεσείσατο τὸν δεισιδαίμονα καὶ πονηρὸν καὶ φιλόχρυσον Σίμωνα ἀκριβεστάτην παρέσχετο τὴν ἀπόδειξιν.

Ὅτι δὲ οὐδ’ ἀποστολικῆς ἀξίας ἢ ἀρχιερατικῆς τιμῆς οὐδείς ἐστιν τῶν τοιούτων μετέχειν δίκαιος, αὐτὸς πάλιν ὁ δεσπότης ἔργῳ καὶ λόγῳ παρίστησιν, οἷς τὸν ἀκολουθεῖν αὐτῷ αἰτησάμενον καὶ τῶν ἀποστόλων ὑπελθεῖν τὸν κλῆρον καὶ τὸ προνόμιον διαμηχανώμενον οὐ μόνον οὐ προσεδέξατο, ἀλλὰ καὶ δι’ ὧν ἐθριάμβευσεν αὐτοῦ τὰ τῆς καρδίας ἀπόρρητα τῆς μαθητείας ἀπώσατο. πτηνῶν γὰρ αὐτὸν καὶ ἀλωπέκων ὁ πάντα καὶ πρὸ γενέσεως εἰδὼς οἰκητήριον ἑώρα καὶ κατασκήνωσιν· καὶ τοῦτο αὐτὸ αἰτιασάμενος, ὅτι δόλου γέμων καὶ κουφότητος καὶ ἀναιδείας καὶ πάθει προσανέχων φιλοχρηματίας, πρὶν ἢ ταῦτα τὰ θηρία ἀπελάσαι τῆς ψυχῆς, ἐτόλμησεν ἑαυτὸν εἰς τὴν τῶν μαθητῶν κλῆσιν εἰσωθεῖν καὶ τῶν ὑπερφυῶν ἐκείνων καὶ δεσποτικῶν χαρισμάτων δοχεῖον φαντάζεσθαι, ὡς πορρωτάτω τῆς ἐλπίδος ὁ πάντας ἕλκων πρὸς ἑαυτὸν καὶ πάντας σωθῆναι θέλων ἀπεπέμψατο. καὶ τὸ σκεῦος δὲ τῆς ἐκλογῆς, ὁ τὸν οὐράνιον πόλον ὡς ἐπίγειον στάδιον διατρέχων καὶ τὴν οἰκουμένην σταδιεύων τῷ τοῦ κηρύγματος δρόμῳ καὶ τοῖς ὑπὲρ εὐσεβείας παθήμασιν, τὰ αὐτὰ τῷ διδασκάλῳ καὶ δεσπότῃ δι’ ὧν Τιμοθέῳ γράφει συμφθέγγεται· ‘χεῖρας’ γὰρ ‘ταχέως’ φησὶν ‘μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις’· καὶ μυρία ἄλλα. ἀλλ’ ἐπὶ τοσοῦτον μὲν περὶ τούτων.

Ἐγὼ δέ σοι καὶ πρὸς ἑτέραν θεωρίαν ἐκ γειτόνων τοῖς εἰρημένοις οὖσαν (ἐπεί σοι τὰ τοιαῦτα ἔρως ἐστὶ καὶ τρυφὴ καὶ θεάματα) οὐκ ὀκνήσαιμι καθηγήσασθαι, εἰ καὶ τῆς ἐπιστολῆς ἠρέμα πως τοὺς νόμους ὁρῶ διευλαβουμένους μοι ἕπεσθαι. ἀλλὰ γὰρ μαργαρίτας μὲν καὶ τοὺς περὶ ἀρετῆς καθαροὺς λογισμούς, ἅγια δὲ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων λογισμῶν τὸ τίμιον καὶ σεπτὸν οὐκ ἄν τις ἀποσφαλείη τῆς ἀληθείας καὶ εἰδὼς καὶ καλῶν, ὥσπερ κύνας τοὺς δυσσεβεῖς καὶ αἱρετίζοντας λογισμούς, καὶ χοίρους πάλιν τοὺς φιληδόνους καὶ δυσώδεις καὶ ἐμπαθεῖς. οὐ δεῖ τοιγαροῦν τούτοις τοῖς χοίροις οὐδὲ τοῖς κυσὶν τοὺς μαργαρίτας καὶ τὰ ἅγια εἰς ἔριν καὶ ζυγομαχίαν ῥίπτειν καὶ προβάλλεσθαι· πολλοὶ γὰρ ἐκείνοις ταῦτα προθέντες καὶ τὴν τούτων ἐν τῷ λογιστικῷ τῆς ψυχῆς ἅμιλλαν ὡς σκηνικὴν θέαν ποιούμενοι, καὶ δὴ καὶ ὑπὸ τῆς περὶ τὰ πάθη προσπαθείας τὴν κρίσιν ἀδέκαστον οὐκ ἔχοντες, ἔλαθον ἑαυτοὺς ἀνατρέψαντες καὶ πεσόντες πτῶμα ἐξαίσιον, ἐκνικηθέντων αὐτοῖς τῶν κρειττόνων τοῖς χείροσιν, καὶ θέαν μᾶλλον τραγικὴν ἑαυτοὺς ἢ θεατὰς ἐπιδείξαντες.

