Ἔργον
Μέγας Φώτιος – Ἐπιστολαὶ καὶ Ἀμφιλόχια
Ερμηνεία ρητορικών σχημάτων και πνευματικές παραινέσεις
Φιλολογική και συντακτική εξέταση ρητορικών σχημάτων στις παύλειες επιστολές, ακολουθούμενη από ηθικές προτροπές και ερμηνείες ευαγγελικών ρήσεων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία ρητορικών σχημάτων και πνευματικές παραινέσεις
Φιλολογική και συντακτική εξέταση ρητορικών σχημάτων στις παύλειες επιστολές, ακολουθούμενη από ηθικές προτροπές και ερμηνείες ευαγγελικών ρήσεων.
Τῷ αὐτῷ Ἐπειδήπερ οὐ μόνον χαίρων ἀνομολογεῖς τὴν ἧτταν, ἀλλὰ καὶ εἰς ἑορτὴν αὐτὴν ὠφελείας ἀναφέρεις, ὅμως δ’ ἐπιζητεῖς ἔτι παραδείγματα τῶν ἐν τῷ πρώτῳ γράμματι εἰρημένων τρόπων, καὶ ταύτην σοι τὴν ἐξαίτησιν πέρας λαβεῖν οὐ βραδῦνον δίκαιον νομίζω· ἀνδρὶ γὰρ ἀληθείας ἡττωμένῳ φθονερὸν μὴ παρέχειν μαθεῖν τὴν ἀλήθειαν ἐπιζητοῦντι, καθ’ ἕκαστον τοιγαροῦν ἐκείνων σοι τῶν τεσσάρων τρόπων ὀλίγα τινὰ παραθέντες τῶν παραδειγμάτων, ἅτε ῥᾳδίαν οὖσαν τῶν λοιπῶν ἐκ τούτων τὴν θεωρίαν καὶ διάκρισιν, ἵνα μὴ καὶ τὴν σὴν ἐξυβρίζειν δόξωμεν σύνεσιν καὶ βίβλον ὅλην ἀντ’ ἐπιστολῆς γράφειν, παραλείψομεν. ὥσπερ γὰρ τὸ λεπτολογεῖν τῷ δυσθεωρήτῳ προσαρμόζεται, οὕτω τὸ σαφές, ἂν μὴ διὰ τοῦ συντόμου πρόεισιν, τοῦ μανθάνοντος ἢ τοῦ διδάσκοντός γε πάντως εἰς κατηγορίαν περιίσταται.
αʹ. Αὐτίκα τοίνυν τὸ ‘τί οὖν ἐροῦμεν Ἀβραὰμ τὸν πατέρα ἡμῶν εὑρηκέναι· κατὰ σάρκα;’ φανερὸν ὡς καθ’ ὑπερβατὸν ἐσχημάτισται· τὸ γὰρ ‘κατὰ σάρκα’ δέον πρὸ τοῦ ‘πατέρα’ κεῖσθαι, ὑπερβεβηκὸς τὴν οἰκείαν χώραν μετὰ τὸ ‘εὑρηκέναι’ συντέτακται.
βʹ. Τοιοῦτον καὶ τὸ ‘βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα’· ἀντὶ γὰρ τοῦ ‘βλέπετε τὸν κατὰ σάρκα Ἰσραὴλ’ εἴρηται. γʹ. Καὶ τὸ ‘οἱ δοῦλοι δὲ ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα’ ἀντὶ τοῦ ‘τοῖς κατὰ σάρκα κυρίοις’ ἀποδέδοται.
δʹ. Τούτοις καὶ τὸ ‘πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ’ συνδιαποικίλλεται· τὸ γὰρ ἁπλοῦν ‘πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ σύνεσίν μου’, ἢ εἰ βούλει ‘πρὸς ὃ δύνασθε νοῆσαι τὴν σύνεσίν μου τὴν ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ’. δύναται γὰρ τοῦτό τε καὶ ἔνια τῶν προειρημένων δι’ ἑκατέρου τρόπου εἰς τὸ ὀρθόν τε καὶ συνειθισμένον τῆς φράσεως ἐπανάγεσθαι, λέγω δὲ ἤτοι διὰ τοῦ καθ’ ὑπερβατὸν ἢ διά γε τοῦ κοινοποιοῦντος ἐλλειπτικοῦ τὸ προειρημένον τοῖς ἔπειτα· ὥσπερ καὶ νῦν τὸ κατ’ αἰτιατικὴν ἐκπεφωνημένον ἑνικὸν ἄρθρον ἀπὸ κοινοῦ παραληφθὲν ὁλόκληρον τὸ ῥητὸν ἀπειργάσατο.
εʹ. Τοιοῦτον καὶ τὸ ‘διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν’· ἢ γὰρ ‘ταῖς ὑπὲρ ὑμῶν’ ὀφείλει προσειρῆσθαι, δι’ οὗ γνώριμον τὸ ἀπὸ κοινοῦ, ἢ ‘ἐν ταῖς ὑπὲρ ὑμῶν θλίψεσί μου’, ὅπερ ἐνδείκνυσι τὸ ὑπερβατόν· καθ’ ὁπότερον γὰρ τῶν δύο τούτων διαληφθὲν ἀπηρτισμένην τὸ ῥητὸν ἀναδέχεται τὴν ἑρμηνείαν.
ϛʹ. Πάλιν ‘διὰ τοῦτο ἀκούσας τὴν καθ’ ὑμᾶς πίστιν ἐν τῷ κυρίῳ Ἰησοῦ οὐ παύομαι εὐχαριστῶν’· ὅμοιον γὰρ καὶ τοῦτο τοῖς εἰρημένοις, ἢ γὰρ ‘τὴν ἐν τῷ κυρίῳ Ἰησοῦ καθ’ ὑμᾶς πίστιν’ ἢ ‘τὴν καθ’ ὑμᾶς πίστιν τὴν ἐν κυρίῳ Ἰησοῦ’ ἀναγινώσκοντες, κεκοινοποιημένην καὶ οὐδὲν ἔχουσαν παρατετραμμένον τὴν φράσιν εὑρίσκομεν.
ζʹ. Παραπλήσιον καὶ τὸ ‘εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε’· τὸ γὰρ ἐντελές, ‘εἰ δέ τις οὐχ ὑπακούει τῷ διὰ τῆς ἐπιστολῆς ἡμῶν λόγῳ, τοῦτον σημειοῦσθε’· ἢ καὶ οὕτως, ‘εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν τῷ διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε’· καὶ δῆλον ὅτι τὸ μὲν πρότερον ἀπὸ τοῦ καθ’ ὑπερβατὸν ἐπανάγεται, τὸ δ’ ὕστερον ῥηθὲν ἀπὸ τοῦ κατ’ ἔλλειψιν κοινοποιοῦντος τοῖς ἐφεξῆς τὰ προειρημένα ἀπαρτίζεται.
ηʹ. Καὶ ‘τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν’, ἀντὶ τοῦ ‘τοῖς ἐν τῷ νῦν αἰῶνι πλουσίοις’ ἢ ‘τοῖς πλουσίοις τοῖς ἐν τῷ νῦν αἰῶνι’. καὶ ‘νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν’, ἀντὶ τοῦ ‘ἐν τοῖς ὑπὲρ ὑμῶν παθήμασιν’ ἢ ‘ἐν τοῖς παθήμασι τοῖς ὑπὲρ ὑμῶν’.
θʹ. Ἔτι δὲ ‘τὴν δέησιν ποιούμενος ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ εὐαγγέλιον’, τοῦτ’ ἔστιν ‘ἐπὶ τῇ εἰς τὸ εὐαγγέλιον κοινωνίᾳ ὑμῶν’, ἢ καὶ οὕτως, ‘ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν τῇ εἰς τὸ εὐαγγέλιον’· ἕκαστον γὰρ τῶν εἰρημένων ἀφ’ ἑκατέρου τρόπου τὴν εἰς τὸ κοινὸν ἐπάνοδον ἀπολαμβάνει.
ιʹ. Καθ’ ὑπερβατὸν δὲ καθαρῶς, ὃ καθ’ ὑπέρθεσιν λέγεται, διαπλέκεται τὸ ‘ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν κυρίῳ’· τὸ γὰρ ‘ἐν κυρίῳ’ συναπτόμενον τῷ ‘ἀσπάζομαι ὑμᾶς’ κατὰ τὴν ἀκόλουθον τοῦ λόγου χρῆσιν, πρὸς τῷ τέλει νῦν ἀποδέδοται.
ιαʹ. Καὶ τὸ ‘ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ’ παραπλήσιον ἔσχε τὸν σχηματισμόν· τὸ γὰρ ‘πονηροῦ’ τὴν ἐφεξῆς τοῦ ‘ἐνεστῶτος’ χώραν ἐπέχειν ὀφεῖλον τὴν ἐσχάτην ἀνεπλήρωσεν. ιβʹ. Καὶ πάλιν ‘τούτου χάριν ὁ δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν’, οἷον ‘τούτου χάριν ὁ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ’· δέσμιοι μὲν γὰρ γεγόνασι τοῦ Χριστοῦ Ἰησοῦ καὶ πολλοὶ τῶν μαρτύρων, ἀλλ’ οὐχ ὑπὲρ τῶν ἐθνῶν, οὐ γὰρ ὅτι τὰ ἔθνη προσῆγον τῷ Χριστῷ, διὰ τοῦτο ἐδέδεντο καὶ ἐσφάττοντο, ἀλλ’ ὅτι αὐτοὶ καθ’ ἑαυτοὺς τὴν εἰς Χριστὸν οὐκ ἠθέτουν πίστιν. ὁ δὲ Παῦλος δέσμιος μὲν ἦν τοῦ Χριστοῦ Ἰησοῦ, ἀλλὰ καὶ ὑπὲρ τῶν ἐθνῶν· ὅτι γὰρ ἐκήρυττεν αὐτοῖς τὸν Χριστὸν καὶ ὅτι οὐχὶ τόνδε ἢ τόνδε, ἀλλὰ καὶ δήμους ὅλους μετετίθει πρὸς Χριστόν, διὰ τοῦτο τὸ πλέον ἐδέδετο. ἀλλὰ περὶ μὲν τῆς ἐν τῇ διανοίᾳ θεωρίας καὶ τῆς τῶν λέξεων ἀναπτύξεως ἐν ἄλλοις.
ιγʹ. Τῆς αὐτῆς μέντοι τροπολογίας ἔχεται καὶ τὸ ‘οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτωσαν ὅτι ἀδελφοί εἰσιν, ἀλλὰ μᾶλλον δουλευέτωσαν ὅτι πιστοί εἰσι καὶ ἀγαπητοί, οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι’ ἤτοι μετέχοντες· τὸ γὰρ ‘οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι’ φανερὸν ὡς ὑπερτέθειται, ἀναπληρώσει δὲ τὴν οἰκείαν χώραν οὕτω πως διαταχθέν· ‘ἀλλὰ μᾶλλον οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι δουλευέτωσαν, ὅτι πιστοί. εἰσι καὶ ἀγαπητοί’, οἱ δεσπόται δηλονότι.
ιδʹ. Εἰς τὸν αὐτὸν δὲ τρόπον ἀναφέρεται καὶ τὸ ‘ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστόν, εἴ γε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ, ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον’· εἰ μὴ γὰρ ὑπερθέντες εἴποιμεν ‘ἀποθέσθαι ὑμᾶς τὸν κατὰ τὴν προτέραν ἀναστροφὴν παλαιὸν ἄνθρωπον’ ἢ εἰ βούλει ‘ἀποθέσθαι ὑμᾶς τὸν παλαιὸν ἄνθρωπον τὸν κατὰ τὴν προτέραν ἀναστροφήν’, εἰς ἀδιανόητον ἂν περιενεχθέντες εἴημεν.
ιεʹ. Καὶ δὴ καὶ ἐν τῷ ‘ἵνα δῷ κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν, ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι, ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος’—ἐν τούτῳ τοιγαροῦν τῷ χωρίῳ εἴ τις τὸ ‘ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι’ τῇ ὑπερτεθείσῃ λέξει μὴ ὑποτάξας, οὕτω τὴν σύμφρασιν εἰς τὸ κατὰ φύσιν ἔχον ἐπαναστρέψει, βαρβαρίζουσαν οὗτος ὑπόληψιν τῷ θείῳ Παύλῳ περιάψει· τὸ μέντοι διηρθρωμένον εἴη ἂν τοιοῦτον, ‘ἵνα ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι ἐξισχύσητε καταλαβέσθαι’ καὶ ἑξῆς. καὶ ὅρα ὅπως ἔμπροσθεν μὲν τοῖς μὴ προορῶσι τὸ ἀνακεχωρημένον καὶ σοφὸν τῶν ῥημάτων ἐδόκει τὸ ῥητὸν βάρβαρον, ἀναφανείσης δὲ τῆς τροπῆς συνανεφάνη καὶ τὸ ἐμμέθοδον.
ιϛʹ. Τὸ αὐτὸ δὲ εἶδος καθορᾶται καὶ ἔνθα φησίν· ‘τοῖς μὲν καθ’ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσιν ζωὴν αἰώνιον’· ὑπερβέβηκε γὰρ κἀνταῦθα τὸ ‘ζητοῦσι ζωὴν αἰώνιον’, καὶ ἔστι τὸ κατὰ πόδα τῆς ἑρμηνείας, ‘τοῖς καθ’ ὑπομονὴν ἔργου ἀγαθοῦ ζητοῦσι ζωὴν αἰώνιον, δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ἀποδώσει’. καὶ σκόπει μοι πάλιν ὅπως συνανεφάνη τῷ ὑπερβατῷ ἡ τοῦ ἀπὸ κοινοῦ μεταχείρισις· τὸ γὰρ ‘ἀποδώσει’ ὄπιθεν ῥηθὲν καὶ ἐνταῦθα συνεφέλκεται.
ιζʹ. Τὰ μέντοι γε τοῦ προκειμένου ῥητοῦ ἐφεξῆς ἔχουσι μὲν καὶ αὐτὰ τὸ ἀπὸ κοινοῦ, ἔχουσι δ’ εἰς τὸ καλούμενον ζεῦγμα ἀπομεριζόμενόν τε καὶ εἰδοποιούμενον· τὸ γὰρ ‘πειθομένοις δὲ τῇ ἀδικίᾳ, θυμὸς καὶ ὀργὴ καὶ θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος’, οὐκ ἂν ἀπηρτισμένον εἴη, εἰ μὴ ἑλκυσθείη πάλιν τὸ ‘ἀποδώσει’, σχηματισθὲν εἰς τὸ ‘ἀποδοθήσεται’, ὅπερ ἐξακούειν δεήσει καὶ ἐπὶ τοῦ ‘δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι’.
ιηʹ. Ναὶ δὴ τῇ ἀπὸ κοινοῦ τροπῇ διαμεμόρφωται καὶ τὸ ‘εἴτε θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως’· δεῖ γὰρ πάλιν προσυπακουσθῆναι τὸ ‘θλιβόμεθα’. ιθʹ. Ὥσπερ καὶ ἐν τῷ ‘εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας’, ὀφείλει προσεπισυνῆφθαι τὸ ‘παρακαλούμεθα’.
κʹ. Καὶ τὸ ‘εἴτε γὰρ ἐξέστημεν, θεῷ, εἴτε σωφρονοῦμεν, ὑμῖν’, εἰς τὸν αὐτὸν τύπον ἐσχημάτισται· τὸ γὰρ ἐντελές, ‘εἴτε γὰρ ἐξέστημεν, θεῷ ἐξέστημεν, εἴτε σωφρονοῦμεν, ὑμῖν σωφρονοῦμεν’. καʹ. Μάλιστα δὲ πλεονάζει τὰ εἰρημένα ἐν τῷ χωρίῳ τούτῳ, ‘δοξάζοντες τὸν θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν, ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ θεοῦ ἐφ’ ὑμῖν’· ἅπερ εἴ τις μὴ προσαποδιδοὺς τῷ ῥητῷ εἰς τὴν καθ’ εἱρμὸν ἀπαγγελίαν μεταρρυθμίζει τὸν λόγον, εἰς ἀδιανόητον ἂν περισταίη παντελῶς ἡ ὑφήγησις τοῦ προκειμένου, καὶ τό γε αἴτιον οὐ τοῦ γράμματος, τῶν δὲ μὴ συνιέντων τῶν ἐν τῷ γράμματι σχημάτων. εἴη δ’ ἂν ἡ τῶν ῥημάτων αὐτοτέλεια τοιαύτη· ‘δοξάζοντές εἰσιν οἱ ἅγιοι τὸν θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν τῇ εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ ἐπὶ τῇ ἁπλότητι τῆς εἰς αὐτοὺς κοινωνίας καὶ τῇ εἰς πάντας’· πάλιν, ‘δοξάζοντές εἰσι τὸν θεὸν καὶ ἐπὶ τῇ ὑπὲρ ὑμῶν δεήσει αὐτῶν, τῶν ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν ἐφ’ ὑμῖν χάριν τοῦ θεοῦ’.
