Ἔργον
Μέγας Φώτιος – Ἐπιστολαὶ καὶ Ἀμφιλόχια
Επιστολές από την εξορία και ερμηνεία ευαγγελικών ρήσεων
Επιστολές παρηγορίας και στήριξης προς τους συνδιωκόμενους ορθοδόξους, και ερμηνευτικές προσεγγίσεις σε ευαγγελικά παραγγέλματα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επιστολές από την εξορία και ερμηνεία ευαγγελικών ρήσεων
Επιστολές παρηγορίας και στήριξης προς τους συνδιωκόμενους ορθοδόξους, και ερμηνευτικές προσεγγίσεις σε ευαγγελικά παραγγέλματα.
Μητροφάνει μονάζοντι ἀποστατήσαντι Τῆς πονηρίας τὸ πάθος—πάθος γὰρ ἔγωγε μάλιστα καλῶ πᾶν ὅπερ λυμαίνεται τοῖς κατὰ φύσιν—τοῦτο δὴ ἐπειδὰν κρεῖττον γένηται τῆς ἀπὸ τῶν παραινούντων ἰατρείας, ἢ σφοδρότητι τιμωρίας ἢ τῷ θανάτῳ τὴν ἐπὶ τὰ χείρω νομὴν ἀνακόπτεται. παρῃνέσαμεν οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις κωφῶν δὲ ἄρα θύρας, τὴν παροιμίαν, ἀπέδειξας κόπτοντας. ἀλλ’ ἔδειξας μὲν νόσον ἀνθρωπίνης μείζονα θεραπείας· οὐ δείξεις δέ, οἶμαι, καὶ τῆς ἀπὸ τῶν νόμων τιμωρίας. εἰ δὲ καὶ ταύτην ὑπερβολῇ θράσους ἐλέγξαι φιλονεικήσεις, ἀλλ’ οὖν ἁλώσεταί γε πάντως τῷ θανάτῳ τὸ σὸν ἐπὶ τῇ σαυτοῦ καταστροφῇ πρὸς πάντα φιλόνεικον.
Γεωργίῳ διακόνῳ καὶ κουβουκλεισίῳ Ἀπαγορεύω σοι, φίλων ἄριστε, μηκέτι φίλον ἡμέτερον ὀνομάζεσθαι· νῦν γὰρ ἔγνων ἐμαυτὸν περὶ τοὺς ἀληθεστάτους φίλους πάντων ἀνθρώπων δυστυχέστατον. ὁ καλὸς ἡμῖν καὶ πιστὸς οἰκονόμος, ὁ κοινὸς φίλος (οἴμοι, λέγω καὶ γράφω σιγῶντος ἐκείνου) λιπὼν ἡμᾶς τοὺς προσκαίρους ἀνθ’ ἡμῶν, ὡς ἔοικεν, τοὺς αἰωνίους φίλους ἠλλάξατο, ὥσπερ οὐκ ἀνεχόμενος ἀρετὴν τοσαύτην καιροῖς τοιούτοις ἐμπολιτεύεσθαι.
Ὁ μὲν οὖν παλαιὸς ἐκεῖνος Τίμων, μοχθηρίαις ἀτόποις ἀνθρώπων ἴσως περιτυχών, ἔδοξέν τι σοφὸν ἐπιτελεῖν, ἀντὶ φιλανθρώπου μισάνθρωπος καὶ εἶναι καὶ ὀνομάζεσθαι. ἐγὼ δὲ πολλῷ ἂν φανείην δικαιότερα, οἶμαι, διαπραττόμενος, ἀνθ’ οὗπέρ εἰμι μισόφιλος γενέσθαι διανοούμενος. τῆς γὰρ ἐν φίλοις θαυμαστῆς ἡλίκης ἀρετῆς ἀπολαύειν ἀρχόμενος, ἅμα μὲν χαίρω τῆς ἀπολαύσεως, ἅμα δὲ λίαν πικρῶς ἀνιώμενος ταύτης ἀθλίως ἐλαύνομαι· ὥσπερ, ἵνα μόνον λυπήσῃ καὶ τὴν συναίσθησιν τῶν ἀλγεινῶν ἀφόρητον ἐπαφήσῃ, διὰ τοῦτο μόνον τῆς τοιαύτης ἡδονῆς ἡμᾶς γεύσαντος τοῦ ὅστις ποτέ ἐστιν ἐκεῖνος ὁ τηλικοῦτον καθ’ ἡμῶν ῥίψας τὸ βέλος, εἴτε φθόνος, εἴτε ψῆφος ἄλλη. ἐξάγομαι γὰρ ὑπὸ τοῦ πάθους, καὶ οὐκ ἔχω τί εἴπω, πλὴν ὅτι μὴ κατελεήσας ἡμᾶς μήτε τῆς ὑπερορίας μήτε τῆς φυλακῆς μήτε τῶν ἄλλων χαλεπῶν οἷς τὸν βίον περιαντλούμεθα—ὑπὸ μηδενὸς τούτων δυσωπηθείς, λαβὼν ἀθρόον καὶ διασπάσας ἀφ’ ἡμῶν τὸν φίλον οἴχεται, πικρὸν καὶ ἀπαραίτητον κατὰ μέσης αὐτῆς καρδίας τὸ κέντρον ἐμπήξας. ἀλλ’ ἴσως οὐ πολὺς χρόνος, καὶ τελείως ταύτην διεργασάμενος (τοῦτο γὰρ ὡς ἐν τηλικούτοις κακοῖς ἡμᾶς μόνον ἀναψύχει) πρὸς τὸν ποθούμενον ἀπελάσει.
Σὺ δέ, ὦ μοι λοιπὸν τοῦ βίου παραμύθιον, ἔρρωσο καὶ μὴ φίλει, καὶ τὴν ὁσίαν ἐκείνῳ ἀνθ’ ἡμῶν ἀξίως τῆς σῆς ἀρετῆς καὶ τῆς ἐκείνου φιλίας ἐπιτέλει, καὶ τῶν συγγενῶν καὶ οἰκείων ἀνθ’ ἡμῶν καὶ σαυτοῦ προστάτης καὶ κηδεμὼν καθιστάμενος κούφιζε τὸ πολὺ τοῦ πάθους· ἄλλο γὰρ οὐδέν ἐστιν, οἶμαι, τῷ κειμένῳ φίλῳ συνεισενεγκεῖν. εἰ δέ τι καὶ πλέον ἤθελον γράφειν, ἀλλὰ σφοδρότερον ῥέον ἐπέσχεν τὸ δάκρυον τὴν γραφήν.
Λέοντι καὶ Γαλάτωνι ἀδελφοῖς καὶ ἀσηκρῆτις Εἰ τὰς πρὸς ἔριν παρασκευὰς ἐξελύσατε, τὰς ἡμετέρας ἐντολὰς κἂν νῦν γοῦν, ἐπεὶ μὴ πρότερον, ἐκπληρώσατε καὶ τὸ βιβλίον διορθώσασθε· σφαλμάτων γὰρ αὐτὸ μᾶλλον ἢ γραμμάτων ὁρᾶν ἐστι τοῖς ἐντυγχάνουσι βιβλίον. οὕτω δέ, οἶμαι, κατὰ σπουδὴν πράξασιν καὶ ἡ ἐπὶ τῇ προτέρᾳ παρακοῇ συγγνώμη, μὴ πλέον οὖσα συγγνώμης, ἀλλὰ τὸν ὀρθὸν φυλάττουσα λόγον, ἐπακολουθήσει.
Ζαχαρίᾳ μητροπολίτῃ Χαλκηδόνος Εἰ ἐγὼ τὸν ἐμὸν Ζαχαρίαν ἀγνοῶ, καὶ ἐμαυτοῦ ἐπιλέλησμαι· ἀλλ’ ἡμῶν, ὡς ἔοικεν, ἐκεῖνος (οὐ γὰρ ἔχω τί μετριώτερον εἴπω) ἐπιλέλησται. οὐ γὰρ ἂν ἡμᾶς ὑπετόπαζεν ἀνθρώπων λόγοις τῆς περὶ αὐτὸν δόξης ἣν ἐκ παλαιοῦ φυλάττομεν παρασύρεσθαι· ὁ δὲ καὶ φοβεῖται διὰ ταῦτα φόβον ἐν οἷς οὐ μόνον οὐκ ἔστι φόβος, ἀλλ’ οὐδέ τις φόβου τοῖς ἡμᾶς ἐγνωκόσιν ὑπόνοια. εἰ γὰρ ἡμᾶς ὁ μακρὸς ὃν ἐκ παιδὸς σχεδὸν ἔγνωμέν σε χρόνος καὶ ὁ πολὺς καὶ οὗ μέγα κλέος ὑπὲρ ἡμῶν, μᾶλλον δὲ Χριστοῦ καὶ τῶν αὐτοῦ θεσπισμάτων ἀγὼν καὶ δρόμος οὔπω πεῖραν ἔχειν τῆς σῆς ἐνεγύμνασεν ἀρετῆς, οὐκ οἶδ’ ὅπως ἡμεῖς τε οὐχὶ κακοὶ μετὰ τοῦ ἀνοήτου δόξαιμεν ἂν καὶ οἱ δεδιότες μή τι πάθοιμεν τοιοῦτον, τὸ μὴ ἀγνοεῖν ἡμᾶς οὐ φυγόντες, ἄλλο τι πλὴν τοῦ χειρίστους εἰπεῖν εὐπορήσουσιν.