Εἰ δὲ καὶ ἀπὸ τῶν μαχομένων ἐννοιῶν καὶ ἐνθυμήσεων ἐπ’ αὐτὰς προέλθοις τὰς ἀντικειμένας πράξεις καὶ τοὺς κατὰ τὰς πράξεις αὐτὰς διακειμένους, οὐδὲν ἧττον εὑρήσεις τὴν θεωρίαν προβαίνουσαν· ὁ γὰρ σπουδαῖος βίος καὶ ὀρθόδοξος, μαργαριτῶν καὶ ἁγίων δίκην ἀποστίλβων, οὐκ ὀφείλει ταῖς αἱρετικαῖς καὶ δυσώδεσιν καὶ ῥυπώσαις πολιτείαις συνδιαιτᾶσθαι καὶ συναναφύρεσθαι. ‘ἐξέλθετε’ γάρ φησιν ‘ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει κύριος, κἀγὼ εἰσδέξομαι ὑμᾶς’ καὶ ‘τίς κοινωνία φωτὶ πρὸς σκότος;’ καὶ ‘ἐξάρατε τὸν πονηρὸν ἐκ μέσου ὑμῶν’ καὶ ‘τῷ τοιούτῳ μηδὲ συνεσθίειν’, καὶ ἄλλο πλῆθος ἄπειρον. ἀλλὰ ταῦτα μὲν σὴν πεφιλοτιμήσθω χάριν· οἶδεν δὲ καὶ τὸ τῆς ἀναγωγικῆς θεωρίας χωρίον τῷ πλάτει καὶ τῇ εὑρέσει τῶν θεωρημάτων ἐγκαλλωπίζεσθαι.

Γαλάτωνι ἀσηκρῆτις Ἀρχέτυπον, οἶμαι, καὶ οὐ πρὸς μίμησιν ἑτέρων μεμηχανημένον τοῦ καλοῦ σου φίλου τυγχάνει τὸ ψεῦδος· ποιηταῖς μὲν γάρ, καίτοι φιλομυθοῦσιν, οὐ λέγω κωμικοῖς, ἀλλ’ οὐδὲ τραγικοῖς οὐκ ἂν πεισθείη συγκρίνεσθαι, πολλῷ δὲ μᾶλλον οὐδ’ οἷς τὰ ἡρώων παρωνύμῳ μέτρῳ ἐξῄρηται. ὅπου δὲ ποιητῶν ἁπάντων ἐν τῷ σχεδιάζειν ὑπερωφρύωται, τί ἱστορικῶν ἢ συγγραφέων εἰς μνήμην χρεία καὶ παράθεσις; πρὸς ἕνα τινὰ λοιπὸν γενναῖον, οἶμαι, τὰ ψεύδη μέγας αὐτῷ καὶ ἀμφήριστος ὑπολείπεται ὁ ἀγών. τίς οὖν ἐστιν οὗτος; οὐκ ἐν Ἕλλησιν, οὐδ’ ἐν βαρβάροις ἀξιοῖ πολιτεύεσθαι· γῆν δὲ ἄγνωστον ἀνθρώποις, μᾶλλον δ’ ἀνύπαρκτον ὅλως, καὶ γένος ἀκατονόμαστον ἐπιζητήσας, κἀκεῖθεν ἐπιδημῶν τοῖς μύθοις τῶν ἀπορρήτων ὑφηγητὴς μετὰ φοβερᾶς τῆς ὀφρύος προκάθηται. Τιμοκλέα ποτέ, μᾶλλον δὲ Χλονθάχοθλον τὸν Ὀφιοκανόν (δεῖ γάρ, ὡς ἔοικεν, καὶ τὰ ὀνόματα τερατεύεσθαι) κουρίζων ἴσως ἢ μειρακίζων τοῖς μαθήμασιν ἤκουσας, Ὀφιοκανῶν ἐκείνων, οὓς αὐτὸς ὑπεστήσατο, γένος καὶ φύσιν καὶ πολιτείαν καὶ μάχας καὶ νίκας καὶ βίων αἰῶνας καὶ ἡλικίας καὶ εὐδαιμονίας, οὐκ ἀνθρώπων μόνον, ἀλλὰ καὶ φυτῶν καὶ ζῴων καὶ γῆς καὶ θαλάσσης καὶ ἀέρος καὶ ὑπερβολὴν ψευσμάτων τερατευσάμενον.