καὶ ὅρα ὅπως συνέστραπται μὲν τὸ χωρίον καὶ ἐλλέλειπται, εἰ βούλει δὲ καὶ περιβέβληται· οὐ μὴν ἔξωθέν γε πολλῶν ἐδεήθη, ἀλλὰ ῥήμασι βραχέσιν κατά τε ἔλλειψιν καὶ ἀπὸ κοινοῦ παραλαμβανομένοις, καὶ τοῦ ὑπερβατοῦ τὸν καθ’ εἱρμὸν ἀπολαμβάνοντος τόπον, εἰς τὸ κοινὸν καὶ σαφέστατον τῆς ἑρμηνείας διαμορφωθεὶς ἐπανέδραμεν ὁ λόγος.
κβʹ. Κατ’ ἔλλειψιν δὲ διαπέφρασται καὶ τὸ ‘εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς, εἴτε καὶ ἀπὼν ἀκούσω’· ἐλλείπει γὰρ ἐπιφανῶς τὸ ‘εὐφρανθῶ’ ἢ ἕτερόν τι τοιοῦτον. κγʹ. Οὐ μὴν οὐδὲ τὸ ‘ὥσπερ ἡ ἐκκλησία ὑποτάσσεται τῷ κυρίῳ, οὕτως αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί’ ἀσχηματίστως προενήνεκται, ἀλλὰ τοῦτο μὲν ἐνδεῖ, τοῦτο δὲ τῷ κατ’ ἐπίζευξιν ἀπὸ κοινοῦ λεγομένῳ ὑποβέβληται· ἀπαγγελθείη δ’ ἂν οὕτω γε χωρὶς τροπικῆς ἐπιτεχνήσεως· ‘ὥσπερ ἡ ἐκκλησία ὑποτάσσεται τῷ κυρίῳ, οὕτως αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντὶ πράγματι ὑποτασσέσθωσαν, ἢ ὀφείλουσιν ὑποτάσσεσθαι.’
κδʹ. Οὐκ ἀπέοικε δὲ τοῖς εἰρημένοις οὐδὲ τὸ ‘ἀδελφοί, ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληφέναι· ἓν δέ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τῶν δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως’. ποῖον γὰρ ἂν παρασταίη νόημα διὰ τοῦ ‘ἓν δέ’, εἰ μήτε ἀπὸ κοινοῦ. παραληφθείη τὸ ‘λογίζομαι κατειληφέναι’ μήτε τῶν εἴ τι ἄλλως παρείθη συνδιαληφθείη ἡ ἀναπλήρωσις; ἐκείνων δὲ κατὰ νόμους τῆς τροπικῆς τεχνολογίας συμπαραληφθέντων, τοιοῦτος ἂν εἴη καὶ ὁ νοῦς καὶ τὸ ἀκόλουθον τῆς συντάξεως· ‘ἀδελφοί, ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληφέναι· ἓν δὲ λογίζομαι κατειληφέναι, ὅτι τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τῶν δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως’· ὡς εἰ ἔλεγεν, ‘τοῦτό ἐστιν ὃ λογίζομαι κατειληφέναι, τὸ μήπω μέν τι κατειληφέναι, δεῖν δὲ ζητεῖν ἀεὶ καταλαβεῖν καὶ μὴ ἐρραθυμεῖν τοῖς κατορθωθεῖσιν· ὁ γὰρ τοῦτο κατειληφώς, οὗτός ἐστιν ἀληθῶς ὁ κατὰ σκοπὸν διώκων ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως’. ἀλλ’ ἡ μὲν τῶν νοημάτων παράστασις, εἰ καὶ συγγενοῦς, ὅμως οὖν ἰδιαζούσης δεῖται ὑποθέσεως, νῦν δὲ πρὸς ἔνδειξιν εἴρηται μόνον τῆς τροπικῆς ἀναπτύξεως.
κεʹ. Σαφεστάτην δ’ ἂν ἐμφανιεῖ τὴν ἔλλειψιν καὶ μικροῦ δεῖν εἰς περίοδον ἀποτεινομένην, ὅπερ ἐμοὶ μᾶλλον ἔδοξεν, αὐτοτελῶς εἰπόντα πρότερον, οὕτω τὸ κατεσχηματισμένον παραθεῖναι, οἷον· ‘εἴτε ὑπὲρ Τίτου χρὴ λέγειν, κοινωνός ἐστιν ἐμὸς καὶ εἰς ὑμᾶς συνεργός· εἴτε ὑπὲρ τῶν συναποσταλέντων αὐτῷ λοιπῶν δύο, ἀδελφοὶ ἡμῶν εἰσι κἀκεῖνοι, ἀπόστολοι ἐκκλησιῶν, δόξα Χριστοῦ’. τοῦτο μὲν ἀπὸ τροπικοῦ λόγου εἰς τὸ κατὰ φύσιν ἐπανήνεκται· τὸ δὲ τροπικὸν δῆλον ὡς ταύτην ἔχει τὴν γραφήν, ‘εἴτε ὑπὲρ Τίτου, κοινωνὸς ἐμὸς καὶ εἰς ὑμᾶς συνεργός· εἴτε ἀδελφοὶ ἡμῶν, ἀπόστολοι ἐκκλησιῶν, δόξα Χριστοῦ’. καὶ οἶδα ὅτι οὐκ ἄν σοι δόξῃ παράδοξον εἶναι τὸ τοιοῦτον τῆς ἐλλείψεως εἶδος· πολλὰ γὰρ τοιαῦτα καὶ παρ’ Ὁμήρῳ καὶ Ἀντιμάχῳ καὶ Ἀριστοφάνει Θουκυδίδῃ τε καὶ Πλάτωνι καὶ Δημοσθένει, καὶ σχεδόν τι τοῖς ἄλλοις ποιηταῖς τε καὶ λογογράφοις· εἰ καί τινες, ὧν καὶ Καλλίμαχος ὁ Λίβυς, τά τε ἄλλα πολλῶν ἡττώμενοι καὶ οὐκ εἰς κόρον μόνον, ἀλλὰ καὶ εἰς ἐκτοπωτάτην τομὴν τοῦ συνήθους λόγου καὶ παρατροπὴν καὶ ἀφαίρεσιν τὸ τοιοῦτον εἶδος βιασάμενοι, οὐκ ἀναιτίως ὑπὸ τῶν ἐπιστήμην ἐχόντων κρίνειν τὰ τοιαῦτα (κριτικοὶ δὲ οὗτοι) ὑπὸ ἐπιτίμησιν ἔπεσον. ἀλλὰ ταῦτα μὲν περὶ τούτων.
κϛʹ. Τὸ μέντοι ‘ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ὑμῖν διάφορα· εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως· εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ· εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ· εἴτε ὁ παρακαλῶν, ἐν τῇ παρακλήσει· ὁ μεταδιδούς, ἐν ἁπλότητι· ὁ προϊστάμενος, ἐν σπουδῇ· ὁ ἐλεῶν, ἐν ἱλαρότητι’, τοῦτο δὴ τοῦτο τὸ ῥητὸν λαμπρὸν ἂν εἴη περιβεβλημένου λόγου παράδειγμα. ἔχει μὲν γὰρ εὐθὺς τῷ καθολικῷ ἐπιφερόμενα τὰ μερικά, τοῦτο μὲν τῷ χαρίσματι τὴν προφητείαν καὶ τὴν διακονίαν, τοῦτο δ’ αὖ πάλιν τῇ διακονίᾳ τὰ μερικώτερα ταύτης, τὴν διδασκαλίαν, τὴν παράκλησιν, καὶ εἴ γε βούλει, τῇ παρακλήσει τὴν μετάδοσιν, τὴν προστασίαν, τὴν ἐλεημοσύνην· ὅ τε γὰρ μεταδιδοὺς καὶ ὁ προιστάμενος καὶ ὁ ἐλεῶν εἰς παραψυχήν τινα καὶ παράκλησιν καθίστανται τοῖς δι’ αὐτῶν εὐεργετουμένοις. οὐ μὴν ἀλλὰ καὶ καθ’ ἕτερον τρόπον περιβέβληται· τὴν αἰτίαν γὰρ ἔστιν οἷς προσάπτει τῶν κεχαρισμένων. οὐ περιβέβληται δὲ μόνον, ἀλλὰ καὶ τῷ τρόπῳ ποικίλλεται τῷ ἀπὸ κοινοῦ, καὶ δὴ προβάλλεται καὶ τὴν ἰδικῶς καλουμένην ἔλλειψιν.
τὸ γὰρ ‘ἔχοντες’ ἀπὸ κοινοῦ μὲν φέρεται κατὰ τοῦ ‘εἴτε προφητείαν, εἴτε διακονίαν’, εἰς τὸ καλούμενον δὲ ζεῦγμα διασχίζεται ἐπὶ τοῦ ‘εἴτε ὁ διδάσκων εἴτε ὁ παρακαλῶν’, καὶ ἐν τοῖς ἐφεξῆς δὲ μέρεσι τοῦ λόγου· καὶ γὰρ ἐν ἀρχῇ πληθυντικῶς ἐκπεφωνημένου τοῦ ‘ἔχοντες’, ἑνικῶς ἐξακούομεν ἐπί τε τοῦ ‘ὁ διδάσκων’ καὶ ‘ὁ παρακαλῶν’ καὶ τῶν ἄλλων. πάλιν δὲ τὸ αὐτὸ χωρίον κρέμαται ὅλον, ἀνάπαυσιν οὐκ ἔχον οὐδεμίαν, ἂν μή τι ῥῆμα προσεπινοηθῇ· ἂν γὰρ μὴ ἐπινοήσωμεν τὸ ‘μενέτω μὲν ἐν τῇ διακονίᾳ καὶ τῇ διδασκαλίᾳ καὶ τῇ παρακλήσει’, καὶ πρό γε τούτων ἐν τῷ ‘εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως’, μετὰ καὶ προσθήκης τοῦ ‘ἐν τῇ προφητείᾳ’, μὴ συνάψωμεν δὲ πάλιν τὸ ‘μεταδιδότω’ καὶ ‘προϊστάσθω’ καὶ ‘ἐλεείτω’ τοῖς ἐφεξῆς, ἀτελὲς ὅλον καὶ παράσημον πεποιηκότες ἂν εἴημεν τὸ χωρίον. ἀλλὰ τὸ μὲν ῥητὸν τοῦτο τρισὶν ἅμα διεσχηματίζετο τρόποις.
κζʹ. Ἐφεξῆς δὲ πάλιν ὁ ἐλλειπτικὸς προκύπτει· λείπει γὰρ ἐν τῷ ‘ἡ ἀγάπη ἀνυπόκριτος’ τὸ ‘ἔστω’· καὶ λοιπὸν ἐφεξῆς ἀρχὴν ἄλλη περίοδος δέχεται, ἡ ‘ἀποστυγοῦντες τὸ πονηρόν’, ἥτις διὰ μακροτάτου ποιουμένη τὴν ἀπόδοσιν εἰς πνεῦμα μὲν ἀποτείνεται, οὐκ ἀπήλλακται δὲ οὐδὲ τοῦ περιβεβλῆσθαι. τὸ γὰρ ‘ἀποστυγοῦντες τὸ πονηρὸν’ εἰς τὸ ‘εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς, εὐλογεῖτε καὶ μὴ καταρᾶσθε’ τὸν ἀπαρτισμὸν λαμβάνει· ἐπεὶ καὶ τῶν ἄλλων πασῶν ἀρετῶν τέλος ἐστὶ καὶ οἱονεὶ συγκεφαλαίωσις τὸ μέχρι τῶν ἐχθρῶν καὶ μεμισηκότων τὴν ἀγαθότητα καὶ ἀγάπην παρατείνειν. κατὰ γὰρ ταύτην τὴν πρᾶξιν καὶ ὁ σωτήριος καὶ ἀψευδὴς λόγος ἀφομοιοῦσθαι τοὺς ἐπὶ γῆς ἀνθρώπους πρὸς τὸν ἐν οὐρανοῖς ἐπιστώσατο πατέρα.
Ἀλλὰ γὰρ πολὺ πλῆθος ἐν τοῖς γράμμασι τοῦ θείου Παύλου τῶν τοιούτων ἔνεστι παραδειγμάτων, ἐξ ὧν ὀλίγα παρεθέμην δι’ ἃς καὶ κατ’ ἀρχὰς ὑπολήψεις ἔφην· αἷς τὰς αἰτίας ἀνατίθημι καὶ διότι μηδὲ περὶ τῶν λοιπῶν οἷς συνεχρήσατο διεξῆλθον τρόπων, ὅλως τε περὶ τρόπου γενέσεως καὶ διαφορᾶς ποσότητός τε καὶ χρήσεως, ὅθεν τε ἡ τροπολογία ἔφυ καὶ δι’ ἥν ποτε αἰτίαν ἡ Ἑλληνὶς ταύτην ᾠκειώσατο γλῶσσα. οὐδὲ γὰρ οὐδ’ ἂν ἀξιώσαιμι οὔτε σὲ δεῖσθαι μαθήσεως ὅλως τῆς περὶ ταῦτα τηλικοῦτον ὄντα οὔθ’ ἡμᾶς ἐν τῇ περὶ τούτων διδασκαλίᾳ φιλοτιμεῖσθαι· τὰ μὲν γὰρ στοιχειώδη τε καὶ οἰκεῖα τοῖς εἰσαγομένοις, τὰ δὲ δι’ ὧν ἔφημεν ὑποδειγμάτων σαφῆ καὶ ῥᾳδίαν εἴληφε τὴν γνῶσιν.
Τῶν μὲν οὖν ἀποστολικῶν γραμμάτων καὶ τοῖς εἰρημένοις καὶ πολλοῖς ἑτέροις σχήμασιν ὁ χαρακτὴρ οὕτω πέφυκε διαμορφοῦσθαι. οὐχὶ δ’, ὅπερ καὶ πολλαχοῦ ἀπειπάμην, τέχνῃ καὶ μελέτῃ ταῦτα γράφειν αὐτὸν ἡδέως εἴποιμι ἄν (οὐχ οὕτως μικρολογῶ τὸν οὐράνιον ἄνθρωπον ἐκεῖνον, τὸν ὡς οἰκίαν ἢ πόλιν μίαν τὴν οἰκουμένην ὅλην πολίσαντα τῷ κηρύγματι), ἀλλ’ ἐμφύτῳ κράτει διανοίας καὶ τῷ περὶ πάντα δραστηρίῳ, μᾶλλον δὲ τῇ ἄνωθεν χάριτι, ἣ καὶ τὸν πλοῦτον αὐτῷ τῆς ἐμφύτου γνώσεως καὶ τῆς ὑπὲρ τὸ ἀνθρώπινον ἀγχινοίας καὶ φρονήσεως χορηγοῦσα διὰ πάντων οὐ διέλιπεν, δι’ ἧς καὶ τῶν ἄλλοις ὅσα πόνοι καὶ μελέται μόλις κατορθοῦσιν αὐτὸς ἀταλαίπωρον ἔσχε τὴν χρῆσιν καὶ μεταχείρισιν. σὺ δέ μοι ταῖς ἐκεῖθεν καθαρῶς ἐλλαμπόμενος τῆς ἀληθείας ἀκτῖσιν εἴης, ὥσπερ τὸ θεωρητικὸν ὀμματούμενος, οὕτω καὶ τὸ πρακτικὸν ταῖς αὐτόθεν ἐντολαῖς διὰ βίου ῥυθμιζόμενος.