Ἀλλὰ τούτων τε ἕνεκα θάρρει καὶ ἡμᾶς, ὥσπερ τοῖς ἄθλοις, οὕτω καὶ τῷ μὴ παρασύρεσθαι τοὺς λογισμοὺς ὑφ’ ἑτέρων ἐπιγίνωσκε, ἵνα μὴ διὰ μιᾶς οὐ προσηκούσης ὑπολήψεως ἡμᾶς τε καὶ σαυτὸν μᾶλλον ἐν αἰτίᾳ ποιήσῃς μεγάλῃ· καὶ τοὺς ἀδελφούς, εἴ τι ἄρα καὶ ἀνθρώπινον αὐτοῖς ὑποτρέχει πάθος τοῖς σοῖς ἀνερεθιζόμενον προτερήμασιν, ἀδελφικῶς φέρε καὶ διαβάσταζε. οὐ γὰρ ἐφ’ οἷς ἡμᾶς εὐχαριστεῖν δεῖ, ἄλλοις ἀπεχθάνεσθαι χρή, οὐδ’ ἐξ ὧν ἐστιν λαβεῖν ἀπόδειξιν λαμπρὰν τοῦ πρωτεύειν ἡμᾶς, διὰ τούτων ὀφείλομεν πρὸς τοὺς αἰτίους δυσανασχετεῖν καὶ τὸ ἄλογον πάθος εἰς εὔλογον αὐτοῖς ἀπολογίαν μεταποιεῖν. ἀλλὰ καὶ τῶν εἰρημένων μᾶλλον ἴσθι τοῦτο, ὅτι ‘ὀφείλομεν ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν’· καὶ πάντων δὲ μάλιστα ἐκεῖνο διὰ βίου μελέτην ποιοῦ· τὸ ποῖον; ὅτι ‘ἡ ἀγάπη οὐκ ἀσχημονεῖ.’ ἐρεύνα καλῶς, τί ποτέ ἐστι τὸ ‘οὐκ ἀσχημονεῖ’ (βάθος γὰρ ἄφατον εὑρήσεις ὠφελείας), εἶτα διὰ τί οὐκ ἀσχημονεῖ. ὅτι ‘οὐ ζητεῖ’ φησὶ ‘τὰ ἑαυτῆς’, ἀλλὰ καὶ ‘πάντα στέγει, πάντα ἐλπίζει’. ὑψηλὰ μὲν καὶ ταῦτα, ἀνέχεσθαι βάρη καὶ βελτίωσιν ἀεὶ καὶ μεταβολὴν ἐπὶ τὸ κρεῖττον ἐλπίζειν τοῦ πλησίον· τί δὲ ἄλλο; ὢ Παύλου σοφίας πλοῦτος καὶ χάρις· ‘ἡ ἀγάπη’ φησὶν ‘οὐδέποτε ἐκπίπτει.’ ὢ μακαρίας φωνῆς καὶ μακαριωτέρου στόματος, καὶ κρείσσων ἐγκωμίων καὶ θαύματος γνώμη.
οὐδέποτε, φησίν, ἐκπίπτει· κἂν στασιάζωσιν ἄλλοι, κἂν χαίρωσι μάχαις, κἂν τὰ πρῶτα ζητῶσι, κἂν φθόνος αὐτοὺς ἀνερεθίζῃ, κἂν χειρῶν ἄρχωσιν ἀδίκων, κἂν τὰ ἄνω στρέφωσι κάτω, οὐδέποτε ἡ ἀγάπη τῆς οἰκείας ἕδρας καὶ ἀρετῆς ἐκπίπτει, οὐδ’ ἀπογινώσκει, οὐδ’ ἀποστρέφεται τοὺς λελυπηκότας, ἀλλ’ ἀεὶ προφάσεις ἐπιζητεῖ καὶ πάντα κινεῖ καὶ μεθοδεύει δι’ ὧν αὐτοὺς καὶ ἀποσκιρτῶντας εἰς τὸν οἰκεῖον τῆς συναφείας καὶ ἑνώσεως συναγελάζει λειμῶνα.
Ταῦτα, τέκνον ἡμέτερον ἐν κυρίῳ, μελέτα καὶ τούτοις ἑαυτὸν ῥύθμιζε κατεπᾴδων οὐδὲν γάρ, εὖ ἴσθι, τῶν παναρίων τούτων εὑρήσεις ὠφελιμώτερον. τὰ δ’ ἄλλα ἔρρωσο, ἱερώτατε, τῆς ἡμῶν ὑπερευχόμενος μετριότητος.
Τῷ αὐτῷ Χάρις Χριστῷ τῷ ἀληθινῷ θεῷ ἡμῶν, τῷ ἐπὶ πᾶσι παρακαλοῦντι ἡμᾶς, τῷ καὶ τὰς γενναίας τῶν φύσεων, ἐπειδὰν τῆς οἰκείας ἀρετῆς μικρὸν ἀποκλίνωσι, θᾶττόν τε συνορᾶν δυναμοῦντι τὸ ὀλίσθημα καὶ πρὸς τὸ οἰκεῖον καὶ εὐγενὲς ἐπανατρέχειν ἀξίωμα. ὃς καὶ νῦν οὐ τῇ τῶν ἡμετέρων λόγων, ὡς ἂν αὐτὸς φαίης, δυνάμει καὶ παραινέσει, ἀλλὰ τῆς οἴκοθεν καὶ ἐξ αὐτοῦ σοι παρασχεθείσης μεγαλονοίας τῇ ῥώμῃ τὸ χυδαῖον μὲν καὶ ταπεινὸν τῶν λογισμῶν ἐχαρίτωσέν σε διαπτύσασθαι, εἰς δὲ τὸ προσφυὲς καὶ κατάλληλον μέγεθος τῆς ἀρίστης προαιρέσεως καὶ τῆς ἄλλης πολιτείας ἐκ τοῦ ῥᾴστου ἐπανήγαγεν. ἐν οἷς εἴης μοι, κἂν μυρίους κύβους ἡ τῶν πραγμάτων ἀναρρίπτει περιπέτεια, αὐτὸς διὰ παντὸς ἐν ἀκλονήτῳ τῆς ἀγάπης ἐστηριγμένος φρονήματι. ἔρρωσο, τέκνον ἡμέτερον ἱερώτατον.
Δαμιανῷ ξενοδόχῳ Ἧκεν χθὲς ὡς ἡμᾶς περὶ λύχνων ἁφάς (μεῖζον γὰρ αὐτῷ καὶ τῆς ἀωρίας τὸ πάθος ἐτύγχανεν) ἄνθρωπος πένης κλαίων, καὶ φωνὰς ἠφίει πάσας ἐπ’ ἐλέῳ, αἳ μαλάττειν καὶ δυσωπεῖν ἴσχυον καὶ γνώμην θηρίων. χιτωνίσκος ἦν αὐτῷ περιερρηγμένος κάλυμμα τοῦ βίου καὶ πληγὰς τὰς ἐξ ἀνθρώπων ἔφερεν ἐπὶ τοῦ προσώπου, ἃ μᾶλλον τῶν ἄλλων εἰς οἶκτον καὶ θρῆνον τοὺς ὁρῶντας παρεκάλει· ἐμὲ δὲ πλέον, ὅτι καὶ γνωρίμων ἔργα τὰ πάθη τοῦ πένητος ἐπυνθανόμην. ὡς δέ μοι καὶ ἡ αἰτία δι’ ἣν τὰ ἀνήκεστα πάθοι δήλη ἐγεγόνει, ὅτι ποινὰς ἔτισεν ταῦτα ἀνθ’ ὧν μὴ σιγῴη μηδὲ ἀγαπᾷ τὸ γήδιον αὐτὸ ἐφ’ ᾧ τὰς τοῦ ζῆν ἐσάλευεν ἐλπίδας προηδικημένος—ὡς οὖν καὶ ταῦτα τοῖς ἄλλοις προσετέθη, ὅλος σφόδρα συνεχύθην καὶ οὐδὲν ἔλαττον τοῦ πένητος, οὐ γάρ ἐστιν εἰπεῖν μεῖζον, τὴν ψυχὴν διετέθην, πλὴν εἰ μή τις τὴν ἐμὴν ἀλγηδόνα ἐπὶ σοί τε καὶ τῷ ἠδικημένῳ γινομένην βλέπων διπλῆν ἀποφαίνῃ.
Λῦσον, ἄνθρωπε, τῷ πένητι τὴν συμφοράν, ἀποδιδοὺς τὸ ἀδίκημα καὶ τὰ τραύματα θεραπεύων εὐεργεσίας ἐλαίῳ. εἰ δὲ τοῦ πένητος ὑπερορᾷς, ἀλλ’ οὖν τὴν ἐμὴν λῦσον συμφοράν, μᾶλλον δὲ τὴν σήν· ἡ σὴ γὰρ μείζων καὶ τῆς τοῦ πένητος καὶ ἡμῶν, κἂν οὔπω ταύτης, οἴμοι, συναίσθησιν ἔχῃς.
Μιχαὴλ πρωτοσπαθαρίῳ Τῆς παιδείας ἡ κτῆσις τῷ τε γεγηρακότι κρατίστη γίνεται βίου βακτηρία καὶ τὸν ἀνθοῦντα τὴν νέαν ἡλικίαν εἰς ἀρετῆς ὥραν ἀλύπως διαβιβάζει. παίδευε τοίνυν σοφίαν καὶ ἀρετὴν τοὺς σοὺς παῖδας, ἵνα καὶ νεάζοντες ὡραίαν ἔχωσι τὴν πολιτείαν καὶ γεγηρακότες μὴ δεήσωνται τῆς ἑτέρων βοηθείας.
Νικήτᾳ πρωτοσπαθαρίῳ Αὐχεῖς ὅτι γονέων ἔφυς εὖ γεγονότων, ἐγὼ δέ σε ἠξίουν μᾶλλον μέγα φρονεῖν εἰ τοῦ γένους ἡγεμόνα σαυτὸν δι’ ἀρετῆς προετίθεις· τὸ μὲν γὰρ ἔσθ’ ὅτε καὶ ὁ χείριστος ἕξει λέγειν, τὸ δὲ μόνου καθέστηκεν τοῦ ἀρίστου.