Ἀλλὰ καὶ πρὸς τοῦτον εἰς τοὺς περὶ τοῦ ψεύδους ἀγῶνας ὁ καλός σου φίλος εἰ ἀποδύσαιτο, εἰς μεγίστην ἂν ἀπορίαν τοὺς ἀθλοθέτας καὶ κριτὰς τῶν τοιούτων ἀγωνισμάτων περιστήσειεν, ὁποτέρῳ τῶν δύο τὴν νικῶσαν ἐπιψηφίσονται. ἔα τοίνυν τὸν ἀνεῳγμένον τάφον τῶν ψευσμάτων (ἄμεινον γὰρ ἐκ τῆς ἀληθοῦς σοφίας ἐξεικονίσαι ἅμα καὶ στηλιτεῦσαι τὸν ἄθλιον) καὶ τῆς ἐκεῖθεν δυσωδίας σαυτὸν ἀπόστησον. εἰ γὰρ οὐδὲ δεξιοῦ ὀφθαλμοῦ, οὐδὲ χειρός—ἅπερ δύναται φίλων δεξιότης, τῶν μὲν ὁρᾶν τὸ συμφέρον, τῶν δὲ μεταχειρίζεσθαι συνεργούντων καὶ συμπροθυμουμένων, καὶ ἁπλῶς πρὸς ἅπαντα μὲν τὰ τοῦ βίου χρησιμευόντων, ἄλλως δὲ πρὸς κακίαν ὑποσυρόντων—οὐδὲ τούτων φείδεσθαι παρακελευόμεθα, ἀλλὰ διασχίζεσθαι θᾶττον αὐτῶν καὶ διατέμνεσθαι προσταττόμεθα, τί χρὴ ποιεῖν περὶ τοῦ σεσηπότος, καὶ οὐ νῦν, ἀλλὰ διὰ παντὸς καὶ ἀχρήστου καὶ πάλαι διαιρεθέντος, καὶ οὐ μέλους ποτὲ γεγονότος, ἀλλὰ πολλὰ τῶν μελῶν ἀπ’ ἀρχῆς τραυματίσαντος;

Ἰωάννῃ σπαθαρίῳ Ἄριστον μὲν κρείττονα φαύλης ὑπονοίας νομίζεσθαι· εἰ δὲ μή, ὑπονοηθέντα καὶ κριθέντα μὴ ἁλίσκεσθαι· ὁ δὲ καὶ κριθεὶς καὶ ἁλούς, κἂν δίκην οὔπω δίδωσιν ἑτέραν, ἀλλ’ οὖν τὴν χαλεπωτάτην, τὸ κακὸς ὀφθῆναι καὶ δίκην ὀφείλειν, δέδωκεν. πρᾶττε τοίνυν αὐτός, ἐπεὶ μηκέτι σοι ῥᾷστον ἀποσκευάσασθαι τὴν ὑπόνοιαν, οὐχ ὅπως μὴ δίκην δῷς, ἀλλ’ ὅπως μὴ τῶν δίκην ὀφειλόντων ἐλεγχθῇς.