Παύλῳ μητροπολίτῃ Λαοδικείας Τῆς μακρᾶς σου καὶ μεμηχανημένης ἀπορίας ἁπλῆν καὶ σύντομόν σοι παρεχόμεθα τὴν λύσιν. τὸ μὲν ‘οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν τὰ καλὰ ὑμῶν ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν οὐρανοῖς’, εἰς ἀρετήν ἐστι δηλονότι τὴν τελειοτάτην παράκλησις· τὸ δὲ ‘μὴ ποιεῖτε τὴν ἐλεημοσύνην ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων’ φιλοδοξίας ἐστίν, ὅπερ ἐστὶν κακίας, ἀναίρεσις. πῶς οὖν ἡ τῆς κακίας ἀναίρεσις τῇ παρακλήσει τῆς ἀρετῆς δύναιτ’ ἂν ὑπάρχειν μαχόμενον; τοὐναντίον γὰρ καὶ συνίστησι μᾶλλον ἡ θατέρας ἀποτροπὴ τῆς ἑτέρας τὴν ὕπαρξιν, ὁ γάρ τοι τῆς ἀνθρωπίνης δόξης διὰ τοὺς θείους νόμους ὑπερορῶν, οὗτός ἐστιν ὁ τῆς ἀρετῆς θερμὸς ἐραστής· καὶ ὁ μὲν σπουδαῖος τὸ θεῖον ἔχει δημοσιεῦον καὶ λάμπειν αὐτοῦ παρασκευάζον τὰ ἔργα δίκην φωτός, ὁ δὲ πρὸς ἀνθρώπων δόξαν τὸν ἔλεον μετιών, αὐτός ἐστιν ὃς ἀποφέρεται δηλονότι καὶ τὴν τῆς ἐπιδείξεως αἰτίαν. ὅσῳ γοῦν ἀνθρωπίνης σπουδῆς ψῆφος θεία διαφέρει, τοσούτῳ διενήνοχεν ἄνθρωπος πράττων ἀρετὴν καὶ θεῷ ἀρέσκων ἀνδρὸς θήραν ἐπαίνων ἀνθρωπίνων τὴν πρᾶξιν προβαλλομένου, οὗ τὴν μίμησιν φεύγειν ὁ σωτήριος παρακελεύεται λόγος πᾶσιν οἷς ἐστιν σπουδὴ τὸν θεὸν ἔχειν μάρτυρα καὶ κήρυκα τῶν ἔργων, ἀλλὰ μὴ τὰς οἰκείας τέχνας τῆς ἄνωθεν μαρτυρίας ἔμπροσθεν ποιεῖσθαι.
Παντολέοντι πρωτοσπαθαρίῳ Αἰγύπτιον ἦν τὸ ἀναφλεγόμενον γύναιον εἰς τὴν ἀνθοῦσαν ὥραν τοῦ Ἰωσήφ· ἀλλ’ Ἰσραηλίτης ἦν ἐκεῖνος, εἰ καὶ παῖς, ὁ πάσας τοῦ ἀκολάστου Ἔρωτος τρεψάμενος τὰς προσβολάς, καὶ οὐ μόνον τῶν βελῶν οἷς αὐτὸν ὁπλίζουσιν οἱ μῦθοι γυμνώσας καὶ τῶν πτερῶν καὶ τοῦ πυρός, ἀλλὰ μηδ’ ἂν ὑπάρξαι διελέγξας ὅλως, εἰ μὴ συνεῖχον αὐτὸν καὶ περιέθαλπον αἱ τῶν τοῖς αἰσχροῖς ἡδομένων ὁρμαί. σὲ δέ, καίτοι τῆς χάριτος Ἰσραηλίτην ὄντα καὶ πρὸς βίου βαθύνοντα πέρας, δέδοικα μὴ ἡ βάρβαρος πλεονεξία, οὐκ ἐρῶσα, πικρὸν δὲ καὶ ὀχληρὸν ἐραστὴν κτησαμένη, λάθῃ κατὰ μικρὸν εἰς ἔσχατον ἀπωλείας συνεφέλκουσα καὶ καταλείψῃ τοῦ σώφρονος Ἰωσὴφ ἀντίστροφον τῷ βίῳ διήγημα. γέρων ἤρα βαρβάρου μαχλάδος, ἡ δὲ διεκρούετο· ἀλλ’ ἐκεῖνος μέχρις ἐκείνου τὸν ἔρωτα ἔστησεν, μέχρις ἐκείνη τὸν ἔξωρον ἐραστὴν τοῦ κόρου καὶ τῆς ὀχλήσεως μυσαχθεῖσα βαθεῖ τοῦ ὀλέθρου βαράθρῳ κατέρραξεν συνωθήσασα.
Γεωργίῳ μητροπολίτῃ Νικομηδείας Εἴθε μοι τῶν σῶν ἦν ἐνάμιλλα λόγων τὰ ἔργα· οὐχ ἵνα κλέος ὄντες ἀκεστοριδῶν Γαληνὸς καὶ Ἱπποκράτης, ὡς αὐτὸς ἡμᾶς θειάζων γράφεις, ὑπεξίστανταί μοι τῶν πρωτείων, οὐδ’ ἵνα τῶν Ἀσκληπιαδῶν τὸ μέγα ὄνομα τῷ ἡμετέρῳ καταχωσθείη, ἀλλ’ ὡς ἂν εἴην, εἰ καὶ μὴ πρὸς ἕτερόν τι, ἀλλ’ οὖν ἐν τούτῳ γε τῷ μέρει, μικρά τις κατὰ τῶν σωματικῶν παθῶν τοῖς φίλοις καὶ συνάθλοις ἐπικουρία.
Ἀναστασίῳ πρεσβυτέρῳ καὶ βιβλοθηκαρίῳ Ῥώμης Ἀφ’ ἱερᾶς μέν σοι, τὸ παροιμιῶδες, ὁ ἀγών, ὀψὲ δὲ τῆς χρείας· καὶ τῆς μὲν γνώμης οὐ μέμφομαι, τὸν καιρὸν δ’ ὁρῶ παρελάσαντα. καί μοι δοκεῖ τοῦτον οὐκ ἀκόμψως ὁ αἰνιγματιστὴς ἀπεικάζων λόγος, ἔμπροσθεν μὲν ἀκερσεκόμην, ὄπιθεν δὲ κουρίαν ἐν χρῷ διαγράψασθαι. ἐπειδὰν γάρ τις ὀπίσω τοῦ χρόνου γένηται, κἂν μυρίαις αὐτὸν ἐπιδιώκει τέχναις, οὐκ ἔστιν αὐτοῦ περιδράξασθαι. ἀλλ’ εὖγέ σοι καὶ τῆς διὰ βράδους ἐλθούσης συμπαθοῦς προαιρέσεως· φίλων γὰρ οὐχὶ τῇ χρείᾳ τὴν χάριν μετρεῖν, τῇ προθέσει δὲ κρίνειν τὴν εὔνοιαν.
Θεοδώρῳ μητροπολίτῃ Λαοδικείας Ἀρότρῳ μέν, ὡς ἡ παροιμία φησίν, ἀκοντίζεις, ἀντὶ τοῦ μετανοεῖν θρασυνόμενος· οὐ γὰρ μετανοίας, ἀλλ’ ἀπονοίας, ἑαυτῷ τῶν ἐσφαλμένων ἐπιτρέπειν τὴν συγγνώμην. εἰ δέ σοι καὶ ληρεῖν δόξαιμι, ἔσται σοι, ἔσται οὐκ εἰς μακρὰν τὸ παροιμιῶδες συνεχῶς ἐπ’ ἔργοις ᾀδόμενον, ‘ἄρτι μῦς πίττης γεύεται.’
Κωνσταντίνῳ νοταρίῳ Ὁ μῶμος (περιττὸν γὰρ νῦν ὁρῶ τὰς διὰ τῶν θείων λογίων, οἴμοι, παραινέσεις) διπλῆν πως ἔχει καὶ ἀντικειμένην τὴν φύσιν. ἂν μὲν γὰρ ὁ φέρων αὐτὸν ἀληθεύοι καθ’ οὗ τίθησιν, ἐλέγχει καὶ λυπεῖ τὸν ὑπαίτιον· ἂν δὲ ψευδόμενος αὐτὸν κατὰ τοῦ πλησίον ἀποτίθοιτο, ἐκείνου μὲν ἀποπηδᾷ, ἐπικάθηται δὲ τῷ κομίσαντι, ἐπ’ αὐτὸν ἅπαντα στρέφων ὅσαπερ αὐτὸς κατὰ τοῦ μὴ δεδωκότος τῇ αἰτίᾳ τὴν πάροδον ἐπονηρεύσατο. ὅρα οὖν καὶ σὺ εἰς ἀνδρὸς ἐμβαίνων μώμους, ὃν οἱ τῆς εὐσεβείας ἀγωνισταὶ γνήσιον τῆς ἀρετῆς ἐραστὴν ὁρῶσιν, τί μέλλεις πράττειν, ἐπειδὰν ὁ κατ’ αὐτό γε τοῦτο δικαιότατος μῶμος, οὐκ ἔχων ὅπως ἐναπερείδοιτο τῷ μάτην αἰτιαθέντι (οὐ γὰρ αἱ σκιαὶ τῶν κατηγοριῶν, ἀλλ’ αἱ πράξεις ἵδρυμα τῷ μώμῳ), εἰς τὸν ἀδίκως αἰτιασάμενον μετὰ πολλῆς τῆς πεποιθήσεως καὶ ἰσχύος ἐπαναστρέψας ἀθάνατον αὐτῷ διαφυλάττοι τὸ δίκαιον ὄνειδος.
Εὐσχήμονι ἀρχιεπισκόπῳ Καισαρείας Οὐδὲν θαυμαστόν, εἰ μὴ τοῖς δικαίοις ἅπαντες χαίρουσιν· ἀλλ’ ἐκεῖνο θαυμαστὸν ἂν ἦν καὶ λίαν ἐνδίκως, εἰ πάντες ὑπ’ ὀφθαλμοῖς τῆς δίκης ἐπολιτεύοντο. ἀγαπητὸν δ’ ἐμοί, κἂν οἱ πλείους εἴησαν, ὅπερ οὐκ ἔστιν, φίλοι τοῦ δικαίου· μερίδα μὲν γὰρ ὀλίγην ὁρῶ ῥέπουσαν εἰς δικαιοσύνην, τὸ δὲ πλῆθος ἐπισύρεται ἡ ἀδικία. ὅτε τοίνυν οὕτως ἔχει ταῦτα, τί δήποτε ἀλύεις σὺ καὶ ἀσχάλλεις, ὅτι τὸ δίκαιον οἷς ἐστιν οἰκεῖον ἀπονέμων, ὑπὸ τῶν τὰ δίκαια μισούντων τὴν ἴσην ὕβριν ὑπομένεις; τοὐναντίον γὰρ ἐχρῆν σε σκυθρωπάζειν καὶ ζητεῖν λύσιν εὑρεῖν τοῦ λυποῦντος, εἰ οἱ τῆς δίκης ἐχθροὶ σοὶ φίλην ἐχαρίζοντο γλῶσσαν.
Ἀπὸ τῆς ὑπερορίας πρὸς τοὺς ἐπισκόπους Ἐγὼ θαυμάζω πῶς οὕτω ταχέως, ὅστις ποτέ ἐστιν ἐκεῖνος, τῆς ἡμῶν ἐπελάθετο φύσεως—οὐδὲ γὰρ οὐδ’ ὀνόματι τὸν ἔλεγχον βουλοίμην ἂν προσενεγκεῖν, οὐδ’ ἂν ἔτι προσραγείη αὐθαδέστερον, ἐπεὶ καὶ ῥᾷον ὁρῶ τοὺς πολλοὺς τῷ τῶν ἐλέγχων ἀπροσώπῳ νουθετουμένους ἢ τὴν ἐν προσηγορίᾳ παραίνεσιν φέροντας—ἀλλὰ πῶς οὕτω θᾶττον ἡμᾶς ὀπίσω μνήμης ἀφῆκεν, ὥστε καὶ τοσαύτην ἡμῶν ἄνοιαν καὶ θείων νόμων ὀλιγωρίαν ἐπικαλεῖν, πόθεν δ’ ἐπὶ τοσοῦτον τῆς ἡμῶν κατεξανίσταται μετριότητος, μᾶλλον δέ, τίς αὐτὸν εἰς τηλικαύτην ἀθρόον ἀνάβασιν ὕψωσεν ὥστε καὶ μηδὲν ἡμῶν φθεγγομένων αὐτὸν ἀκούειν, καὶ μηδ’ ἐπὶ λογισμὸν τοιοῦτον ἡκόντων ἐκεῖνον ὥσπερ ἀπό τινος σκοπιᾶς τῆς οἴκοθεν φαντασίας ἐφορῶντα τὰς καρδίας καὶ ἐμβατεύοντα, ἐκεῖνα συνιέναι καὶ κατανοεῖν ἃ μηδ’ ἑαυτοῖς τινες συνεγνώκεισαν· καὶ πλέον ἔδοξε τὰ τῶν ἀνθρώπων εἰδέναι ἢ τὸ πνεῦμα τὸ ἐνοικοῦν ἐν αὐτοῖς, κἂν Παῦλος, οὐδ’ ἐλπίσας ἀνδρῶν τηλικούτων ἔσεσθαι φοράν, οὐδὲ τὴν ἴσην γνῶσιν ἑτέροις κατέλιπεν.
Ἀλλὰ γὰρ πόθεν ἡμῶν ἡ πολλὴ κατασκεδάζεται ἄνοια καὶ τῆς ἐκκλησίας ὅλης ἡ προδοσία καὶ τῶν κειμένων νόμων ἡ ὑπεροψία; τί πραξάντων, τί δὲ διανοηθέντων, πρὸς τίνα δὲ τί ἀπαγγειλάντων; μηδὲ γὰρ ὅτι τοῖς αὐτοῖς ῥήμασι τὴν ὕβριν οὐκ ἔθετο, ἄμεινόν τι καθ’ ἡμῶν εἰπεῖν τῶν εἴ τις ἡμῖν τὰ τοιαῦτα λοιδορεῖται νομιζέτω καὶ λογίζοιτο. οὐ γὰρ αἱ λέξεις βαρύνουσι τὰς ἐννοίας, τὰς δὲ λέξεις τραχεῖς καὶ δυσφόρους τὸ πικρὸν τῆς διανοίας μᾶλλον ἐργάζεται· ὅτε δὲ καὶ λέξεις ταῖς διανοίαις ὁμόλογοι καὶ τὸ βαρὺ τῆς ἐννοίας τῷ τραχεῖ συντρέχει τῆς λέξεως, τί διαφέρει τὰ αὐτὰ τῶν ῥημάτων εἰπεῖν ἢ διὰ τῶν ἴσων τὴν αὐτὴν παραστῆσαι διάνοιαν;
Ἀλλ’ εἰ μὲν πρὸς τὸν ἐπιχυθέντα ἡμῖν τῶν κακῶν ἀφορῶν χειμῶνα καὶ τὴν πανταχόθεν ἡμᾶς περισχοῦσαν καὶ συμπιέζουσαν τῶν δυσχερῶν φορὰν εἰς παραφορὰν πεσεῖν ἐδικαίωσεν, ἀνθρώπινον μέν τι διενοήθη καὶ ἐμελέτησε—τί γὰρ ἄν τις ἄλλο ὑπὲρ αὐτοῦ καὶ εἰπεῖν δυνηθείη; αἱ γὰρ ὑπερβολαὶ τῶν κακώσεων παρατροπὴν ὡς τὰ πολλὰ καὶ ἀλλοίωσιν τοῖς κακουμένοις ἐνεργάζονται· εἰ καὶ μείζονα τὸν πονηρὸν τὴν ἐξουσίαν λαβεῖν καθ’ ἡμῶν ἢ κατὰ τοῦ θεσπεσίου Ἰὼβ οἷς νομίζει ἐψηφίσατο, εἴ γε τοῦ μὲν τῆς ψυχῆς τὴν ἐξουσίαν οὐκ εἴληφεν, ὁ δὲ καθ’ ἡμῶν καὶ ταύτης αὐτῷ τὴν κυριότητα ἐνεχείρισεν· ἐξ ὧν γὰρ ἡμῶν ἄκρατον μετὰ τοῦ παρανομεῖν καταχέει τὴν ἄνοιαν, σαφῶς ἑαυτὸν δεικνύει τοῦτο καὶ λογισάμενον καὶ κυρώσαντα. πλὴν εἰ καὶ πρὸς ταύτην περὶ ἡμῶν ὑπεσύρη τὴν ὑπόνοιαν καὶ τοῦτο πρὸς εὐλογίαν τῆς ἄλλης εὑρίσκει λοιδορίας, ἵνα νῦν ἐάσω τὸ σοφὸν τῆς ἀπολογίας καὶ εὔσχημον, ἐχρῆν οὐκ ἐπιτίθεσθαι οὐδὲ βαρύτερον ποιεῖν τὸ πάθος οἰκείων ὕβρεων προσθήκῃ, ἀλλὰ παρακλήσει τινὶ μᾶλλον καὶ λόγοις ψυχαγωγίας διαπραΰνειν τὸ ἄλγος καὶ πειρᾶσθαι τὸν δυνατὸν τρόπον ἐπινοεῖν παραμύθιον. τὸ δὲ ἐκτραχύνειν καὶ ἐπεμβαίνειν καὶ κατονειδίζειν τὰς συμφορὰς ἐντρυφῶντός ἐστι τοῖς τοῦ πλησίον κακοῖς, ἀλλ’ οὐ συναλγοῦντος οὐδὲ συμπάσχοντος, καὶ οὐ τὰ τῶν φίλων διαπραττομένου, ἀλλ’ ἅπερ ἂν οἱ ἐχθροὶ κακουργήσειαν.