Γρηγορίῳ ἀρχιεπισκόπῳ Συρακούσης Ὅσα πρὸς καταρτισμὸν τῆς τοῦ θεοῦ ἐκκλησίας ἡ ἀρχιερατικὴ ὑμῶν διαπράττεται ὁσιότης, ἄνωθεν καὶ ἐξ ἀρχῆς τὴν ἡμετέραν ἔχει συμφωνοῦσαν μετριότητα· δι’ ὅπερ οὐ δεῖται συνεχοῦς ἐπὶ τούτοις ὑπομνήσεως, μάλιστά γε νῦν, ὅτε φωνῆς ἁπάσης λαμπρότερόν τε καὶ τελειότερον ἀναδιδάσκουσιν ἡμᾶς τὰ ἀλλήλων καὶ εἰς μίαν γνώμην καὶ τὸ αὐτὸ συνάπτουσι φρόνημα ὅ τε κοινὸς ὑπὲρ Χριστοῦ διωγμὸς καὶ τὰ κοινὰ πάθη καὶ ἀνιστόρητα οἷς ἐναθλεῖν διὰ τὴν συντήρησιν τῶν δεσποτικῶν ἐντολῶν καὶ παραφυλακὴν ἀξιούμεθα. ἔντεινε τοίνυν καὶ κατευοδοῦ, χειροθετῶν τε καὶ ἱεροτελῶν καὶ τὸ ποίμνιον αὔξων καὶ πληθύνων Χριστοῦ ναούς τε σεπτοὺς ἐγείρων καὶ τελεσιουργῶν· ἄλλως τε καὶ καιροῖς τοιούτοις, ἐν οἷς ἱερεῖς τε καὶ ἱερωσύνη τὸ μέρος ἐκείνων τῶν τρισαθλίων σεσίγηται καὶ ἐξ ἀνθρώπων ἠφάνισται ναῶν τε ἐρημία καὶ πόρθησις ἀντὶ τῆς πρὶν εὐκοσμίας τὸ Ῥωμαϊκὸν κατέχει πολίτευμα καὶ μονονουχὶ τὰ Χριστιανῶν ἐκ βάθρων αὐτῶν ἀνατέτραπται. οἷς τίς ἀξίως ἄλλος ἢ Ἱερεμίας ἐπιστενάξειεν, δυνατὸς ὢν οἰκείοις θρήνοις τηλικαύτης ἐρημίας ἐκτραγῳδῆσαι καὶ παραστῆσαι μέγεθος; ἀλλὰ ταῦτα μὲν καὶ σιωπώμενα κέκραγεν· σὺ δέ μοι τά τε ἄλλα ἔρρωσο καὶ τῆς ἡμῶν ὑπερεύχου μετριότητος.
Δαμιανῷ ξενοδόχῳ Τὸ σιγᾶν ἀδικούμενον μείζονα τῶν ἀδικούντων ποιεῖται τὸν ἔλεγχον δῆλον γὰρ ὡς, εἰ μὴ μεγάλην τινὰ καὶ ἀνυπέρβλητον τῶν ἀδικούντων ὠμότητα κατεγίνωσκεν, οὐκ ἂν ἀφεὶς τὸ κινεῖν ἐπ’ ἔλεον ἀντὶ τούτου τε καὶ τῶν δικαίων λόγων τὴν σιωπὴν ἔστεργεν. ἀλλ’ ὁ μὲν δυστυχὴς ἐκεῖνος καὶ πένης ἄνθρωπος, περὶ οὗ καὶ πρὶν ἔγραψα, ἠδικηκέναι μὲν ὑμᾶς ὁμολογεῖ καὶ τῶν ἀδικημάτων οὐκ ἄλλους, ἀλλ’ ὑμᾶς ἐπάγεται μάρτυρας κύριοι γὰρ νῦν ἀξιοῦτε γενέσθαι ὧν τυραννίδι καὶ βίᾳ τὴν ἐξουσίαν προειλήφατε· ἀνίατα δὲ νοσεῖν καὶ κρείττους εἶναι διορθώσεως καὶ μεταμελείας οὔπω κατέγνωκεν. διὰ τοῦτο καὶ φίλους περινοστεῖ καὶ λόγους φθέγγεται ἐλεεινούς, καὶ πρὸ τούτων ὥσπερ ἱκετηρίαν αὐτὸ προτείνει τὸ δίκαιον, οὐκ ἐν τοῖς ἔξωθεν κριτηρίοις, ἀλλ’ ἐν μέσοις φίλοις καὶ ἐπὶ τοῦ βήματος τῆς ὑμῶν συνειδήσεως. εἰ δ’ ἔτι μηδὲν χρηστὸν μηδὲ δίκαιον περὶ αὐτὸν ἐννοήσητε μηδ’ ἐκείνων αὐτῷ ἐκστῆτε ἃ τυραννίδος νόμος αὐτοῦ μὲν ἥρπασεν, ὑμῖν δ’ ἐνεχείρισεν, ἴστε ὡς, ὅπερ ἐκεῖνος ὁ ὑφ’ ὑμῶν ἀδικούμενος εἰπεῖν καθ’ ὑμῶν ἐφυλάξατο, αὐτοὶ καθ’ ἑαυτῶν διὰ τῶν ἔργων, τὸ χειρίστους ἀνθρώπων εἶναι πάντων, ἐψηφίσασθε.
Γρηγορίῳ διακόνῳ καὶ χαρτουλαρίῳ Ἀνεθεμάτισαν ἡμᾶς χρόνοις μακροῖς πᾶσα σύνοδος αἱρετικὴ καὶ πᾶν εἰκονομάχων συνέδριον, οὐχ ἡμᾶς δὲ μόνον, ἀλλὰ καὶ πατέρα καὶ θεῖον ἡμέτερον, ἄνδρας ὁμολογητὰς Χριστοῦ καὶ ἀρχιερέων σεμνολόγημα· ἀλλ’ ἀναθεματίσαντες· εἰς τὸν ἀρχιερατικὸν θρόνον ἡμᾶς ἀνήγαγον καὶ μὴ θέλοντας. ἀναθεματιζέτωσαν τοιγαροῦν καὶ νῦν οἱ παραπλησίως ἐκείνοις τῶν δεσποτικῶν ἐντολῶν ἀλογήσαντες καὶ παρανομίας ἁπάσης πλατεῖαν τὴν πύλην εὐρύχωρον ἀναπετάσαντες, ἵνα καὶ αὐτοὶ ἀπὸ γῆς εἰς τὴν οὐράνιον ἡμᾶς βασιλείαν καὶ ὀκνοῦντας ἀναβιβάσωσιν.
Βαάνῃ πραιποσίτῳ καὶ πατρικίῳ Ἦν ποτε Ῥωμαίοις, ἀλλὰ καὶ Ἕλλησιν (τί γὰρ δεῖ λέγειν Χριστιανοῖς;) καὶ κατὰ τῶν ἐχθίστων, μὴ ὅτι γε κατὰ τῶν εὐεργετησάντων, ὅρος κακώσεως· οἶδεν καὶ τὸ βάρβαρον μὴ ὑπερβαίνειν νόμους κολάσεων· καὶ πολλὰ δέ φασιν τῶν θηρίων ὥσπερ εὐλαβεῖσθαι καὶ ὑποστέλλεσθαι πρὸς τοὺς ἐν συμφοραῖς ἐσχάταις κειμένους καὶ τὸ θηριῶδες οὐκ ἐπιδείκνυσθαι. ἡμεῖς δὲ νῦν, ὦ φιλανθρωπότατοι, ἀπὸ τῶν ἄλλων ἔργων ὑμῶν καὶ νόσῳ κείμεθα, καὶ ἰατρὸν ἡ νόσος ἐπιζητεῖ, καὶ ἡμέραι τῇ νόσῳ τριάκοντα παρετάθησαν, καὶ πολλοὶ πολλάκις ὑμῶν ἐδεήθησαν ἰατροῦ συγχωρῆσαι παρουσίαν· ἀλλ’ (ὦ φύσις ἀνθρώπων καὶ Ῥωμαίων, ὅποι γῆς ἐστε, νόμοι καὶ κλῆσις Χριστιανῶν;) οὐκ ἐδυσωπήθητε. ἀλλ’ ἡμεῖς μὲν βαρβάρους ὑμᾶς ἢ θηρία νομίζειν οὔπω πειθόμεθα· ὑμέτερον δ’ ἐστὶν ἐπισκοπεῖν, δι’ ὧν εἰς ἡμᾶς τοὺς ταπεινοὺς τὰς ὑπερορίους ταύτας καὶ καινὰς ὑπὸ τὸν ἥλιον τιμωρίας ἐπενοήσατε, τίνα προσηγορίαν ἀντὶ τοῦ Χριστιανοὶ καὶ Ῥωμαῖοι καὶ Ἕλληνες καὶ βάρβαροι καὶ θηρία ὀνομάζεσθαι ταῖς ὑμετέραις πράξεσιν ἁρμόζουσαν ἐξευρήσετε. ἡμεῖς δέ, κἂν τῇ νόσῳ νικηθῶμεν, λαμπρότερον, εὖ ἴστε, τὸ καθ’ ὑμῶν στήσομεν τρόπαιον, τὸν ἡμέτερον βίαιον θάνατον τῷ παντὶ βίῳ στήλην τῆς ὑμῶν μιαιφονίας ἐναπολιπόντες ἀνεξάλειπτον.
Ἰγνατίῳ μητροπολίτῃ Κλαυδιουπόλεως Ἦν ποτε φευκτὸν καὶ φοβερὸν τὸ ἀνάθεμα, ὅτε κατὰ τῶν ἐνόχων τῆς ἀσεβείας ὑπὸ τῶν τῆς εὐσεβείας κηρύκων ἐφέρετο· ἀφ’ οὗ δὲ ἡ τολμηρὰ καὶ ἀναίσχυντος τῶν ἀλαστόρων ἀπόνοια παρὰ πάντα θεσμὸν θεῖόν τε καὶ ἀνθρώπινον καὶ παρὰ πάντα λόγον Ἑλληνικόν τε καὶ βάρβαρον τὸ οἰκεῖον ἀνάθεμα κατὰ τῶν προμάχων τῆς ὀρθοδοξίας ἀναστρέφειν ἐφρυάξατο καὶ τὴν βαρβαρικὴν μανίαν ἐκκλησιαστικὴν παρανομίαν ἐφιλονείκησαν ἀπεργάσασθαι, αὐτίκα καὶ τὸ φρικτὸν ἐκεῖνο καὶ ποινῆς ἁπάσης πέρας ἔσχατον εἰς μύθους καὶ παίγνια μεταπέπτωκεν, μᾶλλον δὲ τοῖς εὐσεβέσιν καὶ αἱρετὸν παρεσκεύασται. οὐδὲ γὰρ οὐδ’ ἡ πάντολμος τῶν ἐχθρῶν τῆς ἀληθείας γνώμη τὰς ποινάς, καὶ μάλιστα τὰς ἐκκλησιαστικάς, ποιεῖ φοβεράς, ἀλλὰ τῶν πασχόντων τὸ ὑπεύθυνον, ὡς τό γε ἀνεύθυνον καὶ εἰς χλεύην τὰς ἐκείνων τιμωρίας τρέπει καὶ κατ’ ἐκείνων τὸ δικαίωμα τῆς τιμωρίας ἀναστρέφει καὶ τῷ ὑπ’ αὐτῶν τιμωρουμένῳ στεφάνους ἀκηράτους καὶ ἀθάνατον δόξαν ἀντὶ ποινῆς ἀπεργάζεται. διὸ καὶ ἕκαστος τῶν εὐσεβῶν καὶ ἁγίων ὑπ’ αὐτῶν τῶν ἠλλοτριωμένων Χριστοῦ μυριάκις αἱρεῖται προπηλακίζεσθαι καὶ ἀναθεματίζεσθαι ἢ τοῖς αὐτῶν μισοχρίστοις καὶ θεοστυγέσιν μετὰ λαμπρᾶς τῆς εὐφημίας κοινωνῆσαι πονηρεύμασιν.