Μιχαὴλ πατρικίῳ καὶ σακελλαρίῳ Εἰ μὲν φιλεῖς, ἀδικεῖς· εἰ δὲ μὴ φιλεῖς, πλέον ἀδικεῖς· τὸ μὲν ὅτι τῶν φιλουμένων ἐν ταῖς συμφοραῖς ὀλιγωρεῖς, τὸ δὲ ὅτι οὐδὲ τοὺς φιλοῦντας φιλεῖς. ταῦτά σοι ὁ πάλαι μὲν σός, νῦν δὲ καὶ κοινὸς φίλος, τοῦτο μὲν φιλικῶς ἐλέγχων, τοῦτο δὲ δυσωπῶν, δι’ ἡμῶν χρηματίζει καὶ διαμαρτύρεται.

Λέοντι λογοθέτῃ τῷ Μαδιάμ Ὑπέχουσί τινες τῶν ἀδικημάτων δίκας ἐν τῷ βίῳ; ἔχεις ἐναργεστάτην ἀπόδειξιν ὅτι ἔστι πρόνοια ἐφεστῶσα καὶ λογοθετοῦσα καὶ περιέπουσα τὰ ἐνταῦθα. οὐκ ἔδωκαν πολλοὶ δίκας τῶν ἀδικώτερον πολιτευσαμένων; τοῦτο μείζων ἀπόδειξις ὅτι πρὸς ἑτέραν τινὰ πικροτέραν καὶ χαλεπωτέραν συνετηρήθησαν κρίσιν. εὐδαιμόνως ἐβίωσαν πολλοὶ τῶν δικαίων; δέχου πάλιν προοίμια καὶ σύμβολα τῆς ἐκεῖθεν μισθαποδοσίας. ἀλλὰ καὶ πολλοὶ πολλαῖς ἐνήθλησαν ταλαιπωρίαις; τοῦτο καὶ τοὺς λίαν ἐπιστομίζει φιλονείκους, ὅτι πάντως ἄλλος ἡμᾶς ἀναμένει βίος καὶ κριτήριον ἄλλο, ἐν ᾧ τῶν κατ’ ἀξίαν ἕκαστος βεβιωμένων ἀπολήψεται τὴν ἀντιμισθίαν.

Ἀρσενίῳ μοναχῷ Πολλοὶ καὶ τῶν παρ’ Ἕλλησιν εὐδοκιμησάντων καὶ τῶν παρ’ ἡμῖν ἀριστευσάντων ἐμαρτύρησαν δι’ ὧν ἔδρασαν ἄμαχον εἶναι καὶ χρησιμώτατον τὴν ἀρετήν. εἰ δ’ ὁ παρὼν καιρὸς μονονουχὶ βοᾷ ὡς οὐδὲν ἀσθενέστερον καὶ ἐπικινδυνότερον αὐτῆς (ἐλαύνεται μὲν γὰρ καὶ προπηλακίζεται πᾶσα ἀρετή, θαυμάζεται δὲ καὶ περιπτύσσεται πᾶσα κακία), μηδὲν θαυμάσῃς. ἀρετὴ γὰρ ὡς ἀληθῶς, καὶ ἀρετῆς τῆς πρώτης μάλιστα ἄνθος, τὸ μετὰ κινδύνων καὶ θλίψεων καὶ παρευδοκιμουμένην ὑπὸ τῆς κακίας ἀσπάζεσθαι τὴν ἀρετήν· ὁ δὲ καιρὸς βοῶν τἀναντία τῆς μὲν ἰδίας μοχθηρίας τὴν ὑπερβολὴν καὶ ἀπόνοιαν λαμπρῶς ἐλέγχει, τῶν δὲ σπουδαίων μᾶλλον τὸ ἀξιοθαύμαστον καὶ ἀήττητον παντὸς λόγου ἐναργέστερον ἀνακηρύττει.

Ἰωάννῃ πατρικίῳ καὶ στρατηγῷ Ἑλλάδος Εἰ μὲν φιλεῖς, ἀσθενεῖς· εἰ δὲ μὴ φιλεῖς, ἀδικεῖς· εἰ δὲ καὶ φιλῶν καὶ μὴ ἀσθενῶν οὕτως ἄδικα τῶν φίλων πασχόντων ὀλιγωρεῖς, ἐγὼ μὲν εὔχομαί σε μήτε τοιαύταις ἀνάγκαις περιπεσεῖν μήτε περιπεσόντα καὶ δεηθέντα τοιαύτης εὐνοίας καὶ ἐπικουρίας οἵαν σὺ τοῖς φίλοις παρέχεις ἐπιτυχεῖν. ἀλλὰ σύ γε τὸν δεσποτικὸν ὅμως ἀναλογίζου χρησμόν, ‘ἐν ᾧ μέτρῳ μετρεῖτε, μετρηθήσεται ὑμῖν’ σαφῶς διαγγέλλοντα.