Ἐγὼ δέ, ὅτι μὲν τὸν τρυγίαν πάσης αὐτῶν τῆς κακίας καθ’ ἡμῶν ἐκένωσαν, φίλων ξενώσαντες, συγγενῶν διακόψαντες, ὑμῶν αὐτῶν, τῶν ἐμῶν παθῶν τὸ πικρότατον, προδιατεμόντες καὶ ἀπομερίσαντες, θεραπόντων καὶ ὑπηρετῶν ἐξερημώσαντες, αἰχμαλωτίσαντες, φρουροὺς καὶ φρουράρχους περιστήσαντες, ἵνα μηδὲ τὰ οἰκεῖα βουλομένοις κακὰ κλαίειν ἐξῇ καὶ ἀποδύρεσθαι, μηδέ τις ἔλεός ποθεν ἡμῖν παρεισδύῃ, μὴ λόγῳ, μὴ πράγματι, μυρίους θανάτους ἐπικρεμάσαντες, λογίων θεοῦ καὶ παντὸς ἄλλου, οἴμαι, καθ’ ἡμῶν λιμὸν ἐπιστήσαντες· καὶ ὅτι ὅλον μὲν ἅμα πολλοῖς κακοῖς οὐ διαλιμπάνουσιν περιβάλλοντες, καὶ πάσας δὲ ἡμῶν ἀπομερισάμενοι τὰς αἰσθήσεις καὶ πρὸς πάσας παραταξάμενοι καινὰς μηχανὰς πρὸς ἑκάστην ἐπενόησαν (ὀξὺ γὰρ εἰς κακίαν θεοῦ καὶ φιλανθρωπίας ἀλλοτρίωσις), καὶ ὀφθαλμοὺς μὲν ἐνέφραξαν (τί γὰρ ἄν τις καὶ εἴποι, ἐπειδὰν ὅλως μήτε τινὰς ἀνθρώπων ὁρᾶν μηδὲ βιβλίοις ἐνομιλεῖν ἔχοι, καὶ μάλιστα οἷς μέγα καὶ πρῶτον παραμύθιον ἡ ἀνάγνωσις; καὶ γὰρ καὶ ταύτην καθ’ ἡμῶν ἁπάσαις ψήφοις ἐξήνεγκαν τὴν ἀπόφασιν), ἀκοὴν δὲ συναπέκλεισαν— οὔτε γὰρ φωνῆς φιλούντων, ἀλλ’ οὐδὲ ἐχθρῶν (τί γὰρ δεῖ λέγειν ἀναγινωσκόντων;)
συγχωροῦσιν ἐνωτίζεσθαι, ἀλλ’ ὅσον γε εἰς αὐτῶν ἧκεν σπουδήν, οὐδὲ ᾀδόντων θεῷ οὐδ’ ὕμνοις εὐχαριστούντων ἀκούομεν· οὐδὲ γὰρ οὐδέ τινα οὐδὲ ἐπὶ βραχὺ οὐδὲ τῶν μετρίως πρὸς ᾠδὰς ἐχόντων (ὢ καὶ βαρβάρων γνώμας νικώσης ὠμότητος) συνεῖναι κατέλιπον, ἀλλ’ ἀντὶ κληρικῶν, ἀντὶ μοναζόντων, ἀντὶ ψαλλόντων, ἀντὶ ἀναγινωσκόντων καὶ ὑπογραφόντων, ἀντὶ φίλων καὶ συνήθων, οἷς ὡς τὰ πολλὰ φιλεῖ ἡ τῶν θλιβερῶν βαρύτης ἐπικουφίζεσθαι, ἀντὶ πάντων ἁπλῶς, στρατιωτῶν κουστωδίαις καὶ στρατιωτικοῖς λόχοις ἐκδεδόμεθα· καὶ τί δεῖ καθ’ ἕκαστον λέγειν, καὶ ἐπιξαίνειν τῇ μνήμῃ τοὺς μώλωπας; —ἀλλ’ ὅτι μὲν πάσας ἡμῶν τὴν αἰσθήσεις μυρίων κακῶν ἐπινοίαις ἐπετείχισαν, μηδ’ αὐτὴν ἡμῶν τὴν ψυχήν, ὅσα γε εἰς αὐτῶν ἔργα κεχώρηκεν, ἀκάκωτον συγχωρήσαντες, ἔργον ἁπάντων ὅσα θεὸς ἐβδελύξατο μιαρώτερόν τε καὶ ὠμότερον, οἴκους θεοῦ καταλύοντες, πτωχούς, ἀναπήρους καὶ λελωβημένους, οὓς ἡμεῖς ἱλαστήριον τῶν ἡμετέρων ἁμαρτημάτων προεστησάμεθα, τῆς οἰκείας ἑστίας καὶ ἀναπαύσεως ἐξορίζοντες καὶ τὰς αὐτῶν ὑπάρξεις ὡς πολεμίων διαμεριζόμενοι λάφυρα, καὶ θεραπόντων σάρκας νεύροις κατέκοψαν, ὡς δι’ ὅλου τοῦ σώματος τῇ πολλῇ τῶν μαστίγων ῥύμῃ χαράδρας ἐναπεργάσασθαι, ἵνα χρυσὸν καὶ ἄργυρον ὃν ἐθησαυρίσαμεν (ὃν οὐδ’ ὄναρ εἶδον οἱ ἄθλιοι) ἐκμηνύσωσιν, καίτοι σαφέστερον αὐτοὶ τῶν ἄλλων οἱ κολάζοντες εἰδότες ὡς ἡμεῖς ἀεὶ πρὸς χρήματα διεβεβλήμεθα, καὶ οὐχ οὕτως ἐκεῖνοι φιλάργυροι ὡς ἡμᾶς ἡ τούτων ὑπεροψία οὐδένα λόγον αὐτῶν οὐδέποτε ποιεῖσθαι, μή τί γε θησαυρίζειν, παρεσκεύαζεν, ἀλλ’ ὅπερ ἥλιος ἀνίσχων ἑώρα (ἡ τῶν ἐπηρεαζόντων δὲ πολλάκις ἀνάγκη καὶ τὸν τῆς ἀρετῆς διδάσκαλον Παῦλον εἰς τοιαῦτα ἐξεβιάζετο ῥήματα), τοῦτο τῆς ἡμέρας καὶ μάλιστα τῆς νυκτὸς ὁ καιρὸς ἐξεφόρει τε καὶ ἀπεφορτίζετο· ἀλλ’ ὅμως ταῦτα τῶν πάντων οὐδενὸς ἔλαττον εἰδότες, ἐκρεούργουν, ἐμάστιζον, οὐχ ἵνα τι ὧν ἐπλάττοντο ζητεῖν εὕρωσιν (εἰ μὴ καὶ τοῦτο προσεκμεμήνασιν, ζητεῖν εὑρεῖν ἅπερ ἴσασιν οὐχ ὑπάρχοντα), ἀλλ’ ἵνα κἀκεῖθεν ἡμᾶς ἀνιάσωσιν καὶ μηδένα τρόπον κακουργίας ὃν ἡμῖν οὐ προσάξουσιν παραλείψωσιν· —ἀλλ’ ὅτι μὲν ταῦτα, καὶ τῶν εἰρημένων πολὺ πλείονα, καθ’ ἡμῶν ὁ σατανᾶς (ἢ οὐκ οἶδ’ ὅ τι καὶ εἴπω) ἐξῃτήσατο καὶ τούτοις ἡμεῖς περιαντλούμεθα, οὐκ ἂν ἀρνηθείην· ὅτι δὲ τῶν φρενῶν ἡμᾶς ἡ τοσαύτη κακία ἐξέστησεν καὶ θείων ἐντολῶν ὑπερόπτας ἀπετέλεσεν καὶ κοινοὺς προδότας εἰργάσατο, οὐκ οἶδα ἀνθ’ ὅτου τις ἡμᾶς αἰτιώμενος ταῦτα, οὐ σφοδρότερον καθ’ ἡμῶν πνεῖν ἢ οἱ προφανεῖς ἐχθροὶ οὐκ ἂν συνομολογήσειεν.
Εἰ δέ τις ταῦτα ἀκούων ἐρυθριᾷ καὶ ἀνανεύει καὶ ἀναδύεται, καὶ μήποτε ἂν τοιοῦτον εἰπεῖν καθ’ ἡμῶν μηδ’ ἐπὶ νοῦν λαβεῖν—πέφυκεν γὰρ ἁμάρτημα δικαίων λόγων ἐλέγχοις ἀπογυμνούμενον ἀσχημονέστερον μᾶλλον ἢ πρότερον καταφαίνεσθαι, ὥστε μηδ’ αὐτῷ τῷ τεκόντι δοκεῖν γνήσιον, ἀλλ’ ὡς νόθον ὁρᾶσθαι καὶ ἀποτρόπαιον, μάλιστα τοῦ συνειδότος τῷ κέντρῳ, ὃ τῇ φύσει πανσόφως ὁ πλάστης ἐνέθηκεν, εἰς τὴν τῶν πρακτέων διεγειρομένου διάβλεψιν—ἂν οὖν διὰ ταῦτα οὐδὲν ἐκείνων οὐδ’ εἰς νοῦν ἐλθεῖν διατείνοιτο, ἀλλ’ ὡς εἰκὸς καὶ τοὺς πώποτε τοιαῦτα τετολμηκότας εἰς ἐκτόπους μοίρας καὶ εἰς ἀρὰς ἀπάγει φρικώδεις, πρὸς τῆς φιλίας αὐτῆς ἐρωτήσατε αὐτόν, τί διαφέρει περὶ ἡμῶν εἰπεῖν τὰ εἰρημένα καὶ τὸ λέγειν ὅτι μετὰ τῶν πολεμίων γινόμεθα καὶ φίλων μεταξὺ καὶ ἐχθρῶν οὐ διαστέλλομεν· καὶ τότε τίνος; —ὢ τῆς καθ’ ἡμῶν ἐπηρείας—φίλων Χριστοῦ καὶ ἐχθρῶν Χριστοῦ· εἰς ταῦτα γὰρ ἀποτελευτᾷ τὸ βούλεσθαι καταλέγειν ἡμᾶς τῷ κλήρῳ τῶν ὑπὲρ Χριστοῦ πασχόντων καὶ τοὺς ἅμα Χριστῷ πολεμοῦντας ἡμᾶς, οἳ τὸ αἷμα τῆς διαθήκης αὐτοῦ κοινὸν ἡγησάμενοι, ἵνα νῦν τὰ ἄλλα ἐάσω, τὰ θυσιαστήρια κυρίου ἐβεβήλωσαν καὶ τὸ ἅγιον χρῖσμα, μᾶλλον δὲ τὸ πανάγιον πνεῦμα δι’ οὗ τὸ χρῖσμα, ἐξεμυκτήἔργον ἁπάντων ὅσα θεὸς ἐβδελύξατο μιαρώτερόν τε καὶ ὠμότερον, οἴκους θεοῦ καταλύοντες, πτωχούς, ἀναπήρους καὶ λελωβημένους, οὓς ἡμεῖς ἱλαστήριον τῶν ἡμετέρων ἁμαρτημάτων προεστησάμεθα, τῆς οἰκείας ἑστίας καὶ ἀναπαύσεως ἐξορίζοντες καὶ τὰς αὐτῶν ὑπάρξεις ὡς πολεμίων διαμεριζόμενοι λάφυρα, καὶ θεραπόντων σάρκας νεύροις κατέκοψαν, ὡς δι’ ὅλου τοῦ σώματος τῇ πολλῇ τῶν μαστίγων ῥύμῃ χαράδρας ἐναπεργάσασθαι, ἵνα χρυσὸν καὶ ἄργυρον ὃν ἐθησαυρίσαμεν (ὃν οὐδ’ ὄναρ εἶδον οἱ ἄθλιοι) ἐκμηνύσωσιν, καίτοι σαφέστερον αὐτοὶ τῶν ἄλλων οἱ κολάζοντες εἰδότες ὡς ἡμεῖς ἀεὶ πρὸς χρήματα διεβεβλήμεθα, καὶ οὐχ οὕτως ἐκεῖνοι φιλάργυροι ὡς ἡμᾶς ἡ τούτων ὑπεροψία οὐδένα λόγον αὐτῶν οὐδέποτε ποιεῖσθαι, μή τί γε θησαυρίζειν, παρεσκεύαζεν, ἀλλ’ ὅπερ ἥλιος ἀνίσχων ἑώρα (ἡ τῶν ἐπηρεαζόντων δὲ πολλάκις ἀνάγκη καὶ τὸν τῆς ἀρετῆς διδάσκαλον Παῦλον εἰς τοιαῦτα ἐξεβιάζετο ῥήματα), τοῦτο τῆς ἡμέρας καὶ μάλιστα τῆς νυκτὸς ὁ καιρὸς ἐξεφόρει τε καὶ ἀπεφορτίζετο· ἀλλ’ ὅμως ταῦτα τῶν πάντων οὐδενὸς ἔλαττον εἰδότες, ἐκρεούργουν, ἐμάστιζον, οὐχ ἵνα τι ὧν ἐπλάττοντο ζητεῖν εὕρωσιν (εἰ μὴ καὶ τοῦτο προσεκμεμήνασιν, ζητεῖν εὑρεῖν ἅπερ ἴσασιν οὐχ ὑπάρχοντα), ἀλλ’ ἵνα κἀκεῖθεν ἡμᾶς ἀνιάσωσιν καὶ μηδένα τρόπον κακουργίας ὃν ἡμῖν οὐ προσάξουσιν παραλείψωσιν· —ἀλλ’ ὅτι μὲν ταῦτα, καὶ τῶν εἰρημένων πολὺ πλείονα, καθ’ ἡμῶν ὁ σατανᾶς (ἢ οὐκ οἶδ’ ὅ τι καὶ εἴπω) ἐξῃτήσατο καὶ τούτοις ἡμεῖς περιαντλούμεθα, οὐκ ἂν ἀρνηθείην· ὅτι δὲ τῶν φρενῶν ἡμᾶς ἡ τοσαύτη κακία ἐξέστησεν καὶ θείων ἐντολῶν ὑπερόπτας ἀπετέλεσεν καὶ κοινοὺς προδότας εἰργάσατο, οὐκ οἶδα ἀνθ’ ὅτου τις ἡμᾶς αἰτιώμενος ταῦτα, οὐ σφοδρότερον καθ’ ἡμῶν πνεῖν ἢ οἱ προφανεῖς ἐχθροὶ οὐκ ἂν συνομολογήσειεν.