Μιχαὴλ μητροπολίτῃ Μιτυλήνης Ὥσπερ τοὺς τοῦ δεσπότου μαθητὰς τὸ μισόχριστον τῶν Ἰουδαίων συνέδριον ἀποσυναγώγους ποιήσαντες, ἐκείνους μὲν μᾶλλον τῷ διδασκάλῳ καὶ δεσπότῃ προσῳκείωσαν, ἑαυτοὺς δὲ τέλεον καὶ τῆς θείας μυσταγωγίας καὶ τῆς οὐρανῶν βασιλείας ἠλλοτρίωσαν, οὕτω καὶ νῦν οἱ τῶν Ἰουδαίων μιμηταὶ τοὺς τῶν ἀποστόλων ζηλωτὰς ἀποσυναγώγους ποιήσαντες, ἡμᾶς μὲν τοῖς θεσπεσίοις ἐκείνοις καὶ αὐτόπταις τοῦ λόγου συνῆψάν τε μᾶλλον καὶ συνήνωσαν (ἡ γὰρ κοινωνία τῶν παθῶν ἀκριβεστέραν ποιεῖται τὴν ἐν βίῳ καὶ πίστει συνάφειαν), ἑαυτοὺς δὲ καὶ τῆς ἐκείνων διδασκαλίας καὶ τῆς ἡμετέρας ὀρθοδοξίας ἐλεεινῶς τε καὶ ἀθλίως ἐναπέτεμον, καὶ τῆς Χριστιανῶν ὅλως καὶ κλήσεως καὶ πολιτείας τὴν ἑαυτῶν μοῖραν διχάσαντες εἰς τὴν τῶν Ἰουδαίων, οὓς παρεζήλωσαν, καὶ Χριστομαχίαν καὶ μιαιφονίαν φερόμενοι ἐκπεπτώκασιν.
Θεοδοσίῳ μονάζοντι καὶ ἡσυχαστῇ Τί θαυμάζεις εἰ προκαθῆτο μὲν ἐξωφρυωμένον τὸ ἀνίερον, παρίστατο δὲ τῶν ἀρχιερέων θεοῦ τὸ ἐπίσημον, καὶ κρίνειν μὲν ἐλέγετο τὸ κατάκριτον, κατεδικάζετο δὲ ξίφεσι περιεστοιχισμένον ὑπὲρ τοῦ μηδὲ φωνὴν ἀφεῖναι τὸ ἀνεύθυνον; ἔχεις πολλὰ καὶ νέα καὶ παλαιὰ παραδείγματα.
Ἄννας καὶ Καϊάφας καὶ Πιλᾶτος ἐδίκαζον, καὶ Ἰησοῦς ὁ ἐμὸς δεσπότης καὶ θεὸς καὶ κοινὸς ἁπάντων κριτὴς παρίστατο ἐταζόμενος. Στέφανος, ὁ καλλίνικος καὶ πρῶτος τῶν Χριστοῦ μαρτύρων, παρίστατο, καὶ τὸ τῆς μιαιφονίας συνέδριον λίθοις θεολογοῦντα τὸν ἀθλητὴν κατεχώννυον.
Ἰάκωβος, ὁ πρῶτος ἀρχιερέων καὶ δεσποτικῇ χειρὶ τὸ ἱερὸν χρῖσμα καὶ τὴν ἐφορείαν Ἱεροσολύμων λαχών, παρειστήκει, καὶ Ἄνανος ὁ ἐκ Σαδδουκαίων ἐκρότει συνέδριον, καὶ θάνατος ἦν εὐθὺς τῷ δικαίῳ τῶν παρανομούντων τὸ ψήφισμα. Παῦλος πάλιν, ὁ μέγας καὶ λαμπρὸς τῆς οἰκουμένης κῆρυξ, παρίστατο, καὶ Ἀνανίας, ὁ καθάπερ τοῖς χρόνοις Ἀνάνου πρότερος, οὕτω καὶ τοῖς τρόποις οὐ δεύτερος, τὸ τῆς ἀληθείας στόμα προσέταττεν τύπτεσθαι. ἀλλὰ Παύλου μνησθείς, πολλῶν τοιούτων εὑρήσεις συνεδρίων ἀπαρίθμησιν. τί δὲ δεῖ καὶ κατ’ ἄνδρα λέγειν; πᾶσα τῶν διωκτῶν καὶ τυράννων ἡ κατὰ τῶν ὁμολογητῶν Χριστοῦ καὶ μαρτύρων ὠμότης καὶ ἀπόνοια ὑπάρξει σοι τοῦ λαμπροῦ τούτου συνεδρίου παραδείγματα· ἐν ἅπασι γὰρ ἐκείνοις δῆλον ὡς οἱ μὲν οὐχ ἅπαξ, ἀλλὰ πολλάκις θανεῖν ἄξιοι μετὰ σοβαροῦ τοῦ φρονήματος προεκάθηντο, νομοθετῶν καὶ κριτῶν περιβεβλημένοι ὄνομα, ὧν δ’ οὐκ ἦν ἄξιος οὐδ’ αὐτὸς ὁ κόσμος, παρεστῶτες τὴν ἐπὶ θανάτῳ κατεκρίνοντο. μηκέτι οὖν ὑπερεκπλήττου τοῖς τετολμημένοις, μηδὲ τὴν ἐπ’ αὐτοῖς ἀνοχὴν τοῦ θεοῦ καὶ μακροθυμίαν ἐγκατάλειψιν αὐτοῦ νόμιζε τῶν ἀνθρωπίνων· οὐ γὰρ εἰς ἀνεπιστάτητον καὶ ἀπρονόητον νυνί (πόθεν;) τὰ τῆς προνοίας περιέστη, ἀεὶ δὲ τὰ ἡμέτερα σοφῇ τινι καὶ ἀπορρήτῳ καὶ ὑπὲρ νοῦν ἐπὶ τὸ ἄριστόν τε καὶ θαυμασιώτατον μεθοδεύεται οἰκονομίᾳ.
Ἀλλὰ γάρ, εἰ καὶ μέχρι νῦν οὐ τετόλμηται οὐδ’ ἔστιν ἔχον παράδειγμα, Ἰσμαηλιτῶν ἀθέων πρέσβεις καὶ ὑπηρέτας εἰς ἀρχιερατικοὺς ἄνδρας μεταπλάσαι καὶ πατριαρχικὰ τούτοις προνόμια περιθεῖναι καὶ τοῦ θαυμασίου αὐτῶν συνεδρίου κορυφαίους ἀποφῆναι, ἀλλ’ οὖν μηδὲ τοῦτό σε ξενιζέτω· ἀκόλουθόν τε γὰρ ταῖς ἄλλαις αὐτῶν τόλμαις, καὶ ᾔδεισαν τῆς ἱερωσύνης τὴν χάριν αὐτοῖς τε κἀκείνοις ἐξ ἴσου ἀνήκειν. οὔτε οὖν τούτους ἦν εὑρεῖν ἀνιέρους γεγονότας ἑτέρου συνεδρίου πλήρωμα γενέσθαι οὔτε ἐκείνους μισοχρίστων ἀποστόλους ὄντας ἄλλων τινῶν κορυφαίους καὶ ἐξάρχους εἰ μὴ τούτων ἀναρρηθῆναι. τίνες δ’ ἂν αὐτοῖς καὶ συνῆλθον κατὰ τοσούτων καὶ τηλικούτων ἀρχιερέων θεοῦ καὶ ἱερέων συνεκμανῆναι, εἰ μὴ θεομάχων βαρβάρων καὶ ὑπηρέται καὶ θρέμματα καὶ γεννήματα; τὸ δὲ κριτήριον μὲν καὶ σύνοδον τὴν μιξοβάρβαρον αὐτῶν ἐνέδραν ἀποκαλέσαι, εἶτα δὲ μήτε μάρτυρας (πόθεν; τίνος ἀδικήματος;)
μήτε κατήγορον παραστῆσαι, ἀλλὰ μηδὲ κατηγορίαν τινὰ προενεγκεῖν ἐξισχῦσαι, καίτοι τῶν ἄνω κάτω γινομένων, μήτε μὴν ὅλως τι αἰτιάσασθαι μηδὲ πυθέσθαι εἰ τόδε τι γέγονεν ἢ μὴ τόδε, ξιφήρη τε στρατὸν περιστῆσαι τὸν θάνατον τοῖς ἀθληταῖς ἀνασείοντας, ὥστε μηδὲ φωνὴν ἀφεῖναι, καὶ τὴν στάσιν αὐτοῖς ἐφ’ ὅλαις ἓξ καὶ ἐννέα ὥραις οἷα κόρον οὐκ ἔχοντας ἐνασελγαίνειν καὶ τρυφᾶν αὐτῶν ταῖς ὕβρεσι παρατεῖναι, μακρᾶς ἄλλης τερατείας ἐπιδεικνυμένης καὶ δραμάτων ὥσπερ ἐπὶ σκηνῆς ἄλλων ἐπ’ ἄλλοις τῶν βαρβαρικῶν καὶ βλασφήμων γραμμάτων ἐπεισιόντων, ἐπὶ δὲ τούτοις τὸ θέατρον λύοντας ὀψὲ καὶ μόλις, τῶν ἀνθρωπίνων μὲν ὅλως οὐδέν, κἂν γοῦν ἐν σχήματι, μήτε πρᾶξαι μήτε φθέγξασθαι, ὥσπερ δὲ κορυβαντιῶντας καὶ βεβακχευμένους τορόν τι καὶ διωλύγιον ἀνακράξαι ὡς ‘ἡμεῖς οὔτε κρίνειν συνήλθομεν οὔτε κρίνομεν ὑμᾶς, ἤδη γάρ, ἤδη κατεκρίναμεν καὶ δέον στέργειν τὴν κατάκρισιν’—τοῦτο δὴ οὖν, τοῦτο τὸ ἄθεον καὶ ἀναίσχυντον καὶ ἀνιστόρητον τόλμημα, εἰ καὶ πάσας Ἰουδαίων τόλμας ὅσας ἥλιος ἐπεῖδεν καὶ σελήνη συνέκρυψεν ἀπεκρύψατο, καὶ τῶν ἀθεότητα νενοσηκότων Ἑλλήνων τὸ ἀναιδὲς ὑπερέσχεν καὶ παράνομον, καὶ βαρβάρων ὅποι γῆς εἰσιν τὸ μανικὸν ὑπερεβάλετο καὶ ἐμβρόντητον—ἀλλ’ οὖν μηδ’ ἐν τούτῳ καταπεπληγμένος ἔσο, μηδὲ τῶν θείων καὶ σοφῶν κριμάτων ἀλόγιστός τις τοῖς λογισμοῖς συμπαρεισδυέτω μῶμος· ὡς ἔγωγε τοσούτῳ δέω τούτοις ἐκπεπλῆχθαι (καὶ σὺ μετ’ ὀλίγον, οἶδα, συνήσεις), ὥστε τοὐναντίον, εἰ καὶ παράδοξόν τισι δόξω λέγειν, ἐκ τούτων μάλιστα τῆς θείας καὶ ὑπερφυοῦς προνοίας τὸ ἀλάθητόν τε καὶ πανεπίσκοπον ἐναργεστάταις ὁρῶ μαρτυρίαις.