Γεωργίῳ διακόνῳ καὶ ξενοδόχῳ Εἰ νοῦς μὲν γραμμάτων, νοῦ δὲ ἡ θεία χάρις ἀσυγκρίτῳ μέτρῳ πλεονεκτεῖ, μηδὲν θαυμάζῃς εἰ οἱ ἀπόστολοι τὸ πλέον καὶ μέγιστον λαβόντες, τῶν ἐπὶ τῷ ἐλαχίστῳ μέγα φρονησάντων, ῥητόρων λέγω καὶ φιλοσόφων, κατὰ κράτος περιεγένοντο.

Ἰωάννῃ φιλοσοφοῦντι Τοὺς μὲν ἄλλους εἰκός ἐστιν ἀπορεῖν τί δήποτε ὁ θεσπέσιος Παῦλος, ὁ πνευματικοῖς πνευματικὰ συγκρίνειν διδάσκων, ὁ καὶ αὐτὴν τὴν Μωσαϊκὴν φιλοσοφίαν πρὸς τὴν ὑπερέχουσαν τοῦ Χριστοῦ σοφίαν σκύβαλα ἡγούμενος—τί δήποτ’ οὖν ὁ τοιαῦτα καὶ λέγων καὶ διδάσκων ἀπὸ τῶν ἐπιγραμμάτων τοῖς Ἀθηναίοις ἃ τῷ παρ’ αὐτοῖς ἐπεγέγραπτο βωμῷ διελέγετο· ἀνάξιον γὰρ τῆς ἐν Παύλῳ θείας ἐπιπνοίας ἐκ μύθων συγκροτεῖν τὴν ἀλήθειαν. ἀλλὰ τοὺς μὲν ἄλλους τοῦτο διαποροῦντας οὐ λίαν ἴσως ἂν μεμφοίμην, σὲ δὲ ἐκ μυρίων γραφῶν τε καὶ λογισμῶν ἔχων εὐθύνειν, τὸν διάπυρον τῆς διαλεκτικῆς ἐραστήν, μάλιστα ἂν ἐξ ἑνὸς τῶν σῶν δικαιότατα ἂν μεμψοίμην, ὡς κἀκεῖνο ἐπιλελησμένον δήπουθεν τὸ σοφώτατον αὐτῆς καὶ χρησιμώτατον νομοθέτημα· τὸ ποῖον; ὡς ἐφ’ ὧν ἡ τῶν ἀκροατῶν αἴσθησις ἐξ οἰκείων καὶ ἀληθῶν ἐπιδεικνυμένην οὐ προσδέχεται τὴν ἀλήθειαν, ἀλλ’ ἀποτυφλώττει πρὸς τὴν αἴγλην αὐτῆς καὶ τὸ καθαρὸν τοῦ νοήματος, ἐπὶ τούτων ἐξ ὧν πεφύκασιν οὐκ ἀδύνατοι, ἐκ τούτων ὅσα ἐνδέχεται προσῆκε χειραγωγεῖν καὶ κατασκευάζειν αὐτοῖς τὴν ἀλήθειαν καὶ ταῖς αὐτῶν διανοίαις ὑπαυγάζειν αὐτῆς τὴν λαμπρότητα.