Εἰ δέ τις ταῦτα ἀκούων ἐρυθριᾷ καὶ ἀνανεύει καὶ ἀναδύεται, καὶ μήποτε ἂν τοιοῦτον εἰπεῖν καθ’ ἡμῶν μηδ’ ἐπὶ νοῦν λαβεῖν—πέφυκεν γὰρ ἁμάρτημα δικαίων λόγων ἐλέγχοις ἀπογυμνούμενον ἀσχημονέστερον μᾶλλον ἢ πρότερον καταφαίνεσθαι, ὥστε μηδ’ αὐτῷ τῷ τεκόντι δοκεῖν γνήσιον, ἀλλ’ ὡς νόθον ὁρᾶσθαι καὶ ἀποτρόπαιον, μάλιστα τοῦ συνειδότος τῷ κέντρῳ, ὃ τῇ φύσει πανσόφως ὁ πλάστης ἐνέθηκεν, εἰς τὴν τῶν πρακτέων διεγειρομένου διάβλεψιν—ἂν οὖν διὰ ταῦτα οὐδὲν ἐκείνων οὐδ’ εἰς νοῦν ἐλθεῖν διατείνοιτο, ἀλλ’ ὡς εἰκὸς καὶ τοὺς πώποτε τοιαῦτα τετολμηκότας εἰς ἐκτόπους μοίρας καὶ εἰς ἀρὰς ἀπάγει φρικώδεις, πρὸς τῆς φιλίας αὐτῆς ἐρωτήσατε αὐτόν, τί διαφέρει περὶ ἡμῶν εἰπεῖν τὰ εἰρημένα καὶ τὸ λέγειν ὅτι μετὰ τῶν πολεμίων γινόμεθα καὶ φίλων μεταξὺ καὶ ἐχθρῶν οὐ διαστέλλομεν· καὶ τότε τίνος; —ὢ τῆς καθ’ ἡμῶν ἐπηρείας—φίλων Χριστοῦ καὶ ἐχθρῶν Χριστοῦ· εἰς ταῦτα γὰρ ἀποτελευτᾷ τὸ βούλεσθαι καταλέγειν ἡμᾶς τῷ κλήρῳ τῶν ὑπὲρ Χριστοῦ πασχόντων καὶ τοὺς ἅμα Χριστῷ πολεμοῦντας ἡμᾶς, οἳ τὸ αἷμα τῆς διαθήκης αὐτοῦ κοινὸν ἡγησάμενοι, ἵνα νῦν τὰ ἄλλα ἐάσω, τὰ θυσιαστήρια κυρίου ἐβεβήλωσαν καὶ τὸ ἅγιον χρῖσμα, μᾶλλον δὲ τὸ πανάγιον πνεῦμα δι’ οὗ τὸ χρῖσμα, ἐξεμυκτήποιεῖς, ἄνθρωπε; ποῖ φέρῃ; τί δὲ σεαυτὸν ἐχθροῖς ἀγνοεῖς ἐγχειρίζων; τί τοὺς ἡμῶν ἄθλους εἰς ὕθλους ἐξήνεγκας;
τί τῶν εὐσεβούντων αἰσχύνεις τὸ σύνταγμα; τί δὲ τῶν ἐχθρῶν ἐπαίρεις τὸ φρόνημα;’ Τοιαῦτα αὐτὸν ἔγωγε σπουδάζειν μᾶλλον ἂν ἤλπιζον, εἴ τί με παρολισθαίνειν ᾐσθάνετο, ἀλλ’ οὐχ οἷα νῦν παιζόντων γνώμας μιμούμενος διαπράττεται· ἤλπιζον δὲ κἀκεῖνο, ὡς εἴ τίς ποτε τῶν ἐχθρῶν ταύτας αὐτοῦ τὰς φωνὰς πρὸς αὐτὸν ἐτόλμησεν ἀφεῖναι, μυρίοις ἂν αὐτὸν βάλλων ἐξεδίωξε τοῖς λίθοις, ἀπατεῶνα καὶ ψεύστην καὶ τοιούτοις λόγοις διαπλύνων. ἀνέχεσθαι γὰρ τῶν ἄλλως ἡμᾶς ἐξουθενούντων προστεταγμένον, ὅτι τοῦ πράου καὶ εἰρηνικοῦ μαθηταί, εἰς πίστιν ἐξυβριζόντων οὐδεὶς ἂν ἀνάσχοιτο, ἐπεὶ καὶ αὐτὸς τἄλλα πράως φέρων καὶ μὴ ἀμυνόμενος, τούς τε τὸν πατρικὸν οἶκον οἶκον ἐμπορίας ποιεῖν ἀπονοηθέντας μετὰ σφοδρᾶς τῆς ἐπιτιμήσεως ἐκεῖθεν ἀπήλασεν, καὶ τοὺς εἰς τὸ ἅγιον πνεῦμα τὴν γλῶσσαν ὀξύναντας διπλῆν τὴν τιμωρίαν ἀπειλησάμενος, πυρὸς μὲν ἐνταῦθα καὶ μαχαίρας ἔργον καὶ λιμοῦ τὴν πόλιν αὔτανδρον ἐποιήσατο, καὶ τὴν μέλλουσαν δὲ οὐ διεκφυγεῖν δι’ ὧν τὴν παροῦσαν μετὰ πολλῆς τῆς ὀργῆς ἐξήνεγκεν ἐπιστώσατο.
Ἀλλ’ ἐγὼ μὲν τοιαύταις ἐλπίσιν ἐμαυτόν, ὡς ἔοικεν, εἰς λιμὸν ἔτρεφον. τίς ποτε δὲ ἄρα τῶν θρόνων ἐπιβάντας ἡμᾶς τῶν ἀρχιερατικῶν καὶ τὸ κῦρος ἁπάσης πράξεως καὶ βουλήσεως ἐγχειρισθέντας αὐτῷ κατεμήνυσεν; αἱ γὰρ τοιαῦται φωναὶ καὶ ζητήσεις, ἂν ἄρα καὶ δεῖ τισιν αὐτὰς ὅλως προτείνεσθαι, τοῖς τὰς ἡνίας λαμπρῶς ἤδη καὶ περιφανῶς τῆς ἀρχῆς ἐπανειληφόσιν καὶ ἐπὶ κοινοῦ προκαθεζομένοις τοῦ βήματος, καὶ τῶν μὲν ἡμαρτηκότων ἐπὶ γόνυ κειμένων καὶ πολλοῖς μὲν τὴν γῆν δάκρυσιν βρεχόντων, πολλὰ δὲ ἐπὶ ἐλέῳ λεγόντων, τῶν δὲ μέχρι τέλους τῆς ἀρετῆς καὶ τῆς ἀληθείας ὑπερηθληκότων μετὰ λαμπρῶν τῶν στεφάνων συγκαθεζομένων καὶ τῶν δικαστῶν τὴν τάξιν διακληρουμένων, καὶ τῶν μὲν ἐπὶ συγγνώμην τοῦ ὁμοφυοῦς ὑποφερομένων, τῶν δὲ τοῦ ἴσου καὶ τῆς κανονικῆς αὐθεντείας μηδὲν ἐπίπροσθεν ποιουμένων, ἀλλ’ οἷα δίκης ὀφθαλμοὺς εἰς τὴν τοῦ δικαίου φύσιν πάντα καταρρυθμιζόντων—τότε δή, τότε, εἰ θέμις ποτέ, χώραν ἔχει τὰ τοιαῦτα προτείνεσθαι καὶ τοῖς ἐκείνην τὴν λῆξιν καταλαβοῦσιν, ἀλλ’ οὐχὶ νῦν, οὐδὲ τοῖς λιμῷ καὶ δίψει καὶ φυλακαῖς καὶ μυρίαις ἐναθλοῦσι ταλαιπωρίαις καὶ τὸν περὶ ψυχῆς ἀγῶνα τρέχουσιν· ἐκείνοις γὰρ ὁ περὶ κρίσεως καὶ κατακρίσεως καὶ ἀφέσεως λόγος, καὶ ὁ καιρὸς ἐκεῖνος, ἀλλ’ οὐχ ὁ παρών, ἀφορίζεται.
Ἀλλ’ ὦ καλὲ καὶ ἀγαθέ, εἰ μὴ δεῖ δέχεσθαι, πῶς οὐκ αἰσχύνῃ μετ’ ἐκείνων συντάττεσθαι καὶ ἐνὸν στεφανηφόρον ὀφθῆναι τοῖς αἰχμαλώτοις ἐγκαταλέγεσθαι, καὶ τὴν ἑτέρων ὀνειροπολεῖν φιλανθρωπίαν, τῆς ἄνωθεν εὐγενείας καὶ ἐλευθερίας γυμνὸν καὶ προδότην ἑαυτὸν καταστήσαντα; εἰ δ’ οὐκ αἰσχρὸν ἡγῇ τὸ συντάττεσθαι, ἴσθι σὺν ἐκείνοις ὢν τῇ γνώμῃ ὧν ἔξαρνος ὑπάρχεις τῆς πράξεως κἀκείνην τιμῶν τὴν ἀγέλην ἧς ἀντὶ ποιμένων τοὺς λύκους λέγεις προΐστασθαι. εἰ βούλει δέ, καὶ τῶν ἐν αὐτῇ ἐνίων πλέον ταύτην περιέπεις, εἴ γέ τινες μὲν αὐτῶν καίτοι σώματι συνόντες, τοῦ συνειδότος αὐτοῖς στασιάζοντος, ταῖς γνώμαις ὅμως ὀκλάζουσιν, σὺ δὲ καὶ πρὸ τοῦ συναφθῆναι τῷ σώματι λογισμοῖς καὶ γνώμῃ σπουδάζεις συνάπτεσθαι· τὸ γοῦν τῆς συναφῆς ἐλλεῖπον δειλία, οὐκ εὐσέβεια, αἰσχύνη, οὐ προαίρεσις.
Τίς οὖν ὁ δεχόμενος; ὁ μηδ’ ὄναρ τοῦτο παραδεξάμενος, ἢ ὅς, ὅτι μὴ μέχρι νῦν πρὸς ἐκείνους ἀπέκλινεν, τῷ φόβῳ τὴν αἰτίαν ἀνέθηκεν καὶ τὸ σὺν τοῖς ἐχθροῖς καταισχύνεσθαι, ἂν μὴ δῷ τὴν δίκην ὕστερον, κρεῖσσον ἡγεῖται τοῦ μετὰ τῶν οἰκείων διόλου θαυμάζεσθαι, εἰ μὴ δεῖ δέχεσθαι, τίς ἂν δεξάμενος, ἀντὶ τοῦ δοκεῖν ἑτέρους οὓς οὐκ ἔξεστι δέχεσθαι, μᾶλλον ἑαυτὸν ἐκείνοις οὐ συναπολέσειεν; οὐ γὰρ τὰ ῥήματα βελτιοῖ τὰς πράξεις, διὰ δὲ τῶν ἔργων συνίσταται καὶ τὰ ῥήματα. εἶτα ἄν τις ἰδὼν λῃστὰς ἢ πόλεων προδότας ὑπὸ πάντων μὲν βδελυσσομένους, πᾶσι δὲ μυσαττομένους, ἔπειτα αὐτὸς τούτων τέως καθαρὸς ὑπάρχων φαντασιοκοπῇ καὶ λέγοι πρὸς τὸν κρατοῦντα τοὺς νόμους, ‘εἰ μὲν οὓς ἀναιρεθῆναι δέον, τούτους ἀτιμωρήτους ἐᾷς, τί μὴ θᾶττον λῃστεύω καὶ προδότης γίνομαι, ἵνα συγγνώμης τύχω; ἂν δὲ δίκην ἀπαιτῇς, φόβῳ ταύτης ἐκείνους οὐ μιμήσομαι’—ἂν οὖν τις παρελθὼν τοιαῦτα λέγοι, ἆρ’ ἔστιν ὅστις οὐκ ἂν αὐτοῦ παραφορὰν καὶ ἀρρωστίαν γνώμης καὶ μυρία ἄλλα καταγνοίη; τί δέ; ἐκείνου μὲν ἕκαστος τῶν νοῦν ἐχόντων καταγνώσεται, ἂν δέ τις ἀντὶ μὲν προδοτῶν πόλεως προδότας πίστεως, ἀντὶ δὲ λῃστῶν σωμάτων λῃστὰς θείων νόμων εἰς μέσον παράγοι, ἔπειτα τὰς αὐτὰς φωνὰς ἀνακράζῃ, οὐχὶ τὴν ἴσην αὐτὸν ἢ καὶ μείζονα ψῆφον παρά γε τῶν σωφρονούντων ἀπενεγκεῖν οἰησόμεθα;
Χωρὶς δὲ τῶν εἰρημένων, εἰ μὲν τοῖς ἐκκλησιαστικοῖς θεσμοῖς τὰς πράξεις ἰθύνουσι, τί σοι δεῖ τῶν ἀκαίρων ζητήσεων, καὶ λογισμοῖς παλαίειν καὶ ἀποπνίγεσθαι, ἀλλὰ μὴ θᾶττον αὐτῶν τῆς μοίρας γινόμενος πολλὴν τὴν συγγνώμην ἐξαιτεῖς τῆς βραδύτητος; εἰ δ’ ἐκθέσμων ἔργων ὑπηρέτας ἐπίστασαι, τί πολυπραγμονεῖς ἄν τε δῶσιν ἐνταῦθα δίκην, ἄν τε μή; ἂν μὲν γὰρ δῶσιν, ἄμεινον ἕξουσιν τῇ τιμωρίᾳ τὴν ἁμαρτίαν ἐκκαθαιρόμενοι· ἂν δὲ μὴ δῶσιν, τοῦτο αὐτοὺς ἀθλιωτέρους ἐργάζεται, ὅτι πικρότερον αὐτοῖς τὸ ἐκεῖθεν ἀπαντήσει δικαιωτήριον. ὥστε εἴ τινι τῶν δύο τούτων αἵρεσις προὔκειτο, ἐκεῖνος ἂν τὸ ἔλαττον κακὸν ἐφάνη αἱρούμενος καὶ τὸ αὐτοῦ συμφέρον ἐπισκοπούμενος, οὐχ ὃς τὴν ἐνταῦθα φεύγει δοῦναι δίκην, ἀλλ’ ὃς ἐν τῷ διδόναι τὴν ἐκεῖθεν ἐπράυνεν. ἐπεὶ καὶ τὸν νοσοῦντα, οὐχ ὃν ἰατρῶν χεῖρες καὶ τομαὶ καὶ καύσεις τοῦ πάθους ἀπάγουσιν, ἀλλ’ ὃν τὰ τῆς τέχνης ὁρῶμεν μὴ προσιέμενον, ἐκεῖνον ἤδη τελείως ἀπογινώσκομεν καὶ ἐν ἐσχάτοις κακοῖς ἴσμεν ἐξεταζόμενον.