Πῶς δὴ καὶ τίνα τρόπον;
ὅτι τῆς κρατούσης κατὰ τῶν πιστῶν ὀργῆς, ἀνθ’ ὧν αἱμάτων καθαρὰς καὶ γλώσσας καὶ γνώμας ἐφύλαξαν, οὕτω μέγα καὶ βαρὺ πνεούσης, καὶ τῆς μὲν ἀληθείας πᾶσι τρόποις ἐπηρεαζομένης, τοῦ ψεύδους δὲ λαμπρῶς παρρησιαζομένου, καὶ τῆς μὲν ἀνιέρου τόλμης πᾶσαν πρᾶξιν καὶ λόγον καὶ κίνημα πικρῶς πολυπραγμονούσης, τῶν εὐσεβῶν δὲ τοῖς ὁρωμένοις μόνον ἐπιστυγναζόντων καὶ πρὸς τὸν τῆς δίκης ὀφθαλμὸν ὄμμα τε καὶ χεῖρας ἀνατεινόντων, καὶ τῶν μὲν συκοφάντας καὶ μάρτυρας περιεργαζομένων, πολλῶν δὲ ζητούντων τῇ δυναστείᾳ χαρίσασθαι καὶ καθ’ ἡδονὴν ὑπηρετῆσαι, πλείονος δὲ φόβου καὶ θανάτου κατὰ πάντων τῶν ὑπὲρ ἀληθείας λέγειν τι βουλομένων ἐπικεχυμένου—τὸ γοῦν, τοσούτων αὐτοῖς καὶ πολλῷ πλειόνων πλεονεκτημάτων συγκεχωρημένων, ἐξαπορῆσαι μὲν ὅλως γράψασθαί τινα γραφήν, ἐξαπορῆσαι δὲ γραφόμενον παρασχεῖν, καὶ μήτε τινὸς ἐπικλήματος κατὰ μηδενὸς τῶν ἁγίων μάρτυρα παραστῆσαι, ἀλλὰ μηδὲ βαρβαρικοῦ κριτηρίου μηδὲ σχῆμα ἰσχῦσαι φυλάξαι, ἀλλ’ οὕτως αἰσχρῶς τε καὶ καταγελάστως καὶ πλήρεις ἀσχημοσύνης καὶ αἰσχύνης ἀπαλλάξαι, πῶς οὐκ ἔστιν ἐναργεστάταις καὶ ἀναμφηρίστοις πίστεσι λαβεῖν τῆς πάντα σοφῶς περιεπούσης προνοίας τὰς ἀποδείξεις, καὶ ὅτι ἔστιν ἀεί, κἂν τὸν ἀνθρώπινον νοῦν πολλάκις ὑπολανθάνῃ, συμπροϊοῦσά τις αὐτῇ τιμωρὸς δίκη, κολάζουσα μὲν τοὺς ἀδικοῦντας, τιμωροῦσα δὲ καὶ ἐπίκουρος τοῖς ἀδικουμένοις οὖσα;
δι’ ἧς καὶ νῦν τοὺς μὲν ὑβριστάς, καίτοι δόξαντας λαμπροὺς ἐν τῷ τυραννεῖν καὶ περιβλέπτους, αἰσχύνης καὶ ἀτιμίας ἐπλήρωσεν, τοὺς δὲ ἀθλητάς, καίπερ τὰ ἔσχατα πάσχειν νομισθέντας, χαρᾶς καὶ εὐφροσύνης ἐνέπλησεν καὶ γλώσσης ἁπάσης διηνεκέσιν εὐφημίαις οἷα δὴ στεφάνοις ἀμαραντίνοις ἐκόσμησεν τοὺς μὲν τῶν ἀνοσίως αὐτοῖς τετολμημένων ἐκ τούτων ἀπαρχομένη τὰς τιμωρίας εἰσπράττεσθαι καὶ προοιμιαζομένη τὴν ἐκεῖθεν αὐτοῖς ἀπαραίτητον ἀθλιότητα, τοῖς δὲ τῶν ἄθλων ἀμειβομένη καὶ ὥσπερ ἀρραβῶνά τινα κατατιθεμένη τῶν ἐκεῖθεν ἀρρήτων ἐπάθλων καὶ τῆς πολυεράστου καὶ ἀιδίου μακαριότητος.
Ἔχεις, οἶμαι, τρανῶς καὶ οὐδὲν ἐπιδιστάζων τῆς θαυμασίας καὶ ὑπερφυοῦς προνοίας τὸ ἀλάθητόν τε καὶ πανεπίσκοπον, καὶ ὅτι κἀν τοῖς δοκοῦσι παραλογωτάτοις ἀπορρήτῳ τινὶ καὶ ἀπειροδυνάμῳ κράτει καὶ σοφία τὰ δίκαια αὐτῆς καὶ ἀρρεπῆ συνεπιζευγνῦσα φυλάττει ζυγά, εἱρμόν τινα θεῖον ἐν αὐτοῖς καὶ τάξιν ἀρίστην τε καὶ καλλίστην ἐνιεῖσα, εἰ καὶ τοῖς ἀνθρωπίνοις λογισμοῖς διὰ βάθος κριμάτων ἀνεξιχνίαστον καὶ σοφίας ἀδιεξίτητον πέλαγος οὐκ ἀεὶ πέφυκε γίνεσθαι ἐφικτά.
Ἀκακίῳ μοναχῷ καὶ ἰατρῷ Εἰ μὲν μηδέποτε γέγονας καθαρὸς λογισμῶν ἀκαθάρτων, καινόν τι λέγεις, καὶ οὗ μὴ ἔστιν εὑρεῖν δάκρυον ἐξισῶσαι· εἰ δὲ γέγονας—γέγονας δὲ πάντως· οὐ γὰρ ἀνθρώπινον τὸ μηδέποτε καθαρεῦσαι, καὶ οὐκ ἂν οὐδ’ εἰς ἔρωτα νῦν τῆς καθαρότητος, εἰ μὴ ταύτης πεῖραν ἔλαβες, ἦλθες, οὐδ’ ἄν, εἰ μὴ ἀπηλλάγης κἂν ἐπὶ ποσὸν ἐκείνου τοῦ ῥύπου, διέβλεψας ἂν ἐπιζητῆσαι μαθεῖν δι’ ὅτου ἄν τις καθαρὸν ἑαυτὸν συντηρήσῃ—ἐπεὶ δέ ποτε γέγονας, ᾧ τρόπῳ γεγένησαι, τῷ αὐτῷ τούτῳ καὶ διατηρεῖν σεαυτὸν ἐν τῇ καθαρότητι διανάστηθι.
Προσευχή σοι τούτου πρόξενος κἂν ἐπ’ ὀλίγον κατέστη; παράτεινον ταύτην. Παῦλος ὁ θεῖος πρὸ ἡμῶν σοι τὴν παραίνεσιν εἰσηγεῖται, ‘ἀδιαλείπτως’ λέγων ‘προσεύχεσθε’. ἀλλ’ ἐγκρατείας τὸ δῶρον; ἔχου ταύτης ἐπιμελέστερον· φύσει γὰρ αὐτῇ καὶ κράτος ἄμαχον πρόσεστι πρὸς τὰ τοιαῦτα τῶν παθημάτων. ἀλλ’ ἐπ’ ἐλέῳ πενομένων ἀφίκετο; μὴ ἀφίστασο τῆς ἐλεημοσύνης· μεγάλην γὰρ ἀνάπτει λαμπάδα τὸ ἱερὸν ἔλαιον τοῦτο, καὶ μερίζει τὰς ἐνεργείας, καὶ ταῖς μὲν φλέγει τὰ πάθη, ταῖς δὲ φωτίζει καὶ κατευθύνει πρὸς τὸν τῆς ἀρετῆς δρόμον τὰ διαβήματα. ἀλλ’ ὅτι ἀφῆκας τοῖς δόξασιν εἰς σὲ πεπλημμεληκέναι; εἰ μὲν δυνατόν, μηδ’ ὀργίζου· εἰ δ’ ἐξέπεσας, ἀλλ’ οὖν ἀεὶ πρὸ δυσμῶν ἡλίου εἰς σεαυτὸν ἐπανιὼν ὅλος γίνου τῆς συγγνώμης. καὶ ἁπλῶς εἰπεῖν, δι’ οὗ σοι ἐν βραχεῖ καθαρεῦσαι προσεγένετο, διὰ τούτου θηρεύειν ἀεὶ μὴ ἀποστῇς καὶ τὴν διὰ βίου καθαρότητα· ἄλλως γάρ, ἄλλως οὐκ ἔστιν ὅλως ἄνεσιν εὑρεῖν τῶν ἐνοχλούντων, ἀλλ’ ἢ διά τινος τῶν εἰρημένων, ἤ τινων, ἢ καὶ διὰ πάντων ἅμα.