Τῷ αὐτῷ Πυθομένῳ σοι τί δήποτε ἡ προφητεία τοῖς τῆς ἀσαφείας τρόποις συνεσκίασται, διὰ βραχέων ἀμείβομαι, διότι οὐκ ἔστιν ἱστορία ἡ προφητεία. ἱστορίας μὲν γάρ, εἴπερ τι ἄλλο, ἀρετὴ σαφῶς τε εἰπεῖν καὶ μηδὲν περινενοημένον ἐξεργάσασθαι, τὰ γὰρ ἐν τῷ μέσῳ γεγενημένα διδάσκει καὶ ἃ πάντες ὁμοίως καὶ σπουδαῖοι καὶ φαῦλοι κατ’ ἐκεῖνο καιροῦ συνεπίσταντο καὶ νῦν εἰδέναι οὐκ ἀπείργονται· προφητείᾳ δέ, ἧς ἔργον τοῖς ἀξίοις ἀποκαλύπτειν τὰ ἄδηλα, τοῖς δὲ βεβήλοις ἄβατα ποιεῖν, τὸ συνεσκιασμένον καὶ αἰνιγματῶδες καὶ διὰ παραπετασμάτων πρεπωδέστατον. ἐξ ὧν οἶμαι λελύσθαι σου καὶ τὸ ἄπορον ὡς, εἰ μὴ ἔδει μαθεῖν, οὐδ’ ὅλως ἐχρῆν εἰπεῖν, εἰ δ’ ἐκρίθη μαθεῖν, οὐκ ἀσαφῶς ἔχειν τὴν προφητείαν καὶ ἐν ἴσῳ σχεδὸν τοῦ μηδὲ εἰρῆσθαι ἐχρῆν· διῃτήθη γὰρ ἐκ τῶν εἰρημένων ὅτι καὶ μαθεῖν προσῆκον ἦν καὶ ἀναγκαῖον μὴ βεβήλως καὶ κοινῶς εἰπεῖν, ἀλλὰ τοῖς μὲν μύσταις εἰρῆσθαι σαφῆ, ἄδυτα δὲ τοῖς ἀμυήτοις διατηρηθῆναι καὶ οὐκ ἐφικτά.

Θεοδώρῳ ἡγουμένῳ Προτείνουσιν, ἔφης, τῶν εἰκονομάχων ὅσοι θρασύτεροι καὶ κακόσχολοι καὶ σοφὸν ἡγοῦνται τὸ περίεργον, πότερον ποία τῶν εἰκόνων Χριστοῦ ἀληθής, ἡ παρὰ Ῥωμαίοις ἢ ἥνπερ Ἰνδοὶ γράφουσιν ἢ ἡ παρ’ Ἕλλησιν ἢ ἡ παρὰ Αἰγυπτίοις· οὐχ ὅμοιαι γὰρ ἀλλήλαις αὗται, καὶ ὁποίαν ἄν τις αὐτῶν ἀληθῆ φήσειεν, δῆλον ὅτι παραγράφεται τὰς λοιπάς. ἀλλὰ ταύτην αὐτῶν τὴν ἀπορίαν, μᾶλλον δὲ τὴν κακομηχανίαν, ὦ καλὸν ὀρθοδοξίας ἄγαλμα, πολλαχῶς ἐστιν ἐπιρραπίσαι καὶ πολλῆς γέμουσαν παρανοίας καὶ δυσσεβείας ἀπελέγξαι.

Καὶ πρῶτόν ἐστιν εἰπεῖν πρὸς αὐτοὺς ὅτι τέως, ἐξ ὧν ἔγνωτε τῇ εἰκονουργίᾳ μάχεσθαι, καὶ ἄκοντες αὐτῆς πανταχοῦ τῆς οἰκουμένης, ἔνθα τὸ Χριστιανῶν γένος, τὴν ὕπαρξιν καὶ προσκύνησιν ἐμαρτυρήσατε. ὥστε ὃ καθαιρεῖν ἐπιχειροῦσι μᾶλλον συνιστῶσιν, καὶ τοῖς οἰκείοις λόγοις ἁλίσκονται.