Καὶ τί ἄν τις τὰ ἑπόμενα τοῖς αὐτοῦ λογισμοῖς ἀπαριθμοίη; ταῦτα ἡμᾶς ἀκοπώτερον φέρειν παρασκευάσει τὰ συμβαίνοντα; ταῦτα εἰς παραψυχὴν ἕξομεν; τούτοις ἡμᾶς ἀνακτᾶσθαι, ὦ φίλε καὶ ἀδελφέ, διεσπούδασας; οὐ γὰρ τῶν σεμνοτέρων ῥημάτων ἐξίσταμαι, οὐδὲ τῷ μελετηθέντι πάντα δίδωμι, ἀλλ’ ὅτι τέως μὴ διαπέπρακται, καὶ πρὸς τὴν ἐλπίδα τῆς διορθώσεως τὰς κλήσεις μερίζομαι. ‘ἐὰν τὸ ἅλας μωρανθῇ’, ὁ κύριός φησιν, ‘ἐν τίνι ἁλισθήσεται;’ ἐὰν τὰ τῶν φίλων, τὰ τῶν ἀδελφῶν, τὰ τῶν τέκνων, τὰ τῶν ἐμῶν μελῶν, τὰ τῶν ἐμῶν σπλάγχνων, τὰ τῶν πάντων ἐμοὶ τιμιωτάτων, δι’ οὓς ἔτι τὸ σαρκὶ παρεῖναι τοῦ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι προκρίνεται, δι’ οὓς κόπτομαι καὶ σπαράσσομαι καὶ τὰ δάκρυά μου ἄρτος ἐμοὶ γίνεται—ἐὰν οὖν τὰ αὐτῶν τοιαῦτα, ποταπὰ χρὴ προσδοκᾶν τὰ τῶν ἄλλων;
Ἀλλ’ οὐδὲν θαυμαστόν· οἶδα γὰρ καὶ τὸν θεσπέσιον Παῦλον μόνον ἐν δεσμοῖς καταλειφθέντα· ‘ἐν τῇ πρώτῃ μου’, φησίν, ‘ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο’ καὶ ‘Λουκᾶς ἐστιν μόνος μετ’ ἐμοῦ.’ οὐ γὰρ πάντων ἡ καρτερία καὶ ὑπομονή· διὰ τοῦτο καὶ ὁ κύριος εἰπὼν τὰς θλίψεις καὶ τοὺς πειρασμοὺς οἷς ἔμελλον οἱ εἰς αὐτὸν πεπιστευκότες ἐναθλεῖν, ἐπήγαγεν· ‘ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.’ οἶδα καὶ πρὸ τούτου τὸν προφήτην Δαυὶδ τῶν πολλῶν τὴν ἐρημίαν ἀποδυρόμενον καὶ ταύτην ὡς ἱκετηρίαν τῷ θεῷ προτείνοντα· ‘σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων.’ καὶ τί λέγω τοῦτον ἢ ἐκεῖνον; οἶδα τὸν ἐμὸν δεσπότην καὶ θεόν, ἐπεὶ συνελήφθη καὶ πρὸς δεσμωτήριον ἤγετο, μόνον καταλειφθέντα· ‘καὶ ἀφέντες’ γὰρ ‘αὐτόν’ φησιν ‘πάντες ἔφυγον.’ τί οὖν θαυμαστὸν εἰ καὶ νῦν ἡμᾶς, ἀνθρώπους οἰκτροὺς καὶ ἐλεεινούς, ἀνθρώπους μηδὲ τὸν ἀέρα σπᾶν ἐλεύθερον παραχωρουμένους, ἀνθρώπους δεσμωτήριον οἰκοῦντας, μυρίους θανάτους καθ’ ἑκάστην προσδοκῶντας καὶ πάσης ἐλπίδος χρηστῆς περιῃρημένης, εἰ καὶ καταλιπεῖν τις ἐμελέτησεν;
ἀλλ’ εἴθε μόνον καταλιπεῖν· ἀνύποιστον γὰρ ὄν—οὐ γὰρ ἡμᾶς οἱ τοιοῦτοι καταλιμπάνουσιν, ἀλλ’ ἐν ἡμετέρᾳ προσηγορίᾳ τῆς ἀληθείας καὶ τοῦ ἐκκλησιαστικοῦ καὶ ὀρθοῦ φρονήματος, ὑπὲρ οὗ μέχρι νῦν μυρία παθεῖν εἵλοντο, ἑαυτοὺς ἐκτέμνουσίν τε καὶ ἀποκηρύττουσιν, ὅπερ παντὸς μάλιστα ψυχὴν πλήττει καὶ ἐκδαπανᾷ, μέλη ὁρᾶν ὧν ἐσμεν σύσσωμοι καὶ συμμέτοχοι, Χριστοῦ τῆς κεφαλῆς διασπώμενά τε καὶ ἀποφθειρόμενα—ἀλλ’ ὅμως ἀφόρητον ὂν τὸ κακὸν φορητὸν ἂν ἐγεγόνει τοῖς ῥηθεῖσι παραδείγμασιν· τὸ δὲ καὶ τὴν αἰτίαν τοῦ καταλιπεῖν ἡμῖν τεχνάζεσθαι ἐπιγράφειν, οὗ μὴ μέχρι νῦν οὐδ’ ἔστιν εὑρεῖν ὑπάρξαν παράδειγμα, πῶς ἄν τις, εἰ καὶ πάντα φέρειν ἔσχεν γυμνασίαν, ὑπενεγκεῖν δυνηθείη; καλά γε (οὐ γάρ;) ἀπέχω τὰς ἀμοιβὰς τοῦ περὶ σὲ θείου καὶ πατρικοῦ φίλτρου καὶ τῶν πνευματικῶν ἐκείνων καὶ ὑπερφυῶν καὶ φρικτῶν ὠδίνων, ἐν αἷς σὺ φωστὴρ ἐν κόσμῳ λόγον ζωῆς ἐπέχειν τῇ μυστικῇ παστάδι τῆς ἐκκλησίας ἐναπετέχθης.
Ταῦτα διὰ τῆς ὑμῶν ἀξιαγάστου καὶ θείας συνέσεως πρὸς τὸν χθὲς καὶ πρώην δοχὰς ἡμῖν καὶ ὑποδοχὰς περιθέμενον ὑποφέρομαι καὶ τῆς ἰδίας ὁρμῆς τὴν ἡμῶν ἐπιτροπὴν πειραθέντα λαβεῖν αἰσχύνης καὶ ἁμαρτημάτων ὡς δῆθεν ἀποστροφὴν καὶ ἀναχώρησιν, εἰ καὶ τοὐναντίον ἤπερ ἔπραττεν αὐτῷ περιγέγονεν. ἡ γὰρ εἰς ἕτερον ἀναφορὰ τοῦ ἐγκλήματος, ἂν μηδὲ χώραν εὕρῃ μάλιστα τὸ τέχνασμα παρεισδύσεως, εἰς σφοδροτέραν περιτρέπει τοῦ συνειδότος κατάγνωσιν, οἴκοθεν καὶ σαφῆ καὶ ἄφυκτον τὸν ἔλεγχον φέρουσα. τί γὰρ ἑτέρωθεν ἐζήτεις συμμαχίαν καὶ σχῆμα σεαυτῷ ἐτεχνάζου δικαιολογίας, εἰ μὴ τὸ συνειδὸς ἔνδον εἶχες πικρὸν κατήγορον τῆς βουλήσεως; τί δὲ καθ’ αὑτὸν οὐ πράττεις ἃ σπουδάζεις λαβεῖν ἄλλοθεν; καὶ εἰ μὴ τῶν ἐπιστολῶν ὁ νόμος ἐπέσχεν καὶ τοῦ ὑπογράφοντος ἡ χείρ (καὶ τότε κλαπεῖσα) ἐμποδὼν ἵστατο, ἔδειξα ἂν ἀκριβέστερον καὶ διὰ πλειόνων τό τε ἡμέτερον ἄλγος καὶ οἷς ἐκεῖνος ἡμᾶς ἐλυμήνατο.
Ἀλλὰ πῶς τὰς ἑαυτοῦ λαμπρὰς ὁμολογίας, ἃς ἐνώπιον θεοῦ καὶ ἀγγέλων, ἐνώπιον πάντων ἀνθρώπων, βασιλέων, ἀρχόντων, ἀρχομένων, ἀρχομένων ἐπαρρησιάσατο, οὐκ εἰς μεγάλην ἄγει αἰδῶ; πῶς τὸ τῆς ἐκκλησίας οὐκ ἐδυσωπήθη καύχημα, ὃ κατὰ παντὸς φέρειν ἔσχεν καὶ χρόνου καὶ διηγήματος, καὶ εἴη γε τῆς ἄνωθεν ἐνισχυούσης παλάμης διηνεκῶς μεγαλαυχοῦσα καὶ φέρουσα; πῶς δὲ δι’ αὑτοῦ καὶ μόνου ψυχαγωγεῖν ἔγνω τὸ ἀντίπαλον καὶ ἰδίᾳ πτώσει τὴν κοινὴν καὶ παράδοξον τῆς ἐκκλησίας στάσιν χωλεύειν προείλετο;
καινὸν μὲν γὰρ καὶ παράλογον ὁ πολυμήχανος ὄφις κόσμῳ παραδεῖξαι ἐνεανιεύσατο· ἀλλὰ καινότερον καὶ παραδοξότερον καὶ θεῖον ἔργον ὡς ἀληθῶς ὁ τῆς φύσεως ἡμῶν πλάστης καὶ δημιουργὸς ἀντανέστησεν· ὁ μὲν γὰρ ἀνθρώπους τρισαλιτηρίους, ἀνθρώπους οὐδ’ εἰς ἀριθμόν τινα συντελοῦντας, πάλαι τῆς ἱερατικῆς ἀξίας ἀπογυμνωθέντας καὶ τῶν ἐκκλησιαστικῶν συλλόγων, δι’ ἃς αἰτίας οὐδὲ θέμις λέγειν ἡμῖν, ἐξοστρακισθέντας, δὶς ἀποθανόντας, ἐκριζωθέντας, κατὰ τὴν ἀποστολικὴν περὶ αὐτῶν προαναφώνησιν, σπίλους καὶ μώμους, τολμητάς, αὐθάδεις—τούτους ὑπεισδὺς καὶ τῆς οἰκείας πονηρίας ἐργαστήριον προστησάμενος, δι’ αὐτῶν πᾶσαν καταστρέψαι καὶ καταβαλεῖν τὴν ἐκκλησίαν ἐφρυάξατο· δέ, οἷα δὴ θαυμάσια μόνος ποιῶν καὶ ἐν ταῖς θλίψεσι πλατύνων τοὺς ἐπικαλουμένους αὐτόν, καὶ τότε μάλιστα δεικνύων τὸ τῆς προνοίας ἄφατον καὶ σοφὸν ὅτε πανταχόθεν τὸ ἄπορον περιέστηκεν καὶ δεινόν, ἐπὶ τοσοῦτον αὐτὴν συγκεκροτημένην καὶ κατηρτισμένην καὶ ὡς ἀληθῶς ἐν ἑαυτῷ τεθεμελιωμένην ἀνέδειξεν, ὡς οὐ μόνον ἀντίρροπον τῆς κακουργίας τὸν πονηρὸν τὴν πληγὴν δέξασθαι, ἀλλὰ πολὺ χαλεπωτέραν καὶ ἀλγεινοτέραν εἰσπράττεσθαι.
Πῶς γὰρ οὐχὶ μεγίστη καὶ ἀνίατος τῷ διαβόλῳ ἡ πληγή, ὅτιπερ ἐν τοσαύτῃ ζάλῃ καὶ τηλικαύτῃ συγχύσει καὶ μεταβολῇ οὐ μικρός, οὐ μέγας, οὐκ ἀσήμου πόλεως ἀρχιερεύς, οὐ τὸ ἐπίσημον ἐχούσης, οὐκ ἐν λόγῳ ἰδιώτης, οὐκ ἀμφοτέρωθεν ὡπλισμένος καὶ σύνδρομον ἔχων τῇ πυκνότητι τῆς διανοίας τὸ ῥεῦμα τῆς γλώττης, οὐκ ἐν βίῳ λαμπρός, οὐκ ἐν ἀκριβείᾳ δογμάτων περίβλεπτος, ἀλλ’ ὅλως οὐδεὶς οὐδαμοῦ τῷ καιρῷ συναλλοιωθεὶς ἠλέγχθη οὐδ’ ἐνέδωκεν τῇ ῥύμῃ τοῦ φέροντος, ἅπαντες δ’ ἁπλῶς, ὅσοι τοῦ χοροῦ τῆς εὐσεβείας γεγόνασι—τίς ἀκοῇ παλαιᾷ, μή τί γε ἐλπίδι νέᾳ πρὶν πραχθῆναι τοῦτο παρεδέξατο; —πάσης πάγης τοῦ πονηροῦ καὶ πάσης ἐπιβουλῆς καὶ παντὸς τεχνάσματος καὶ βίας κρείττονες ὤφθησαν; ἡδὺ δέ μοι ταῦτα, καὶ μάλιστα πρὸς ὑμᾶς, διεξιέναι, τοὺς μέγα μέρος τοῦ τηλικούτου χρηματίσαντας θαύματος· ἐπεὶ καὶ συστρατιώταις οὐδὲν ἡδύτερον, κἂν ἄλλως ἐν λύπαις ὦσιν, ἢ τὰ ἐν πολέμοις αὑτοῖς προσομιλεῖν κατορθώματα.
Ἀλλ’, ὅπερ ἔλεγον, ὁ μὲν πονηρὸς ἀθρόως ἅπαντας καταπιεῖν καὶ τῆς αὐτοῦ πανουργίας ἔργον δείξειν ἐφυσᾶτο καὶ ἐφρυάττετο· τὸ δὲ τῆς ἐκκλησίας ἅγιον πλήρωμα τοσοῦτον αὐτοῦ τὰς μηχανὰς καὶ τὰς ἐπινοίας ἐξεμυκτήρισάν τε καὶ κατεγέλασαν, Χριστῷ τῇ κεφαλῇ στρατηγούμενοί τε καὶ καθοδηγούμενοι, ὡς ἐκεῖθεν μᾶλλον αἰχμαλωτίσαι τινὰς καὶ τῇ ἀληθείᾳ προσαγαγεῖν ἢ λειποτάκτην ἕνα τινὰ τῆς καλῆς αὐτῶν παραχωρῆσαι γενέσθαι τάξεως. ὥστε εἴ τις αἵρεσιν ἐδίδου τῷ διαβόλῳ, πότερον ἐβούλετο τοιαῦτα σκεύη εὑρεῖν οἵοις νῦν περιέτυχεν, ὅλην αὐτοῦ τὴν ἐνέργειαν χωρῆσαι δυνάμενα, ἔπειτα τὴν ἐκκλησίαν οὕτως αὐτῷ ἀνδρείως καὶ στερρῶς ἀγωνιζομένην ἀντικαταστῆναι, ὡς σκεύη κεραμέως σὺν αὐτῷ τεχνίτῃ ταῦτα συντρίβουσαν, ἢ μηδετέρου τούτων εἰς πεῖραν ἐλθεῖν, πολλοῦ ἂν ἐτιμήσατο μήτε τοιούτων σκευῶν εὐτυχῆσαι καὶ τὴν ἐπ’ αὐτοῖς εὐθυμίαν ὀνειροπολῆσαι μήτε τὴν ἐκκλησίαν ὁλόκληρον οὕτως ἰδεῖν κραταιουμένην καὶ ἀκμάζουσαν καὶ διὰ μέσων αὐτοῦ τῶν σπλάγχνων καιρίαν οὕτω καὶ πικρὰν τὴν πληγὴν φέρουσαν καὶ λαμπρὸν ἱστῶσαν κατὰ πάσης αὐτοῦ τῆς δυναστείας τὸ τρόπαιον· ὅπερ, εἰ μή τι ἄλλο, ἐχρῆν καὶ τὸν νῦν (οὐ γὰρ οἶδα πῶς ἀλυπότερον εἴπω) ὑποσαλευθέντα ἐκδυσωπηθῆναι, καὶ μὴ τοὺς τῆς νίκης στεφάνους μονονουχὶ τοῦ ἰδίου ἐπιχειρεῖν ἀνασπᾶν μετώπου. τί γάρ, εἰ καὶ μὴ ἔπραξεν ἃ ἐμελέτησεν;
ἀλλὰ τὴν ἀνθοῦσαν χάριν ἐμάρανεν οἷς ἐδίστασεν· καὶ ἡ μὲν μελέτη τὴν γνώμην ἤλεγξεν, ἡ δὲ θεία χάρις ἣν ἔχει περὶ ἡμᾶς πρόνοιαν καὶ νῦν ἔδειξεν, εἰς ἔργον τὴν βουλὴν ἐλθεῖν οὐκ ἐάσασα.