Θεοφίλῳ πραιποσίτῳ Τὸ μὲν ἀγαπᾶν τοὺς μισοῦντας ἀρετῆς καὶ θεῖον· τὸ δὲ τοὺς ἀγαπῶντας ἀνθρώπινον καὶ κοινόν· τὸ δὲ μισεῖν καὶ τοὺς ἀγαπῶντας οὐδὲ θηρίων, οἶμαι. ἡμεῖς μὲν οὖν ἀγαπᾶν σε δι’ ἔργων δεικνύομεν, οὐ νῦν, ἀλλὰ καὶ πάλαι, τά τε ἄλλα—οὐ γὰρ ἐμόν, ὥσπερ οὐδ’ ὀνειδίζειν, οὕτως οὐδ’ ἀριθμεῖν χάριτας—ἀλλὰ καὶ γράφοντες καὶ προσαγορεύοντες καὶ παραινοῦντες τὰ δέοντα, εἰ δ’ αὐτὸς ἀγαπῶντας ἐμίσησας, ἡμᾶς μὲν εἰς μείζονα βαθμόν, ὡς ὁρᾷς, φέρων ἔστησας· εὑρήσεις δὲ καὶ σὺ τὸν σαυτοῦ, ὡς εἴθε μὴ ὤφελες.
Ἠλίᾳ πρωτοσπαθαρίῳ Οἱ πειρασμοὶ πειραζομένων γίνονται πειρασμοί· μὴ πειραζομένων δέ, στεφάνων καὶ βραβείων παραίτιοι.
Ἀκακίῳ μοναχῷ καὶ ἰατρῷ Μέγα κακὸν ἡ δόκησις· ἄφρονα τὸν ἄνθρωπον ποιεῖ, οὐδ’ ἀπαλλαγῆναι τοῦ πάθους ἐᾷ οὐδὲ μεταμαθεῖν τὸ συνοῖσον· ἐχθροὺς ὁρᾶν ἀναπείθει τοὺς μεθέλκειν τῆς πλάνης καὶ βοηθεῖν ἐπιχειροῦντας· τοὺς δὲ φλεγμαίνοντας τὴν νόσον κολακείαις καὶ ἀνίατον ποιοῦντας πλέον εἰσοικίζει. φεῦγε πάσῃ δυνάμει τὴν οἴησιν· κρημνός ἐστιν βαθύς, πᾶσαν σωτηρίας ἄνοδον περιῃρημένος.
Θεοφίλῳ πρωτοσπαθαρίῳ Ταχὺ μανθάνεις τοὺς φίλους, ταχύτερον δ’ ἀπομανθάνεις. ἀλλ’ ἔρρωσο, μήτε μανθάνων ῥᾷον μήτ’ ἀπομανθάνων· τὸ μὲν γὰρ προπετοῦς καὶ κούφης διανοίας, τὸ δὲ γνώμης, ἵνα μηδὲν εἴπω φαυλότερον, ἀβεβαίου· κρίσει δὲ συνέσεως διδοὺς τὸ πρακτέον, ἵστασο μένων ἐν οἷς ἔδοξας μεμαθηκέναι.
Θεοδότῳ σπαθαροκανδιδάτῳ Ἅπαντα μὲν τὰ ἀνθρώπινα συγκαταρρεῖ τῷ χρόνῳ καὶ ἀφανίζεται, ἀρετὴ δέ, ὥσπερ πυρὶ καὶ σιδήρῳ καὶ πᾶσιν οἷς ὑπείκει τὰ ἐν γενέσει πάντα ἀνάλωτος, οὕτω καὶ χρόνου καὶ παθῶν καὶ αὐτοῦ θανάτου περιγίνεται· εἰ δ’ ἀκριβέστερον ἴδοις, τῷ χρόνῳ καὶ τῷ θανάτῳ μᾶλλον ἀναζῇ καὶ θάλλει καὶ τὸ οἰκεῖον κλέος καὶ τὴν εὐπρέπειαν, ἐναποσβεσθέντος αὐτοῖς τοῦ φθόνου, λαμπρότερόν τε καὶ θαυμασιώτερον ἀναδέχεται. τί οὖν σὺ τῶν μὲν μετ’ ὀλίγον οὐκέτι ὄντων ὡς ἀεὶ μενόντων ἀντιποιῇ, ὀλιγωρεῖς δὲ τῶν ἀιδίων ὡς ῥεόντων, οὐ χρυσῷ χαλκόν, τὸ ποιητικόν, ἀμείβων (βραχὺ γὰρ τὸ ἁμάρτημα, ὅτι φθαρτῆς ἑκάτερον καὶ ῥεούσης ὕλης), ἀλλὰ φθορὰν ἀφθαρσίας καὶ φρονήσεως ἄνοιαν καὶ δόξης αἰσχύνην καὶ γέενναν οὐρανῶν βασιλείας ἀνταλλασσόμενος;
Ἰγνατίῳ μητροπολίτῃ Κλαυδιουπόλεως Ῥήγνυται τὸ καταπέτασμα τοῦ ναοῦ, ξύλῳ τοῦ δεσπότου κρεμαμένου, διὰ πολλὰς οἶμαι τὰς αἰτίας. τὸ μὲν γὰρ τὴν γῆν κατ’ ἐκεῖνο τὸ σωτήριον πάθος κλόνῳ καὶ τρόμῳ μικροῦ δεῖν συγκατενεχθῆναι, δυνατόν ἐστιν τοῖς ἀγνωμονοῦσι καὶ εἰς τὰ κατὰ φύσιν ἀνάγειν τῶν στοιχείων πάθη· τὸ δὲ ῥαγῆναι καταπέτασμα, μηδενὸς μάλιστα διασπῶντος, ἀπὸ ἄνωθεν ἕως κάτω, μήτε πρὶν μήτε μετὰ ταῦτα φύσιν ἔχον ἐπιτελεσθῆναι, οὐδεμίαν ἀναχώρησιν δίδωσιν οὐδὲ τοῖς λίαν κακουργοῦσιν τὸ μὴ οὐχὶ θεομηνίαν εἶναι τὸ τέρας καὶ τῆς Ἰουδαϊκῆς μιαιφονίας ἀπαράγραπτον ἔλεγχον τὸ γεγενημένον.
Δευτέραν δ’ ἄν τις αἰτίαν ἀποδοίη, σύμβολον αὐτὸ καὶ προμήνυμα γενέσθαι λέγων τῆς ὅσα ἔτη καταστροφῆς τε καὶ ἐξερημώσεως τοῦ τε περιωνύμου ναοῦ καὶ τῶν ἐν αὐτῷ Ἰουδαϊκῶν τελετῶν τε καὶ ὀργίων, ὧν μέγα τε καὶ διὰ σπουδῆς τὸ μηδενὶ τῶν πολλῶν τὰ ἔνδον τοῦ καταπετάσματος ὀφθῆναι. διὰ τοῦτο καὶ διεπετάννυτο τὸ ὕφασμα, ὥστε ἀθέατα μὲν φυλάττειν τὰ τίμια τῷ λαῷ, μόνοις δὲ τοῖς ἱερεῦσιν εἶναι ὁρατά· οὗ δὴ περιρραγέντος ἀνεπετάσθη μὲν δηλονότι πᾶσιν ἡ ὄψις αὐτῶν, κοινὰ δὲ γέγονεν, εἰς κοινὴν ἀπενεχθέντα θέαν καὶ βεβήλωσιν, τὰ τέως ἅγια καὶ φρικτά· δι’ ὧν προοιμιάσθη καὶ τῶν ἄλλων αὐτοῖς ἁπάντων θεσμῶν καὶ τῆς νομικῆς λατρείας ὅλως ἡ παντελὴς ἀναίρεσις καὶ σχολή.
Ἔστιν δὲ καὶ τρίτην αἰτίαν συνιδεῖν, ἐναντίως μὲν πρὸς τὴν εἰρημένην ἔχειν δοκοῦσαν, ἐξ αὐτῆς δὲ μᾶλλον τικτομένην. τίς οὖν αὕτη; ὅτι τῶν Ἰουδαίων ἡ περὶ τὸ θεῖον γνῶσις καὶ λατρεία εὐπεριγράπτῳ μὲν τόπῳ, τῇ τε Ἰουδαίᾳ καὶ τοῖς Ἱεροσολύμοις, ἐναπεκλείετο, τύπων δὲ ὅμως καὶ προχαραγμάτων τάξιν ἀνεπλήρου τῆς χάριτος· ἐπεὶ οὖν ἔδει τὴν εἰς στενὸν κομιδῇ περιγεγραμμένην λατρείαν καὶ γνῶσιν ἀργῆσαι, τὴν εἰς τὰ πέρατα δὲ τῆς οἰκουμένης διὰ τοῦ σωτηρίου πάθους ἐξαπλοῦσθαι μέλλουσαν εἰς ἀρχὴν καταστῆναι, διὰ τοῦτο δὴ τοῦτο ῥήγνυται τὸ προμετωπίδιον ὕφασμα ἐκεῖνο, δι’ οὗ τὰ τῶν ἁγίων ἅγια ὡς ἐν ἀπορρήτῳ καὶ ἀψαύστῳ περιεστέλλετο χωρίῳ, μονονουχὶ τοῖς ἔργοις βοῶν καὶ προκαλούμενον ἅπαντας εἰς τὴν τῶν ἀθεάτων καὶ θείων ἐποψίαν τε καὶ ἐπίγνωσιν, καὶ ὡς οὐκέτι μέρει τινὶ τῆς οἰκουμένης καὶ εὐαριθμήτῳ ἔθνει ἡ εὐσέβεια συγκλεισθήσεται, ἀλλ’ ἅπαντα τὰ ἔθνη καὶ τὰ πέρατα τῆς οἰκουμένης τῶν τοῖς Ἰουδαίοις ἀπροσίτων καὶ ἀνεφίκτων ἐν ἀπολαύσει γενήσεται.