Δεύτερον ὅτι λελήθασιν ἑαυτοὺς δι’ ὧν ταῦτα λέγουσιν εἰς τὴν τῶν Ἑλλήνων τάξιν ἑαυτοὺς ἐντάττοντες· ἐπ’ ἴσης γάρ ἐστι τὰ εἰρημένα περὶ τῶν σεπτῶν εἰκόνων εἰπεῖν καὶ περὶ τῶν ἄλλων μυστηρίων ἡμῶν. ποίους γὰρ λόγους εὐαγγελίου θεοπνεύστους, εἴποιεν ἄν, ἢ ὅλως εὐαγγέλιον ποῖον ὀνομάζετε; ἄλλοις γὰρ σχήμασι καὶ τύποις γραμμάτων τὸ Ῥωμαϊκόν, ἄλλοις δὲ τὸ Ἰνδῶν, καὶ ἑτέροις τὸ Ἑβραϊκόν, καὶ ἄλλοις τὸ Αἰθιόπων ἀπαρτίζονται· καὶ οὐ μόνον τύποις γραμμάτων καὶ σχήμασιν ἀνομοίοις γράφονται, ἀλλὰ καὶ ἀπηχήσει καὶ σημασίᾳ φωνῆς ἑτεροειδεῖ τε καὶ ἀλλοτριωτάτῃ προφέρονται. οὐκοῦν φαῖεν ἄν (μᾶλλον δὲ διὰ τί μὴ λέγοιτε;) ὡς οὐδενὶ προσήκει πείθεσθαι ἢ προσέρχεσθαι εὐαγγελίῳ ὅτι ἀνομοίοις καὶ σχημάτων τύποις καὶ φωνῶν ἀπηχήσεσί τε καὶ σημασίαις ἀπαγγέλλονται. τῶν ὑμετέρων γὰρ ἐνθυμημάτων καὶ τοῦτο τὸ τόλμημα· οὐδὲ γὰρ οὐδ’ Ἕλλην τις ἡμῖν ῥᾷον τὰ τοιαῦτα προτείνειεν, πολλὰ γὰρ καὶ παρ’ αὐτοῖς τῶν σεβασμίων παραπλήσια, καὶ ὥσπερ ἐστὶν αὐτοῖς φύοις κοινὴ πρὸς ἡμᾶς καὶ νοῦς καὶ λόγος καὶ ψυχῆς πρὸς σῶμα σύγκρασις ὁμοιότροπος καὶ μυρία ἄλλα, οὕτω καὶ περὶ τὴν τοῦ θείου ὑπόνοιαν, κἂν τοῖς πλείστοις καὶ κυριωτάτοις διίστανται, ἀλλ’ οὖν ἔστιν ὅμως οἷς διὰ τὴν ἐνάργειαν τῶν κοινῶν ἐννοιῶν οὐδ’ αὐτοὶ τολμῶσιν διαμάχεσθαι.

οὔκουν οὐδ’ Ἕλλην ἀμφισβητήσειεν ἡμῖν περὶ τούτου, ἀλλά τις ἄλλος ὅλος ἄθεος καὶ ἀθρήσκευτος, μήτε θείου ἔννοιαν μήτε λατρείαν ὅλως παραδεξάμενος.

Τρίτον δέ, καὶ τοῦ δευτέρου σύστοιχον, ποῖον σταυρόν, προσερήσεσθε πάντως, τοῦ πρωτοτύπου νομιοῦμεν ὅμοιον; ὃς μετὰ τοῦ τίτλου σχηματίζεται ἢ ὃς ἄνευ ἐκείνου διατυποῦται καὶ διαγράφεται; ὧν γὰρ ἂν ἡ ὁμοιότης ἡμῖν ὁμολογηθείη, ἐκ τούτου κατὰ τὸν ὑμέτερον σοφὸν συλλογισμὸν ἡ τῶν λοιπῶν ποίησις καὶ προσκύνησις (ἀλλ’ ὑμῖν γε, τοῖς τοιαῦτα περὶ τηλικούτων τολμῶσιν) ἀπαρνηθήσεται ἢ καὶ ἤδη ἐξήρνηται.

Τέταρτον τὴν διαφορὰν ἡμῖν καὶ ἀνομοιότητα τὴν ἐν ταῖς μυστικαῖς θυσίαις καὶ ταῖς ἄλλαις ἱερουργίαις εἰς διαβολὴν ἁπάσης καὶ ἀνατροπὴν τῆς ἡμῶν ἀχράντου τελετῆς καὶ λατρείας προκομιεῖσθε· ἐξ ὧν γὰρ κατὰ τῆς Χριστοῦ εἰκόνος πονηρὰν μελέτην ταῖς ὑμῶν διανοίαις ἐμελετήσατε, πᾶσαν τὴν τῶν Χριστιανῶν ἱερὰν τελετὴν καὶ τὰ θεῖα μυστήρια ἐκ βάθρων αὐτῶν ἠλέγχθητε κατασείοντες.