Ἀλλὰ μηδέν σοι τὸ λοιπὸν μηδὲ τοιοῦτον, ὦ τέκνον, διαμελετάσθω· ἤδη γάρ, ἤδη τοὺς ἐλέγχους ἀφείς, ἐφ’ οἷς μέχρι νῦν οἷα δὴ τὰ ἴδια σπλάγχνα πλήττων καὶ τιτρώσκων ἀνιώμενος ἔφερον—κἂν γὰρ ἀναγκαῖα τὰ φάρμακα καὶ αἱ τομαί, ἀλλ’ ἡ τῶν πόνων καὶ ἀλγηδόνων συμπάθεια νικᾷ τοὺς νόμους τῆς ἰατρείας καὶ παιδεύσεως—μηκέτι τοῦ συμπαθεῖν τὴν τυραννίδα φέρων, ἐκεῖνα πάντα λιπών, καὶ ὡς παρόντι περιχυθείς, ‘τέκνον ἐμὸν ὠδίνων ἁγνῶν, μέλος ἐμόν, τί τοῦτο;’ ἀνακαλοῦμαι· ‘ποῦ μοι τὸ περὶ σὲ καύχημα; ποῦ δὲ αἱ ἐλπίδες, μᾶλλον δὲ μετὰ τῶν ἐλπίδων τὰ ἔργα; ὁρᾷς τὸ σκυθρωπόν, τὴν κατήφειαν, εἰ βούλει καὶ τὰ δάκρυα; ἡ περὶ σοῦ φροντὶς τούτων αἰτία· ὁ ἐπὶ σοὶ πόνος αὐτῶν ἅπτεται σπλάγχνων, τὸ ἄλγος αὐτῆς τῆς ζωῆς. ἀλλ’ εἴ τί σοι τῆς ἐμῆς μέλει ζωῆς (οὔπω δέ μέ τις ἀναπείθει λόγος ὡς οὐ μέλει), μηκέτι μηδὲν τοιοῦτον μηδὲ παραπλήσιον μήτε εἰς βουλὴν μήτε εἰς μελέτην διαβαινέτω· μακάριος γὰρ ἀνήρ, οὐχ ὃς ἐπὶ παρανόμων οὐκ ἔδραμεν ἔργα, ἀλλ’ ὃς οὐδὲ ἐν τῇ βουλῇ αὐτῶν ἐπορεύθη. μηδ’ ὅτι χείρους ἔχομεν σεμνυνώμεθα, ἀλλ’ εἴ τινων ἐλάττους ἐλεγχθῶμεν, αἰσχυνώμεθα· ἐπεὶ καὶ ἀριστεύς, οὐχ ὅταν λειποταξίας οὐχ ἁλῷ οὐδ’ ὅταν τῶν φυγάδων οὐχ ἥττων ὀφθῇ, σεμνὸς καὶ περίβλεπτος, ἀλλ’ ἐπειδὰν τῶν συστρατιωτῶν κρείττων ἐν πολέμοις ἀναφανῇ καὶ τῶν ἐχθρῶν κρατήσῃ, τότε καὶ τοὺς στεφάνους ἐστὶν ἀναδέχεσθαι δίκαιος.
ναί, δέομαι καὶ παρακαλῶ, δεῖξον τὸ τέλος ἄξιον τῆς ἀρχῆς, ἄξιον τῶν ἀγώνων. ὢ πόσων στεναγμῶν, πόσων δακρύων, ἐν πελάγει μὲν μέσον πνευμάτων καὶ ζάλης οὐριοδρομεῖν, πρὸς αὐτῷ δὲ τῷ λιμένι καταποντίζεσθαι· καὶ πολέμῳ μὲν κρατεῖν τῶν ἐχθρῶν, τῶν δὲ τροπαίων αὐτοῖς ὑπεξίστασθαι· καὶ τὸν ἀγῶνα μὲν ἐν τῷ σταδίῳ λαμπρῶς ἐνεγκεῖν, πρὸς δὲ τοὺς στεφάνους μαλακίζεσθαι.
Ὑμᾶς δὲ ἄρα, ὦ τῆς ἀρετῆς ἐρασταὶ καὶ τῆς εὐσεβείας κήρυκες καὶ τῆς ἀληθείας προασπισταί, ὥσπερ ἐν τοῖς ἄλλοις ἅπασιν, οὕτω καὶ τοῦ παρόντος ἄλγους εὑρήσειν ἔμελλον παραψυχήν· οὐ μόνον ὅτι πέφυκε τὸ λυποῦν τοῖς φίλοις ἐκκαλυπτόμενον συνδιαχεῖσθαί πως τοῖς λόγοις καὶ οἷον συνεξατμίζεσθαι, ἀλλ’ ὃ καὶ μᾶλλον, διότι μεγάλας ἐλπίδας ἔχω διὰ τῶν ὑμετέρων σοφῶν καὶ καλῶν ἐπῳδῶν τε καὶ παραινέσεων θᾶττον ἀναρρωσθῆναι τὸν ἄνδρα, καὶ τὸν τοῦ ὄφεως ψιθυρισμὸν τέλεον ἀποστραφέντα μηκέτι συμβουλῆς ἀνασχέσθαι στασιαζούσης τοὺς ὀρθοὺς λογισμοὺς καὶ εἰς δισταγμὸν μετακλινούσης πτώματος αἴτιον, ἀλλ’ εἰς τὴν προτέραν ἐπαναδραμόντα τελειότητα, ἄσειστον καὶ ἀκλόνητον ἐν τῇ στερρᾷ καὶ ἀρραγεῖ τῆς ὁμολογίας Χριστοῦ διατηρηθῆναι πέτρᾳ διὰ βίου παντὸς καὶ λόγῳ καὶ πολιτεύμασιν. ἀλλ’ ἐπὶ τοσοῦτον μὲν ταῦτα. ‘
Εἴ τις δὲ παράκλησις ἐν Χριστῷ’ (μετὰ τοῦ θεσπεσίου Παύλου ὑμῖν καὶ δι’ ὑμῶν πᾶσιν ἐπιβοώμεθα), ‘εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί, πληρώσατέ μου τὴν χαράν, ἵνα’ ὥσπερ μέχρι νῦν, οὕτω καὶ διὰ παντὸς ‘τὸ αὐτὸ φρονῆτε’, ‘ἐν ἑνὶ πνεύματι καὶ μιᾷ ψυχῇ συναθλοῦντες τῆς ἀληθείας τῷ κηρύγματι καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων, ἥτις αὐτοῖς μέν ἐστιν ἔνδειξις ἀπωλείας, ὑμῖν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ θεοῦ· ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν.’ καὶ ταῦτα οὐχ ὡς τῶν ἐμῶν δεομένοις λόγων γράφω, ἀλλ’ ὡς χρεωστῶν, οὐ μόνον δὲ χρεωστῶν, ἀλλά γε καὶ ἐφιέμενος ὑμῖν κοινωνεῖν, ἔνθα μὲν καλεῖ καιρός, αὐτοῖς ἔργοις καὶ ἄθλοις, ἄλλοτε δὲ καὶ τοῖς ῥήμασιν· καὶ γὰρ ‘καὶ ὑμεῖς’ (μετὰ τοῦ θεολόγου φάναι Ἰωάννου) ‘χρῖσμα ἔχετε ἀπὸ τοῦ ἁγίου πνεύματος, καὶ τὸ χρῖσμα ὃ ἐλάβετε ἀπ’ αὐτοῦ ἐν ὑμῖν μένει, καὶ οἴδατε πάντα, καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς· ἀλλ’ ὡς τὸ αὐτὸ χρῖσμα διδάσκει ὑμᾶς περὶ πάντων, καὶ καθὼς ἐδίδαξεν ὑμᾶς, μενεῖτε ἐν αὐτῷ, ἵνα ὅταν φανερωθῇ ὁ υἱὸς τοῦ θεοῦ, ἔχωμεν παρρησίαν καὶ μὴ αἰσχυνθῶμεν ἀπ’ αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ.’
Ὁ δὲ τῆς εἰρήνης ταμίας καὶ βασιλεύς, ὁ τῆς ζωῆς ἡμῶν αἴτιος καὶ συνοχεύς, ἐν ᾧ ‘ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν’, οὗ τοῖς ἀλύτοις δεσμοῖς τῆς ἀγαπήσεως συνδεδέμεθα, ὁ πρῶτος καὶ μέγας ἀρχιερεύς, Χριστὸς ὁ ἀληθινὸς θεὸς ἡμῶν, ὁ ἐξ οὐ λαοῦ λαὸν οἰκεῖον ἡμᾶς ἰδίῳ αἵματι ποιησάμενος, καὶ οὐχ ἁπλῶς λαόν, ἀλλὰ καὶ ἠγαπημένους καὶ ἔθνος ἅγιον καὶ βασίλειον ἱεράτευμα (ὢ τῆς ἀφάτου φιλανθρωπίας) καὶ υἱοὺς καὶ κληρονόμους καὶ συγκληρονόμους θέμενος, παρ’ ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα, αὐτὸς ἕως τέλους ἀνεγκλήτους συντηρήσει, συσφίγγων ἡμᾶς ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης καὶ ἀγάπης, στηρίζων ἐν αὐτῷ καὶ ἐν ἀλλήλοις ἐν ἀκλονήτῳ καὶ ἀσαλεύτῳ τῆς εὐσεβείας φρονήματι, μίαν καὶ τὴν αὐτὴν μελέτην ἔχοντας, ἓν λέγοντας, πρὸς ἓν ἀφορῶντας, ἅπαντας πρὸς τὸ βραβεῖον ἐπειγομένους τῆς ἄνω κλήσεως, ἔνθα τῶν πρωτοτόκων ἡ ἐκκλησία, ἔνθα χοροὶ μαρτύρων, ἔνθα πατριαρχῶν αἱ σκηναί· ἐν οἷς οὐκ ἔστι ψεῦδος πρὸ τῆς ἀληθείας τιμώμενον, οὐκ ἔρις, οὐ τυραννίς, οὐκ ἀπόνοια· ἐν οἷς βαθεῖα γαλήνη καὶ κάλλος ἀληθείας ἀμήχανον ὑπὸ μηδεμιᾶς τέχνης καλυπτόμενον· ἐν οἷς εἰρήνη πᾶσα καὶ ὁμόνοια καὶ ἡ τῶν μακαρίων ἐκείνων καὶ ἀδιηγήτων θεαμάτων θέα καὶ μετοχὴ καὶ ἀπόλαυσις, καὶ τέλος τῆς υἱοθεσίας οὐκέτι ἐλπιζομένη, ἀλλ’ ἤδη λαμπρῶς μετεχομένη ἡ τελείωσις, ὑπὲρ ἧς οἱ παρόντες διωγμοὶ καὶ αἰχμαλωσίαι καὶ δι’ ἣν τὰ μυρία δεινὰ καὶ τοὺς καθημερινοὺς θανάτους εὐχαρίστως καὶ χαίροντες φέρομεν.
Ὑπὲρ δὲ βασιλέων εὔχεσθαι Παῦλος μὲν ὁ θεσπέσιος πρὸ ἡμῶν παραινεῖ καὶ Πέτρος δέ, τῶν μαθητῶν ἡ ἀκρότης, ‘ὑποτάγητε πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν κύριον’ λέγων, ‘εἴτε βασιλεῖ ὡς ὑπερέχοντι’ καὶ πάλιν, ‘τὸν βασιλέα τιμᾶτε.’ ἀλλά γε καὶ πρὸ τούτων αὐτὸς ὁ κοινὸς δεσπότης καὶ διδάσκαλος καὶ δημιουργός, ἐκ παραδόξου θησαυροῦ κῆνσον τελέσας τῷ καίσαρι, ἔργῳ καὶ λόγῳ τὰ προνόμια νέμειν ἅπερ ἀφώρισται τοῖς βασιλεῦσιν ἐξεπαίδευσεν· διὸ καὶ ταῖς μυστικαῖς ἡμῶν καὶ φρικταῖς ἱερουργίαις εὐχὰς ὑπὲρ βασιλέων ἀναφέρομεν. ἃ δὴ προνόμια συντηρεῖν καὶ συνδιασῴζειν καὶ τοῖς φιλοχρίστοις ἡμῶν βασιλεῦσι δίκαιόν τε καὶ φίλον θεῷ καὶ ἡμῖν ἁρμοδιώτατον.
Παύλῳ γεγονότι ἀρχιεπισκόπῳ Καισαρείας καὶ ἀποστατήσαντι Ἀρκαδίαν με αἰτεῖς, εἴποι ἄν τις καὶ μάλα εἰκότως παροιμιαστὴς ἀνήρ· ἐγὼ δέ σοι δώσω οὐ τὰ ἐξ ἁμάξης, οὐδὲ τὴν ἀπὸ Σκυθῶν ῥῆσιν, ἀλλ’ ἅπερ ἂν φιλῇ ἡ ἀλήθεια. κακὸς ἐγένου φίλοις καὶ θείου προδότης δόγματος καὶ τῆς σῆς ὁμολογίας πολέμιος· εἶτα διερωτᾷς τί δήποτέ σε οἱ εὐσεβεῖς ὡς ἐναγῆ ἀποστρέφονται, μηδὲ τῆς κοινῆς ἀξιοῦντες προσρήσεως; ὅτι, ὦ—τί σε δικαίως προσείπω; —φοβερὸν ἡγοῦνται καὶ τὸ διὰ τοῦ χαίρειν κοινωνῆσαι τοῖς ἔργοις σου τοῖς πονηροῖς.
Σάβᾳ πρεσβυτέρῳ καὶ ἡσυχαστῇ Τὴν ‘ὁ πατήρ μου μείζων μού ἐστιν’ τοῦ εὐαγγελίου φωνὴν διαφόρως οἱ πατέρες ἡμῶν ἐξειλήφασιν, μηδεμιᾶς λυμαινομένης τῇ ἀληθείᾳ ὑπολήψεως. οἱ μὲν γάρ φασιν τῷ αἰτίῳ μείζονα εἰρῆσθαι, ὅπερ οὐκ οὐσίας παραλλαγήν, ταὐτότητα δὲ μᾶλλον καὶ συμφυΐαν παρίστησιν· ἅπας γὰρ πατὴρ τοῦ υἱοῦ τῷ αἰτίῳ καθηγούμενος συσφίγγει μᾶλλον δι’ αὐτοῦ καὶ συνδιακρατεῖ τὴν τῆς οὐσίας ἑνότητα, κἂν ὁ σκεδασμὸς τῶν ὑποστάσεων, τοσοῦτος, μάλιστα τοῖς γενητοῖς, ἐκ μυρίων ῥέων καὶ πληθυόμενος περιστάσεων, εἰς ἑτερότητα ἐκβιάζηται. ὁμοουσιότητος ἄρα καὶ συμφυΐας τὸ μείζω εἶναι τῷ αἰτίῳ τὸν πατέρα τοῦ υἱοῦ, ἀλλ’ οὐδαμῶς γε τῆς κατ’ οὐσίαν ἑτερότητος.
Ἄλλοι δὲ τὸ ‘μείζων’ κατὰ τὸ ἀνθρώπινον ἐξειλήφασιν· φασὶ γάρ, ὥσπερ τὸ πορεύεσθαι πρὸς τὸν πατέρα καὶ τὸ μηκέτι πολλὰ μετὰ τῶν μαθητῶν λαλεῖν καὶ τὸ ἔρχεσθαι τὸν τοῦ κόσμου ἄρχοντα καὶ ἐρευνῶντα μηδὲν εὑρίσκειν ὅλως, ὥσπερ δὴ ταῦτα τοῦ προσλήμματος ἦν, οὐ τοῦ λόγου, οὕτω καὶ ‘ὁ πατήρ μου μείζων μού ἐστιν’· μεταξὺ γὰρ ἐκείνων τοῦτο καὶ παραπλησίως αὐτοῖς εἴρηται.
Τινὲς δὲ περὶ μὲν τοῦ λόγου τὸ μεῖζον συνεχώρησαν, οὐχ ἁπλῶς δὲ τοῦτο καὶ κατ’ οὐσίαν, ἀλλ’ εἴπερ ἐστὶν ἡ ἐνανθρώπησις ἄκρα κένωσις καὶ ταπείνωσις, καθὸ κεκένωκεν ἑαυτὸν ὁ λόγος καὶ τεταπείνωκεν, δούλου μορφὴν ὁ δεσπότης ὑπελθών, δῆλον ὅτι τοῦ μηδαμῶς ὑποστάντος τὴν κένωσιν καὶ ταπείνωσιν ἀκολούθως λέγοιτ’ ἂν τὸ ἔλαττον ἀπενέγκασθαι. ἐν μείζοσι γὰρ ὑπεροχαῖς κατ’ αὐτό γε τοῦτο ὁ ἀκένωτος τοῦ κεκενωμένου καὶ ὁ τῆς ἰδίας ὑπεροχῆς μηδὲν καθυφεὶς τοῦ μέχρι καὶ τῶν ἐπονειδίστων παθῶν (σταυροῦ φημι καὶ θανάτου) διεληλυθότος τῆς ἀνθρωπίνης φύσεως.