Ἀλλὰ σύ μοι καὶ πρὸς τὴν ἐχομένην ταύτης μετάβαινε, καὶ σκόπει ὧδε. ἡ κιβωτὸς καὶ τὰ ἐν τῇ κιβωτῷ κατὰ τὸν τύπον γέγονε τοῦ οὐρανοῦ τε καὶ τῶν ὑπὸ τὸν οὐρανόν· ‘ὅρα’ γάρ φησιν ‘ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι’. αὕτη οὖν μετὰ τῶν ἄλλων ἀπορρήτων ἐν τῷ ναῷ ἀπεκρύπτετο, διειργομένη τῷ καταπετάσματι καὶ πρόσοδον αὐτῆς πλὴν ὅσα τοῖς ἱερεῦσιν οὐδενὶ ἀνθρώπων ἐμπαρέχουσα· ἐδήλου δὲ ἄρα τοῦτο καὶ ὑπέγραφεν τὴν εἰς οὐρανὸν εἴσοδον ἀνθρώποις ἄβατον συντετηρῆσθαι τέως, καὶ μηδέ τινα μηδὲ τῶν τῆς νομικῆς λατρείας ἐραστῶν ταύτης ἀξιωθῆναι τῆς λήξεως. ῥήγνυται οὖν τοῦτο τοῦ δεσπότου σταυρουμένου. τὴν εἰς οὐρανοὺς εἴσοδον πᾶσιν ἡμῖν ὑποσαλπίζον καὶ εὐαγγελιζόμενον· καὶ γὰρ δὴ διὰ τοῦ ζωοποιοῦ θανάτου αὐτοῦ τὴν εἰς οὐρανοὺς εἴσοδον παντὶ τῷ ἀνθρωπίνῳ γένει ἐνεκαίνισεν ὁ διὰ τοῦτο κενωθεὶς καὶ σάρκα τὴν ἡμετέραν προσλαβὼν καὶ πάντα παθὼν ὑπὲρ ἡμῶν, Χριστὸς ὁ θεὸς ἡμῶν.
Εὐσχήμονι καὶ Γεωργίῳ μητροπολίταις Οὐκ ἀθυμῶ τὸν χειμῶνα τῶν κακῶν καὶ τῆς τυραννίδος ἐπιτεινόμενον βλέπων· ταῖς γὰρ εἰς θεὸν ἐλπίσι καὶ τῇ εὐσεβείᾳ ἀνθοῦντας ὑμᾶς καὶ ἐαρίζοντας ἀκούω· μᾶλλον δὲ καὶ χαίρω ὅτι καὶ ὡραιοτέρους καὶ δοκιμωτέρους ἡ τῶν καταισχῦναι καὶ ἀσχημονῆσαι σπουδασάντων ὑμᾶς ἔδειξεν ἀναισχυντία. ἀλλ’, ὦ φίλοι καὶ τέκνα καὶ ἀδελφοί, καὶ εἴ τι στοργῆς καὶ σχέσεως φυσικῆς οἰκειότερον, ἕως τέλους θεῷ τὴν αὐτὴν εὐγνωμοσύνην καὶ τὸ φίλτρον διασώσωμεν· καὶ ὅπερ Ἰὼβ ὁ γενναῖος τὸν καθηγητὴν αὐτῶν πεπονθότα διὰ τῆς θαυμασίας ἐκείνης ὑπομονῆς καὶ ἀνδρείας ἐθριάμβευσεν, τοῦτο καὶ ἡμεῖς, ναὶ λαὸς ἅγιος τοῦ Χριστοῦ καὶ βασίλειον ἱεράτευμα, ὥσπερ μέχρι νῦν, οὕτω καὶ διὰ παντός, τουτουσὶ τοὺς ἐκείνου γνησίους καὶ κορυφαίους μαθητὰς ὀδυρομένους καὶ ἀμηχανοῦντας ἐπιδείξωμεν. καὶ γάρ, ὡς καὶ ὑμεῖς συνεπίστασθε, τῶν εἰς τέλος ἀγωνιζομένων ἐστὶ τὰ βραβεῖα καὶ οἱ στέφανοι.
Εὐλαμπίῳ ἀρχιεπισκόπῳ καὶ σκευοφύλακι Ἐπειδὴ πρὸς ταῖς ἑρμηνείαις ἃς οἱ θεῖοι πατέρες ἡμῶν κατὰ πλείους ἢ τέσσαρας οἶμαι διανοίας ἐκδεδώκασιν εἰς τὸ ‘πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ τοῦ πνεύματος βλασφημία οὐκ ἀφεθήσεται· καὶ ὃς ἂν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ, ὃς δ’ ἂν εἴπῃ κατὰ τοῦ πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ, οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι’—ἐπεὶ οὖν καὶ ἑτέραν πρὸς ταῖς εἰρημέναις ἐκείνοις καίτοι τοσαύταις οὔσαις οὐκ οἶδα ἀνθ’ ὅτου ἐπιζητεῖς (ἱκαναὶ γὰρ ἐκεῖναι ψυχὴν φιλομαθοῦς ἐμπλῆσαι τῆς ἐπιθυμίας), οὐδὲν χεῖρον ἴσως κἀκεῖνο συνιδεῖν, πλείστην ὅσην τὴν ἀπ’ αὐτῶν τῶν πραγμάτων ἔχον συμφωνίαν. ποῖον δὴ τοῦτο; ὅτι ὁ μὲν προσπταίων τῷ Χριστῷ καὶ θεῷ ἡμῶν ἀπὸ τῶν ἀνθρωπίνων ἐνδείξεων, οἷον ὅτι ἤσθιεν καὶ μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν, ὅτι ἐκάθευδεν, ὅτι ἐκοπία, ὅτι ‘περίλυπός ἐστιν’ ἔλεγεν ‘ἡ ψυχή μου’, καὶ εἴ τι τοιοῦτον, ὧν ἕκαστον εἰς βεβαίωσιν καὶ παράστασιν ἐναργῆ τῆς ἐνανθρωπήσεως ὁ πάντα σοφῶς πρυτανεύων διεπράττετο λόγος—οἱ γοῦν ἐκ τῶν τοιούτων προσεπταικότες Χριστῷ ῥᾳδίαν ὡς εἰκὸς δύνανται τὴν διόρθωσιν ἔχειν.
τρόπον γάρ τινα αὐτοῖς ἐξ ἀγνοίας διεξέπιπτεν ἡ βλασφημία, οὐ δυναμένοις διακῦψαι πρὸς τὸ βάθος τῆς οἰκονομίας καὶ τὴν ἄρρητον συγκατάβασιν· διὸ ἐκ τῶν θειοτέρων αὐτοῦ ἔργων καὶ πράξεων ταχίστην τὴν μεταβολὴν ἐπιδείξουσιν οὗτοι καὶ παραπλησίαν ἕξουσιν τὴν ἐφ’ οἷς ἡμάρτανον ἄφεσιν. οὕτω Παῦλος διώκτης, σταυρὸν ἀκούων καὶ θάνατον, καὶ ὅτι ἔφαγεν καὶ ἔπιεν, καὶ ὅσα ἄλλα τοῖς Ἰουδαίοις εἰς διαβολὴν τοῦ δεσπότου προεφέρετο· ἐπεὶ δὲ θειοτέρας· ἔτυχε πείρας καὶ τῆς ἄνωθεν ὀπτασίας, αὐτίκα πάντα τὰ βλάσφημα ῥίψας ἐκεῖνα κῆρυξ τοῦ διωκομένου γίνεται. οὕτω πάλιν τρισχίλιοι ἅμα, καὶ τούτων ἐφεξῆς πλείους, εἶτα καὶ λαὸς μείζων ἀριθμεῖσθαι, ταῖς θεοσημείαις μετατεθέντες, σπουδῇ τῷ πρὶν ὑπ’ αὐτῶν πολεμουμένῳ προσῆλθον κηρύγματι.
Δῆλον οὖν ἐκ τῶν εἰρημένων ὅπως τοῖς εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου βλασφημοῦσιν ἡ ἄφεσις δίδοται, ὅτι τῷ ῥᾳδίῳ τῆς μεταβολῆς καὶ τὸ πρόχειρον τῆς συγγνώμης ἕπεται. ὅσοι δὲ τῶν θαυμασιωτέρων καὶ ἃ μόνης ἐστὶ τῆς θείας δυνάμεως ὑπ’ ὄψιν ἔχοντες τὴν ἐνάργειαν, δαίμονας διωκομένους, νόσους ἐλαυνομένας, τυφλοῖς τὰς ὄψεις ῥήματι δημιουργουμένας, τὰ ὑπερφυῆ καὶ παράδοξα ἐκεῖνα, πρὸς οὐδὲν τούτων ἐθέλουσιν ἐπιστρέφεσθαι ὡς ἑκόντες πρὸς τὰ τοῦ πνεύματος ἔργα καὶ τὸ φῶς ἀποτυφλώττοντες, οὗτοι δὴ οὗτοι χαλεπὴν ἢ καὶ ἀδύνατον παντελῶς τὴν μεταμέλειαν ἔχουσιν, ἐξ οὗπερ αὐτοῖς ἀφαιρεῖται καὶ ἡ ἄφεσις. τίνι γὰρ ἂν καὶ μεταπεισθεῖεν οὗτοι, πρὸς τὰ οὕτω καινὰ καὶ πολλῷ τῆς φύσεως κρείττονα πωρωθέντες καὶ μηδ’ ὑπό τινος αὐτῶν πρὸς ἐπιστροφὴν ἰδεῖν δυσωπηθέντες; διὸ δικαίως αὐτῶν καὶ ἀσύγγνωστον τὸ πλημμέλημα καὶ μείζων ἡ βλασφημία τῆς ἀφέσεως.