Πέμπτον ῥητέον, ὃ καὶ λίαν αὐτῶν στηλιτεύει τὸ δυσσεβὲς καὶ μισόχριστον· τί γὰρ ἐπὶ τῆς εἰκόνος ἵστασθε καὶ τοὺς τοιούτους φληνάφους ἀνελίσσετε, δέον πρὸς αὐτὸν τὸν εἰκονιζόμενον, ὃ κρύπτουσι τέως, ἀποδύσασθαι; ἵνα τί γάρ, ὃ ταῖς διανοίαις ὑμῶν ὠδίνετε, τὸν ἄσπονδον κατὰ Χριστοῦ πόλεμον, τοῦτον μὴ καὶ τοῖς χείλεσιν καὶ γυμνῷ τῷ προσώπῳ, ἀλλ’ ὑπὸ προσωπείῳ τῇ εἰκόνι ἐπιδείκνυσθε; λεγέτωσαν γὰρ ὡς, ἐπειδὴ Ἕλληνες μὲν αὐτοῖς ὅμοιον ἐπὶ γῆς φανῆναι τὸν Χριστὸν νομίζουσιν, Ῥωμαῖοι δὲ μᾶλλον ἑαυτοῖς ἐοικότα, Ἰνδοὶ δὲ πάλιν μορφῇ τῇ αὐτῶν, καὶ Αἰθίοπες δῆλον ὡς ἑαυτοῖς—ἐπεὶ ταῦτα, τίς ἐστιν ὁ ἀληθὴς Χριστός; ὁ παρὰ τίσι νομιζόμενος; οὐκ ἄρα δεῖ ὁμολογεῖν οὐδὲ πιστεύειν σαρκὶ ἐπιδημῆσαι τὸν Χριστόν· ὄντως γὰρ αὐτοῖς τοῖς ἀθλίοις οὐδ’ ἐπεδήμησεν· ὃ γὰρ κατὰ τῆς εἰκόνος ἐπονηρεύσαντο, τοῦτο πολὺ πρότερον κατὰ τοῦ εἰκονιζομένου πεφώρανται φρυαξάμενοι, ἀπὸ τῆς τῶν νομισάντων διαφορᾶς ἀναίρεσιν παντελῆ τοῦ νομισθέντος ψηφισάμενοι. ὁρᾷς οἷος αὐτῶν ὁ σκοπός, καὶ εἰς οἷον αὐτοῖς τὸ κατὰ τῆς εἰκόνος ἀπέβλεπεν τέχνασμα;

Ἀλλ’ ἐπὶ τοῖς εἰρημένοις ἐκεῖνο ῥητέον, οὐκ ἐκείνοις (ἀνάξιοι γάρ), ἀλλά γε τοῖς πιστοῖς καὶ φιλοχρίστοις, ὅτιπερ οὐ πάντως λυμαίνεται τῶν εἰκονισμάτων τὸ ἀνόμοιον τὴν τῆς εἰκόνος φύσιν καὶ τὴν ἀλήθειαν. οὐ γὰρ μόνῳ σχήματι σώματος καὶ μορφῆς εἰκονίζεται χρώμασιν τὸ εἰκονιζόμενον, ἀλλὰ καὶ ποιᾷ διαθέσει καὶ παρεπομένῃ πράξει καὶ παθῶν ἐμφάσει καὶ τόπων ἱερῶν ἀναθέσει καὶ ἐπιγραμμάτων ἑρμηνείᾳ καὶ συμβόλοις ἐξαιρέτοις ἄλλοις, ὧν μηδὲν παρεῖναι, ἢ μὴ τὰ πλείονα, ταῖς παρὰ τῶν πιστῶν εἰκόσιν παντελῶς ἀδύνατον. δι’ ὧν οὐδὲν ἔλαττον ἢ εἰ καὶ πάντα προσῆν εἰς ἔννοιαν καὶ τιμὴν τοῦ εἰκονισθέντος (ὅπερ ἐστὶ τῆς εἰκονουργίας σκοπός) ἀναγόμεθα.

Ἀλλὰ ταῦτα μὲν κατ’ ἐπιδρομήν, καὶ ὡς ἐπιστολῆς τύπῳ· ἡ δὲ τῆς ἐργασίας ἀκρίβεια θεοῦ διδόντος εἰς τὴν οἰκείαν ὑπόθεσιν ἀναχθήσεται.