Ἐκδέξαιτο δ’ ἄν τις οὐκ ἀπεικότως καὶ πρὸς τὴν τῶν μαθητῶν διάνοιαν εἰρῆσθαι τὸν λόγον· ἐπεὶ γὰρ ἔτι ἀτελῶς οὗτοι διέκειντο περὶ τὸν θεὸν καὶ διδάσκαλον μείζονά τε πολλῷ τὸν πατέρα ἐνόμιζον, τοῦτο μὲν τῶν Μωσαϊκῶν νόμων ἐμφανέστερον αὐτοῖς τὸν πατέρα ἢ τὸν υἱὸν καταγγελλόντων, τοῦτο δὲ καὶ τοῦ σωτῆρος ἄνω καὶ κάτω περιστρέφοντος αὐτοῖς τὸν πατέρα—ἐπεὶ οὖν τοιαύτη τις αὐτοῖς ἐνεστήρικτο ἡ δόξα (διὰ γὰρ τοῦτο καὶ ἔλεγον ‘δεῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν’), πρὸς τὴν ἐκείνων ὑπόληψιν ἀποτεινόμενος ἵσταται τοιοῦτόν τι λέγων ὁ σωτήρ· ἀσύμφωνα ταῖς σφῶν ὁμολογίαις διαπράττεσθε, λύπῃ διδόντες ἑαυτοὺς ὅτιπερ ἔφην ‘πορεύομαι πρὸς τὸν πατέρα’· εἰ γὰρ ἠγαπᾶτέ με, δοκεῖ δὲ ὑμῖν καὶ μείζων εἶναι ὁ πατήρ, χαίρειν ὑμᾶς ἔδει διότι πρὸς τὸν μείζονα πορεύομαι· τοῦτον γὰρ καὶ ὑμῖν εἴ γε μόνον ὑποδείξαιμι, ἀντὶ πάντων ἐξαρκέσειν διετείνεσθε. ἀλλὰ γὰρ καὶ κατὰ ταύτην τὴν διάνοιαν μείζω λελέχθαι τὸν πατέρα παρὰ τοῦ υἱοῦ εἴ τις ἐκδέχοιτο, οὐκ ἂν ἀπενεχθείη τοῦ πρέποντος.
Οὐδὲν δὲ ἴσως κωλύει καὶ ῥῆμα τοῦτο ὑπολαβεῖν συγκαταβάσεως, διὰ τὴν τῶν ἀκροατῶν ἀσθένειαν ἐσχηματισμένον πρὸς τὸ ταπεινότερον· ἔστιν γάρ, ἔστιν πολλὴ καὶ τῶν τοιούτων λόγων ἡ οἰκονομία ἐπὶ κέρδει καὶ σωτηρίᾳ τῶν τὰ τελεώτερα μήπω φέρειν δυναμένων, ὥσπερ καὶ τὸ ‘ἐρωτήσω τὸν πατέρα, καὶ ἄλλον παράκλητον πέμψει’ καὶ τὸ ‘εὐχαριστῶ σοι, ὅτι πάντοτέ μου ἀκούεις’, καὶ μυρία ἄλλα. πόθεν οὖν δῆλον ὅτι ταῦτα πρὸς τὴν ἀσθενοῦσαν ἀκοὴν ἐσχημάτισται; αὐτὸς ὁ σωτήρ, ἡ πηγὴ τῆς σοφίας καὶ τῆς γνώσεως ἄβυσσος, ἑαυτὸν ἑρμηνεύων ἐδίδαξεν εἰπών· ‘ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας’. ἀλλὰ γὰρ κατ’ ἐπιστολὴν ἀποχρώντως οἶμαί σοι ἔχειν τοῦ ζητηθέντος τὴν μάθησιν.
Τῷ αὐτῷ Οὐ μάχεται κατὰ διάνοιαν τὸ ‘ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν, πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν’, καὶ τὸ ἐφεξῆς εἰρημένον, ‘ἐὰν πορευθῶ, ἑτοιμάσω ὑμῖν τόπον’. τῇ μὲν γὰρ προνοίᾳ καὶ προγνώσει, ἢ εἰ βούλει τῇ οὐσιώσει καὶ τῇ ὑπάρξει, πάντως ἅπασιν ὅσοι τῆς οὐρανίου δόξης ἀξίως ἐπολιτεύσαντο τῷ θεῷ τῶν ὅλων οἱ τόποι προητοιμάσθησαν· ἐγκαινίζων δὲ αὐτοὺς καὶ μονὰς δεικνὺς ὡς ἀληθῶς, εἴπερ κυρίως μοναὶ αἷς οἱ μένοντες ἐναυλίζονται, οὐδεὶς οὐδαμοῦ μέχρι τοῦ σωτηρίου σταυροῦ καὶ τῆς εἰς ᾅδου καθόδου καὶ τῆς εἰς οὐρανοὺς ἀνόδου τοῦ δεσπότου ἐπιδέδεικται, αὐτὸς δὲ μετὰ τοῦ προσλήμματος εἰς οὐρανοὺς ἀναβὰς καὶ πρόσφατον ἡμῖν ὁδὸν καὶ ζῶσαν κατὰ τὸν μακάριον Παῦλον ἐγκαινισάμενος, ἑτοιμοτέρας τῷ ὄντι καὶ μονονουχὶ βλεπομένας τοῖς ἀξίοις τὰς ἐκεῖσε μονὰς ἀπειργάσατο· ὥστε καὶ παρὰ τῷ πατρὶ αἱ μοναὶ καὶ ὁ υἱὸς ταύτας πορευθεὶς ἡτοιμάσατο.
Ἀμφιλοχίῳ μητροπολίτῃ Κυζίκου Ὅπερ μαθεῖν ἐπηρώτησας ἔξεστί σοι κατά γε διδασκαλίαν ἐπιστολῆς ἐνωτίζεσθαι. ἐπειδήπερ ἔμελλεν ὁ Πέτρος τῆς οἰκουμένης τὴν προστασίαν καταπιστεύεσθαι, συγχωρεῖται περιενεχθῆναι τῷ πτώματι, ἵνα τῷ καθ’ ἑαυτὸν ὑποδείγματι φιλάνθρωπος εἴη καὶ ἐπιεικὴς τοῖς μετανοοῦσιν ἐφ’ οἷς ἥμαρτον. εἰ γὰρ καὶ τοσαύτης ἀπολαύσας συγγνώμης ἐπὶ τηλικούτῳ πταίσματι, ὅμως τοὺς περὶ Ἀνανίαν ἀδυσωπήτῳ καὶ ὀξείᾳ δίκῃ τοῦ βίου ἐθέρισεν, τίς ἂν αὐτοῦ κόσμος τὸν ζῆλον ἐχώρησεν, εἰ τοῦ δεσποτικοῦ πόθου τὸ φίλτρον ἀλώβητον ὅλως διὰ βίου καὶ καθαρὸν διεσώσατο; οὐκοῦν ὁ κοινὸς σωτὴρ καὶ θεὸς ἀφίησι τὸν ἕνα πεσεῖν, ἵνα πολλοῖς δι’ αὐτοῦ τὰς τῆς συμπαθείας πηγὰς καὶ τοῦ ἐλέου ἀναβλύζων ἀπαρύεσθαι, τῆς φιλανθρωπίας τὸ πέλαγος ἐπιδείξῃ ἀνεξάντλητον.
Ἔτι δὲ καὶ ἵνα ὁ μαθητὴς τὰ ὑπὲρ ἄνθρωπον τελεσιουργῶν εἰς τὴν ἄνωθεν ἔχοι χάριν ἀναφέρειν μᾶλλον ἢ τῷ ἀνευθύνῳ τοῦ οἰκείου βίου ἐπιγράφειν τῶν κατορθωμάτων τὸ αἴτιον· ὀξὺ γὰρ θαυματουργία εἰς ὄγκον καὶ φύσημα, τῷ τοῦ συνειδότος ταπεινῷ μὴ καθελκομένη πρὸς τὸ μέτριον. διὸ καὶ ὁ σωτήρ φησι ‘μὴ χαίρετε ὅτι τὰ δαιμόνια ὑποτάσσεται ὑμῖν, ἀλλ’ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς’, καὶ ‘πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, οὐ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; καὶ ἐρῶ αὐτοῖς, οὐκ οἶδα ὑμᾶς’. διὰ τοῦτο καὶ Παῦλος πειρασμοῖς τισι παλαίειν ἀφίεται, ἵνα μή, ὡς αὐτός φησιν, ὑπεραίρηται, καὶ τῶν ἀποκαλύψεων ἡ ὑπερβολὴ τὰ πάθη παιδαγωγὸν ἐπιφέρουσα περιστέλλοιτό τε καὶ διακόπτοιτο τὰ σκιρτήματα οἷς ἡ ἀνθρωπίνη φύσις ἐκφέρεται πρὸς φυσίωσιν.
Εἰ βούλει δέ, καὶ ἵνα μετὰ ταῦτα τὰς φοβερὰς ἐκείνας ἀπειλὰς καὶ τοὺς πικροὺς διωγμοὺς καὶ τὰς μυρίας σφαγὰς ἐν ἀκλονήτῳ φέρων ὁ κορυφαῖος καὶ ἀσαλεύτῳ τῷ φρονήματι εἰς θαῦμα τῆς δεσποτικῆς συμμαχίας προσκαλῆται τοὺς κολάζοντας, καθορῶντας τὸν ὑπὸ φωνῆς παιδίσκης καταπεσόντα οὕτως ἀκίνητον πρὸς τοσαῦτα πάθη καθιστάμενον, μεθέλκοι τε καὶ διὰ τούτου πρὸς τὸ μέγα τῆς εὐσεβείας μυστήριον Ἰουδαϊκῆς ταπεινότητος.
Καὶ τέταρτον ἔμοιγε δοκεῖ λαμπρὸν καὶ μέγα ψυχαγωγίας παράδειγμα· τί γὰρ τοῦ κορυφαίου λαμπρότερον ταῖς ἔπειτα γενεαῖς, ἐπειδάν τις ἐξασθενήσας ἁλῷ, πρὸς τὰ τέλεια ἀναστηλῶσαι βουλόμενος; εἰ γὰρ τῶν μαθητῶν ὁ κορυφαῖος μετὰ τηλικαύτας δυνάμεις, ὧν τὰς μὲν εἶδεν, τὰς δὲ καὶ ἐτέλεσεν, μετὰ τοσαύτην διδασκαλίαν, μεθ’ οὕτω πολλὴν καὶ ποικίλην τοῦ διδασκάλου πεῖραν, τρὶς ἀρνησάμενος διὰ μετανοίας ὅμως καὶ θερμῶν δακρύων οὐ τὸ ἁμάρτημα μόνον ἐκάθηρεν, ἀλλὰ πρὸς τὸ αὐτὸ τῆς ἀποστολῆς ἀξίωμα ἐπανέστρεψεν, οὐ χρὴ ῥαθυμεῖν ἐμὲ καὶ καταπίπτειν ἐξ ἀσθενείας ὀλισθαίνοντα, ἀλλὰ θᾶττον ἀνίστασθαι πρὸς μετάνοιαν καὶ τὸν πλοῦτον τῆς δεσποτικῆς χρηστότητος ἐννοοῦντα ὅλον ἑαυτὸν ἐν συντριμμῷ καρδίας ἀνατιθέναι τῷ τὰς νόσους ἡμῶν καὶ τὰς ἀσθενείας βαστάσαντι.
Διὰ ταῦτα οὖν, οἶμαι, καὶ τὰ τοιαῦτα Πέτρος ἁλῶναι συνεχωρήθη τῷ ἁμαρτήματι, ἀλλ’ οὐχ ὅτι προανεῖπεν τὴν ἄρνησιν ὁ διδάσκαλος ἀνάγκῃ τινὶ τῆς προγνώσεως ἐξεβιάσθη πρὸς τὸ ἀθέλητον· ἐπεὶ οὕτω γε φθάνοις ἂν τῶν φαύλων πράξεων ἁπασῶν τὴν αἰτίαν εἰς τὴν τῶν ἀγαθῶν πηγὴν ἀναφέρων. προεῖπεν γὰρ καὶ Ἰούδα τὴν προδοσίαν, Ἰουδαίων τὴν μιαιφονίαν, ναὶ δή, κἂν μὴ προεῖπεν, ἀλλά γε προῄδει πάντως ὅτιπερ τῆς δοθείσης ἐντολῆς ὁ πρῶτος ἄνθρωπος ἀντὶ τῆς φυλακῆς προέλοιτ’ ἂν τὴν ὑπεροψίαν· καὶ τοῦ Κάιν τὴν ἀδελφοκτονίαν, Φαραὼ τὴν σκληροκαρδίαν καὶ Σαοὺλ τὴν παρανομίαν. καὶ τί καθ’ ἕκαστον λέγω; οὐχὶ καὶ κατὰ πόλεις ὅλας καὶ ἔθνη ὁλόκληρα αἱ πράξεις αὐτῶν τῇ προγνώσει περιέχονται, Σοδόμων καὶ Γομόρρας αἱ ἀρρητουργίαι, Ἑλλήνων, Αἰγυπτίων, μικροῦ συμπάντων βαρβάρων ἐν πολλοῖς χρόνοις αἱ εἰδωλομανίαι; ἀλλὰ τί ταῦτα; αὐτοῦ τοῦ σπορέως τῶν κακῶν καὶ ἀρχιτέκτονος καὶ ὅσαι αὐτῷ δυνάμεις τῆς ἄνω συναπερρώγεσαν λήξεως, ἆρ’ ἠγνόει τὴν ἀλαζονείαν καὶ τὴν ἐπὶ βλάβῃ τῶν ἀνθρώπων ἀνυπέρβλητον αὐτῶν μοχθηρίαν;
Τί οὖν; ἐπεὶ μηδὲν μηδὲ τῶν τοιούτων ἡ ἀγαθουργὸς ἠγνόει σοφία, ἆρα διὰ τοῦτο τῶν ἐθελοκάκῳ γνώμῃ τὰ χείρω τῶν κρειττόνων ἀλλαξαμένων ἀφελόντες τὸ ὑπεύθυνον, τοῦ προεγνωκότος καταγνωσόμεθα; καὶ ποῦ τοῦτο χώραν ἔχει; εἰ γὰρ ἐγώ τινα φερόμενον ἐπὶ κρημνὸν ἰδών, ἔπειτα τὸν ὄλεθρον διαγνοίην, ἢ ξίφος σπασάμενον κατὰ τοῦ πλησίον οὐκ ἀγνοήσω τὸν φόνον, ἆρ’ ἀντὶ τοῦ δεδρακότος ἐγὼ τὴν δίκην ὑπέχειν δίκαιός εἰμι; εἰ δὲ γέλως τοῦτο καὶ παράνοια, πῶς οὐ μανία καὶ τόλμα, ἀντὶ τοῦ δίκας ἀπαιτεῖν τοὺς αἰτίους τῶν φαύλων πράξεων, τὴν δυσφημίαν μεθέλκειν κατὰ τῆς θείας προγνώσεως; εἰ δ’ ἡ πρόγνωσις τῶν ὑπαιτίων ἀνεύθυνος, οὐδ’ ἡ πρόρρησις ἔνοχος· οὐ γὰρ διότι προέγνωσται ἢ προείρηται, διὰ τοῦτο διαπέπρακται, ἀλλ’ ἐπεὶ αὐθαιρέτῳ κρίσει πράξειν ἔμελλον ἃ μὴ ὄφελον, τὸ ἀλάθητον καὶ πανεπίσκοπον ὄμμα τοῦ θεοῦ λαθεῖν οὐκ ἔσχον τὸ δύνασθαι. διὰ τοῦτο τοιγαροῦν καὶ ὁ μακάριος Πέτρος οὐχ ὅτι προεῖπεν ὁ δεσπότης ἠρνήσατο, ἀλλ’ ὅτι προσολισθαίνειν τῇ ἀρνήσει ἔμελλεν, καὶ προγινώσκεται τῷ διδασκάλῳ καὶ προανακηρύττεται.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.