Ἀλλὰ καὶ περὶ ὀμμάτων. κοινὰ μὲν οὖν ὀμμάτων καὶ ἁπλῶς εἰπεῖν καὶ τοῦ ἄλλου σώματος, ψῦξις ἐκ τοῦ ἀέρος, ἔγκαυσις· βλεφάρων δὲ καὶ τοῦ ἄλλου σώματος μελικηρίδες, ἀθερώματα, καρκίνοι, ἄνθρακες, ἀνευρύσματα, κιρσοί, γαγγλία, ἑλκώσεις, ἴονθοι, συκώσεις, τύλοι, ταῦτα γὰρ περί τε τὰ βλέφαρα καθορᾶται γινόμενα καὶ περὶ τὸ ἄλλο σῶμα τοῦ ἀνθρώπου. τὰ δὲ μόνως· τούτων δὲ τὰ μὲν ἔξωθεν, ὡς ἔνιά τε τῶν εἰρημένων καὶ ψάμμου ἢ ζωϋφίου ἢ ἀχύρου ἢ ἀσβέστου ἔμπτωσις ἢ καπνὸς ἢ κονιορτὸς ἢ πληγὴ ἢ ἀπὸ πυρὸς ἕλκη ἢ σκολόπια ἐμπηγνύμενα (ἀπὸ δὲ πληγῆς συμβαίνει καὶ νύγματα καὶ ὑποσφάγματα καὶ τραύματα, ἐξ ἧς καί τις πρόπτωσις καί τινα τοιαῦτα)· τὰ δὲ οἴκοθεν φυόμενα, τὰ μὲν δι’ ὅλου τοῦ ὀφθαλμοῦ σὺν τοῖς βλεφάροις, ξηροφθαλμίαι καὶ σκληροφθαλμίαι, φλύκταιναι καὶ ὁ ἐκπιεσμὸς καί τινα τοιαῦτα, τὰ δὲ περὶ αὐτὸν τὸν βολβὸν μόνον καὶ τὰ περὶ τὸν βολβόν· τὰ μὲν περὶ ὅλον αὐτόν, ὡς ἀτονίαι, νυκτάλωπες καὶ οἱ μηδ’ ὅλως ὁρῶντες ἐν νυκτί, ἀλλὰ καὶ ἡ ἀτροφία καὶ ἡ μυωπία καὶ ὁ στραβισμὸς καὶ ὁ πιεσμὸς καὶ ἡ παράλυσις, ἣ κοινόν ἐστι βλεφάρων, ὡς καὶ ἄλλων τοῦ σώματος μερῶν· τὰ δὲ περί τι μέρος αὐτοῦ.