Παραδείγματα τοῦ λόγου Ἄννας καὶ Καϊάφας καὶ πολλοὶ τῶν Ἰουδαίων, οἳ δαίμονας ἀπελαύνοντα ἰδόντες, δέον προσκυνεῖν τὸν εὐεργέτην, ἐν τῷ ἄρχοντι τῶν δαιμονίων, πρᾶγμα πάσης ἀναισχυντίας τολμῶντες ἐπέκεινα, ἐκβάλλειν αὐτὸν ἐλοιδόρουν τὰ δαιμόνια· τυφλοὺς βλέποντας ὁρῶντες καὶ κλινήρεις δρόμῳ καὶ φορτίῳ τὴν ἴασιν βεβαιοῦντας, ‘οὐκ ἔστιν ὁ ἄνθρωπος οὗτος’ ἔλεγον ‘ἐκ τοῦ θεοῦ’· τὸν Λάζαρον ἀνιστάμενον τεταρταῖον εἰς πλείονα φόνον ἀνεφλέγοντο· ‘ἐζήτουν’ γάρ φησιν, ‘ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν’· εἶτα ἀναστάντα μεμαθηκότες χρήμασι καὶ ψεύδει κατακρύπτειν ἐπεχείρουν τὴν ἀνάστασιν· καὶ δὴ καὶ τῶν μαθητῶν πυρίναις γλώσσαις στομωθέντων καὶ τὰ μεγαλεῖα τοῦ θεοῦ ξένοις ῥήμασιν ἀνακηρυττόντων καὶ πλῆθος ἄπειρον τῷ θαύματι πρὸς τὴν εὐσέβειαν ἐναγόντων; εἷς γλεῦκος οὗτοι καὶ μέθην τὸ φρικτὸν τοῦ θαύματος διασύρειν οὐκ ᾐσχύνοντο, οὐδ’ ἐφοβοῦντο μὴ τῷ ξένῳ πυρὶ καταδαπανηθῶσιν οἱ ἀλάστορες, οὕτως οὐδὲν αὐτοῖς τῶν ὑπερφυῶν εἰς μεταβολὴν τῆς μοχθηρᾶς καὶ ἀτόπου γνώμης ἐξήρκεσεν, ἅπαξ πρὸς τὰ πρῶτα τῶν πνευματικῶν καὶ θείων ἔργων ἀναισχυντεῖν ἑαυτοὺς παρεσκευακόσι καὶ ἀποθρασύνεσθαι.
Δικαίως ἄρα λίαν καὶ σοφῶς εἴρηται ὅτι ‘ὃς ἂν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ, ὃς δ’ ἂν εἴπῃ κατὰ τοῦ πνεύματος, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι’. τοῖς μὲν γὰρ ἀπὸ τῶν ἀνθρωπικωτέρων καὶ ταπεινοτέρων σκανδαλισθεῖσιν ἐπὶ τῷ δεσπότῃ Χριστῷ ῥᾳδία ἡ διὰ τῶν μειζόνων καὶ ὑψηλοτέρων μεταβολὴ καὶ ἡ ἄφεσις, τοῖς δὲ πρὸς τὰ πνευματικὰ καὶ ὑπερφυῆ καὶ θεῖα ἀπονοηθεῖσιν παγχάλεπος ἢ καὶ ἀδύνατος ἡ διόρθωσις· διὰ τοῦτο καὶ οὐδεμία τῶν πλημμεληθέντων ἀπαντήσει ἄφεσις.
Ἰσαακίῳ μοναχῷ Εἰ καὶ πρὸς θερισμὸν ἐφ’ ὃν ὁ δεσπότης σπλαγχνιζόμενος ἐργάζεσθαι πέμπει τοὺς μαθητὰς ἀωρότατος εἶ, ἀλλ’ οὖν ἐφ’ ὃν οἱ θερισταὶ παραγίνονται ἄγγελοι καὶ λίαν ἐπιτήδειόν σε δείκνυσιν ὁ τῆς ἡλικίας καιρός. πῶς οὖν ἀντὶ μὲν τοῦ καρπὸν φέρειν ἀκάνθας ἐκφέρεις, ζιζάνια δὲ ἀντὶ σίτον, καὶ οὐδὲν ἐργῶδες ὂν καλὸν καὶ ἀγαθόν, κἂν ὀψὲ τοῦ καιροῦ, διὰ μετανοίας γενέσθαι, σὺ δὲ σαυτὸν εἴθε ἄχρηστον, ἀλλὰ δέδοικα μὴ καὶ αὐτοσαπρίας ἀγγεῖον ἐργάζῃ; ἀλλ’ ἐπίγνωθι κἂν νῦν, ἤδη τὸν ἀνθρώπινον καταδυόμενος βίον, ὅτι τὰ μὲν συνάγεται καὶ ἀποθησαυρίζεται εἰς ἀκαταλύτους ἀποθήκας καὶ τῆς οὐρανῶν ἀξιοῦται βασιλείας, τὰ δὲ ἐκκόπτεται, οἴμοι, καὶ ἐκβάλλεται καὶ κατακαίεται, τῷ ἐξωτέρῳ καὶ ἀτελευτήτῳ πυρὶ διὰ παντὸς δαπανώμενα.
Χριστοφόρῳ πρωτοσπαθαρίῳ καὶ πρωτασηκρῆτις Ἐπειδὴ τὸ ἀλείφεσθαι τὴν κεφαλὴν καὶ τὸ πρόσωπον νίπτεσθαι τοῖς εὐφραινομένοις καὶ χαίρουσι κατά τι παλαιὸν ἐπετηδεύετο ἔθος καὶ σύμβολα ταῦτα χαρᾶς ἐνομίζετο καὶ εὐφροσύνης, ὁ δεσπότης τὸν περὶ νηστείας νόμον εἰσάγων καὶ βουλόμενος ἡμᾶς μετὰ χαρᾶς καὶ εὐφροσύνης ταύτην ἐπιτελεῖν. ‘ἄλειψαί σού’ φησιν ‘τὴν κεφαλὴν καὶ νίψαι τὸ πρόσωπον’, οὐ τοῦτο λέγων, ἐλαίῳ λιπαίνειν τὴν κεφαλὴν ἢ τὸ πρόσωπον ἐκπλύνειν ὕδατι· οὐδὲ γὰρ αὐτὸς νηστεύσας ἐφ’ ὅλας ἡμέρας τεσσαράκοντα τούτοις ἐχρήσατο, οὐδέ τι κέρδος ἐκ τούτων, εἴ τις αὐτοῖς χρῷτο, ὁρᾶν ἐστι παρεπόμενον, οὔκουν ἀλείφεσθαι καὶ νίπτεσθαι ἡμᾶς διὰ τούτων ἐγκελεύεται, ἀλλ’ ἀπ’ αὐτῶν τῶν συμβόλων τῆς χαρᾶς καὶ τῆς εὐφροσύνης χαίρειν ἡμᾶς καὶ εὐφραίνεσθαι ἐν τῷ νηστεύειν νομοθετῶν ταῦτα ἔφησεν. οὕτω γὰρ ἑαυτοὺς διατιθέντες καὶ διακοσμήσαντες τούς τε ἄλλους ἐν οἷς πράττομεν λαθεῖν δυνησόμεθα καὶ ἑαυτοῖς ἀνεπαχθῆ τὸν τῆς νηστείας ἀγῶνα ἀπεργασόμεθα ἔνθα γὰρ προθυμία καὶ χαρά, ἐκεῖ κοῦφον καὶ τὸ ἐπίπονον, ὥσπερ ἔνθα τὸ ῥάθυμον καὶ τὸ ἀηδές, ἐκεῖ καὶ τὸ ῥᾷστον δυσχερέστατον.
Ἄλειψαι τοίνυν καὶ αὐτὸς τὴν σὴν κεφαλὴν καὶ τὸ πρόσωπον νίψαι, ὅπερ μαθεῖν ἐπηρώτησας, φαιδρὸν σεαυτὸν καὶ ἱλαρὸν ἀπὸ τῆς ἐν τῇ καρδίᾳ εὐθυμίας καὶ ἀγαλλιάσεως ἐν τῷ νηστεύειν παρασκευάζων καὶ παντὶ τρόπῳ λαθεῖν ἐπιτηδεύων τοῖς ἀνθρώποις τὸ κατόρθωμα, ἵνα μισθαποδότην ἕξῃς τὸν ἔφορον τῶν κρυφίων θεόν. εἰ δὲ καὶ νηστεύων ἐλαίῳ εὐποιίας τὸ ἐν τῇ κεφαλῇ δαψιλῶς πιάνας ἡγεμονικὸν ἐκεῖθέν τε ὥσπερ ἀπό τινος πηγῆς νοερᾶς ὅλον σεαυτὸν καὶ τὸ πρόσωπον ἐκπλύνας φαιδρὸν ἀπεργάσῃ καὶ καθαρόν (‘ἐλεημοσύναις’ γάρ φησιν ‘ἀποκαθαίρονται αἱ ἁμαρτίαι’), εἰς τὸ χρησιμώτατόν σοι δείξεις τῶν θείων λογίων τὴν ἀνάπτυξιν προεληλυθέναι.
Ἰωάννῃ πατρικίῳ καὶ σακελλαρίῳ κατὰ τοὺς Ἀγγουρίους Πρὸς λύπας ὁρᾶν, καίτοι ἑκόντας ἐχρῆν, ὅμως καὶ ἄκοντας ἐδιδάξατε. τί δὴ νῦν ὑμῖν ἔσται πλέον, πλὴν τοῦ κακοὺς κρίνεσθαι ὑπὸ μάρτυσι τοῖς πάντων ὀφθαλμοῖς, πλείονα ἐπινοοῦσι τὰ καθ’ ἡμῶν λυπηρά, ὅτε διὰ τῆς καθημερινῆς γυμνασίας καὶ ἀλυπότερον αὐτὰ φέρειν ἐπαιδεύθημεν;
Ταρασίῳ πατρικίῳ ἀδελφῷ Τέθνηκεν ὁ φίλος τῷ σώματι· ἀλλ’ οὐδ’ ἂν αὐτὸς ἀρνηθείης ὡς οὐχὶ ἀθάνατον ἀφῆκεν στήλην παντὶ τῷ βίῳ τὴν αὐτοῦ ἀρετήν. ἆρα οὖν εὐδαιμονίσομεν ὅλως τινά, ἂν τοῦτον θρηνεῖν μελετήσωμεν;
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.